Migne Reading Room

PG 31 · cols. 1292–1301 · Read from the page

Rules treated more briefly

Rules treated more briefly

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1292Read from the page
γοντος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ γὰρ, κατὰ τὴν ἀλήθειαν τοῦ λόγου, ἡ ψυχὴ κρείττων ἐστὶ τοῦ σώματος, ὁρῶμεν δὲ, ὅτι ἐπὶ τοῦ σώματος πᾶσαν μὲν ῥυπαρίαν σικχαινόμεθα καὶ βδελυσσόμεθα· παντὸς δὲ σπαραγμοῦ καὶ πάσης ἐπιβουλῆς θεωρία συντριμμὸν καὶ λύπην ἐργάζεται τῇ καρδίᾳ· πόσῳ μᾶλλον ἀκόλουθον τὰ προειρημένα πάσχειν ἐπὶ τοῖς ἁμαρτάνουσι τὸν φιλόχριστον καὶ φιλάδελφον, ὅταν βλέπῃ τῶν ἁμαρτανόντων, ὥσπερ ὑπὸ θηρίων, τιτρωσκομένην τὴν ψυχὴν, καὶ βιβρωσκομένην, καὶ ὥσπερ ἰχῶρας καὶ σηπεδόνας ἐπιφαίνουσαν; τοῦ μὲν Δαβὶδ εἰπόντος, ὅτι Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους· ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην· τοῦ δὲ Ἀποστόλου λέγοντος· Κέντρον τοῦ θανάτου ἡ ἁμαρτία
saying: Who is weak, and I am not weak? who is scandalized, and I do not burn? For if, according to the truth of the word, the soul is better than the body, and we see that in the case of the body we loathe and abominate all filthiness, and the sight of every mangling and of every assault works crushing and grief in the heart; how much more fitting is it that he who loves Christ and loves the brethren should suffer the aforesaid things over those who sin, whenever he sees the soul of sinners wounded as if by wild beasts, and devoured, and displaying as it were foul discharge and putrefactions; David on the one hand saying, My lawless deeds went over my head; like a heavy burden they weighed heavily upon me; my bruises stank and rotted because of my folly; I was wretched and bowed down utterly; all the day long I went about downcast; and the Apostle on the other hand saying: The sting of death is sin
ΕΡΩΤΗΣΙΣ ΣϞΖʹ.
Question 297.
Πῶς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρεφειν χρή.
How one ought to turn back from sins.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ζηλώσαντα τὴν διάθεσιν τοῦ Δαβὶδ, πρῶτον μὲν λέγοντος· Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· ἔπειτα δὲ ἐν τῷ διηγεῖσθαι τὸν τρόπον διὰ τοῦ ἕκτου ψαλμοῦ, καὶ δι' ἄλλων δὲ πολυτρόπως· διὰ δὲ τοῦ Ἀποστόλου μανθάνοντα ταῦτα ἃ ἐμαρτύρησε τοῖς Κορινθίοις ὑπὲρ ἀλλοτρίου ἁμαρτήματος, εἰπὼν, ὅτι Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται· καὶ τὰ ἰδιώματα τῆς λύπης ἐπενεγκών· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλ' ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι. Ὥστε ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον ἀναχωρεῖν χρὴ τῆς ἁμαρτίας, καὶ ὑπὲρ τῶν ἁμαρτανόντων ταῦτα πάσχειν, ἀλλὰ καὶ ἀφίστασθαι αὐτῶν τῶν ἁμαρτανόντων· τοῦ μὲν Δαβὶδ καὶ τοῦτο δηλώσαντος ἐν τῷ εἰπεῖν· Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τοῦ δὲ Ἀπο-
By emulating the disposition of David, who first says: My lawlessness I made known, and my sin I did not cover. I said: I will confess against myself my lawlessness to the Lord; and next, in setting forth the manner through the sixth psalm, and through others as well in manifold ways; and through the Apostle learning those things to which he bore witness for the Corinthians over another's sin, saying, Godly grief works repentance unto salvation not to be regretted; and adducing the marks of that grief: For behold, this very thing, your being grieved in a godly manner, how great earnestness it wrought in you; what clearing of yourselves, what indignation, what fear, what longing, what zeal, what avenging. In everything you commended yourselves to be pure in the matter. So from these things it is clear that one ought not only to withdraw from sin, and to suffer these things on behalf of those who sin, but also to stand aloof from those very persons who sin; David on the one hand having shown this too in saying: Depart from me, all you who work lawlessness; and on the other hand the
Notes, col. 1292

