Migne Reading Room

PG 31 · cols. 1489–1500 · Read from the page

Certain doubtful homilies

Certain doubtful homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1489Read from the page
ταῤῥῆξαι καρδίαν ὀδύναις συντετριμμένην, καταχέασθαι κόνιν τὴν νῦν ἐκ τῆς ἀτιμίας ἡμῖν κατακεχυμένην, πενθῆσαί τε τὴν κοινὴν συμφορὰν, ὅτι ἐπιλέλοιπεν ἡ ἀγάπη ἡ ῥίζα τῶν ἐντολῶν; Διὰ τοῦτο ἀκορέστῳ τῇ περιπλοκῇ τοῦ πνεύματος συμπεριπτύσσομαι τοὺς παρόντας, ὅτι θέαμα ξένον ἔδειξαν εἷς ἑνὶ συγκολλώμενοι. Γεγενήμεθα γὰρ καθ' ἑαυτὸν ἕκαστος ὥσπερ ἡ ψάμμος, οὐ συνημμένοι ἀλλήλοις, ἀλλ' ἕκαστος καθ' ἑαυτὸν διῃρημένοι. Οὔτε γὰρ οἰκοδομὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατόν· οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμένην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης.
rend a heart crushed by griefs, to pour down the dust now poured over us from our dishonour, and to mourn the common calamity, because love, the root of the commandments, has failed? On this account, with an insatiable embrace of spirit I clasp those present, because they have displayed a strange spectacle in being cleaved together one to one. For we have become each by himself like the sand, not joined to one another, but divided each by himself. For neither is it possible for a building to hold together when its fastenings are removed, nor for a Church to grow unto height when not bound together by the bond of peace and love.
2. Μικρὸν ἡμῖν μακροθύμως χρήσατε τὴν ἀκοὴν, οὐ πρὸς ἐπίδειξιν διαλεγομένοις, ἀλλ' εἰς κοινωνίαν τῶν λυπηρῶν συμπεριλαμβάνειν ἐπειγομένοις· φέρει γὰρ παραμυθίαν ὀδυρομένοις ἡ κοινωνία τῶν στεναγμῶν. Τάχα δὲ καὶ πρὸς Κύριον ἑνωθεῖσα ἡμῶν ἡ λύπη εὐτονώτερον ἂν διαβαίη. Ἢ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἰσακουσθήσεται διὰ τὴν ἐκ τῶν ἔργων ἀτονίαν; Αὐτὸ τὸ ὁρώμενον τῆς παλαιᾶς ἀγάπης τῶν πατέρων ἐστὶ λείψανον. Τούτου γὰρ ἕνεκα ἐκεῖνοι τὰς πανηγύρεις ταύτας ἐμηχανήσαντο, ἵνα τὴν ἐκ τῶν χρόνων ἐγγινομένην ἀλλοτρίωσιν διὰ τῆς τῶν καιρῶν ἐπιμιξίας ἀνανεοῦσθαι· καὶ τοὺς τὴν ὑπερορίαν οἰκοῦντας, ἕνα τοῦτον καταλαβόντας τόπον, ἑαυτοῖς ἀρχὴν φιλίας καὶ ἀγάπης τὴν συντυχίαν παρέχειν. Τοῦτο πνευματικὴ πανήγυρις τὰ ἀρχαῖα ἀνανεουμένη· τοῖς μέλλουσιν ἀρχὴν παρεχομένη. Οὐ γὰρ ἤλθομεν ὠνίων ποιήσασθαι διάμειψιν, ἀλλ' ἀγάπης ἀλλήλοις δοῦναι ἀντάλλαγμα, πλήρη δοῦναι, καὶ πλήρη λαβεῖν τὴν ἀγάπην. Ταῦτα οἱ πατέρες ἡμῶν κατεστήσαντο. Ἡμεῖς δὲ παραλαβόντες εἰς τί κατελήξαμεν δείξει τὰ ὁρώμενα. Οἱ πλεῖστοι τῶν παρόντων κατάσκοποι μᾶλλόν εἰσι κατάσκοποι τῶν λεγομένων ἢ μαθηταὶ τῶν διδαγμάτων. Καὶ λόγος ἐπιζητεῖται οὐ πρὸς οἰκοδομὴν τῶν παρόντων, ἀλλὰ πρὸς ἐπήρειαν τῶν ἐφεδρευόντων. Κἂν μέν τι λεχθῇ συμβαῖνον ταῖς ἐπιθυμίαις τῶν ἐξοστρακιζόντων τὴν γνώμην, ἀπῆλθε καταδεξάμενος ὡς τὸ ἴδιον εὑρὼν παρ' ἡμῖν. Ταῦτα ἐγγραφέσθω ταῖς ὑμετέραις καρδίαις. Μαρτυρήσατε τῇ ἀληθείᾳ καὶ ἡμῖν πρὸς τοὺς ἐπιτρυλλοῦντας τὰ τοιαῦτα, ὅτι ἄρα ἡμεῖς τὴν παλαιὰν δωρεὰν ἀνενεωσάμεθα.
