Migne Reading Room

PG 31 · cols. 1336–1345 · Read from the page

Monastic constitutions

Monastic constitutions

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1336Read from the page
μου διὰ γῆρας τῆς φύσεως τὰ κινήματα, και Σάῤῥα, ἡ γυνή μου, οὐκέτι ὑπομένει τι γυναικεῖον διὰ τὸ γῆρας· ὥστε ψευδὴς ἡ ἐπαγγελία. Δύο γὰρ γέροντες ποίαν ἐλπίδα ἔχομεν; Οὐκ εἶπε ταῦτα, οὐκ ἐνενόησεν, ἀλλ' ἔμενεν ἀσάλευτος τῇ πίστει· καὶ τῇ μὲν ἡλικίᾳ ἐγήρασκεν, ἡ δὲ ἐλπὶς ἐνέαζε. Καὶ τὸ μὲν σῶμα εἰς ἀτονίαν ἤρχετο, καὶ ἀπόγνωσιν ἐνεποίει, ἡ δὲ πίστις ἐνεύρου καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα. Θεὸς, φησὶν, ἐστὶν ὁ ἐπαγγειλάμενος, ὁ Δεσπότης τῆς φύσεως, καὶ ἄλλως γενέσθαι οὐ δύναται. Αὐτός ἐστιν ὁ καὶ τὰ ἀδύνατα δυνατὰ ποιῶν· δίοτι ποιεῖ πάντα, καὶ μετασκευάζει ὡς βούλεται. Μιμοῦ τὴν πίστιν τοῦ Ἀβραάμ. Ὅτε οὖν ἠσθένησεν ἡ φύσις, καὶ ἐνεκρώθη τὰ κινήματα, τότε ἔζησεν ἡ ἐπαγγελία τοῦ Θεοῦ. Δέχου τὰ ὑποδείγματα. Ἡμεῖς δὲ ἐνιαυτὸν προσευχόμεθα, καὶ ἀναχωροῦμεν· δύο ἔτη νηστεύομεν, καὶ παυόμεθα. Μὴ οὖν ἀτονήσωμεν πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ. Καὶ γὰρ ὁ ἐκείνῳ ἐπαγγειλάμενος πληθύνειν τὸ σπέρμα αὐτοῦ, καὶ ἡμῖν ἐπηγγείλατο αἰτοῦσι παρέχειν τὸ αἴτημα ἡμῶν. Φησὶ γάρ· Δεῦτε πάντες πρὸς μὲ, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Μακρὰν γάρ σου ὄντος ἀπ' αὐτοῦ, κοπιῶντά τε καὶ πεφορτισμένον τὸ βαρύτατον φορτίον τῆς ἁμαρτίας, ἐλεήσας σε προσεκαλέσατο, ὥστε κουφίσαι σε τοῦ φορτίου, καὶ ἀνάπαυσιν τοῦ λοιποῦ χαρίσασθαι· καὶ σὺ οὐ πιστεύεις αὐτῷ; Ἀλλὰ γὰρ, κἂν σιωπᾷν θέλωμεν, ἐλεγχόμεθα ὑπὸ τοῦ συνειδότος ἡμῶν. Οὐ γὰρ ἀπιστοῦμεν αὐτῷ ὡς μὴ δυναμένῳ ἀναπαῦσαι ἡμᾶς, ἀλλὰ περιστελλόμεθα ἆραι τὸν ζυγὸν αὐτοῦ ἐφ' ἑαυτῶν, τὸν χρηστὸν καὶ ἐλαφρὸν, καὶ διὰ τῆς στενῆς πύλης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· αἱρούμεθα δὲ μᾶλλον τὸ τῶν ἁμαρτιῶν φορτίον βαστάζειν, καὶ διὰ τῶν ἐν ἡδονῇ παθημάτων τὴν εὐρύχωρον ὁδὸν βαδίζειν, καὶ διὰ τῆς πλατείας πύλης εἰσέρχεσθαι εἰς τὴν ἀπώλειαν. Ἀλλὰ πολλάκις, φησὶν, ᾔτησα, καὶ οὐκ ἔλαβον. Πάντως ὅτι κακῶς ᾔτησας, ἢ ἀπίστως, ἢ μετεώρως, ἢ τὰ μὴ συμφέροντά σοι. Εἰ δὲ καὶ τὰ συμφέροντα πολλάκις ᾔτησας, ἀλλ' οὐ παρέμεινας. Γέγραπται γὰρ, ὅτι Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
through old age are the movements of my nature, and Sarah, my wife, no longer undergoes anything after the manner of women because of old age; so the promise is false. For being two old people, what hope do we have? He did not say these things, he did not think them, but remained unshaken in faith; and while in age he grew old, his hope grew young. And while his body was coming into debility and making for despair, faith nerved both his soul and his body. It is God, he says, Who promised, the Master of nature, and it cannot turn out otherwise. He Himself is the One Who makes even impossible things possible; because He makes all things, and transforms them as He wills. Imitate the faith of Abraham. When, therefore, nature had grown weak, and its movements were deadened, then the promise of God lived. Receive the examples. Yet we pray for a year, and draw back; we fast for two years, and cease. Let us not, therefore, slacken towards the promise of God. For indeed He Who promised him to multiply his seed promised us also, when we ask, to grant our request. For He says: Come to Me, all you who labour and are burdened, and I will give you rest. For when you were far from Him, labouring and burdened with the heaviest burden of sin, having mercy on you He called you to Himself, so as to lighten you of the burden, and bestow rest for the future; and do you not believe Him? Yet indeed, even if we wish to keep silent, we are convicted by our own conscience. For we do not disbelieve Him as though He were unable to give us rest, but we shrink from taking up His yoke upon ourselves, which is kindly and light, and from entering through the narrow gate into the kingdom of heaven; rather, we choose to carry the burden of sins, and through passions of pleasure to walk the spacious road, and through the wide gate to enter into destruction. Yet oftentimes, someone says, I asked, and did not receive. Assuredly because you asked badly, either without faith, or distractedly, or for things not profitable to you. And even if you oftentimes asked for things profitable, yet you did not persevere. For it is written: In your endurance gain your souls; and, He who endures to the end, this man shall be saved.
6. Οἶδεν ὁ Θεὸς τῶν προσευχομένων τὴν καρδίαν. Τί οὖν, φησὶ, τῆς ἡμῶν χρείαν ἔχει αἰτήσεως ὁ Θεός; Οὐκ οἶδεν ὧν χρείαν ἔχομεν; Τίς οὖν χρεία αἰτήσεως; Οἶδε μὲν ὁ Θεὸς ὧν χρήζομεν, καὶ πάντα τὰ σωματικὰ πλουσίως ἡμῖν παρέχει εἰς ἀπόλαυσιν, καὶ ἀγαθὸς ὑπάρχων, βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς
6. God knows the heart of those who pray. Why then, someone says, does God have need of our asking? Does He not know the things of which we have need? What need, then, is there of asking? God indeed knows the things of which we stand in need, and richly supplies us with all bodily things for enjoyment, and being good, He rains upon the righteous and the unrighteous, and makes His sun rise upon the wicked
Notes, col. 1336

