Migne Reading Room

PG 31 · cols. 176–185 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:176Read from the page
σήμερον τὰ ἔνδον, καὶ ἀρίθμησον μετὰ ταῦτα· οὐδὲν διὰ τὴν νηστείαν λείψει τῶν ἐν τῷ οἴκῳ. Οὐδὲν ζῶον ὀδύρεται θάνατον, οὐδαμοῦ αἷμα, οὐδαμοῦ ἀπόφασις παρὰ τῆς ἀπαραιτήτου γαστρὸς ἐκφερομένη κατὰ τῶν ζώων. Πέπαυται μαγείρων ἡ μάχαιρα· ἡ τράπεζα ἀρκεῖται τοῖς αὐτομάτοις. Τὸ Σάββατον ἐδόθη τοῖς Ἰουδαίοις, ἵνα ἀναπαύσηται, φησὶ, τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου. Γινέσθω ἡ νηστεία ἀνάπαυσις ἐκ τῶν συνεχῶν πόνων τοῖς διὰ τοῦ ἐνιαυτοῦ παντὸς ὑπηρετοῦσιν οἰκέταις. Ἀνάπαυσόν σου τὸν μάγειρον, δὸς ἄδειαν τῷ τραπεζοποιῷ· στῆσον τὴν χεῖρα τῷ οἰνοχόῳ· παυσάσθω ποτὲ καὶ ὁ τὰς ποικιλίας τῶν πεμμάτων ἐπιτηδεύων. Ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων. Πάντως ποτὲ καὶ οἱ φορολόγοι τοῖς ὑποχειρίοις ἐλευθεριάσαι μικρὸν ἐπιτρέπουσι. Δότω τινὰ ἐκεχειρίαν καὶ ἡ γαστὴρ τῷ στόματι, σπεισάσθω ἡμῖν πενθημέρους σπονδὰς, ἡ ἀεὶ ἀπαιτοῦσα καὶ οὐδέποτε λήγουσα, ἡ λαμβάνουσα σήμερον καὶ αὔριον ἐπιλανθανομένη. Ὅταν ἐμπλησθῇ, περὶ ἐγκρατείας φιλοσοφεῖ· ὅταν διαπνευσθῇ, ἐπιλανθάνεται τῶν δογμάτων.
today what is inside, and count afterwards: nothing of what is in the house will be lacking because of fasting. No living creature laments its death; nowhere is there blood, nowhere sentence pronounced against animals by the inexorable belly. The cooks' knife has ceased; the table is content with things that grow of themselves. The Sabbath was given to the Jews in order that, says Scripture, your beast of burden and your servant may rest (Exod. 20:10; Deut. 5:14). Let fasting become a rest from unceasing labours for the household servants who minister throughout the whole year. Give rest to your cook, grant leave to the table-setter; stay the hand of the cupbearer; let him too cease for once who devises varieties of pastries. Let the house also have quiet for once from the countless tumults, and the smoke, and the savour of roasting fat, and those running up and down and ministering to the belly as though to an inexorable mistress. Surely even tax-collectors at times permit those under their hand to enjoy a little liberty. Let the belly too grant some truce to the mouth; let it conclude a five days' treaty with us—it that ever demands and never ceases, receiving today and forgetting tomorrow. Whenever it is filled, it philosophizes about self-control; whenever it subsides, it forgets its doctrines.
8. Νηστεία δανείου φύσιν οὐκ οἶδεν· οὐκ ὄζει τόκων τράπεζα τοῦ νηστεύοντος· οὐκ ἄγχουσιν ὀρφανὸν νηστευτοῦ παῖδα τόκοι πατρῷοι, ὥσπερ ὄφεις περιπλεκόμενοι. Καὶ ἄλλως δὲ ἀφορμὴ εἰς εὐφροσύνην ἐστὶ τὸ νηστεύειν. Ὡς γὰρ ἡ δίψα ἡδὺ τὸ ποτὸν εὐτρεπίζει, καὶ λιμὸς ἡγησάμενος ἡδεῖαν παρασκευάζει τὴν τράπεζαν· οὕτω καὶ τὴν τῶν βρωμάτων ἀπόλαυσιν νηστεία φαιδρύνει. Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα, καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν μετάληψιν φανῆναι ποιήσει ὥσπερ ἀπόδημον. Ὥστε, εἰ βούλει σεαυτῷ ἐπιθυμητὴν κατασκευάσαι τὴν τράπεζαν, δέξαι τὴν ἐκ τῆς νηστείας μεταβολήν. Σὺ δὲ, ὑπὸ τοῦ σφόδρα τῆς τρυφῆς περιέχεσθαι, λέληθας σεαυτῷ ἀμαυρῶν τὴν τρυφὴν, καὶ ὑπὸ φιληδονίας τὴν ἡδονὴν ἀφανίζων. Οὐδὲν γὰρ οὕτως ἐπιθυμητὸν, ὡς μὴ τῇ συνεχείᾳ τῆς ἀπολαύσεως εὐκαταφρόνητον γίνεσθαι. Ὧν δὲ σπανία ἡ κτῆσις, τούτων περισπούδαστος ἡ ἀπόλαυσις. Οὕτω καὶ ὁ κτίσας ἡμᾶς, διὰ τῆς κατὰ τὸν βίον ἐναλλαγῆς παραμένειν ἡμῖν τὴν χάριν τῶν δεδομένων ἐμηχανήσατο. Οὐχ ὁρᾷς, ὅτι καὶ ἥλιος φαιδρότερος μετὰ τὴν νύκτα; καὶ ἐγρή-