2. Lend us your hearing patiently for a little while, as we discourse not for display, but hastening to embrace you into fellowship in our sorrows; for fellowship in groanings brings consolation to those who lament. And perhaps our grief, once united, might also pass over more vigorously unto the Lord. Or shall each of us by himself be heard on account of the feebleness arising from our deeds? This very sight before our eyes is a remnant of the ancient love of the fathers. For on this account they devised these festal assemblies, so that the alienation arising from the passage of time might be renewed through intercourse at appointed seasons; and that those dwelling beyond the borders, upon reaching this one place, might make their meeting a beginning of friendship and love for themselves. This is a spiritual assembly renewing ancient things, furnishing a beginning for things to come. For we have not come to make an exchange of wares for sale, but to give one another a return of love, to give love in full, and to receive it in full. These things our fathers established. Yet into what state we who received them have ended up, the things seen before us will show. Most of those present as spies are rather spies upon what is said than disciples of the teachings. And a discourse is sought out not for the edification of those present, but for the abuse of those lying in wait. And if anything be said agreeing with the desires of those who banish sound judgement, a man goes away welcoming it as though having found his own opinion among us. Let these things be inscribed upon your hearts. Bear witness to the truth and to us against those who noise abroad such things, namely that we have renewed the ancient gift.
3. Ταῦτα γὰρ μὴ φοβουμένων τὸν Κύριον τὰ ῥήματα, ἀνοιγόντων καθ' ἡμῶν στόμα, ὡς ἡμῶν τρεῖς θεοὺς καταγγελλόντων. Ὁ τρεῖς θεοὺς κηρύττων
3. For these are the words of men who do not fear the Lord, who open their mouth against us as though we proclaimed three gods. He who preaches three gods,
Notes, col. 1489

On the reading

Printed κατάσκοποι μᾶλλόν εἰσι κατάσκοποι, for μᾶλλόν εἰσι κατάσκοποι.

Printed ἐπιτρυλλοῦντας, for ἐπιθρυλλοῦντας.

PG 31:1492Read from the page
τί ζητεῖ ἐν Ἐκκλησίᾳ Κυρίου; Ἀλλαχοῦ πολυθεΐα· καὶ ἀλλαχοῦ θεοσέβεια. Ὁ τρεῖς λέγων κατατολμάτω καὶ τεσσάρων· ἐκτεινάτω τὸν ἀριθμὸν εἰς δώδεκα. Τίς οὖν ἡ μανία τῶν ἠκονημένην γλῶσσαν ἐχόντων κατὰ τῆς ἀληθείας; Οὐ μικροψυχῶ πρὸς τὸν ἔλεγχον, ἀλλ' ἐκδέχομαι τὸ τοῦ Χριστοῦ δικαστήριον. Ἐκεῖ ἀντικαταστήσονταί μοι οἱ τὴν ἐπήρειαν ταύτην ῥάπτοντες· « Οἶδε Κύριος τοὺς ὄντας αὐτοῦ· » καὶ, « Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. » Εἰ μεταδίδωμι τὴν πίστιν τῶν Πατέρων, τί, παρεὶς τοὺς Πατέρας, ἐμοὶ πολεμεῖς; Εἰ πιστεύω εἰς Πατέρα, εἰ ὁμολογῶ τὸν Υἱὸν, εἰ μὴ ἀθετῶ τὸ Πνεῦμα. Εἰ ὁ Τριάδα ὁμολογῶν τρεῖς ὀνομάζει θεοὺς, ἀθετεῖ τὸ βάπτισμα, καὶ πολεμεῖ τῇ πίστει. Τί, τὸ ἐμὸν πρόσωπον ὑποθέμενος, πολεμεῖς τῷ Κυρίῳ; Τίς κατέλειπε βαπτίζειν εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; ἐγὼ, ἢ Δεσπότης; Τίνος τὰ ῥήματα; κήρυκος, ἢ τοῦ ἀποστείλαντος; Τί, τὸ ἐμὸν πρόσωπον εὐεπίβατον ταῖς συκοφαντίαις εὑρὼν, δι' ἐμοῦ πολεμεῖς τῇ ἀληθείᾳ; δι' ἐμοῦ κατασείεις τὸ ὀχύρωμα τῆς πίστεως; Ἐγὼ μέν σοι εὐάλωτος· ἡ δὲ πίστις ἄσειστος. « Εἷς Κύριος, » μάνθανε τοῦ Παύλου λέγοντος, μὴ δύο, ἢ τρεῖς. Κἂν ὀνομάσω Κύριον τὸν Υἱὸν, οὐκ εἰς δύο κυρίους, οὐκ εἰς πολλοὺς θεοὺς διεῖλον τὴν κυριότητα. Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱός· « Μία πίστις, » ἐπειδὴ εἷς Κύριος. Ἓν ἑνὶ ἀκολουθεῖ· ἑνὶ Κυρίῳ μία πίστις, μιᾷ πίστει « ἓν βάπτισμα. » Οὕτως ἓν ἐξ ἑνὸς δι' ἑνὸς βεβαιοῦται. Εἰ δὲ οὐκ ἀθετῶ τὸ Πνεῦμα, οὐδὲ ἐν τῇ δουλικῇ αὐτὸ τίθημι τάξει, διὰ τοῦτο τὴν συκοφαντίαν ἐκείνην ἐκδέχομαι. Μὴ λέγε ἃ μὴ λέγω, καὶ ἴδωμέν σου τῆς συκοφαντίας τὸ πιθανόν. Τί ὑποκρύπτεις σεαυτοῦ τὴν ἐπήρειαν; Ψεύδῃ, κατηραμένε, λέγων παρ' ἡμῖν τρεῖς θεοὺς καταγγέλλεσθαι, καὶ οὐ λέγεις ἐκ τοῦ προφανοῦς, ὅτι ἡμεῖς ἐσμεν οἱ τοὺς κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον λέγοντας ἀναθεματίζοντες. Ταύτην τὴν κατηγορίαν δέχομαι. Ἐπὶ τούτῳ πῦρ καὶ ξίφος ἠκονημένον ὑφίσταμαι. Κἂν ὁ τροχὸς καταῤῥάσσῃ, κἂν βασανιστήρια ἐπ' ἐμὲ κινῆται, ἐν τῇ αὐτῇ πληροφορίᾳ δέχομαι τὰ βασανιστήρια, ἐν ᾗ καὶ οἱ μάρτυρες οἱ ἐνταῦθα κείμενοι τῶν στεφάνων ἠξιώθησαν. Τοῦτο τοίνυν ἐγκάλει μοι, ὅτι μὴ ἐν τοῖς κτίσμασι συναριθμῶ τὸ Πνεῦμα τὸ ἅγιον. Κἂν δέ τι περισσὸν λέγοις, τῷ κριτῇ λόγον δώσεις. « Ὅταν ἔλθῃ ὁ Παράκλητος, » νῦν ἀνεγινώσκετο· σὺ δὲ ταῖς συκοφαν-
what does he seek in the Church of the Lord? In one place is polytheism, and in another place godliness. Let him who says three venture four as well; let him extend the number unto twelve. What then is the madness of those who keep a sharpened tongue against the truth? I do not lose heart before the scrutiny, but await the tribunal of Christ. There those who stitch together this insolent abuse shall be set face to face with me: « The Lord knows those who are His; » and, « He who calumniates a poor man provokes Him Who made him. » If I hand on the faith of the Fathers, why, passing over the Fathers, do you make war on me? If indeed I believe in the Father, if I confess the Son, if I do not set aside the Spirit. If he who confesses a Trinity names three gods, he sets aside baptism, and makes war upon the faith. Why, setting up my person as a pretext, do you make war upon the Lord? Who left behind the command to baptize into the name of the Father, and of the Son, and of the Holy Spirit? Was it I, or the Master? Whose are the words? The herald's, or His Who sent him? Why, finding my person easily assailable by calumnies, do you make war upon the truth through me? Why through me do you shake the bulwark of the faith? I indeed am easy for you to capture; yet the faith is unshaken. « One Lord, » learn when Paul speaks, not two, or three. Even if I name the Son Lord, I have not divided the lordship into two lords, nor into many gods. The Father is Lord, the Son is Lord; « One faith, » since there is one Lord. One thing follows upon one: for one Lord, one faith; for one faith, « one baptism. » Thus one thing from one through one is confirmed. And if I do not set aside the Spirit, nor place Him in the servile rank, on this account I incur that calumny. Do not say what I do not say, and let us see the plausibility of your calumny. Why do you cloak your own abuse? You lie, accursed man, when you say that three gods are proclaimed among us, and do not say openly that we are the ones who anathematize those who call the Holy Spirit a creature. This accusation I accept. Over this I undergo fire and sharpened sword. Even if the wheel crush me, even if instruments of torture be set in motion against me, I accept the tortures in the same full assurance in which the martyrs who lie here were also deemed worthy of their crowns. Bring this charge against me, therefore, that I do not number the Holy Spirit among creatures. And if you should say anything beyond this, you shall render an account to the Judge. « When the Paraclete comes, » was just now being read; yet by your