On the reading

Printed ἐπιστρεφειν, for ἐπιστρέφειν.

PG 31:1293Read from the page
στόλου παραγγείλαντος τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Apostle having charged not even to eat with such a man.
ΕΡΩΤΗΣΙΣ ΣϞΗʹ.
Question 298.
Εἰ τὰ καλὰ κατ' ἰδίαν ἀρέσκειαν ποιεῖν ὁ Λόγος συγχωρεῖ.
Whether the Word permits doing good things according to one's own liking.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὁ ἑαυτῷ ἀρέσκων ἀνθρώπῳ ἀρέσκει. Ἄνθρωπος γὰρ καὶ αὐτὸς ἕκαστος. Ὥσπερ οὖν Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ, ὃ τὴν ἑαυτοῦ πεποίθησιν δηλοῖ· οἷς ἐπιφέρει, Καὶ ἀπὸ Κυρίου ἀποσταίη ἡ ψυχὴ αὐτοῦ· οὕτω καὶ ὁ ἄλλῳ ἀρέσκων, ἢ κατ' ἰδίαν ἀρέσκειάν τι ποιῶν, τῆς θεοσεβείας ἐκπίπτει, εἰς δὲ ἀνθρωπαρέσκειαν ἐμπίπτει. Ποιοῦσι γὰρ, φησὶν ὁ Κύριος, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Καὶ ὁ Ἀπόστολος δὲ ὁμολογεῖ, ὅτι Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Σφοδροτέρα δὲ ἀπειλὴ φέρεται ἐν τῇ θεοπνεύστῳ Γραφῇ λεγούσῃ, ὅτι Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.
He who pleases himself pleases a man. For each one himself is also a man. Just as, therefore, Cursed is a man who has his hope upon a man, and makes strong the flesh of his arm, which declares reliance upon oneself; to which things it adds, And his soul turns away from the Lord; so also he who pleases another, or does anything according to his own liking, falls away from godliness, and falls into man-pleasing. For they do it, says the Lord, in order to be seen by men. Truly I say to you, they have received their reward in full. And the Apostle also confesses, If I were still pleasing men, I would not be a slave of Christ. And a severer threat is brought forward in the divinely inspired Scripture, which says, God scattered the bones of man-pleasers.
ΕΡΩΤΗΣΙΣ ΣϞΘʹ.
Question 299.
Πῶς πληροφορηθῇ ἡ ψυχὴ ἀποστῆναι τῆς φιλοδοξίας.
How the soul may be assured that it has departed from love of glory.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὅταν ἀνάσχηται τοῦ Κυρίου εἰπόντος· Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· καὶ τοῦ Ἀποστόλου παραγγέλλοντος, ὅτι Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· ἵνα ὁ θεοσεβὴς, μήτε τῆς παρούσης, μήτε τῆς μελλούσης δόξης ἀντιποιούμενος, τὴν δὲ πρὸς Θεὸν ἀγάπην πάντων προτιμήσας, παῤῥησίαν ἔχῃ εἰπεῖν μετὰ τῶν προκειμένων τὸ, Οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· καὶ, ὅτι Ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν.
Whenever it abides by the Lord when He said: Let your light so shine before men, that they may see your good works, and glorify your Father Who is in the heavens; and by the Apostle when he charges, Whether you eat, or drink, or do anything, do all things unto the glory of God; so that the godly man, laying claim neither to present nor to future glory, and preferring love towards God above all things, may have boldness to say along with what precedes, Neither things present, nor things to come shall be able to separate us from the love of God, which is in Christ Jesus our Lord; our Lord Jesus Christ Himself having said: But I do not seek My glory; and, He who speaks from himself seeks his own glory; but he who seeks the glory of Him Who sent Him, this one is true.