8. Fasting knows not the nature of a loan; the faster's table does not smell of usury; paternal interest-debts do not throttle a faster's orphaned child, coiling round him like serpents. And besides, fasting is an occasion for gladness. For just as thirst makes drink sweet, and hunger going before prepares a pleasant table, so too fasting brightens the enjoyment of foods. For by interposing itself in the midst and interrupting the continuity of luxury, it will cause partaking to appear desirable to you, like a friend returned from abroad. Accordingly, if you wish to render your table desirable to yourself, welcome the change that comes from fasting. You, however, through clinging excessively to luxury, unwittingly dull luxury for yourself, and out of love of pleasure destroy pleasure. For nothing is so desirable as not to become easily despised through uninterrupted enjoyment; whereas things rare to possess are eagerly sought in enjoyment. Thus He Who created us contrived that through alternation in life the charm of the gifts bestowed upon us should abide with us. Do you not see that even the sun is brighter after the night, and wake-
PG 31:177Read from the page
γορσις ἡδίων μετὰ τὸν ὕπνον; καὶ ὑγεία ποθεινοτέρα μετὰ τὴν πεῖραν τῶν ἐναντίων; Καὶ τράπεζα τοίνυν χαριεστέρα μετὰ τὴν νηστείαν· ὁμοίως μὲν πλουσίοις καὶ εὐτραπέζοις, ὁμοίως δὲ τοῖς λιτοῖς καὶ αὐτοσχεδίοις τὴν δίαιταν.
fulness pleasanter after sleep, and health more desirable after experience of its opposites? So too a table is more delightful after fasting, alike for the rich and sumptuous, and alike for those whose diet is plain and improvised.
9. Φοβήθητι τὸ ὑπόδειγμα τοῦ πλουσίου. Ἐκεῖνον παρέδωκε τῷ πυρὶ ἡ διὰ βίου τρυφή. Οὐ γὰρ ἀδικίαν, ἀλλὰ τὸ ἁβροδίαιτον ἐγκληθεὶς, ἀπετηγανίζετο ἐν τῇ φλογὶ τῆς καμίνου. Ἵνα τοίνυν σβέσωμεν ἐκεῖνο τὸ πῦρ, ὕδατος χρεία. Καὶ οὐ πρὸς τὰ μέλλοντα μόνον ὠφέλιμος ἡ νηστεία, ἀλλὰ καὶ αὐτῇ τῇ σαρκὶ λυσιτελεστέρα. Αἱ γὰρ εἰς ἄκρον εὐεξίαι ὑποστροφὰς ἔχουσι καὶ μεταπτώσεις, ὀκλαζούσης τῆς φύσεως, καὶ ἀναφέρειν τὸ βάρος τῆς εὐεξίας ἀδυνατούσης. Ὅρα μὴ, νῦν διαπτύων τὸ ὕδωρ, ὕστερον ῥανίδος ἐπιθυμήσῃς, ὡς καὶ ὁ πλούσιος. Οὐδεὶς ἐκραιπάλησεν ἀπὸ ὕδατος. Οὐδενὸς κεφαλὴ ὠδυνήθη ποτὲ ὕδατι βαρηθεῖσα. Οὐδεὶς ἀλλοτρίων ποδῶν ἐδεήθη, ὑδροποσίᾳ συζῶν. Οὐδενὸς ἐδέθησαν πόδες, οὐδενὸς χεῖρες ἀπηχρειώθησαν, ὕδατι καταρδόμεναι. Τὸ γὰρ περὶ τὴν πέψιν πλημμελὲς, ὃ τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ, τοῦτο τὰ σφοδρὰ νοσήματα τοῖς σώμασιν ἐνεργάζεται. Νηστεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ἐρύθημα ἀναιδὲς ἐξανθοῦν, ἀλλ' ὠχρότητι σώφρονι κεκοσμημένον· ὀφθαλμὸς πραῢς, κατεσταλμένον βάδισμα, πρόσωπον σύννουν, ἀκολάστῳ γέλωτι μὴ καθυβριζόμενον, συμμετρία λόγου, καθαρότης καρδίας. Μνήσθητι τῶν ἀπ' αἰῶνος ἁγίων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐκείνων μίμησαι τὴν ἀναστροφὴν, εἴπερ ἐπιζητεῖς αὐτῶν τὴν μερίδα. Τί τὸν Λάζαρον ἐνανέπαυσε τοῖς κόλποις τοῦ Ἀβραάμ; Οὐχὶ νηστεία; Ἰωάννου δὲ ὁ βίος μία νηστεία ἦν· ὃς οὐ κλίνην εἶχεν, οὐ τράπεζαν, οὐ γῆν ἀροσίμην, οὐκ ἀροτῆρα βοῦν, οὐ σῖτον, οὐ σιτοποιὸν, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον. Διὰ τοῦτο Μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἀνέστη Ἰωάννου τοῦ Βαπτιστοῦ. Παῦλον μετὰ τῶν ἄλλων καὶ ἡ νηστεία, ἣν ἐν τοῖς ὑπὲρ τῶν θλίψεων καυχήμασιν ἀπηριθμήσατο, εἰς τὸν τρίτον οὐρανὸν ἀνήγαγε. Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, ὁ Κύριος ἡμῶν νηστείᾳ τὴν σάρκα, ἣν ὑπὲρ ἡμῶν ἀνέλαβεν, ὀχυρώσας, οὕτως ἐν αὐτῇ τοῦ διαβόλου τὰς προσβολὰς ὑπεδέξατο, ἡμᾶς τε παιδεύων νηστείαις ἀλείφειν καὶ παιδοτριβεῖν ἑαυτοὺς πρὸς τοὺς ἐν τοῖς πειρασμοῖς ἀγῶνας, καὶ τῷ ἀντιπάλῳ διὰ τῆς ἐνδείας οἷον λαβὴν ἐνδιδούς. Ἀπρόσιτος γὰρ ἦν αὐτῷ διὰ τὸ ὕψος τῆς θεότητος, εἰ μὴ διὰ τῆς ἐνδείας ὑπέβη πρὸς τὸ ἀνθρώπινον. Ἐπανιὼν μέντοι εἰς οὐρανοὺς, τροφῆς ἥψατο, τὴν φύσιν τοῦ σώματος τοῦ ἀναστάντος
9. Fear the example of the rich man. Life-long luxury delivered him over to the fire. For it was not on a charge of injustice, but of soft living, that he was roasted in the flame of the furnace. In order, therefore, that we may quench that fire, we have need of water. And fasting is not only profitable for the things to come, but is also more advantageous to the flesh itself. For extreme states of bodily vigour suffer relapses and reversals, when nature gives way and is unable to bear the burden of its own high condition. See to it lest, spitting away water now, you later long for a drop, just like the rich man. No one ever suffered a drunken headache from water. No one's head ever ached from being weighed down with water. No one living with water-drinking ever stood in need of others' feet. No one's feet were ever bound, no one's hands rendered useless, from being watered with water. For disorder in digestion, which of necessity attends those who live in luxury, works violent diseases in bodies. Venerable is the faster's complexion, not breaking out into shameless redness, but adorned with modest paleness; gentle his eye, composed his gait, thoughtful his countenance, not demeaned by unbridled laughter, measured his speech, pure his heart. Remember the saints from of old, Of whom the world was not worthy; who went about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated; imitate their manner of life, if indeed you seek after their portion. What gave Lazarus rest in the bosom of Abraham? Was it not fasting? And John's life was a single fast: he had no bed, no table, no arable land, no ploughing ox, no wheat, no baker, nor anything else pertaining to this life. On this account, Among those born of women there has not risen one greater than John the Baptist. Along with other things, fasting too—which he reckoned among his boastings over afflictions—carried Paul up to the third heaven (2 Cor. 11:27; 12:2). And to crown what has been said, our Lord, having fortified by fasting the flesh which He assumed on our behalf, thus received the assaults of the devil in it, both instructing us to anoint and train ourselves by fastings for the contests in temptations, and through want affording the adversary, so to speak, a hold. For He would have been unapproachable to him by reason of the height of His Godhead, had He not through want stooped down to what is human. Yet when returning to the heavens, He partook of food, establishing the nature of the body that had risen
Notes, col. 177

On the reading

Printed ἐνανέπαυσε, for ἐπανέπαυσε.