On the reading

Printed και, for καὶ.

Printed δίοτι, for διότι.

PG 31:1337Read from the page
καὶ ἀγαθοὺς, καὶ πρὸ τοῦ αἰτῆσαι ἡμᾶς· τὴν δὲ πίστιν, καὶ τὰ κατορθώματα τῆς ἀρετῆς, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ αἰτήσῃς μετὰ καμάτου καὶ παραμονῆς πολλῆς, οὐ λαμβάνεις. Δεῖ γὰρ πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀληθείας ἐν πίστει καὶ ὑπομονῇ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα· ἐν μηδενὶ κρινόμενον ὑπὸ τοῦ ἰδίου συνειδότος, ὡς ἢ ἀμελῶς ἢ ῥᾳθύμως αἰτοῦντος, καὶ τότε λαβεῖν, ὅτε θέλει ὁ Κύριος. Κρεῖσσον γάρ σου οἶδε τὰ συμφέροντά σοι. Καὶ ἴσως διὰ τοῦτο ἀναβάλλεται διδόναι, τὴν πρὸς αὐτὸν προσεδρίαν σου σοφιζόμενος· καὶ ἵνα γνῷς, τί ἐστι δῶρον Θεοῦ, καὶ φυλάξῃς τὸ δοθὲν μετὰ φόβου. Πᾶν γὰρ ὃ μετὰ πολλοῦ καμάτου τις κτᾶται, σπουδάζει τοῦτο φυλάττειν, ἵνα μὴ, ἀπολέσας αὐτὸ, ἀπολέσῃ καὶ τὸν πολὺν αὐτοῦ κάματον, καὶ τὴν χάριν τοῦ Θεοῦ ἀθετήσας, ἀνάξιος γένηται τῆς αἰωνίου ζωῆς. Τί γὰρ ὠφέλησε τὸν Σολομῶντα ταχέως λαβόντα τὴν χάριν τῆς σοφίας, καὶ ἀπολέσαντα αὐτήν;
and the good, even before we ask; whereas faith, and the achievements of virtue, and the kingdom of heaven, unless you ask with much toil and perseverance, you do not receive. For one must first long for them, and having longed for them seek in truth, in faith and endurance contributing everything that lies with oneself, judged in nothing by one's own conscience as asking either negligently or slothfully, and then receive when the Lord wills. For He knows better than you the things profitable to you. And perhaps on this account He delays giving, contriving your assiduous attendance upon Him; and so that you may know what the gift of God is, and guard with fear what has been given. For everything that someone acquires with much toil, he takes earnest care to guard, lest, having lost it, he lose also his great toil, and having set at naught the grace of God, become unworthy of eternal life. For what did it profit Solomon to have swiftly received the grace of wisdom, and to have lost it?
7. Μὴ οὖν ὀλιγοψύχει, εἰ μὴ λάβῃς ταχέως τὸ α⟨ἴ⟩τημα. Εἰ γὰρ ᾔδει ὁ ἀγαθὸς Δεσπότης, ὅτι, ταχέως λαμβάνων τὴν χάριν, οὐκ ἀπολεῖς αὐτὴν, ἕτοιμος ἦν καὶ πρὸ τοῦ αἰτῆσαί σε αὐτὴν παρασχεῖν. Νῦν δὲ κηδόμενός σου τοῦτο ποιεῖ. Εἰ γὰρ ὁ λαβὼν τὸ τάλαντον, καὶ σῶον αὐτὸ φυλάξας, διότι μὴ ἐπραγματεύσατο αὐτὸ, κατεκρίθη· πόσῳ μᾶλλον κατακριθήσεται ὁ ἀπολέσας αὐτό; Ταῦτα οὖν εἰδότες, εἴτε ταχύτερον εἴτε βραδύτερον λάβωμεν, μείνωμεν εὐχαριστοῦντες τῷ Κυρίῳ· ὅτι πάντα ὅσα ποιεῖ ὁ Δεσπότης, ὑπὲρ τῆς ἡμῶν σωτηρίας οἰκονομεῖ· μόνον ἡμεῖς μὴ ὀλιγοψυχήσαντες παυσώμεθα τῆς αἰτήσεως. Διὰ γὰρ τοῦτο τὴν παραβολὴν εἶπεν ὁ Κύριος περὶ τῆς χήρας, ἣ διὰ τῆς παραμονῆς αὐτῆς ἐπέκαμψε τὸν ἄνομον κριτὴν, ἵνα καὶ ἡμεῖς διὰ τῆς παραμονῆς λαμβάνωμεν τὰ αἰτήματα ἡμῶν. Ἔνθεν γὰρ καὶ ἡ πίστις ἡμῶν καὶ ἡ ἀγάπη ἡ πρὸς τὸν Θεὸν δείκνυται, ὅταν, καὶ μὴ λαμβάνοντες ταχὺ, μένωμεν εὐχαριστοῦντες αὐτῷ. Εὐχαριστήσωμεν οὖν αὐτῷ διαπαντὸς, ἵνα καταξιωθῶμεν ἐπιτυχεῖν τῶν αἰωνίων αὐτοῦ ἀγα⟨θ⟩ῶν· ὅτι αὐτῷ πρέπει ἡ δόξα εις τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7. Do not, therefore, be faint-hearted if you do not swiftly receive your request. For if the good Master knew that upon swiftly receiving the grace you would not lose it, He was ready even before your asking to grant it to you. But as it is, caring for you He does this. For if he who received the talent and kept it safe was condemned because he did not trade with it, how much more shall he be condemned who has lost it? Knowing these things, therefore, whether we receive sooner or later, let us remain giving thanks to the Lord; because all things whatsoever the Master does, He dispenses for our salvation; only let us not grow faint-hearted and cease from asking. For on this account the Lord spoke the parable concerning the widow who through her perseverance bent the lawless judge, so that we too through perseverance may receive our requests. For hence both our faith and our love towards God are shown, when even though not receiving swiftly, we remain giving thanks to Him. Let us therefore give thanks to Him continually, so that we may be counted worthy to attain His eternal good things; because to Him belongs glory unto the ages of ages. Amen.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Περὶ τῆς τῶν λογισμῶν ἐπιστάσεως, καὶ ὅτι οὐ κακὸν τὸ σῶμα, ὥς τινες ὑπειλήφασιν.
On the governance of thoughts, and that the body is not evil, as some have supposed.
1. Πρῶτον μὲν οὖν κρατητέον ἐκ παντὸς τρό-
1. First, therefore, we must by every means restrain
Notes, col. 1337