ΕΡΩΤΗΣΙΣ Τʹ.
Question 300.
Τίς ὁ τρόπος τῆς ἐπιστροφῆς, ὅτε περὶ ἀοράτου ἐστὶν ὁ λόγος.
What is the manner of turning back, when the discussion concerns what is unseen.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὁ μὲν τρόπος τῆς ἐπιστροφῆς ἐν ἐκείνῳ τῷ ἐρωτήματι δηλοῦται, ἐν τῷ, πῶς ἀπὸ τῶν ἁμαρτημάτων
The manner of turning back is declared in that question, namely, how from sins
PG 31:1296Read from the page
ἐπιστρέφειν χρή· τὸ δὲ περὶ ἀοράτου εἶναι τὸν λόγον, μνημονεύσωμεν τοῦ Κυρίου, ὅτι Οὐδέν ἐστι κρυπτὸν, ὃ οὐ γνωσθήσεται· καὶ, ὅτι Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα.
one ought to turn back; and as to the discussion being about something unseen, let us remember the Lord, that Nothing is hidden which shall not become known; and that Out of the abundance of the heart the mouth speaks.
ΕΡΩΤΗΣΙΣ ΤΑʹ.
Question 301.
Ἐὰν δὲ εἴπῃ, ὅτι Οὐ καταγινώσκει μου τὸ συνειδός.
And if he should say, My conscience does not condemn me.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦτο καὶ ἐπὶ τῶν σωματικῶν παθῶν συμβαίνει. Πολλὰ γάρ ἐστι πάθη, ὧν οὐκ ἐπαισθάνονται οἱ ἀσθενοῦντες· τῇ μέντοιγε τῶν ἰατρῶν σημειώσει πιστεύουσι μᾶλλον, ἢ τῇ ἑαυτῶν ἀναισθησίᾳ προσέχουσιν. Οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς παθῶν, τουτέστιν, ἐπὶ τῶν ἁμαρτημάτων, κἂν ἑαυτοῦ τις μὴ καταγινώσκῃ, μὴ ἐπαισθανόμενος τοῦ ἁμαρτήματος, πιστεύειν μέντοιγε ὀφείλει τοῖς δυναμένοις πλέον ἰδεῖν τὰ ἐκείνου· τοῦτο δειξάντων μὲν τῶν ἁγίων ἀποστόλων, ὅτε, ἐν πληροφορίᾳ ὄντες τῆς ἑαυτῶν εἰλικρινοῦς πρὸς τὸν Κύριον διαθέσεως, καὶ ἀκούσαντες, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με, τῷ λόγῳ τοῦ Κυρίου ἐπίστευσαν μᾶλλον, καὶ διεφέροντο λέγοντες· Μήτι ἐγώ εἰμι, Κύριε; σαφέστερον δὲ ἡμᾶς τοῦ ἁγίου Πέτρου διδάσκοντος, ὃς διαπύρῳ μὲν ταπεινοφροσύνῃ παραιτεῖται τὴν ὑπηρεσίαν τοῦ Δεσπότου καὶ Θεοῦ καὶ διδασκάλου· πληροφορίᾳ δὲ τῆς ἀληθείας τῶν τοῦ Κυρίου ῥημάτων ἀκούσας, ὅτι Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, λέγει· Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας, καὶ τὴν κεφαλήν.
This happens also in bodily ailments. For there are many ailments of which the sick have no perception; yet they trust the diagnosis of the physicians rather than give heed to their own insensibility. So also in the ailments of the soul, that is, in sins, even if someone does not condemn himself, having no perception of the sin, yet he ought to trust those who are able to see his affairs more clearly; as the holy apostles showed this when, though in full assurance of their own sincere disposition towards the Lord, upon hearing, One of you will betray me, they trusted the word of the Lord rather, and were distressed, saying: Surely it is not I, Lord? and as Saint Peter teaches us more clearly still, who in ardent humility declines the service of the Master and God and Teacher; yet in full assurance of the truth of the Lord's words, upon hearing, If I do not wash you, you have no part with me, says: Not my feet only, but also my hands and my head.