PG 31:179Read from the page
πιστούμενος. Σὺ δὲ ὑπερπιαίνων μὲν σεαυτὸν καὶ κατασαρκῶν οὐκ ἀνίης; ἐκτήκων δὲ τὸν νοῦν ἐν ἀτροφίᾳ, τῶν σωτηρίων καὶ ζωοποιῶν διδαγμάτων οὐδένα λόγον ποιῇ; Ἢ ἀγνοεῖς, ὅτι, ὥσπερ ἐπὶ παρατάξεως ἡ τοῦ ἑτέρου συμμαχία ἧτταν ποιεῖ τοῦ ἑτέρου, οὕτως ὁ τῇ σαρκὶ προσθέμενος τὸ πνεῦμα καταγωνίζεται, καὶ ὁ πρὸς τὸ πνεῦμα μεταταξάμενος καταδουλοῦται τὴν σάρκα; Ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται. Ὥστε, ει βούλει ἰσχυρὸν ποιῆσαι τὸν νοῦν, δάμασον τὴν σάρκα διὰ νηστείας. Τοῦτο γάρ ἐστιν ὅ φησιν ὁ Ἀπόστολος, ὅτι ὅσον ὁ ἔξωθεν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινοῦται· καὶ τό· Ὅταν ἀσθενῶ, τότε δυνατός ειμι. Οὐ καταφρονήσεις τῶν φθειρομένων βρωμάτων; οὐκ ἐπιθυμίαν λήψῃ τῆς ἐν τῇ βασιλείᾳ τραπέζης, ἣν πάντως ἡ ἐνθάδε νηστεία προευτρεπίσει; Ἀγνοεῖς τῇ ἀμετρίᾳ τοῦ κόρου παχὺν σεαυτῷ τὸν βασανιστὴν κατασκευάζων σκώληκα; Τίς γὰρ ἐν τροφῇ δαψιλεῖ καὶ τρυφῇ διηνεκεῖ ἐδέξατό τινα κοινωνίαν χαρίσματος πνευματικοῦ; Μωϋσῆς, δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας προσεδεήθη. Νινευΐταις εἰ μὴ καὶ τὰ ἄλογα συνενήστευσεν, οὐκ ἂν διέφυγον τὴν ἀπειλὴν τῆς καταστροφῆς. Τίνων ἔπεσε τὰ κῶλα ἐν τῇ ἐρήμῳ; Οὐ τῶν κρεωφαγίαν ἐπιζητούντων; Ἐκεῖνοι, ἕως μὲν ἠρκοῦντο τῷ μάννα καὶ τῷ ἐκ τῆς πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον· Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν· ἐπειδὴ δὲ ἐμνήσθησαν τῶν κρεῶν τῶν λεβήτων, καὶ ἐστράφησαν ταῖς ἐπιθυμίαις εἰς Αἴγυπτον, οὐκ εἶδον τὴν γῆν τῆς ἐπαγγελίας. Οὐ φοβῇ τὸ ὑπόδειγμα; οὐ φρίσσεις τὴν ἀδηφαγίαν, μήπου σε τῶν ἐλπιζομένων ἀγαθῶν ἀποκλείσῃ; Ἀλλ' οὐδ' ἂν ὁ σοφὸς Δανιὴλ τὰς ὀπτασίας εἶδεν, εἰ μὴ νηστείᾳ διαυγεστέραν ἐποίησε τὴν ψυχήν. Ἐκ γὰρ τῆς παχείας τροφῆς οἷον αἰθαλώδεις ἀναθυμιάσεις ἀναπεμπόμεναι, νεφέλης δίκην πυκνῆς, τὰς ἀπὸ τοῦ ἁγίου Πνεύματος ἐγγινομένας ἐλλάμψεις ἐπὶ τὸν νοῦν διακόπτουσιν. Εἰ δὲ καὶ ἀγγέλων ἐστί τις τροφὴ, ἄρτος ἐστὶν, ὥς φησιν ὁ προφήτης· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος· οὐ κρέα, οὐδὲ οἶνος, οὐδὲ ὅσα τοῖς δούλοις τῆς γαστρὸς διεσπούδασται. Νηστεία ὅπλον ἐστὶ πρὸς τὴν κατὰ τῶν δαιμόνων στρατιάν· Τοῦτο γὰρ τὸ γένος οὐκ ἐξέρχε-
confirming it. Do you, however, not cease over-fattening yourself and loading yourself with flesh, while wasting away your mind in lack of nourishment, and taking no account of the saving and life-giving teachings? Or are you ignorant that, just as in a battle-line the alliance with the one side brings about the defeat of the other, so he who joins himself to the flesh subdues the spirit, and he who goes over to the side of the spirit enslaves the flesh? For these are opposed to one another (Gal. 5:17). Therefore, if you wish to make your mind strong, tame the flesh through fasting. For this is what the Apostle says, that in so far as the outward man is corrupted, by so much is the inward man renewed (2 Cor. 4:16); and that saying: When I am weak, then am I strong (2 Cor. 12:10). Will you not despise perishable meats? Will you not conceive a desire for the table in the kingdom, which fasting here will assuredly prepare beforehand? Are you ignorant that by the excess of satiety you are preparing for yourself the tormenting worm grown fat? For who amidst lavish food and continual luxury ever received any fellowship of a spiritual gift? Moses, when receiving the second giving of the law, stood in need of a second fast. Among the Ninevites, unless the irrational beasts also had fasted with them, they would not have escaped the threat of overthrow (Jonah 3:4-10). Whose limbs fell in the wilderness? Were they not those of the men who craved the eating of flesh (Heb. 3:17; Num. 14:37)? So long as those men were content with the manna and the water from the rock, they conquered the Egyptians, they journeyed through the sea: There was not among their tribes one that was feeble (Ps. 104:37); but when they remembered the flesh-pots, and turned back in their desires unto Egypt (Exod. 16:3), they did not see the land of promise. Do you not fear the example? Do you not shudder at gluttony, lest perchance it shut you out from the good things hoped for? Why, not even the wise Daniel would have seen his visions, had he not made his soul clearer by fasting. For from gross food smoky exhalations, as it were, being sent up, after the manner of a dense cloud, intercept the illuminations that come from the Holy Spirit upon the mind. And if there is also any food of angels, it is bread, as the prophet says: Man did eat the bread of angels (Ps. 77:25); not flesh, nor wine, nor whatsoever things are eagerly pursued by the slaves of the belly. Fasting is a weapon against the host of demons: For this kind goes not out-
Notes, col. 179

On the reading

Printed ει, for εἰ.