On the reading

Printed εις, for εἰς.

PG 31:1340Read from the page
που τὸν λογισμὸν, νηφάλιον ἐφιστῶντας τὴν τῆς διανοίας ἐπισκοπὴν, ὡς ἂν μὴ συγχωρεῖν τῇ ψυχῇ ταῖς ἀπερισκέπτοις ὁρμαῖς ῥᾳδίως πρὸς τὰς τοῦ σώματος ἀνθολκὰς ἐνδιδόναι. Βλέψις μὲν γὰρ τοῦ σώματος ὁ ὀφθαλμὸς, ὅρασις δὲ τῆς ψυχῆς ὁ συμφυὴς αὐτῇ νοῦς· ἀλλ' οὐχ ὡς ἕτερον ἐν ἑτέρῳ, ἀλλὰ ταὐτὸν ψυχή τε καὶ νοῦς· δύναμις ὑπάρχων φυσική τις καὶ οὐκ ἐπείσακτος τοῦ λογιστικοῦ τῆς ψυχῆς. Ἡνίκα μὲν γὰρ ἡ ψυχὴ, τὸ ἑαυτῆς ἀνακινοῦσα νοερὸν, το φυσικῶς ἐγκατεσπαρμένον αὐτῇ παρὰ τῆς πεποιηκυίας αὐτὴν ἁγίας Τριάδος, βουλεύεται τὰ δέοντά τε καὶ προσήκοντα, τηνικαῦτα διαφεύγει τὰς τοῦ σώματος ἐπηρείας· τάς τε ἀτάκτους αὐτοῦ κινήσεις προορωμένη καὶ ἐπιστομίζουσα, γαλήνην τε ἄγει τὴν αὐτῇ πρέπουσαν, καὶ ἐν ἀπερικτυπήτῳ σχολῇ ἐν τοῖς κατὰ φύσιν θεωρήμασι γίνεται· τοῦτο μὲν εἰς τὴν ἁγίαν καὶ προσκυνητὴν Τριάδα, κατὰ τὸ ἐνὸν, ἀτενὲς ἐνορῶσα, καὶ ἀναλογιζομένη τὸ τῆς θείας δόξης ἀπρόσιτον διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος, τὸ τῆς μακαριότητος διαυγὲς, τὸ τῆς σοφίας ἀπέραντον, τὸ τῆς ἀταραξίας πεπηγὸς καὶ ἀκύμαντον, τὴν ἀπαθῆ καὶ ἀκίνητον φύσιν. ᾯ γὰρ μηδὲν ἐξ ἀδοκήτου συμπίπτειν δύναιτ' ἂν, οἷα δὴ τεθησαυρισμένῳ τὴν γνῶσιν τῶν τε ὄντων τῶν τε ἐσομένων ἁπάντων, καὶ περιδεδραγμένῳ τῶν ὅλων, καὶ ὑπὸ χεῖρα τὰ σύμπαντα ἔχοντι, καὶ οὐδὲν ἀντιπεσεῖν καὶ ἀντιβλέψαι γοῦν ὅλως δυνάμενον· τούτῳ ἀκόλουθον παρεῖναι γαλήνην καὶ ἀταραξίαν διηνεκῆ. Αἱ γαρ τῶν ἀνελπίστων πραγμάτων αἰφνίδιοι περιστάσεις τὰς ταραχὰς ταῖς τῶν ἀνθρώπων διανοίαις ἐμποιεῖν πεφύκασιν. Ὥστε ᾧ μηδεμία κακία παρενοχλεῖ, πᾶσα δὲ ἀρετὴ καὶ πᾶν ὅ τι καλὸν ἕπεται, οὗτος εὐφραίνοιτο ἂν κατὰ λόγον εὐφροσύνην ἀκίνητόν τε καὶ ἀτελεύτητον. Ἀρετῆς γὰρ καὶ ἀγαθότητος ὀπαδὸς ἡ εὐφροσύνη, καθὼς ὁ Προφήτης φησίν· Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
thought, setting over it the sober watchfulness of the understanding, so as not to allow the soul through inconsiderate impulses to yield lightly to the counter-attractions of the body. For the sight of the body is the eye, whereas the vision of the soul is the mind innate to it; yet not as one thing within another, but soul and mind are the very same thing, being a certain natural and not adventitious faculty of the rational part of the soul. For whenever the soul, stirring up its own intellective power, which was naturally implanted in it by the Holy Trinity Who made it, deliberates upon the things needful and fitting, then it escapes the assaults of the body; and foreseeing and curbing its disorderly movements, it enjoys the calm befitting it, and in unruffled leisure engages in the contemplations