ΕΡΩΤΗΣΙΣ ΤΒʹ.
Question 302.
Εἰ χρὴ ἀπὸ τῆς οἰκονομίας διδόναι τοῖς ἐνδεέσι τῶν ἔξωθεν.
Whether one ought to give from the stewardship to the needy among outsiders.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦ Κυρίου εἰπόντος, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, ὅτι Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις· τὰ διατεταγμένα τοῖς ἀνακειμένοις Θεῷ οὐκ ἀναγκαῖον εἰς ἀδιαφόρους παραναλίσκειν. Εἰ δὲ δυνατὸν γενέσθαι τὸ εἰρημένον ὑπὸ τῆς ἐπαινουμένης ἐν πίστει γυναικὸς, ὅτι Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· ἐν τῇ τοῦ οἰκονόμου ἀνακείσθω δοκιμασίᾳ μετὰ κοινῆς τῶν μετ' αὐτὸν προεχόντων γνώμης· ἵνα ἐκ τοῦ περισσεύματος ὁ ἥλιος, καθὼς γέγραπται, ἀνατείλῃ ἐπὶ πονηροὺς καὶ ἀγαθούς.
Since the Lord has said, I was not sent except to the lost sheep of the house of Israel; and, It is not good to take the bread of the children and throw it to the little dogs; it is not necessary to expend amiss upon indiscriminate persons the things appointed for those dedicated to God. Yet if what was said by the woman praised in faith can come to pass, Yes, Lord; for even the little dogs eat of the crumbs that fall from the table of their masters; let it rest with the judgement of the steward together with the common counsel of those who hold precedence after him; so that out of the surplus the sun, even as it is written, may rise upon evil and good.
ΕΡΩΤΗΣΙΣ ΤΓʹ.
Question 303.
Εἰ χρὴ τοῖς παρὰ πάντων λεγομένοις ὑπακούειν ἐν ἀδελφότητι
Whether one ought in the brotherhood to obey the things said by everyone
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τὸ ἐρώτημα τοῦτο πολλὴν δυσχέρειαν ἔχει τῆς
This question involves much difficulty as to the
PG 31:1297Read from the page
ἀποκρίσεως. Πρῶτον μὲν, ὅτι ἀταξίας ἔμφασιν φανερῶς δίδωσιν ἐν τῷ παρὰ πάντων λέγεσθαί τι, τοῦ Ἀποστόλου λέγοντος· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· καὶ τοῦ αὐτοῦ ἐν τοῖς μερισμοῖς τῶν χαρισμάτων, ἴδιον ἑκάστου τῶν λαλούντων τὸ τάγμα τάξαντος, ἐν τῷ εἰπεῖν· Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ ἐν τῷ ὑποδείγματι τῶν μελῶν τοῦ σώματος σαφῶς μὲν παριστῶντος ἐν μέρει εἶναι τὸ μέρος τοῦ λαλοῦντος, ἀκριβέστερον δὲ διευκρινοῦντος ἐν τῷ εἰπεῖν· Εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, καὶ τὰ λοιπά· ὡς δῆλον ἐκ τούτων εἶναι μὴ πάντα πᾶσιν ἐπιτετράφθαι, ἕκαστον δὲ ἰδίᾳ κλήσει μένειν, καὶ κατορθοῦν ἐπιμελέστερον τὸ ὑπὸ τοῦ Κυρίου πιστευθέν. Δεῖ τοίνυν τὸν μὲν προεστῶτα τοῦ κοινοῦ, καὶ διατασσόμενον τοῖς πᾶσι, μετὰ πολλῆς δοκιμασίας ἐγχειρισθῆναι τὴν φροντίδα ταύτην, καὶ ἑκάστῳ κατὰ τὸ πρέπον ἐπαγρυπνεῖν τῇ μερίμνῃ, ὅπως εὐαρέστως τῷ Θεῷ, καὶ ἐστοχασμένως τῆς ἑκάστου ἐπιτηδειότητός τε καὶ δυνάμεως πρὸς τὸ κοινῇ συμφέρον διατάσσηται, καὶ ἐπιτάσσῃ· τοὺς δὲ ὑπηκόους, τῆς εὐταξίας φυλαττομένης, καὶ τῆς ὑπακοῆς τὸ ἴδιον μέτρον γνωριζούσης, μεμνῆσθαι τοῦ Κυρίου λέγοντος· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει· κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ προειπόντος, Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος· μετὰ δὲ τὰ ἐπισυμβαίνοντα ἐπαγαγόντος· Ἀφίστασο ἀπὸ τῶν τοιούτων· καὶ πάλιν