PG 31:1493Read from the page
τίαις ἀφορμὴν εἰς ἐπήρειαν τέθεικας. Παράκλητος, φησὶν, ὁ περὶ σοῦ παρακαλῶν. Δι' ὧν εὐεργετεῖ, διὰ τούτων ἀγνωμονεῖς. Οὐ δέχῃ τοίνυν τοῦ Παρακλήτου τὴν εὐεργεσίαν. Ἢ οὐχὶ ὁ Κύριος ἑαυτῷ ταύτην τὴν προσηγορίαν πρέπειν ἐνομοθέτησε; « Πέμψω ὑμῖν καὶ ἄλλον Παράκλητον. » Ὁ καὶ ἄλλον εἰπὼν οὐχ ἑαυτὸν ἔδειξε πρὸ τοῦ ἄλλου; Εἰ ἀπ' ἐμαυτοῦ λαλῶ, μὴ ἀκούετέ μου· εἰ τὰ γεγραμμένα ἀναγινώσκω, ὑπόκυψον τῇ ἀληθείᾳ. Ὁ τέλειος οὔτε μειοῦται, οὔτε αὔξεται. Εἷς ἀγέννητος ὁ Θεός· εἷς ὁ τούτου μονογενὴς ὁ Υἱὸς καὶ Θεός. Ὥσπερ οὐκ ἔνι συναγέννητος Θεὸς ἕτερος, οὕτως οὐδὲ συγγεγεννημένος Υἱὸς ἕτερος: Ὥσπερ οὐ λόγῳ ὁ Πατὴρ, οὕτως οὐδὲ λόγῳ ὁ Υἱός. Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱός· Θεὸς τέλειος ὁ Πατήρ· Θεὸς τέλειος καὶ ὁ Υἱός. Ἀσώματος ὁ Πατήρ· ἀσώματος ὁ Υἱὸς, ἀσωμάτου χαρακτὴρ, καὶ εἰκὼν ἀσώματος. Πιστεύεις, ὅτι γεγέννηται; Μὴ ζήτει, Πῶς; Εἰ γὰρ ἐνδέχεται ζητεῖν, ὁ ἀγέννητος πῶς ἀγέννητος, ἐνδέχεται ζητεῖν, καὶ ὁ γεγεννημένος πῶς γεγέννηται· εἰ δὲ οὐ καταλείπει ζήτησιν ὁ ἀγέννητος, πῶς ἀγέννητος· οὕτως οὐδὲ ὁ γεγεννημένος καταλείπει ζητεῖν, πῶς γεγέννηται. Μὴ ζήτει τὰ ἀνεύρετα· οὐ γὰρ εὑρήσεις. Ἐὰν γὰρ ζητῇς, παρὰ τίνος ἔχεις μαθεῖν; Παρὰ γῆς; Οὐχ ὑφεστήκει. Παρὰ θαλάττης; Οὐκ ἦν ὑγρά. Παρ' οὐρανοῦ; Οὐκ ἦν ἐπαρθείς. Παρ' ἡλίου καὶ σελήνης καὶ ἄστρων; Οὐ δεδημιούργηντο. Ἀλλὰ παρ' αἰώνων; Πρὸ αἰώνων ὁ Μονογενής. Μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα ὑπὲρ τοῦ ἀεὶ ὄντος. Εἰ δὲ μὴ θέλεις, ἀλλὰ φιλονεικεῖς, καταγελῶ σου τῆς ἀνοίας, μᾶλλον δὲ κλαίω σου τὴν τόλμαν.
calumnies you have made it an occasion for insolent abuse. A Paraclete, he says, is He Who intercedes on your behalf. Through the very things whereby He confers benefits, through these you show yourself ungrateful. You do not accept, therefore, the beneficence of the Paraclete. Or did not the Lord legislate that this appellation befits Himself? « I will send you another Paraclete also. » Did not He Who said « another also » show Himself before the other? If I speak from myself, do not listen to me; if I read the things that are written, bow down to the truth. He Who is perfect is neither diminished nor increased. One is God unbegotten; one is His Only-begotten, the Son and God. Just as there is not another God co-unbegotten, so neither is there another Son co-begotten: Just as the Father is not so in word alone, so neither is the Son so in word alone. God is the Father, God is the Son; perfect God is the Father, perfect God also is the Son. Incorporeal is the Father; incorporeal is the Son, the impress of the Incorporeal, and incorporeal image. Do you believe that He has been begotten? Do not inquire, How? For if it is admissible to inquire how the Unbegotten is unbegotten, it is admissible to inquire also how the Begotten has been begotten; whereas if the Unbegotten leaves no inquiry as to how He is unbegotten, so neither does the Begotten leave room to inquire how He has been begotten. Do not seek things unsearchable; for you will not find them. For if you seek, from whom are you able to learn? From the earth? It had not yet subsisted. From the sea? It was not yet fluid. From heaven? It had not yet been raised aloft. From sun and moon and stars? They had not yet been fashioned. Nay, from the ages? Before the ages is the Only-begotten. Do not examine the things that do not always exist concerning Him Who always exists. And if you are unwilling, and instead are contentious, I laugh at your folly, or rather I weep over your presumption.
4. « Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. » Τὸ, « ἦν, » περιγράφει τὸ, « οὐκ ἦν· » καὶ τὸ « Θεὸς, » περιγράφει τὸ, « οὐ Θεός. » Τοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμμένα μὴ ζήτει. Οὗτος ὁ Λόγος, ὁ Υἱὸς τοῦ Θεοῦ, ἄνθρωπος ἐγένετο διὰ τὸν ἐκπεσόντα ἄνθρωπον Ἀδάμ. Διὰ τὸν Ἀδὰμ ὁ ἀσώματος ἐν σώματι. Διὰ τὸ σῶμα ἔλαβε νέφος τὸ σῶμα ὁ Λόγος, ἵνα μὴ καταφλέξῃ τὰ ὁρώμενα. Συγκατέβη σαρκὶ, ἵνα καὶ ἡ σὰρξ ἐκείνῳ συνεπαρθῇ. Ὁ ἀόρατος ἐν ὁρατῷ, ἵν' ὑποδύῃ τὰ ὁρώμενα. Ὡς ἄνθρωπος, ὑπὸ χρόνον· ὡς Θεὸς, πρὸ χρόνων. Τὸ, « ὡς, » οὐχ ὁμοιώσει, ἀλλ' ἀληθείᾳ κατ' ἀμφότερα Θεὸς καὶ ἄνθρωπος. Θεὸς ἦν, ἄνθρωπος ἐγένετο κατ' οἰκονομίαν. Οὐ πρότερον τὸ, « ἐγένετο, » καὶ τότε τὸ, « ἦν· » ἀλλὰ πρότερον τὸ, « ἦν, » καὶ
4. « In the beginning was the Word, and the Word was with God, and the Word was God. » The expression « was » rules out « was not; » and the expression « God » rules out « not God. » Believe the things that are written; do not seek the things that are not written. This Word, the Son of God, became man on account of the fallen man Adam. On account of Adam the Incorporeal One was in a body. On account of the body the Word took the body as a cloud, lest He burn up things visible. He descended together with the flesh, so that the flesh too might be raised up together with Him. The Invisible One was in the visible, so that He might enter beneath things visible. As man, under time; as God, before times. The word « as » is not by mere likeness, but in truth according to both God and man. God He was; man He became by dispensation. Not first « became, » and then « was; » but first « was, » and
Notes, col. 1493

On the reading

Printed ἕτερος:, for ἕτερος..

PG 31:1496Read from the page
τότε τὸ, « ἐγένετο. » Μὴ οὖν ἀναιρείτω τὸ δι' οἰκονομίαν τοῦ Μονογενοῦς τὴν θεότητα. Ταῦτα γὰρ αἱρετικῶν ἐκκλίσεις, καὶ Μανιχαίων μανίαι. « Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. » Ἐγεννήθη διὰ γυναικὸς, ἵνα τοὺς γεννηθέντας ἀναγεννήσῃ. Ἐσταυρώθη ἑκὼν, ἵνα τοὺς μὴ σταυρωθέντας ἑκοντὶ καθέλῃ. Ἀπέθανεν ἑκὼν, ἵνα τοὺς ἀκουσίως ἀποθανόντας ἐγείρῃ. Ἐπεδέξατο ὃν οὐκ ἐπεδέχετο θάνατον, ἵνα τοὺς ὑπὸ θανάτου ζωοποιήσῃ. Κατέπιεν ὁ θάνατος ἀγνοῶν· καταπιὼν ἔγνω ὃν κατέπιεν. Κατέπιε ζωὴν, κατεπόθη ὑπὸ ζωῆς. Κατέπιε τὸν ἕνα μετὰ πάντων, ἀπώλεσε διὰ τὸν ἕνα τοὺς πάντας. Ἥρπασεν ὡς λέων, συνεθλάσθη τοὺς ὀδόντας. Διὰ τοῦτο καὶ ὡς ἀσθενὴς καταφρονεῖται. Οὐκέτι γὰρ ὡς λέοντα φοβούμεθα, ἀλλ' ὡς δορὰν πατοῦμεν. Ἡ τοῦ Μονογενοῦς ἐκ Πατρὸς γέννησις σιωπῇ τιμάσθω. Οἶδε γὰρ αὐτὸς ὁ γεγεννηκὼς, καὶ ὁ γεγεννημένος. Εἰδέναι γὰρ ὀφείλομεν ἃ χρὴ λαλεῖν, καὶ ἃ χρὴ σιωπᾷν. Οὐ πάντα ῥητὰ τῇ γλώττῃ. ἵνα μὴ ὁ νοῦς, καθάπερ ὀφθαλμὸς ὅλον τὸν ἥλιον θέλων ὁρᾷν, ἀπολέσῃ καὶ ὃ ἔσχε φῶς. Ἐν γὰρ τούτῳ γινώσκεις, ἐὰν γνῷς, ὅτι μὴ κατείληφας. Ἐκείνην μὲν οὖν τὴν γέννησιν, ἄῤῥητον οὖσαν, σιωπῇ τιμήσωμεν. Ἐὰν δὲ καὶ περὶ ταύτην ἀτονήσωμεν, μὴ λυπηθῶμεν. Ἐκείνη μὲν γὰρ φοβερὰ διὰ τὴν φύσιν, αὕτη δὲ δυσερμήνευτος διὰ τὸ ξένον. Ὁ Ἰωάννης φωνὴ μὲν ἐλέγετο βοῶντος ἐν τῇ ἐρήμῳ, ἄνθρωπος δὲ ἦν τὴν φύσιν. Μὴ οὖν ἀναίρει διὰ τὸ ὄνομα τοῦ Λόγου τὴν τοῦ Μονογενοῦς ὑπόστασιν. Ἀλλ' ἴσως φῄς· Διὰ τί οὖν ἐκ δεξιῶν καθήμενος ἐντιμότερός ἐστιν; Ἀλλ' εἰ μὲν δι' ἑαυτοῦ τὴν τιμὴν εἶχεν, ἐντιμότερος· εἰ δὲ λαβὼν παρὰ τοῦ γεννήσαντος, τοῦ δεδωκότος ἡ χάρις. Οὐκ ἦν ἄλλος Υἱὸς, ἵνα ἐξ ἀριστερῶν καθίσῃ. Εἷς ἀγέννητος ὁ Θεὸς, εἷς καὶ ὁ τούτου Μονογενὴς, Υἱὸς καὶ Θεός. Ἔπρεπεν οὖν μὴ τὸν Υἱὸν ὀρέγειν τῷ Πατρὶ τὴν δεξιὰν, ἀλλὰ τὸν Πατέρα τῷ Υἱῷ. Δηλαδὴ ἀφωρισμένης τῆς παρ' ἡμῖν φύσεως, ἀφόρισον καὶ τὰ νοήματα. Ὁ μὲν γὰρ παρ' ἡμῖ⟨…⟩ πατὴρ ἐξ ἄλλου πατρὸς, καὶ χρόνων δεῖται, καὶ ἀνατροφῆς, καὶ αὐξήσεως, καὶ ἄλλης ἐπιμελείας, καὶ οὐχ ὅπερ βούλεται πατὴρ γεννᾷ· ὁ δὲ Θεὸς, συνδρομον ἔχων τῇ βουλήσει τὴν δύναμιν, ἐγέννησεν ἄξιον ἑαυτοῦ, ἐγέννησεν ὡς αὐτὸς οἶδεν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