Printed ειμι, for εἰμι.

PG 31:181Read from the page
ται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τὰ μὲν ἐκ τῆς νηστείας ἀγαθὰ τοσαῦτα· ὁ δὲ κόρος ὕβρεων ἀρχή. Εὐθὺς γὰρ συνεισπίπτει τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους. Ἔνθεν ἵπποι θηλυμανεῖς οἱ ἄνθρωποι διὰ τὸν ἐκ τῆς τρυφῆς οἶστρον ἐγγινόμενον τῇ ψυχῇ. Παρὰ τῶν μεθυόντων αἱ τῆς φύσεως ἐναλλαγαὶ, ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητούντων. Νηστεία δὲ καὶ γαμικῶν ἔργων μέτρα γνωρίζει, καὶ τῶν ἐκ νόμου συγκεχωρημένων τὴν ἀμετρίαν κολάζουσα, σύμφωνον σχολὴν ἐμποιεῖ, ἵνα παραμείνωσι τῇ προσευχῇ.
out save by prayer and fasting. Such, then, are the good things that come from fasting; surfeit, on the other hand, is the beginning of insolence. For straightway there rushes in along with luxury and drunkenness and all sorts of rich sauces every form of beast-like licentiousness. Thence men become mare-mad stallions, because of the frenzy bred in the soul from luxury. From drunkards come the inversions of nature, as they seek the female in the male and the male in the female. Fasting, however, knows measures even in marital relations, and, chastening excess in the things permitted by law, brings about a mutually agreed season of abstinence, that spouses may devote themselves to prayer.
10. Μὴ μέντοι ἐν τῇ ἀποχῇ μόνῃ τῶν βρωμάτων τὸ ἐκ τῆς νηστείας ἀγαθὸν ὁρίζου. Νηστεία γὰρ ἀληθὴς ἡ τῶν κακῶν ἀλλοτρίωσις. Λύε πάντα σύνδεσμον ἀδικίας· ἄφες τῷ πλησίον τὴν λύπην· ἄφες αὐτῷ τὰ ὀφλήματα. Μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε. Κρεῶν οὐκ ἐσθίεις, ἀλλ' ἐσθίεις τὸν ἀδελφόν. Οἴνου ἀπέχῃ, ἀλλ' ὕβρεων οὐ κρατεῖς. Τὴν ἑσπέραν ἀναμένεις εἰς μετάληψιν, ἀλλὰ δαπανᾷς τὴν ἡμέραν εἰς δικαστήρια. Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου. Θυμὸς μέθη ἐστὶ τῆς ψυχῆς, ἔκφρονα αὐτὴν ποιῶν ὡς ὁ οἶνος. Λύπη μέθη ἐστὶ καὶ αὐτὴ, καταβαπτίζουσα τὴν διάνοιαν. Φόβος ἑτέρα μέθη, ὅταν ἐφ' ἃ μὴ δεῖ γένηται· Ἀπὸ φόβου γὰρ, φησὶν, ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Καὶ ὅλως ἕκαστον τῶν παθημάτων, ἐκστατικὸν διανοίας ὑπάρχον, μέθη ἂν δικαίως προσαγορεύοιτο. Ἐννόησόν μοι τὸν ὀργιζόμενον ὅπως μεθύει τῷ πάθει. Οὐκ ἔστιν αὐτὸς ἑαυτοῦ κύριος, ἀγνοεῖ ἑαυτὸν, ἀγνοεῖ τοὺς παρόντας· ὥσπερ ἐν νυκτομαχίᾳ πάντων ἅπτεται, πᾶσι προσπταίει· ἀταμίευτα φθέγγεται, δυσκάθεκτός ἐστι, λοιδορεῖται, τύπτει, ἀπειλεῖ, διόμνυται, βοᾷ, διαῤῥήγνυται. Φύγε ταύτην τὴν μέθην, μηδὲ τὴν διὰ τοῦ οἴνου προσδέξῃ. Μὴ προλάβῃς πολυποσίᾳ τὴν ὑδροποσίαν. Μὴ μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν· οὐδὲ γὰρ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι' ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ, συλλήβδην εἰπεῖν, διὰ τῆς κακίας εἰς ἀρετήν. Ἄλλη θύρα ἐπὶ νηστείαν. Μέθη εἰς ἀκολασίαν εἰσάγει, ἐπὶ νηστείαν αὐτάρκεια. Ὁ ἀθλῶν προγυμνάζεται· ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὰς ἡμέρας, μὴ ὡς κατασοφιζόμενος τὸν νομοθέτην, τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαποτίθεσο. Καὶ γὰρ ἀνόνητα πο-