that accord with nature: on the one hand gazing intently, so far as is possible, upon the holy and adorable Trinity, and pondering the unapproachableness of the divine glory by reason of the surpassingness of its splendour, the translucence of its blessedness, the boundlessness of its wisdom, the fixed and waveless character of its untroubledness, its impassible and unmoved nature. For to Whom nothing could befall unexpectedly, inasmuch as He has treasured up the knowledge of all things both existing and to come, and grasps the universe around, and holds all things beneath His hand, with nothing able to oppose or even look against Him at all: to Him it naturally belongs that perpetual calm and untroubledness be present. For sudden crises of unlooked-for events are by nature wont to produce disturbances in human understandings. Consequently, he whom no evil troubles, and whom every virtue and whatsoever is noble attends, would with reason rejoice with an unmoved and endless gladness. For gladness is the attendant of virtue and goodness, just as the Prophet says: The Lord shall rejoice in His works.
2. Ψυχὴ τοίνυν ἡ τὸ νοερὸν αὐτῆς ἐν νήψει καὶ ταῖς προσηκούσαις ἐνεργείαις διαφυλάττουσα ἔν τε τοῖς προειρημένοις θεωρήμασι καταστήσεται, καὶ τὸ ἑαυτῆς ἦθος πρὸς τὸ ὀρθὸν καὶ δίκαιον, κόσμιόν τε καὶ εἰρηνικὸν ἐξασκήσει. Ἡνίκα δ' ἂν τοῦ διανοεῖσθαι καὶ ἐντρανίζειν τοῖς καθήκουσι θεωρήμασιν ἀπολήξῃ, τηνικαῦτα, ὥσπερ σκύλακες ἄτακτοι καὶ θρασεῖς τὸν ἐπιστάτην ἀποβαλόντες, διαναστάντα τὰ τοῦ σώματος πάθη, πολλὰ καθυλακτεῖ τῆς ψυχῆς· καὶ ποικίλως αὐτὴν διασπᾷν ἐπιχειρεῖ ἕκαστον τῶν παθῶν, τὴν ζωτικὴν αὐτῆς δύναμιν πρὸς ἑαυτὸ μεριζόμενον. Διττὴν γὰρ εἶναι τῆς ψυχῆς ἔγωγε οἶμαι τὴν δύναμιν, μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης· τὴν μέν τινα τοῦ σώματος ξωτικὴν, τὴν δὲ ἑτέραν τῶν
2. A soul, therefore, that preserves its intellective power in sobriety and fitting activities will establish itself in the aforesaid contemplations, and will train its own character towards what is upright and righteous, orderly and peaceful. But whenever it ceases from exercising thought and gazing clearly upon fitting contemplations, then, like unruly and bold hounds that have cast off their master, the passions of the body rise up and bark much against the soul; and each of the passions attempts in manifold ways to tear it apart, partitioning its vital faculty towards itself. For I myself suppose the faculty of the soul, though it is one and the same, to be twofold: the one a vital faculty of the body, and the other of the
Notes, col. 1340

On the reading

Printed το, for τὸ.