then « became. » Let not, therefore, that which took place by dispensation take away the divinity of the Only-begotten. For these are the subterfuges of heretics, and the frenzies of Manichaeans. « For no one can lay another foundation beside that which is laid, which is Jesus Christ. » He was born through a woman, so that He might regenerate those who had been born. He was crucified willingly, so that He might take down those who had not been crucified willingly. He died willingly, so that He might raise up those who had died unwillingly. He accepted the death to which He was not subject, so that He might make alive those under death. Death swallowed Him up in ignorance; having swallowed Him up, it recognized Whom it had swallowed. It swallowed up Life; it was swallowed up by Life. It swallowed up the One along with all; it lost all on account of the One. It seized like a lion; it had its teeth shattered. On this account it is even despised as weak. For no longer do we fear it as a lion, but we trample it like a hide. Let the generation of the Only-begotten from the Father be honoured in silence. For He Himself Who has begotten knows, and He Who has been begotten. For we ought to know what things we must speak, and what things we must keep silent. Not all things may be uttered by the tongue, lest the mind, just like an eye wishing to behold the whole sun, lose even the light which it had. For herein you know, if you know that you have not comprehended. Let us therefore honour that generation, ineffable as it is, in silence. And if concerning this dispensation too we fall short in strength, let us not be grieved. For the former is awesome on account of its nature, while the latter is hard to expound on account of its strangeness. John was indeed called the voice of one crying in the wilderness, yet by nature he was a man. Do not, therefore, abolish on account of the name of the Word the hypostasis of the Only-begotten. Yet perhaps you say: Why then, sitting at the right hand, is He more honourable? Yet if on the one hand He held the honour of Himself, He would be more honourable; if on the other hand having received it from Him Who begot Him, the grace belongs to Him Who gave it. There was no other Son, so as to sit at the left hand. One is God unbegotten, one also is His Only-begotten, Son and God. It was fitting, therefore, not that the Son should hold out the right hand to the Father, but the Father to the Son. Plainly, since our human nature is set apart from His, set apart your concepts as well. For the father among [us] comes from another father, and stands in need of seasons of time, and upbringing, and growth, and other care, and a father does not beget whatever he wills; whereas God, having His power concurrent with His will, begot One worthy of Himself, begot as He Himself knows; to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΛΟΓΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΕΞΟΥΣΙΟΥ.
DISCOURSE ON FREE WILL.
Οἷς ἐνυπάρχει ὁ θεῖος νόμος, κ. τ. λ.
Those in whom the divine law is present, etc.
Notes, col. 1496

On the reading

Printed γλώττῃ., for γλώττῃ,.

Printed συνδρομον, for σύνδρομον.

PG 31:1497Read from the page
MONITUM.
ADMONITION.
Duas quae sequuntur homilias jam olim edidere doctissimi viri Franciscus Combefisius et Joannes Baptista Cotelerius, ille Latine duntaxat, hic Graece et Latine, in Monument. Eccl. Graec. t. I, p. 28-40. Quanquam autem haec opuscula pro spuriis habeamus, ea tamen rursus hoc loco edenda esse censuimus. Graeca Latinaque et notas mutuati sumus a Cotelerio. Plura qui cupit, legat Praefationem, in qua de his oratiunculis disputatur.
The two homilies which follow were published long ago by the most learned men François Combefis and Jean-Baptiste Cotelier, the former in Latin only, the latter in Greek and Latin, in Ecclesiae Graecae Monumenta, vol. I, pp. 28-40. Although we regard these little works as spurious, we have nevertheless judged that they should be published again in this place. We have borrowed the Greek and Latin texts and the notes from Cotelier. Whoever desires more may read the Preface, in which these short discourses are discussed.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
OF OUR FATHER AMONG THE SAINTS
ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
BASIL THE GREAT
Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας.