10. Yet do not limit the good of fasting to mere abstinence from foods. For true fasting is estrangement from evils. Loose every bond of injustice; forgive your neighbour the grievance; forgive him his debts. Do not fast for lawsuits and quarrels. You do not eat flesh, yet you devour your brother. You abstain from wine, yet you do not restrain yourself from insults. You wait for evening to partake of food, yet you spend the day in law-courts. Woe to those who are drunk, not from wine (Isa. 51:21; 29:9). Wrath is a drunkenness of the soul, making it beside itself just as wine does. Grief too is a drunkenness, submerging the mind. Fear is another drunkenness, whenever it arises over things that ought not to be feared; For from fear of the enemy, says the Psalmist, deliver my soul. And in general, each of the passions, since it puts the mind beside itself, might justly be called drunkenness. Consider for me the angry man, how drunken he is with passion. He is not master of himself; he knows not himself, he knows not those present; as though in a night-battle he lays hands on all, dashes against all; he utters unbridled words, cannot be held back, rails, strikes, threatens, swears oaths, shouts, bursts with rage. Flee this drunkenness, and do not admit that which comes through wine either. Do not anticipate water-drinking with heavy drinking. Let not drunkenness initiate you into fasting. There is no entrance into fasting through drunkenness, any more than there is into righteousness through covetousness, or into temperance through licentiousness, or, in a word, into virtue through vice. Another door leads to fasting. Drunkenness leads into licentiousness, self-sufficiency to fasting. The athlete trains beforehand; the faster practises self-control beforehand. Do not, as though avenging yourself on the days, nor as though outwitting the Lawgiver, lay up beforehand a drunken debauch for the five days. For in vain do you la-
PG 31:184Read from the page
νεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Ἄπιστόν ἐστι τὸ ταμεῖον, εἰς τετρημένον πίθον ἀντλεῖς. Ὁ μὲν γὰρ οἶνος διαῤῥέει, τὴν ἰδίαν ὁδὸν ἀποτρέχων· ἡ δὲ ἁμαρτία ἐναπομένει. Οἰκέτης δραπετεύει δεσπότην τύπτοντα· σὺ δὲ παραμένεις τῷ οἴνῳ, καθ' ἑκάστην ἡμέραν τὴν κεφαλήν σου τύπτοντι; Μέτρον ἄριστον τῆς τοῦ οἴνου χρήσεως ἡ χρεία τοῦ σώματος. Ἐὰν δὲ ἔξω τῶν ὅρων γένῃ, αὔριον ἥξεις καρηβαρῶν, χασμώμενος, ἰλιγγιῶν, σεσηπότος οἴνου ἀπόζων· πάντα σοι περιφέρεσθαι, πάντα δονεῖσθαι δόξει. Μέθη γὰρ ὕπνον μὲν ἐπάγει, ἀδελφὸν θανάτου, ἐγρήγορσιν δὲ ὀνείροις προσεοικυῖαν.
toil, crushing the body indeed, yet not comforting its need. Faithless is the storehouse; you draw into a pierced jar. For the wine flows away, running off on its own path; whereas the sin remains behind. A household slave runs away from a master who beats him; yet do you remain with wine, when every day it beats your head? The best measure of the use of wine is the need of the body. But if you go outside the bounds, tomorrow you will come heavy-headed, yawning, dizzy, reeking of putrid wine; all things will seem to you to whirl around, all things to shake. For drunkenness brings on a sleep that is brother to death, and a waking that resembles dreams.
