μένοι καὶ ῥιπιζόμενοι, λογισμοὺς κατὰ τὴν πτῆσιν τῶν νυκτερίδων ἔχοντες, οὐδαμοῦ πρὸς τὸ εὐθὺ βλέποντας, ἀλλὰ σκολιὰ καὶ εὐμετάτρεπτα πετομένους· ἄλλο παρὰ τὰς πρώτας ὁρμὰς ὑποφαίνοντας, καὶ πρὸς ἕτερον τῷ εὐμεταβόλῳ τῆς γνώμης παρὰ δόξαν πᾶσαν φερομένους, πολλὰ ἕοποντας, καὶ οὐδὲν προβαίνοντας.
and tossed to and fro, having thoughts like the flight of bats, nowhere looking straight ahead, but flying crookedly and changeably; making a show of one thing at their first impulses, and carried off towards another beyond all expectation through the fickleness of their mind, creeping much, and advancing nothing.
2. Ἐοίκασι δὲ καὶ τῶν ὑποζυγίων τοῖς περὶ τὰς μύλας ἐλαυνομένοις, ἃ πολλὰ βαδίζοντα ἐπὶ τὸν αὐτὸν ἀεὶ τόπον εὑρίσκεται· καὶ τὸ μὲν σῶμα κόπτεται, τὸ δὲ βραχὺ χωρίον οὐδαμῶς ὑπερβαίνει· οὕτω κἀκεῖνοι, διαπαντὸς περὶ τὰ πάθη τοῦ σώματος ἰλυσπώμενοι, οὐδὲν ἐπὶ τὸ πνευματικὸν ὕψος προκόπτουσι· τρέχουσι δὲ κύκλον ἀπέραντον ταῖς τοῦ σώματος ἐπιθυμίαις καὶ ἡδοναῖς ἀεὶ συνδονούμενοι, καὶ ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ πάλιν φερόμενοι, καὶ τῆς πονηρᾶς δουλείας οὐκ ἀφιέμενοι διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν. Οὗτοι, τὸ σχῆμα τοῦ προβάτου τῶν ὁρώντων δέλεαρ προβαλλόμενοι, ἔνδον τὴν λίχνον καὶ κακοήθη καὶ ὕπουλον ἀλώπεκα κρύπτουσι, πολλοὺς δὲ καὶ παρατρέπειν ἐπὶ τὴν ἴσην κακίαν σπουδάζουσιν· ὅσοι κυβερνήσεως λογισμοῦ ἀμοιροῦντες, καὶ τῷ καλῶς καὶ κακῶς ἄγοντι ῥᾳδίως προστίθενται, τοῦτο καλὸν νομίσαντες, ὅπερ ἄν τις ἢ ὀρθῶς, ἢ πιθανῶς ὑφηγήσεται. Καὶ τούτους τοίνυν πρὸς τὸ οἰκεῖον καθέλκειν σπουδάζουσι βάραθρον, τὴν διαστροφὴν αὐτῶν οἰκείαν ἀπολογίαν εἶναι νομίζοντες, καὶ τὴν ἑταιρίαν τῆς πονηρίας τῶν ἐγκλημάτων ἐλάττωσιν. Τούτους οὖν ἐκ παντὸς τρόπου προσήκει φυλάττεσθαι, ὡς ἂν μήτ' ἄλλους βλάψαι ἐν τῇ τοῦ ψυχικοῦ λοιμοῦ μεταδόσει, καὶ αὐτοὶ πάντοθεν εἰργόμενοι, ὀψὲ γοῦν πρὸς τὸ καλὸν ἐπιστρέψωσι, παιδαγωγὸν τὴν αἰσχύνην λαμβάνοντες, καὶ τὴν τῶν σπουδαίων ἀποστροφὴν νουθεσίαν εἰς τὴν τῆς κακίας ἀπαλλαγήν. Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐδίδαξε, λέγων περὶ τῶν μηδὲν ἐργαζομένων ἀλλὰ περιεργαζομένων· Τοῦτον, φησὶ, σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ.
2. And they also resemble those beasts of burden that are driven round the mills, which, though walking much, are always found in the same place; and their body indeed is wearied out, yet they in no way pass beyond that narrow space: so these men too, continually wallowing in the mire about the passions of the body, make no progress at all towards spiritual height; rather, they run an endless circle, ever whirled along together with the desires and pleasures of the body, carried back again from the same things to the same things, and not set free from wicked slavery on account of the depravity of their choice. Putting forward the outward form of the sheep as a bait for onlookers, within they hide the greedy, malicious, and treacherous fox, and strive to turn many aside as well unto the like wickedness—all such as, lacking the guidance of reason, readily attach themselves to whoever leads them well or ill, supposing that thing to be good which anyone may suggest either rightly or plausibly. These too, therefore, they strive to drag down into their own pit, supposing the perversion of them to be their own defence, and fellowship in wickedness a lessening of their charges. Against these men, then, it is fitting in every way to guard, lest they harm others in the transmission of this spiritual plague, and so that they themselves, shut out from every side, may at least late turn back towards the good, taking shame as their tutor, and the turning away of earnest men as an admonition unto deliverance from wickedness. For this Paul also taught, speaking concerning those who work at nothing but are busybodies: Mark that man, he says, and do not associate with him, that he may be put to shame.
Κλήρου μέντοι, ἢ προστασίας ἀδελφῶν ἐφίεσθαι τὸν ἀσκητὴν οὐδαμῶς προσήκει. Διαβολικὸν γὰρ τὸ νόσημα, καὶ φιλαρχίας τὸ ἔγκλημα· ὅπερ τῆς ἀνωτάτω τοῦ διαβόλου πονηρίας τὸ γνώρισμα. Κἀκεῖνος γὰρ ὑπὸ τούτου τοῦ πάθους εἰς τὸ τῆς ὑπερηφα-
However, to desire clerical rank or presidency over the brethren in no way befits the ascetic. For the disease is diabolical, and the fault is love of rule, which is the mark of the devil's supreme wickedness. For he too by this passion into the fall of pride