Archbishop of Caesarea in Cappadocia.
Εἰς τό· Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις.
On the words: Give not sleep to thine eyes, nor slumber to thine eyelids.
Οὐ λυπεῖ με ἐλάττωσις τῶν συνελθόντων ἐπὶ τὴν πνευματικὴν ταύτην πανήγυριν. Ὁρῶ γὰρ, ὅτι τὸ θορυβοῦν ἠλαττώθη, τὸ δὲ φιλήκοον πάρεστι. Καὶ γὰρ οὐδὲν δέομαι τῶν ἔξω περιηχούντων τὸν τύπον· ἀλλ' ἐπιζητῶ ψυχὰς φιληκόους, εὐσχημόνως περιεστώσας τὸ πνευματικὸν ἀκροατήριον, καὶ δεχομένας ἐν κόσμῳ τὰς ὑπομνήσεις τοῦ Πνεύματος, καὶ φυλασσούσας τῇ μνήμῃ τὰ σωτήρια διδάγματα· ἅπερ εὔχομαι ὑπάρξαι τοῖς παροῦσιν. Ἐπεὶ καὶ ποιμένι ἀσφαλεστέρα ἡ ἐνέργεια ἐν ὀλίγῳ ἢ τῷ πλήθει τῶν ποιμνίων, καὶ κυβερνήτῃ εὐεπιχείρητος ναῦς, ἄλλως τε κἂν κλύδων ᾖ πανταχόθεν ὁ περικλύζων τὴν γῆν, καὶ χαλεπὴν ποιῶν κυβέρνησιν τῷ ἐπιτεταμένῳ. Ἕνεκα μὲν γὰρ τῆς ἀγάπης τῆς περὶ ἕκαστον, πάντας ἀνθρώπους ἐβουλόμην παρεῖναι· ἀλλ' ἐπειδὴ τῷ πλήθει συμπαρέσπαρται καὶ τὸ νόθον, εὔχομαι τὸ καθαρὸν φυλοκρινηθὲν ἀκριβῶς κεχωρισμένον τοῦ βλαβεροῦ μόνον συνεῖ-
The diminution of those who have assembled for this spiritual festival does not grieve me. For I see that the noisy element has been diminished, while that which loves to listen is present. For indeed I have no need of those who make a din around the place outside; rather, I seek souls fond of hearing, standing becomingly around the spiritual auditorium, and receiving in good order the reminders of the Spirit, and keeping in memory the saving teachings; which things I pray may belong to those who are present. Since for a shepherd also his activity is safer among a small number than in a multitude of flocks, and for a pilot a vessel is easily managed, especially even if there be a surge washing over the land from every side, and making the steering difficult by its vehemence. For on account of my love towards each one, I could wish all men to be present; yet since the counterfeit is also sown alongside in a multitude, I pray that the pure, having been accurately sifted and separated from the harmful, may alone be to-
PG 31:1500Read from the page
ναι ἡμῖν· μὴ πρὸς ἐπήρειαν περιεστηκὸς, ἀλλὰ κατὰ ἀλήθειαν τὴν ἀκρόασιν ποιούμενον. Εὔχομαι τὸν σῖτον κεχωρισμένον τοῦ ἀχύρου. Τὸ μὲν γὰρ παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφέρεται· τὸ δὲ βαρὺ καὶ εὐσταθὲς καὶ αὐτόπιπτον, τῷ Πνεύματι διακρινόμενον, τῆς ἀποθήκης ἀξιοῦται. Τί εἴπω; πῶς ὑμᾶς προσφθέγξομαι; Πῶς προκαταλήψομαι τὰ παρελθόντα; τῶν μελλόντων τὸ χρέος; Καὶ γὰρ παρελθόντων ὑπεύθυνός εἰμι, καὶ μελλόντων χρεώστης. Ἀπὸ ποίας Γραφῆς ἂν ὑμῖν καιρίως διαλεχθείην; Πάντα ὁμότιμα, καὶ πάντα πνευματικά· πάντα θεόπνευστα, καὶ πάντα ὠφέλιμα. Ἀλλ' οὐ ῥᾳδία οὐδὲ ἐμοὶ ἡ διάκρισις, οὐδὲ ὑμῖν δυνατὸν τὸ μὲν ἀποπέμπεσθαι, τὸ δὲ προΐεσθαι, ἴσης οὔσης τῆς ἐν ἑκάστῳ χάριτος, καὶ ὁμοτίμου τῆς πανταχόθεν ὠφελείας ἡμῖν προκειμένης. Ἐφθέγξατο ἡμῖν ῥήματα χρήσιμα ὁ παροιμιαστὴς Σολομών. Τοῦτο πρῶτον προσέβαλεν ὑμῶν ταῖς ἀκοαῖς· ἐντεῦθεν ἀρξώμεθα τῆς πρὸς ὑμᾶς ὁμιλίας. Διορατικόν σε βούλεται εἶναι μαθητὴν καὶ ὑψηλὸν τῷ φρονήματι. Ἑκάτερον τούτων παρίστησι δυϊκὸς λόγος· « Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις. »-« Μὴ δῷς ὕπνον. » Ἆρα τοῦτον ἀπαγορεύει τὸν ὕπνον, τὸ κοινὸν πάθος τῆς φύσεως, καὶ βούλεται ἡμᾶς ἀΰπνους εἶναι; Οὐκοῦν κατηγόρημα τοῦ δημιουργοῦ τοῦ συζεύξαντος τῇ ζωῇ ἡμῶν τὴν ἐκ τοῦ ὕπνου ἀνάπαυσιν; « Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις. » Οὐ ταυτολογεῖ, ἀλλ' οἶδε τὴν διαφορὰν τοῦ ὕπνου καὶ τοῦ νυσταγμοῦ. Ὁ μὲν γὰρ ὕπνος βαρεῖά τίς ἐστιν ἀναισθησία· ὁ δὲ νυσταγμὸς μίγμα ἐστὶν ἐγρηγόρσεως καὶ ὕπνου. Ἐπεὶ οὖν οἱ μὲν βαθεῖ κατέχονται