11. Ἆρα οἶδας τίς ἐστιν ὃν ὑποδέχεσθαι μέλλεις; Ὁ ἐπαγγειλάμενος ἡμῖν, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Τί οὖν προλαμβάνεις τῇ μέθῃ, καὶ ἀποκλείεις τῷ Δεσπότῃ τὴν εἴσοδον; τί προτρέπῃ τὸν ἐχθρὸν προκατασχεῖν σου τὰ ὀχυρώματα; Μέθη Κύριον οὐχ ὑποδέχεται· μέθη Πνεῦμα ἅγιον ἀποδιώκει. Καπνὸς μὲν γὰρ ἀποδιώκει μελίσσας, χαρίσματα δὲ πνευματικὰ ἀποδιώκει κραιπάλη. Νηστεία πόλεως εὐσχημοσύνη, ἀγορᾶς εὐστάθεια, οἴκων εἰρήνη, σωτηρία τῶν ὑπαρχόντων. Βούλει αὐτῆς ἰδεῖν τὴν σεμνότητα; Σύγκρινόν μοι τὴν σήμερον ἑσπέραν τῇ αὔριον, καὶ ὄψει τὴν πόλιν ἐκ ταραχῆς καὶ ζάλης εἰς γαλήνην βαθεῖαν μεταβαλοῦσαν. Εὔχομαι δὲ καὶ τὴν σήμερον τῇ αὔριον ἐοικέναι κατὰ τὴν σεμνότητα· καὶ τὴν αὔριον μηδὲν φαιδρότητι τῆς σήμερον ἀπολείπεσθαι. Ὁ δὲ ἀγαγὼν ἡμᾶς εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος παράσχοι ἡμῖν, οἷον ἀγωνισταῖς, εἰς τοὺς προαγῶνας τούτους τὸ στεῤῥὸν καὶ εὔτονον τῆς καρτερίας ἐπιδειξαμένους, φθάσαι καὶ ἐπὶ τὴν κυρίαν τῶν στεφάνων ἡμέραν· νῦν μὲν τῆς ἀναμνήσεως τοῦ σωτηρίου πάθους, ἐν δὲ τῷ μέλλοντι αἰῶνι τῆς ἀνταποδόσεως τῶν βεβιωμένων ἡμῖν ἐν τῇ δικαιοκρισίᾳ τοῦ Χριστοῦ αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
11. Do you know Who it is Whom you are about to receive? He Who promised us, I and the Father will come, and We will make Our abode with him. Why then do you forestall Him with drunkenness, and shut off the entrance to the Master? Why do you urge on the enemy to seize your strongholds beforehand? Drunkenness does not receive the Lord; drunkenness drives away the Holy Spirit. For smoke drives away bees, whereas debauchery drives away spiritual gifts. Fasting is the seemliness of a city, the stability of the marketplace, the peace of homes, the preservation of possessions. Do you wish to see its dignity? Compare for me this evening with tomorrow's, and you will see the city changed from tumult and storm into deep calm. And I pray both that today may resemble tomorrow in dignity, and that tomorrow may in no way fall short of today in cheerfulness. And may the Lord Who has brought us into the cycle of the year grant to us, as contestants who have displayed the firmness and vigour of endurance for these preliminary contests, to attain also unto the appointed day of crowns: now indeed that of the remembrance of the saving passion, and in the age to come that of the recompense of the things lived by us in the righteous judgement of His Christ, for to Him be the glory unto the ages. Amen.
PG 31:185Read from the page
ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΛΟΓΟΣ Βʹ.
Discourse II on Fasting.
1. Παρακαλεῖτε, φησὶν, ἱερεῖς, τὸν λαόν· λαλήσατε εἰς τὰ ὦτα Ἱερουσαλήμ. Ἱκανὴ τοῦ λόγου ἡ φύσις τῶν μὲν σπουδαίων τὰς ὁρμὰς ἐπιτεῖναι, τῶν δὲ ῥᾳθύμων καὶ νωθρῶν ἐπεγεῖραι τὸ πρόθυμον. Ὅθεν στρατηγοὶ μὲν, εἰς παράταξιν τὸν στρατὸν καθιστῶντες, τοῖς παρακλητικοῖς λόγοις πρὸ τῶν ἀγώνων κέχρηνται, καὶ τοσαύτην ἔχει δύναμιν ἡ παραίνεσις, ὥστε πολλοῖς καὶ θανάτου πολλάκις καταφρόνησιν ἐμποιεῖν· γυμνασταὶ δὲ καὶ παιδοτρίβαι, πρὸς τοὺς ἐν τοῖς σταδίοις ἀγῶνας τοὺς ἀθλοῦντας προσάγοντες, πολλὰ περὶ τοῦ χρῆναι πονεῖν ὑπὲρ τῶν στεφάνων διακελεύονται· ὥστε καὶ συνεπείσθησαν πολλοὶ τῇ περὶ τὴν νίκην φιλοτιμίᾳ τῶν σωμάτων ὑπεριδεῖν. Καὶ τοίνυν καὶ ἐμοὶ, τοὺς Χριστοῦ στρατιώτας πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον διατάσσοντι, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπὶ τοὺς τῆς δικαιοσύνης στεφάνους διὰ τῆς ἐγκρατείας παρασκευάζοντι, ἀναγκαῖος ὁ λόγος τῆς παρακλήσεως. Τί οὖν φημι, ἀδελφοί; Ὅτι τοὺς μὲν τὰ τακτικὰ μελετῶντας, καὶ τοὺς ἐν παλαίστραις διαπονουμένους, ἀκόλουθόν ἐστι τῇ δαψιλείᾳ τῆς τροφῆς κατασαρκοῦν ἑαυτοὺς, ὡς ἂν εὐτονώτερον τῶν πόνων ἀντιλαμβάνοιντο· οἷς δὲ Οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, τούτοις διὰ τῆς ἐγκρατείας καὶ τῆς νηστείας ἀναγκαῖόν ἐστι τὸ πρὸς τὸν ἀγῶνα καταγυμνάζεσθαι. Ἔλαιον μὲν γὰρ πιαίνει τὸν ἀθλητήν· νηστεία δὲ τὸν ἀσκητὴν τῆς εὐσεβείας κρατύνει. Ὥστε ὅσον ὑφαιρεῖς τῆς σαρκὸς, τοσοῦτον ποιήσεις τῆς πνευματικῆς εὐεξίας τὴν ψυχὴν ἀποστίλβειν. Οὐ γὰρ σωματικοῖς τόνοις, ἀλλὰ καρτερίᾳ ψυχῆς καὶ τῇ πρὸς τὰς θλίψεις ὑπομονῇ τὸ πρὸς τοὺς ἀοράτους ἐχθροὺς περιγίνεται κράτος.
