ἀποκρίσεως. Πρῶτον μὲν, ὅτι ἀταξίας ἔμφασιν φανερῶς δίδωσιν ἐν τῷ παρὰ πάντων λέγεσθαί τι, τοῦ Ἀποστόλου λέγοντος· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· καὶ τοῦ αὐτοῦ ἐν τοῖς μερισμοῖς τῶν χαρισμάτων, ἴδιον ἑκάστου τῶν λαλούντων τὸ τάγμα τάξαντος, ἐν τῷ εἰπεῖν· Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ ἐν τῷ ὑποδείγματι τῶν μελῶν τοῦ σώματος σαφῶς μὲν παριστῶντος ἐν μέρει εἶναι τὸ μέρος τοῦ λαλοῦντος, ἀκριβέστερον δὲ διευκρινοῦντος ἐν τῷ εἰπεῖν· Εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, καὶ τὰ λοιπά· ὡς δῆλον ἐκ τούτων εἶναι μὴ πάντα πᾶσιν ἐπιτετράφθαι, ἕκαστον δὲ ἰδίᾳ κλήσει μένειν, καὶ κατορθοῦν ἐπιμελέστερον τὸ ὑπὸ τοῦ Κυρίου πιστευθέν. Δεῖ τοίνυν τὸν μὲν προεστῶτα τοῦ κοινοῦ, καὶ διατασσόμενον τοῖς πᾶσι, μετὰ πολλῆς δοκιμασίας ἐγχειρισθῆναι τὴν φροντίδα ταύτην, καὶ ἑκάστῳ κατὰ τὸ πρέπον ἐπαγρυπνεῖν τῇ μερίμνῃ, ὅπως εὐαρέστως τῷ Θεῷ, καὶ ἐστοχασμένως τῆς ἑκάστου ἐπιτηδειότητός τε καὶ δυνάμεως πρὸς τὸ κοινῇ συμφέρον διατάσσηται, καὶ ἐπιτάσσῃ· τοὺς δὲ ὑπηκόους, τῆς εὐταξίας φυλαττομένης, καὶ τῆς ὑπακοῆς τὸ ἴδιον μέτρον γνωριζούσης, μεμνῆσθαι τοῦ Κυρίου λέγοντος· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει· κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ προειπόντος, Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος· μετὰ δὲ τὰ ἐπισυμβαίνοντα ἐπαγαγόντος· Ἀφίστασο ἀπὸ τῶν τοιούτων· καὶ πάλιν ἀλλαχοῦ· Προφητείας μὴ ἐξουθενεῖτέ· πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Ὥστε εἰ μέν τί ἐστι κατ' ἐντολὴν τοῦ Κυρίου λεγόμενον, ἢ πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου κατευθυνόμενον, κἂν θανάτου ἀπειλὴν ἔχῃ, ὑπακούειν χρή· εἰ δέ τι παρ' ἐντολήν ἐστιν, ἢ τὴν ἐντολὴν παραβλάπτει, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἤ τις τῶν ἀποστόλων ἐπιτάσσῃ, κἂν ζωῆς ἐπαγγελίαν ἔχῃ, κἂν θανάτου ἀπειλὴν, οὐδαμῶς ἀνέχεσθαι χρὴ, τοῦ Ἀποστόλου εἰπόντος· Κἂν ἡμεῖς αὐτοὶ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
answer. First, because it openly gives an appearance of disorder when something is said by everyone, since the Apostle says: Let two or three prophets speak, and let the others discern; and since in the distributions of the gifts of grace he himself has arranged the proper rank of each of those who speak, in saying: To each according as God has apportioned a measure of faith; and in the illustration of the members of the body, while clearly presenting that the part of the speaker is in part, he distinguishes it still more accurately in saying: Whether he that teaches, in teaching; or he that exhorts, in exhortation, and the rest; so that from these things it is plain that not all things have been entrusted to all, but that each is to remain in his own calling, and accomplish more diligently what has been entrusted to him by the Lord. He therefore who presides over the community, and gives directions to all, must after much testing be entrusted with this care, and watch with solicitude over each as is fitting, so that in a manner well-pleasing to God, and with due regard for the fitness and strength of each towards the common benefit, he may direct and enjoin; while those under obedience, as good order is preserved and obedience recognizes its own measure, must remember the Lord Who says: My sheep hear my voice, and I know them, and they follow me; and I give them eternal life; and Who said beforehand, Yet a stranger they will by no means follow, but will flee from him, because they do not know the voice of strangers; and the Apostle saying, If anyone teaches another doctrine, and does not assent to healthy words, those of our Lord Jesus Christ, and to the teaching that accords with godliness, he is puffed up, knowing nothing; and after the things that ensue, adding: Withdraw from such men; and again elsewhere: Do not despise prophecies; test all things; hold fast what is good; abstain from every form of evil. Consequently, if indeed anything is said according to the commandment of the Lord, or directed towards the commandment of the Lord, even if it carries a threat of death, one ought to obey; whereas if anything is contrary to the commandment, or impairs the commandment, even if an angel out of heaven, or one of the apostles should enjoin it, even if it carries a promise of life, even if a threat of death, one ought in no way to endure it, since the Apostle said: Even if we ourselves, or an angel out of heaven should preach a gospel to you contrary to what we preached to you, let him be anathema.