ἀλλαχοῦ· Προφητείας μὴ ἐξουθενεῖτέ· πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Ὥστε εἰ μέν τί ἐστι κατ' ἐντολὴν τοῦ Κυρίου λεγόμενον, ἢ πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου κατευθυνόμενον, κἂν θανάτου ἀπειλὴν ἔχῃ, ὑπακούειν χρή· εἰ δέ τι παρ' ἐντολήν ἐστιν, ἢ τὴν ἐντολὴν παραβλάπτει, κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἤ τις τῶν ἀποστόλων ἐπιτάσσῃ, κἂν ζωῆς ἐπαγγελίαν ἔχῃ, κἂν θανάτου ἀπειλὴν, οὐδαμῶς ἀνέχεσθαι χρὴ, τοῦ Ἀποστόλου εἰπόντος· Κἂν ἡμεῖς αὐτοὶ, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
answer. First, because it openly gives an appearance of disorder when something is said by everyone, since the Apostle says: Let two or three prophets speak, and let the others discern; and since in the distributions of the gifts of grace he himself has arranged the proper rank of each of those who speak, in saying: To each according as God has apportioned a measure of faith; and in the illustration of the members of the body, while clearly presenting that the part of the speaker is in part, he distinguishes it still more accurately in saying: Whether he that teaches, in teaching; or he that exhorts, in exhortation, and the rest; so that from these things it is plain that not all things have been entrusted to all, but that each is to remain in his own calling, and accomplish more diligently what has been entrusted to him by the Lord. He therefore who presides over the community, and gives directions to all, must after much testing be entrusted with this care, and watch with solicitude over each as is fitting, so that in a manner well-pleasing to God, and with due regard for the fitness and strength of each towards the common benefit, he may direct and enjoin; while those under obedience, as good order is preserved and obedience recognizes its own measure, must remember the Lord Who says: My sheep hear my voice, and I know them, and they follow me; and I give them eternal life; and Who said beforehand, Yet a stranger they will by no means follow, but will flee from him, because they do not know the voice of strangers; and the Apostle saying, If anyone teaches another doctrine, and does not assent to healthy words, those of our Lord Jesus Christ, and to the teaching that accords with godliness, he is puffed up, knowing nothing; and after the things that ensue, adding: Withdraw from such men; and again elsewhere: Do not despise prophecies; test all things; hold fast what is good; abstain from every form of evil. Consequently, if indeed anything is said according to the commandment of the Lord, or directed towards the commandment of the Lord, even if it carries a threat of death, one ought to obey; whereas if anything is contrary to the commandment, or impairs the commandment, even if an angel out of heaven, or one of the apostles should enjoin it, even if it carries a promise of life, even if a threat of death, one ought in no way to endure it, since the Apostle said: Even if we ourselves, or an angel out of heaven should preach a gospel to you contrary to what we preached to you, let him be anathema.
Notes, col. 1297

