μίαις, καὶ ἑαυτὸν προδώσει τοῖς ἐχθροῖς, τούτῳ ὁ Θεὸς οὐ συμμαχεῖ, οὐδὲ εἰσακούει· προλαβὼν γὰρ διὰ τῆς ἁμαρτίας ἠλλοτρίωσεν ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ. Ὁ γὰρ θέλων βοηθεῖσθαι ὑπὸ τοῦ Θεοῦ, τὸ πρέπον οὐ προδίδωσιν· ὁ δὲ τὸ πρέπον μὴ προδιδοὺς οὐ προδίδοταί ποτε ὑπὸ τῆς θείας συμμαχίας. Χρὴ τοίνυν ἐν μηδενὶ καταγινώσκεσθαι ὑπὸ τοῦ ἰδίου συνειδότος, καὶ οὕτως τὴν θείαν συμμαχίαν ἐπικαλεῖσθαι· ἐπικαλεῖσθαι δὲ μὴ ῥᾳθύμως, μὴ μετεωριζομένῳ τῷ νῷ ὧδε κἀκεῖσε· ὁ γὰρ τοιοῦτος οὐ μόνον οὐ λήψεται τὸ αἴτημα, ἀλλὰ καὶ μειζόνως παροξυνεῖ τὸν Δεσπότην. Εἰ γὰρ, ἐπὶ ἄρχοντός τις ἑστὼς καὶ διαλεγόμενος, μετὰ πολλοῦ φόβου ἵσταται, ἀμετεώριστον ἔχων καὶ τὸ ἔξωθεν ὄμμα καὶ τὸ τῆς ψυχῆς ἔνδοθεν, μήποτε κινδυνεύσῃ· πόσῳ μᾶλλον ἐπὶ Θεοῦ χρὴ ἑστάναι μετὰ φόβου καὶ τρόμου, ὅλον τὸν νοῦν τεταμένον ἔχοντα πρὸς αὐτὸν μόνον, καὶ ἀλλαχοῦ μηδαμοῦ; Διότι αὐτὸς οὐ μόνον τὸν ἔξωθεν ἄνθρωπον βλέπει, καθὼς οἱ ἄνθρωποι, ἀλλὰ καὶ τὸν ἔνδοθεν καθορᾷ. Ἐὰν τοίνυν οὕτως, ὡς χρὴ, στήκῃς ἐνώπιον τοῦ Θεοῦ, καὶ τὰ παρὰ σεαυτοῦ πάντα εἰσφέρῃς, μὴ ἀποστῇς, ἕως ὅτου λάβῃς τὸ αἴτημά σου· ἐὰν δὲ καταγινώσκῃ ὑπὸ τοῦ συνειδότος σου ὡς καταφρονῶν, καὶ ἐὰν μετεώρως στήκῃς εἰς εὐχὴν, δυνάμενος ἀμετεωρίστως στῆναι, μὴ τολμήσῃς στῆναι ἐνώπιον τοῦ Θεοῦ, ἵνα μὴ γένηται ἡ προσευχή σου εἰς ἁμαρτίαν. Εἰ δὲ, ἐξασθενήσας ὑπὸ τῆς ἁμαρτίας, ἀπερισπάστως οὐ δύνασαι εὔχεσθαι, ὅσον δύνασαι σεαυτὸν βιάζου, καὶ προσκαρτέρει στήκων ἐνώπιον τοῦ Θεοῦ, τὸν νοῦν πρὸς αὐτὸν ἔχων, καὶ ἐπισυνάγων αὐτὸν πρὸς ἑαυτὸν, καὶ ὁ Θεὸς συγγνώμην ποιεῖ, ὅτι οὐκ ἀπὸ καταφρονήσεως, ἀλλὰ ἀπὸ ἀσθενείας οὐκ ἰσχύεις, ὡς χρὴ, στήκειν ἐνώπιον τοῦ Θεοῦ. Ἐὰν οὕτω βιάζῃ ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθὸν, μὴ ἀποστῇς, ἕως ὅτου λάβῃς τὸ αἴτημά σου, ἀλλὰ μακροθύμως κροῦε τὴν θύραν αὐτοῦ, αἰτῶν τὸ αἴτημά σου. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, φησὶ, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Τίνος γὰρ ἄλλου θέλεις τυχεῖν εἰ μὴ μόνης τῆς κατὰ Θεὸν σωτηρίας;
sires, and betrays himself to the enemies, with such a man God does not fight as ally, nor does He hearken to him; for by sinning beforehand he has alienated himself from God. For he who wishes to be helped by God does not betray what is fitting; and he who does not betray what is fitting is never betrayed by the divine alliance. One must therefore in nothing be condemned by one's own conscience, and thus call upon the divine alliance; and call upon it not slothfully, not with the mind wandering distractedly hither and thither; for such a man not only will not receive his request, but will even provoke the Master all the more. For if someone standing before a ruler and conversing stands with great fear, keeping undistracted both his outward eye and the inward eye of his soul, lest ever he incur danger, how much more before God must one stand with fear and trembling, keeping the whole mind stretched attentively towards Him alone, and nowhere else at all? Because He Himself not only sees the outward man, as men do, but also beholds the inward man. If, therefore, you stand before God thus, as is fitting, and contribute everything that lies with yourself, do not desist until you receive your request; whereas if you are condemned by your conscience as despising Him, and if you stand distractedly at prayer when able to stand without distraction, do not dare to stand before God, lest your prayer turn into sin. But if, having been weakened by sin, you are unable to pray without distraction, force yourself as much as you are able, and persevere in standing before God, holding your mind towards Him, and gathering it back to itself, and God grants pardon, because it is not out of contempt, but out of weakness that you lack strength to stand before God as is fitting. If you thus force yourself unto every good work, do not desist until you receive your request, but patiently knock at His door, asking for your request. For everyone who asks receives, He says, and he who seeks finds, and to him who knocks it shall be opened. For what else do you wish to attain if not salvation according to God alone?
5. Θέλεις μαθεῖν, ἀγαπητὲ, πῶς ἐμακροθύμουν οἱ ἅγιοι, καὶ οὐκ ἀπεγίνωσκον; Τὸν Ἀβραὰμ ὁ Θεὸς νεώτερον ἐκάλεσε, καὶ ἐκ τῆς Ἀσσυρίων γῆς μετέθηκεν αὐτὸν εἰς την Παλαιστίνην, φήσας αὐτῷ· Σοὶ δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου μετὰ σέ· καὶ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως ἔσται τὸ σπέρμα σου, ὃ οὐκ ἐξαριθμηθήσεται. Καὶ παρῆλθε πολὺς ἐτῶν ἀριθμ⟨ὸ⟩ς, καὶ ἐνεκρώθη μὲν αὐτοῦ ἡ φύσις, ἐν προθύροις δὲ ἡ τελευτὴ, καὶ οὐκ εἶπεν, ὅτι, Κύριε, ἀεί μοι παῖδας ἐπαγγέλλῃ, καὶ πατέρα με ἔσεσθαι πάντων τῶν ἐθνῶν προλέγεις. Νεκρά
5. Do you wish to learn, beloved, how the saints showed patience, and did not despair? God called Abraham when relatively young, and transferred him out of the land of the Assyrians into Palestine, saying to him: To you I will give this land, and to your seed after you; and as the stars of heaven, so shall your seed be, which shall not be numbered out. And a great number of years passed by, and his nature had become deadened, while death stood at the threshold, and he did not say: Lord, Thou ever promisest me children, and foretellest that I shall be father of all the nations. Dead