Printed γαρ, for γὰρ.

Printed ξωτικὴν, for ζωτικὴν.

PG 31:1341Read from the page
ὄντων θεωρητικὴν, ἣν δη καὶ λογιστικὴν ὀνομάζομεν. Ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν, ἐπεὶ συγκέκραται τῷ σώματι ἡ ψυχὴ, φυσικῶς διὰ τὴν σύγκρασιν, καὶ οὐκ ἐκ προαιρέσεως χορηγεῖ· ὥσπερ γὰρ ἥλιον οὐχ οἷόν τε ἐπιλάμψαντα μὴ φωτίσαι τοῦτο, καθ' οὗ τὰς αὐγὰς ἤνεγκεν· οὕτω ψυχὴν ἀμήχανον μὴ ζωοποιεῖν σῶμα, ᾧ ἂν ἐγγένηται· ἡ δὲ θεωρητικὴ δύναμις ἐν προαιρέσει ἔχει τὴν κίνησιν. Ἂν μὲν οὖν διὰ παντὸς τὸ θεωρητικόν τε καὶ λογιστικὸν ἑαυτῆς ἐγρηγορέναι παρασκευάζῃ, καθὼς ὁ Προφήτης φησί· Μηδὲ νυστάξῃ ὁ φυλάσσων σε· διπλῇ κατευνάζει τὰ πάθη τοῦ σώματος, τῇ τε περὶ τῶν κρειττόνων καὶ προσφυῶν θεωρίᾳ ᾗ ἀπασχολεῖται, καὶ τῇ ἀταραξίᾳ τοῦ σώματος ἐπισκοποῦσα, σωφρονίζει ταῦτα καὶ καταστέλλει· ἂν δὲ, τὴν ἀργίαν ἀσπασαμένη, τὸ θεωρητικὸν ἀκίνητον ἔχῃ, σχολαῖον τὸ ζωτικὸν τὰ πάθη τοῦ σώματος εὑρόντα, καὶ μερισάμενα, μηδενὸς ἐπιστατοῦντος καὶ ἀνακόπτοντος, ἐπὶ τὰς οἰκείας ὁρμάς τε καὶ ἐνεργείας τὴν ψυχὴν συγκαθείλκυσαν. Ὥστε εἶναι τὰ πάθη τοῦ σώματος βίαια μὲν, ἀργοῦντος τοῦ ἐν ἡμῖν λόγου· εὐπειθῆ δὲ, τούτου τάττοντος καὶ διέποντος. Οὐ μεμπτὸν τοίνυν τὸ σῶμα τοῖς ὀρθῶς περὶ αὐτοῦ γινώσκειν ἐθέλουσι. Πρέπει γὰρ τῇ τῆς συμβουλῆς ἐκθέσει καὶ τὰς κακοδοξίας τῶν πονηρῶς ὑπειληφότων περὶ τοῦ σώματος ἀναιρεῖν. Ὥσπερ γὰρ, ἀγαπητὲ, καλὸν ὁ ἵππος, καὶ ὅσῳπερ ἂν τὴν φύσιν ὀξύτερος καὶ θερμότερος ᾖ, τοσούτῳ ἀμείνων· δεῖται δὲ τοῦ ἡνιοχήσοντός τε καὶ κυβερνήσοντος, οἷα δὴ λογισμῶν ἄμοιρος ὤν. Ἐπιβάντος δὲ τοῦ ἡνιόχου, αὐτὸς μὲν τῇ φύσει χρῆσθαι πειοάσεται.
things that are contemplative, which indeed we also call rational. Now the vital faculty, since the soul is blended with the body, it supplies naturally through that blending, and not out of deliberate choice; for just as it is impossible for the sun, once it has shone forth, not to illumine that upon which it has cast its rays, so it is impossible for a soul not to quicken a body in whichsoever it comes to be; whereas the contemplative faculty has its motion in deliberate choice. If, therefore, it continually makes its contemplative and rational part keep watch, just as the Prophet says: Neither let him who guards you slumber, in a twofold way it lulls to sleep the passions of the body, both by the contemplation concerning higher and congenial things with which it is occupied, and by watching over the untroubledness of the body, it chastens these and checks them; whereas if, having embraced idleness, it keeps its contemplative part unmoved, the passions of the body, finding the vital part unoccupied and dividing it up among themselves, with no one governing and holding them back, drag the soul down together with them unto their own impulses and activities. Consequently, the passions of the body are violent when the reason within us is idle, but obedient when this orders and directs them. The body, therefore, is not blameworthy to those who are willing to judge rightly concerning it. For it befits the exposition of our counsel also to refute the false opinions of those who have held evil suppositions concerning the body. For just as, beloved, a horse is a good thing, and the swifter and more spirited it may be by nature, so much the better it is, yet it stands in need of one who will drive and steer it, inasmuch as it is devoid of reasoning; and once the charioteer has mounted, it for its part will endeavour to use its nature.
3. Ἐὰν μεν οὖν ὁ ἡνίοχος τὰς ὁρμὰς τοῦ ὑποζυγίου δεόντως οἰκονομήσῃ, ἑαυτῷ τε πρὸς τὸ συμφέρον ἐχρήσατο, καὶ τοῦ σκοποῦ τοῦ προκειμένου τετύχηκε, καὶ αὐτὸς δὲ σέσωσται, καὶ τὸ ὑποζύγιον ὤφθη τὴν χρῆσιν ἄριστον· ἐπειδὰν δὲ ὁ ἡνίοχος κακῶς ἀγάγῃ τὸν πῶλον, ὅ τε πῶλος πολλάκις παρετράπη τῆς λεωφόρου, καὶ εἰς ἀνοδίαν ἐξέπεσε· κατενεχθεὶς δὲ καὶ αὐτὸν ἔστιν ὅτε τὸν ἐπιβάτην κατήνεγκε, καὶ κίνδυνος ἑκατέρων ἡ τοῦ ἡνιόχου ῥᾳθυμία γίνεται. Οὕτω καὶ ἐπὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑπολάμβανε. Τὸ μὲν γὰρ σῶμα τὰς φυσικὰς ὁρμὰς ἔλαβεν οὐκ ἀτόπους, ἀλλὰ πρός τι πάντως καλὰς καὶ χρησίμους· λογισμοῦ δὲ τοῦτο ἄμοιρον
3. If, therefore, the charioteer manages the impulses of the beast of burden as is needful, he both makes use of it profitably for himself and attains the goal set before him, and he himself is kept safe while the beast of burden proves excellent in use; whereas whenever the charioteer leads the colt badly, oftentimes the colt turns aside from the highway and plunges out into trackless ground, and rushing headlong brings down at times even the rider himself, and the slothfulness of the charioteer becomes a danger to both. Suppose thus concerning the soul and the body also. For the body received its natural impulses not amiss, but altogether good and useful towards some purpose; yet devoid of reasoning it
Notes, col. 1341