On the reading

Printed ἐξουθενεῖτέ, for ἐξουθενεῖτε.

PG 31:1300Read from the page
ΕΡΩΤΗΣΙΣ ΤΔʹ.
Question 304.
Εἰ ὑπὲρ τῶν παραδεδομένων τῇ ἀδελφότητι παρὰ τῶν οἰκείων, θελόντων διδόναι τι, χρὴ δέχεσθαι.
Whether on behalf of those who have been handed over to the brotherhood one ought to accept from their relatives, when they wish to give something.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἡ τούτου φροντὶς καὶ δοκιμασία ἀνῆκε τῷ προεστῶτι. Πλὴν, ὡς κατ' ἐμὴν γνώμην, λογίζομαι ὅτι μᾶλλον ἀπρόσκοπόν ἐστι τοῖς πολλοῖς, καὶ εἰς οἰκοδομὴν τῆς πίστεως ὠφελιμώτερον τὸ ἀπωθεῖσθαι τὰς τοιαύτας χάριτας. Ἐκ γὰρ τῆς ὑποδοχῆς πρῶτον μὲν συμβαίνει καὶ ὀνειδισμὸν κατὰ τοῦ κοινοῦ προενεχθῆναι πολλάκις. Ἔπειτα, ὅτι καὶ ἐπάρσεως παρέχει πρόφασιν τῷ οἰκείῳ τῶν προσενεγκόντων. Πρὸς τούτοις, ὅτι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου περὶ τῶν εἰς τὸ κοινὸν τὰ ἴδια ἐσθιόντων καὶ πινόντων γίνεται τὸ, Καταισχύνετε τοὺς μὴ ἔχοντας, καὶ πολλὰ τοιαῦτα. Τοσούτων δὲ προφάσεων εἰς ἁμαρτίαν ἐπισυμβαινουσῶν, καλόν ἐστι τὸ μὴ δέχεσθαι τὰ τοιαῦτα, ἐπιτρέπειν δὲ τῷ προεστῶτι δοκιμάζειν, καὶ παρὰ τίνων χρὴ ληφθῆναι, καὶ πῶς δεῖ οἰκονομηθῆναι.
The care and judgement of this belongs to him who presides. Nevertheless, according to my own opinion, I reckon that it is freer of offence to the many, and more profitable for the building up of the faith, to decline such favours. For from receiving them, first indeed it happens oftentimes that reproach also is brought forward against the community. Next, because it also furnishes an occasion of elation to the relative of those who brought them. In addition to these things, because according to what was said by the Apostle concerning those who eat and drink their own things in the common assembly there comes to pass that saying, You put to shame those who have nothing, and many such things. When so many occasions for sin supervene, it is good not to accept such things, and to leave it to him who presides to judge both from whom one ought to receive, and how they must be administered.
ΕΡΩΤΗΣΙΣ ΤΕʹ
Question 305
Εἰ δεῖ λαμβάνειν παρὰ τῶν ἔξωθεν ἢ κατα χάριν φιλίας, ἢ ποοκατειλημμένης συγγενείας.
Whether one must receive from outsiders either by reason of friendship or of pre-existing kinship.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦτο τὸ ἐρώτημα τὴν ὁμοίαν δύναμιν ἔχει τῷ ἐρωτήματι, Εἰ παρὰ τῶν οἰκείων χρή τι λαμβάνειν.
This question has the like force to the question, Whether one ought to receive anything from relatives.
ΕΡΩΤΗΣΙΣ ΤϚʹ.
Question 306.
Μετὰ ποίου τρόπου τὸ ἀμετεώριστον κατορθοῦται.
In what manner freedom from distraction is achieved.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἐὰν τὸ τοῦ ἐκλεκτοῦ Δαβὶδ φρόνημά τις ἀναλάβῃ, εἰπόντος, ποτὲ μὲν, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ποτὲ δὲ, ὅτι Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου· ποτὲ δὲ, Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Καὶ ἵνα τῷ ἐλάττονι παραδείγματι σπουδαιότερον τὰ μείζονα κατορθοῦν φροντίσωμεν, ἕκαστος ἑαυτῷ λογιζέσθω, οἷός ἐστιν ἐνώπιον τῶν παρόντων, κἂν ἰσότιμοι τυγχάνωσι· πῶς τὸ ἀκατάγνωστον ἑαυτῷ σπουδάζει κατορθῶσαι, καὶ ἐν στάσει, καὶ ἐν περιπάτῳ, καὶ ἐν κινήματι παντὸς μέλους, καὶ ἐν φθέγματι. Ὥσπερ δὲ τὰ ἀνθρώποις φανερὰ πρὸς ἀνθρώπους φυλάσσειν σπουδάζομεν, οὕτω καὶ πολὺ πλέον, ἐάν τις τὸν Θεὸν πληροφορηθῇ ἔχειν ἐπόπτην, ἐτάζοντα καρδίας καὶ νεφροὺς,
If someone takes up the mind of the chosen David, who said, at one time, I beheld the Lord ever before me, because He is at my right hand, that I may not be shaken; and at another time, My eyes are ever towards the Lord, because He Himself will pluck my feet out of the snare; and at another time, Behold, as the eyes of servants are upon the hands of their masters, as the eyes of a maidservant are upon the hands of her mistress; so our eyes are towards the Lord our God. And so that by the lesser example we may take care more earnestly to achieve the greater things, let each reckon with himself how he bears himself before those present, even if they happen to be equals in honour; how he strives to maintain irreproachableness for himself, both in standing, and in walking, and in the movement of every member, and in utterance. And just as we strive before men to guard the things manifest to men, so also much more, if someone is fully assured that he has God as overseer, Who searches hearts and reins,
Notes, col. 1300

