ὑμῖν τὸ ὑπὸ του Ἀποστόλου εἰρημένον, ὅτι « Ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. »
to you that which was spoken by the Apostle, that "These things commit to faithful men, who shall be able to teach others also".
1. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπολαβὼν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ, εἰπόντος διὰ Δαβὶδ τοῦ προφήτου· « Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, » προσλαβόμενος τοὺς ἑαυτοῦ μαθητὰς, φανεροῖ αὐτοῖς πρῶτον τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν παρὰ τοῦ Πατρὸς, εἰπών· « Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· » καὶ τότε ἀποστέλλει αὐτοὺς, λέγων· « Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. » Ἐπεὶ οὖν, προστάξαντος τοῦ Κυρίου πρῶτον, « Μαθητεύσατε πάντα τὰ ἔθνη, » καὶ τότε ἐπαγαγόντος, « Βαπτίζοντες αὐτοὺς, » καὶ τὰ ἑξῆς, ὑμεῖς μὲν, τὸ πρῶτον σιωπήσαντες, τοῦ δευτέρου τὸν λόγον ἡμᾶς ἀπῃτήσατε· ἡμεῖς δὲ λογισάμενοι παρ' ἐντολὴν τοῦ Ἀποστόλου ποιεῖν, ἐὰν μὴ εὐθὺς ἀποκρινώμεθα, εἰπόντος· « Ἕτοιμοι ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον· » παρεδώκαμεν τὸν λόγον τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου βαπτίσματος, ἔχοντος δόξαν ὑπὲρ τὸ τοῦ μακαρίου Ἰωάννου· μνημονεύσαντες ὀλίγα ἐκ πολλῶν τῶν περὶ αὐτοῦ ἐν ταῖς θεοπνεύστοις Γραφαῖς εἰρημένων. Ὅμως ἀνανκαῖον εἶναι ἐλογισάμεθα ἐπὶ τὴν παραδεδομέ-
1. Our Lord Jesus Christ, the only-begotten Son of the living God, having received after His resurrection from the dead the promise of His God and Father, Who said through David the prophet: "Thou art My Son, this day have I begotten Thee; ask of Me, and I will give Thee the nations for Thine inheritance, and the ends of the earth for Thy possession", having taken to Himself His own disciples, first manifests to them the authority given to Him by the Father, saying: "All authority has been given to Me in heaven and on earth"; and then He sends them forth, saying: "Going therefore, make disciples of all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit; teaching them to observe all things whatsoever I have commanded you". Since therefore, when the Lord commanded first, "Make disciples of all the nations," and then added, "Baptizing them," and what follows, you for your part, passing over the first in silence, demanded of us the account of the second; while we, reckoning that we should act contrary to the commandment of the Apostle if we did not answer immediately, since he says: "Be ready for a defence to everyone who asks you a reason", delivered the account of baptism according to the Gospel of the Lord, which has a glory surpassing that of the blessed John, calling to mind a few out of the many things spoken concerning it in the divinely inspired Scriptures. Nevertheless, we reckoned it to be necessary to return to the handed-