ὕπνῳ, ληθαργήσαντες τῶν τοῦ Θεοῦ δωρεῶν· οἱ δὲ ἀναμὶξ, ποτὲ μὲν ἐγρηγόρασιν, ποτὲ δὲ ὥσπερ ἐπινυστάζουσιν· οὔτε τὸν ἀλλότριον δέχονται, οὔτε τόν ποτε ἐπιστρέφοντα, οὔτε τὸν νοσοῦντα ὡς ὑγιαίνοντα. « Ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων. » Ἡ δορκὰς ζῶόν ἐστιν ὀξυδερκὲς, ἐπώνυμον τῇ ἑαυτοῦ ὀξυδορκίᾳ. Οὐδὲν λανθάνει τὸν ὀφθαλμὸν τῆς δορκάδος· οἶδεν ὃ φυλάξεται, καὶ οἶδεν ὅπου τοῦ δρόμου τὸ κυβερνητικόν. Ἀλλὰ καὶ δορκὰς ἔσο πρὸς τὸ τὰ κάτω ἐρευνᾷν· καὶ ὄρνεον, πρὸς τὸ τὰ ὑψηλὰ ζητεῖν· ἵνα μὴ τῇ παγίδι ἐνσχασθῇς, ἀλλὰ καὶ ὑψηλότερος γένῃ τῶν βρόχων. Οὐδέποτε ὄρνεον πίπτει εἰς παγίδα, ἐὰν, τῷ κατὰ φύσιν πτερῷ τὸν ἀέρα τέμνον, τὴν γῆν ὑπεραίρηται. Βούλεται οὖν σε τῷ ὑψηλῷ τῆς διανοίας, ὃ ἔλαβες παρὰ τοῦ κτίσαντός σε, ἀσφαλῶς φυλάσσειν, καὶ τὸ σύντροφον πάθος τῆς ἀργίας, ὡς τὴν εὐπραξίαν τῶν διατεταγμένων ἡμῖν
with us; standing round not for insolent abuse, but making its hearing according to truth. I pray for the wheat separated from the chaff. For the latter is carried about by every wind of teaching; whereas that which is weighty and firm and falls of itself, being winnowed by the Spirit, is deemed worthy of the granary. What shall I say? How shall I address you? How shall I overtake the things that are past? the debt of the things to come? For indeed I am accountable for things past, and a debtor for things to come. From what Scripture might I discourse to you seasonably? All are of equal honour, and all are spiritual; all are God-breathed, and all are profitable. Yet neither for me is the choice easy, nor is it possible for you to dismiss one part and let another go, since the grace in each is equal, and the benefit set before us from every side is of equal worth. Solomon the writer of Proverbs uttered profitable words to us. This first struck your ears; from here let us begin our homily to you. He wills you to be a keen-sighted disciple and lofty in mind. A twofold saying sets forth both of these: « Give not sleep to your eyes, nor slumber to your eyelids. »-« Give not sleep. » Does he forbid this bodily sleep, the common affection of nature, and will us to be sleepless? Is this not then an accusation against the Creator Who yoked to our life the rest that comes from sleep? « Give not sleep to your eyes, nor slumber to your eyelids. » He does not repeat himself idly, but knows the difference between sleep and slumber. For sleep is a certain heavy insensibility, whereas slumber is a mixture of wakefulness and sleep. Since therefore some are held fast by deep sleep, sunk in lethargy towards the gifts of God, while others mixedly are at times awake and at times as it were nodding off, they welcome neither the stranger, nor him who at times turns back, nor him who is sick as though healthy. « So that you may be saved like a gazelle from snares. » The gazelle is a keen-sighted creature, named after its own keenness of sight. Nothing escapes the eye of the gazelle; it knows what it shall guard against, and knows where lies the steering of its course. Nay, be both a gazelle towards searching out the things below, and a bird towards seeking the things on high; so that you may not be caught in the trap, but may even rise higher than the snares. Never does a bird fall into a trap if, cleaving the air with its natural wing, it rises above the earth. He wills you, therefore, by the loftiness of understanding which you received from Him Who created you, to keep watch securely, and as for the habitual passion of sloth, since it drives away the good performance of the things commanded us