1. Comfort the people, he says, O priests; speak to the ears of Jerusalem. Sufficient is the nature of speech both to intensify the impulses of the earnest, and to rouse the eagerness of the sluggish and slothful. Hence generals, when drawing up an army in battle array, make use of hortatory speeches before the contests, and such power does exhortation possess as oftentimes to implant in many even a contempt of death; and gymnastic masters and trainers, when bringing contestants forward to the contests in the stadiums, give many charges concerning the necessity of toiling for the crowns, so that many too have been persuaded, through ambition for victory, to disregard their bodies. Accordingly for me also, as I array the soldiers of Christ for the war against the invisible enemies, and prepare the athletes of piety through self-control for the crowns of righteousness, the word of exhortation is necessary. What then do I say, brethren? That for those who practise military tactics, and those who toil thoroughly in wrestling-schools, it is fitting to flesh themselves out with abundance of nourishment, so that they may lay hold of their labours more vigorously; whereas for those whose wrestling is not against blood and flesh, but against the principalities, against the authorities, against the world-rulers of this darkness, against the spiritual forces of wickedness, for these it is necessary to train themselves for the contest through self-control and fasting. For oil fattens the athlete; whereas fasting strengthens the ascetic of piety. Consequently, by so much as you take away from the flesh, by so much will you make the soul gleam with spiritual vigour. For not by bodily sinews, but by endurance of soul and patience towards afflictions, does mastery over the invisible enemies come about.
2. Ἔστι μὲν οὖν πάντα τὸν χρόνον ἡ νηστεία ὠφέλιμος τοῖς αἱρουμένοις αὐτὴν (οὔτε γὰρ ἐπήρεια δαιμόνων κατατολμᾷ τοῦ νηστεύοντος, καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν ἄγγελοι φιλοπονώτερον παραμένουσι τοῖς διὰ νηστείας τὴν ψυχὴν κεκαθαρμένοις)· πολλῷ δὲ πλέον νῦν, ὅτε εἰς πᾶσαν τὴν οἰκουμένην περιαγγέλλεται τὸ κήρυγμα. Καὶ οὔτε τις νῆσος, οὐκ ἤπειρος, οὐ πόλις, οὐκ ἔθνος, οὐκ ἐσχατιὰ ἀνήκοός ἐστι τοῦ κηρύγματος. Ἀλλὰ καὶ στρατόπεδα, καὶ ὁδοιπόροι, καὶ πλωτῆρες, καὶ ἔμποροι, πάντες ὁμοίως καὶ ἀκούουσι τοῦ παραγγέλματος, καὶ περιχαρῶς ὑποδέχονται. Ὥστε μηδεὶς ἑαυτὸν ἔξω ποιείτω τοῦ καταλόγου τῶν νηστευόντων, ἐν ᾧ πάντα γένη, καὶ πᾶσα ἡλικία, καὶ ἀξιωμάτων διαφοραὶ πᾶσαι καταλέγονται. Ἄγγελοί εἰσιν οἱ καθ' ἑκάστην ἐκκλησίαν
2. Fasting is therefore at every time beneficial to those who choose it (for neither does the insolence of demons venture against the one who fasts, and the angels who are guardians of our life remain more diligently beside those who have purified their soul through fasting); yet much more so now, when the proclamation is announced throughout all the inhabited world. And neither any island, nor mainland, nor city, nor nation, nor remotest border fails to hear the proclamation. Nay, armies too, and travellers, and sailors, and merchants, all alike both hear the command and receive it with exceeding joy. Let no one therefore put himself outside the roll of those who fast, in which all races, and every age, and all distinctions of rank are enrolled. Angels are they who in each church