τῶν τιμιων τοκων ἡ θεραπεία), εικότως πόνοις σώματος προσωμίλουν διηνεκέσι, τὴν ἀναγκαίαν χρείαν ταύτῃ ἑαυτοῖς συμπορίζοντες. Ἰησοῦς δὲ τούτοις ὑποτασσόμενος, ὥς φησιν ἡ Γραφὴ, πάντως καὶ τῷ συνδιαφέρειν τοὺς πόνους τὴν εὐπείθειαν ἐπεδείκνυτο. Προϊὼν δὲ καὶ τὰς δεσποτικὰς καὶ θείας εὐεργεσίας ἀπογυμνῶν, καὶ μαθητὰς λοιπὸν αἱρούμενος, καὶ βασιλείαν οὐρανῶν κηρύσσειν διανοούμενος, οὐκ ἐπὶ μιᾶς γωνίας κείμενος, ἐκλυόμενός τε τὸ σῶμα, τῆς παρ' ἑτέρων ἐδεῖτο διακονίας, ἀλλὰ ἄρτι μὲν ὁδοιπορῶν, καὶ πεζεύων διηνεκῶς, τοῖς μαθηταῖς ἅμα διακονούμενος, ὡς αὐτὸς ἔφησεν· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν, ὡς ὁ διακονῶν· καὶ, Καθὼς ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι· ἄρτι δὲ νίπτων τοὺς πόδας τῶν μαθητῶν· αὖθις δὲ τῇ διδασκαλίᾳ προσδιατρίβων ἐπὶ μακρὸν, τόπον τε ἐκ τόπου μεταμείβων ἀόκνως, διὰ τὴν σωτηρίαν ἡμῶν διετέλει. Ἅπαξ δὲ ὑποζυγίῳ, καὶ τούτῳ μόνον ἐπὶ ὀλίγον χρησάμενος φαίνεται, οὐχ ἵνα τὸ σῶμα διαναπαύσῃ, ἀλλ' ἵνα τοῖς ἔργοις τὴν προφητείαν σφραγίσηται. Τί δὲ οἱ ἀπόστολοι; Οὐχὶ τὸν Δεσπότην μεμίμηνται; οὐχὶ πόνοις ὡμίλουν διηνεκῶς; Σκόπησον Παῦλον ἐργαζόμενον ἀπαύστως, ὁδοιποροῦντα συντόνως, πλέοντα, κινδυνεύοντα, χειμαζόμενον, ἐλαυνόμενον, μαστιζόμενον, λιθαζόμενον, πᾶσιν ἀρκοῦντα τοῖς πειρασμοῖς τῇ προθυμίᾳ τῆς ψυχῆς, καὶ τῷ σθένει τοῦ σώματος. Εἰ δὲ ἦν τῇ ἀμετρίᾳ παραλύων τὴν τοῦ σώματος δύναμιν, οὐκ ἂν ἐπὶ τούτοις ἐστεφανώθη. Καλὸν οὖν, τὸν τοῦ Δεσπότου βίον καὶ τῶν τούτου μαθητῶν καὶ ἀποστόλων διά τε τῶν ψυχικῶν ἀρετῶν διά τε τῶν σωματικῶν ἀσκημάτων μιμούμενον, ἐνεργὸν παρέχειν τὸ σῶμα ταῖς ἀρίσταις ὑπηρετούμενον πράξεσι. Ψυχῆς μὲν γὰρ τὸ προελέσθαι τῶν καλῶν ὅσα καὶ τῇ συνεργίᾳ τοῦ σώματος τελειοῦνται· σώματος δὲ τὸ ἐνεργεῖν ἅπερ ἡ ψυχὴ προείλετο. Ἀτονοῦντος δὲ τούτου πρὸς τὴν ἐνέργειαν, ἡμιτελὲς τὸ κατόρθωμα ἐν προαιρέσει κρυπτόμενον, καθάπερ τι βλάστημα τοῖς τῆς γῆς κόλποις ἐμμαραινόμενον, καὶ οὐ προβαῖνον εἰς χρῆσιν τούτων, δι' οὓς καὶ ἔφυ.
that tended the precious birth), with good reason they were continually engaged in bodily labours, thereby procuring for themselves their necessary livelihood. And Jesus, being subject to them, as Scripture says, assuredly displayed His obedience also by jointly bearing their labours. And advancing in age, and laying bare His sovereign and divine benefactions, and henceforth choosing disciples, and purposing to proclaim the kingdom of heaven, He did not lie in a single corner, slackening His body, in need of ministration from others; rather, now journeying and going constantly on foot, ministering at the same time to His disciples, as He Himself said, "But I am in the midst of you as He Who serves," and, "Even as the Son of man came not to be ministered unto, but to minister"; now washing the feet of the disciples; and again lingering long in teaching, and untiringly changing place after place, He continued thus for the sake of our salvation. Once only does He appear to have used a beast of burden, and that for a short while, not that He might give rest to His body, but that by His deeds He might set His seal upon the prophecy. And what of the apostles? Have they not imitated the Master? Were they not continually engaged in labours? Consider Paul working unceasingly, journeying strenuously, sailing, facing perils, tempest-tossed, driven about, scourged, stoned, sufficing for all trials by the eagerness of his soul and the vigour of his body. Yet if he had been enfeebling the strength of his body by excess, he would not have been crowned for these things. It is good, therefore, imitating the life of the Master and of His disciples and apostles both through virtues of soul and through bodily exercises, to render the body active as a servant to the best deeds. For it belongs to the soul to choose beforehand such good things as are brought to perfection also through the cooperation of the body; and it belongs to the body to carry into action the things that the soul has chosen beforehand. But if the body is too weak for action, the right deed remains half-finished, hidden away in intention, just like some shoot withering away in the bosom of the earth and not advancing to the use of those for whose sake it sprang up.
7. Ἀλλὰ, φησὶ, καὶ ὁ Κύριος ἀσιτίαν ἐπιτεταμένην διήνεγκε, καὶ Μωϋσῆς δὲ οὐδὲν ἧττον, καὶ Ἠλίας ὁ προφήτης. Ἀλλὰ καὶ τοῦτο σκόπησον, ὅτι ὁ Κύριος ἡμῶν ἅπαξ τοῦτο μόνον ἐποίησε, καὶ Μωϋσῆς δὲ καὶ Ἠλίας ὁμοίως· τὸν δὲ λοιπὸν χρόνον ἅπαντα ἐν τάξει τῇ προσηκούσῃ διακυβερνῶντες τὸ σῶμα, καὶ ἐνεργὸν τοῦτο παρέχοντες, κόποις τε καὶ πόνοις προσομιλοῦντες ἀεὶ, οὕτω τὰς ἀρετὰς τῆς ψυχῆς τῇ συνεργίᾳ τοῦ σώματος ἀπελάμπρυναν, τὸν πρακτικὸν βίον σφραγῖδα καὶ τελείωσιν τῆς πνευματικῆς πολιτείας πεποιημένοι. Τοῦτο μὲν Μωϋσῆς,
7. "But," someone says, "the Lord too endured prolonged abstinence from food, and Moses no less, and Elijah the prophet." Yet consider this also, that our Lord did this once only, and Moses and Elijah likewise; whereas during all the rest of their time, governing the body in fitting order, and rendering it active, conversing ever with toils and labours, they thus made the virtues of the soul shine forth through the cooperation of the body, having made the practical life the seal and perfection of their spiritual way of life. This Moses did,