On the reading

Printed δη, for δὴ.

Printed πειοάσεται, for πειράσεται.

Printed μεν, for μὲν.

PG 31:1344Read from the page
ὑπάρχει, ἵνα τιμηθείη τοῖς τοῦ λόγου προτερήμασιν ἡ ψυχή. Ἐὰν μὲν γὰρ αὐτὴ τὰς τοῦ σώματος ὁρμὰς δεόντως οἰκονομῇ, αὐτό τε περιεσώσατο, καὶ αὐτὴ ἔξω κινδύνων· ἐὰν δὲ τοῦ ἐπιστατικοῦ ἀμελήσῃ, καὶ ὕπνῳ κρατηθεῖσα τῆς ῥᾳθυμίας, παρείη τὴν τοῦ σώματος ἡνιόχησιν, αὐτό τε, οἷα λογισμῶν ἔρημον, τῆς εὐθείας ἐκτρέπεται, καὶ τὴν ψυχὴν τοῖς ἴσοις περιέβαλε πταίσμασιν, οὐκ ἐξ οἰκείας κακίας, ἀλλὰ διὰ τὴν ἐκείνης ὀλιγωρίαν. Εἰ μὲν γὰρ ἦν τὰ πάθη τοῦ σώματος, οἷα μὴ δαμασθῆναι ψυχῇ, εἶχεν ἂν τὰς αἰτίας εὐλόγως τὸ σῶμα· εἰ δὲ πολλοῖς ὑποχείρια γέγονε τοῖς κρατῆσαι ἐσπουδακόσιν, ἀνεύθυνον μὲν τὸ σῶμα τοῖς διαβάλλειν ὡς ἀρχηγὸν κακίας ἐπιχειροῦσι, μεμπτὴ δὲ τῆς ὀλιγωρίας, ἡ τὸ κῦρος ἀνειμένη τοῦ σώματος, οὔτε αὐτὴ φύσει τὸ κακὸν ἐν ἑαυτῇ ἔχουσα, ἀλλὰ τῇ ἀπολείψει τοῦ καλοῦ ἐν τούτῳ καθισταμένη. Κακία γὰο οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπόλειψις ἀρετῆς.
is, so that the soul might be honoured through the prerogatives of reason. For if the soul manages the impulses of the body as is needful, it both preserves the body safe and is itself out of danger; whereas if it neglects its governing office, and overcome by the sleep of slothfulness lets go the driving of the body, the body itself, as being bereft of reasoning, turns aside from the straight path, and involves the soul in the like stumbles, not out of its own wickedness, but through the negligence of that soul. For if the passions of the body were such as could not be tamed by a soul, the body would with good reason bear the blame; but if they have become subject to many who have earnestly striven to master them, the body is blameless against those who attempt to traduce it as the originator of evil, while blameworthy for negligence is she who has slackened her authority over the body, neither having evil in herself by nature, but coming to be in this state through the absence of the good. For evil is nothing other than the absence of virtue.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Ὅτι οὐ δεῖ τὰς τῶν γυναικῶν συντυχίας ἀφυλάκτως ποιεῖσθαι.
That one ought not to engage unguardedly in meetings with women.
1. Περὶ μὲν τῆς ἐπιστάσεως τῶν λογισμῶν, καὶ τῆς ἡνιοχήσεως τῶν τοῦ σώματος παθημάτων, καὶ τῆς εὐρυχωρίας καὶ γαλήνης τοῦ ἔνδον ἀνθρώπου, καὶ τῆς τῶν καθηκόντων αὐτῷ θεωρίας τε καὶ σπουδῆς, ἀρκούντως, ὡς ἐνῆν, προειρήκαμεν. Χρὴ δὲ μὴ μόνον τοῖς λογισμοῖς ἐπιστατεῖν, ἀλλὰ καὶ τούτων τῆς ὁμιλίας, ὡς οἷόν τε, χωρίζεσθαι, μάλιστα ὅσα πλησιάζοντα ἡμῖν εἰς ὑπόμνησίν τε τῶν παθῶν ἡμᾶς ἄγοντα, ταράττει καὶ συγχέει τὸν λογισμὸν, κα πολέμους καὶ ἀγῶνας ἐμποιεῖ τῇ ψυχῇ. Τὸν μὲν γὰρ ἀκουσίως ἡμῖν προσπίπτοντα καταδέχεσθαι πόλεμον ἀναγκαῖον ἂν εἴη· ἑκούσιον δὲ δημιουργεῖν ἑαυτοῖς ἀλογώτατον. Ἐν μὲν γὰρ τῷ προτέρῳ καὶ ἡ ἧττα τυχὸν συγγνώμης τεύξεται, ἀπείη δὲ τῶν κατὰ Χριστὸν ἀθλητῶν· ἐν δὲ τούτῳ τὸ ἁλῶναι, πρὸς τὸ καταγέλαστον εἶναι, καὶ συγγνώμης ἐστέρηται. Χρὴ τοίνυν καὶ τὰς τῶν γυναικῶν ὁμιλίας καὶ συντυχίας ὡς τὰ μάλιστα φεύγειν, εἰ μή τις ἀπαραίτητος ἀνάγκη τὴν συντυχίαν βιάζοιτο. Καὶ ἀνάγκης δὲ καταλαβούσης, ὡς ἀπὸ πυρὸς προσήκει φυλάττεσθαι, καὶ ὀξυτάτας καὶ ταχίστας ἀπαλλαγὰς ποιουμένους. Σκόπησον δὲ τί περὶ τούτου φησὶν ἡ Σοφία· Ἀποδέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει;
1. Concerning the governance of thoughts, and the driving of the passions of the body, and the spaciousness and calm of the inward man, and the contemplation and earnest pursuit of the things fitting for him, we have spoken sufficiently beforehand, so far as was possible. Yet one must not only govern thoughts, but also separate oneself, so far as can be, from association with things, above all whatsoever things by drawing near to us and bringing us to remembrance of the passions trouble and confound our reasoning, and engender wars and contests in the soul. For to accept a war that falls upon us involuntarily may be necessary; whereas to fashion a voluntary one for ourselves is most irrational. For in the former even defeat will perchance obtain pardon, though far be that from the athletes of Christ; whereas in the latter to be captured, besides being ridiculous, is also deprived of pardon. One must therefore flee conversations and meetings with women as much as possible, unless some inescapable necessity compels the meeting. And even if necessity overtakes us, it befits us to guard ourselves as from fire, making our departures sharpest and swiftest. And consider what Wisdom says concerning this: Shall anyone bind fire in his bosom, and not burn up his garments? Or shall anyone walk upon coals of fire, and not burn up his feet?
Notes, col. 1344

On the reading

Printed γὰο, for γὰρ.

Printed κα, for καὶ.

PG 31:1345Read from the page
2. Εἰ δέ τις λέγει, ἐκ τοῦ γυναιξὶ συντυγχάνειν, συνδιαιτᾶσθαί τε ἐπὶ πλέον, μὴ παραβλάπτεσθαι, οὗτος ἢ οὐ μετέσχηκε τῆς τοῦ ἄῤῥενος φύσεως, καὶ ἔστι τι κτῆμα παραδοξότατον, ἐν μεταιχμίῳ τῆς φύσεως ἑκατέρας ἑστὼς (οἷον τοὺς ἀπὸ γεννήσεως εὐνούχους φασὶν, εἴγε κἀκείνοις δοίημεν τὸ πρὸς τὴν θήλειαν ἀπαθὲς καὶ ἀκίνητον· Ἐπιθυμία γὰρ εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν, φησὶν ὁ Σοφός)· ἢ, εἰ μετέσχε, βαπτιζόμενος ὑπὸ τῶν παθῶν, αὐκ αἰσθάνεται, τοὺς μεθύοντας ἢ φρενιτιῶντας μιμούμενος, οἳ, τὰ δεινότατα πεπονθότες, ἔξω πάθους εἶναι νομίζουσι. Συγχωρήσωμεν δὲ τῷ λόγῳ τὸ ἔξω λόγου, τὸ εἶναί τινα μὴ νυττόμενον ὑπὸ τοῦ ἄῤῥενος πάθους. Ἀλλὰ κἂν αὐτὸς μὴ πάσχῃ, οὐκ ἂν καὶ τοὺς ἄλλους εὐκόλως πείσειεν, ὡς οὐ πάσχοι. Τὸ δὲ, μηδενὸς προκειμένου κατορθώματος, τοὺς πολλοὺς σκανδαλίζειν, οἶμαι οὐκ ἀκίνδυνον τῷ ποιοῦντι. Ἔπειτα δὲ ἕτερον ἔστιν ἰδεῖν, ὅτι κἂν ὁ ἀνὴρ μὴ δέχεται λύμην τοῖς λογισμοῖς, ἀλλ' οὐκ ἤδη καὶ περὶ τῆς γυναικὸς ἡμῖν ἀμφισβητήσει, ὡς καὶ αὐτὴ ἔξω τῶν τοῦ σώματος ὑπάρχει παθῶν· ἀλλὰ πολλάκις ἐκείνη, ἀσθενὴς οὖσα τὸν λογισμὸν, καὶ τὸ πάθος ὀξύῤῥοπον ἔχουσα, ἔπαθέ τι ἐπὶ τῷ ἀφυλάκτως ποιησαμένῳ τὰς συντυχίας. Καὶ αὐτὸς μὲν οὐ τέτρωται, ἔτρωσε δὲ πολλάκις, ὡς οὐκ ἐπίσταται. Καὶ ἐν προσποιήσει δῆθεν πνευματικῆς ἀγάπης τὸ γύναιον συνεχῶς πρὸς τὸν ἀσκητὴν ἀφικνούμενον, ἄρχεται δι' ὀφθαλμῶν τῆς ἁμαρτίας ἐμφορηθῆναι, καὶ ἀκολάστοις ὄμμασι τὴν τοῦ πλησίον ἰδέαν ἐπιβόσκεσθαι, καὶ τὴν ἔνδον παρθένον, ἧς μάλιστα ὁ νυμφίος ἐρᾷ, τοῖς ἀκαθάρτοις λογισμοῖς διαφθείρειν. Ὡς ἂν τοίνυν μηδὲν τῶν εἰρημένων συμβαίη, φυλάττεσθαι προσήκει, εἰ μὲν οἷόν τε, καὶ παντελῶς, εἰ δὲ μὴ, τὰς γοῦν συχνὰς καὶ ἐπιτεταμένας ὁμιλίας τῶν γυναικῶν καὶ συντυχίας, οὐχ ὡς μισοῦντας τὸ γένος, ἄπαγε! οὐδὲ ὡς ἀπαρνουμένους τὴν ἐκείνων συγγένειαν, ἀλλὰ καὶ προσισταμένους καὶ ὠφελοῦντας τὰ δυνατὰ, πᾶσαν μὲν κοινωνοῦσαν τῆς ἀνθρωπίνης φύσεως, ἐξαιρέτως δὲ τὰς τοὺς ὑπὲρ τῆς ἁγνείας ἀγῶνας ἀνελομένας, ὡς τὰ ἀδελφὰ ἡμῖν συναθλούσας· τὴν δὲ συντυχίαν φυλαττομένους, ἵνα μὴ πάθους, οὗ παρῃτήμεθα καὶ ᾧ ἀπηγορεύσαμεν, ὑπόμνημα γένηται.
2. Now if someone says that from meeting with women and living in company with them at length he suffers no harm, either this man has had no share in the nature of the male, and is some most paradoxical possession, standing on the borderland between either nature (such as they say those are who are eunuchs from birth, if indeed we should grant even to them impassibility and unmovedness towards the female: For the desire of a eunuch is to deflower a maiden, says the Wise Man); or else, if he has shared in it, being submerged by the passions he does not perceive it, imitating drunkards or frenzied men, who, when they have suffered the most dreadful things, suppose themselves to be outside suffering. Yet let us grant in argument what is beyond reason, that there is someone not pricked by the passion of the male. Still, even if he himself does not suffer it, he would not easily persuade others also that he does not suffer it. And when no virtuous achievement lies in view, to scandalize the many is, I suppose, not without danger to him who does so. Next, there is another thing to see: that even if the man receives no harm in his thoughts, yet he will not straightway dispute with us concerning the woman as well, that she too is outside the passions of the body; rather, oftentimes she, being weak in reasoning and having a passion quick to incline, suffers something over him who unguardedly engaged in the meetings. And he himself indeed has not been wounded, yet oftentimes he has wounded without knowing it. And under a pretence, forsooth, of spiritual love, the weak woman continually coming to the ascetic begins through her eyes to take her fill of sin, and with licentious gaze to feed upon her neighbour's form, and with impure thoughts to corrupt the inward virgin, whom above all the Bridegroom loves. So that none of the things mentioned may happen, therefore, it befits us to guard against conversations and meetings with women, if possible, altogether, and if not, at least frequent and prolonged ones, not as hating their sex, far from it! nor as disowning kinship with them, nay rather standing as protectors and helping so far as lies in our power every woman who shares in human nature, and pre-eminently those who have taken up the contests on behalf of chastity, as contending alongside us in kindred struggles; yet guarding against meeting together, lest it become a reminder of a passion which we have renounced and which we have abjured.
ΚΕΦΑΛΑΙΩΝ Δʹ.
Chapter IV.
Ὅτι δεῖ τῇ δυνάμει τοῦ σώματος μετρεῖν την ἐγκράτειαν· καὶ ὅτι καλὸν καὶ ἔννομον ἡ τοῦ σώματος ἐργασία.
That one must measure continence by the strength of the body; and that bodily labour is a good and lawful thing.
1. Ἀκόλουθον μέντοι καὶ γαστρὸς ἐπικρατεῖν.
1. Now it follows next to hold mastery over the belly as well.
Notes, col. 1345

On the reading

Printed αὐκ, for οὐκ.

Printed ΚΕΦΑΛΑΙΩΝ, for ΚΕΦΑΛΑΙΟΝ.

Printed την, for τὴν.