On the reading

Printed κατα, for κατὰ.

Printed ποοκατειλημμένης, for προκατειλημμένης.

PG 31:1301Read from the page
κατὰ τὸ γεγραμμένον, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ πληροῦντα τὴν ἐπαγγελίαν· Οὗ ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ τὸ ἅγιον Πνεῦμα ἐπιστατοῦν, καὶ μερίζον τὰ χαρίσματα, καὶ ἐνεργοῦν· καὶ τοὺς ἀγγέλους παρατηρητὰς ἑκάστου κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν τῷ οὐρανῷ διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· πολυπλασίονα καὶ σφοδρότερον ἀγῶνα ἔχει, ὅπως εὐάρεστον τὴν θεοσέβειαν κατορθώσῃ, καὶ οὕτω τὸ ἀμετεώριστον σφοδρότερον καὶ ἀκριβέστερον βεβαιοῦται. Ἔτι δὲ καὶ ἐὰν σπουδάσῃ πληρῶσαι τὸ, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ· διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· καὶ τὸ, Μελετήσει ἐν τῷ νόμῳ αὐτοῦ ἡμέρας καὶ νυκτὸς, ἵνα τῇ ὁμαλῇ καὶ διηνεκεῖ μελέτῃ καὶ θεωρίᾳ τῶν θελημάτων καὶ τῶν δοξῶν τοῦ Θεοῦ μὴ εὕρῃ ὁ νοῦς καιρὸν μετεωρισμοῦ.
according to what is written, and the only-begotten Son of God fulfilling the promise: Where two or three are gathered together in my name, there am I in the midst of them; and the Holy Spirit presiding, and apportioning the gifts of grace, and working; and the angels as observers of each according to what was said by the Lord: See that you do not despise one of these little ones; for I say to you that their angels in heaven ever behold the face of my Father Who is in heaven; he engages in a manifold and more vehement struggle, so that he may achieve well-pleasing godliness, and thus freedom from distraction is more vehemently and more accurately established. And furthermore, if he also strives to fulfil the saying, I will bless the Lord at every season; His praise shall ever be in my mouth; and the saying, He will meditate in His law day and night, so that through even and unceasing meditation and contemplation of the wills and the glories of God the mind may find no season for distraction.
ΕΡΩΤΗΣΙΣ ΤΖʹ.
Question 307.
Εἰ χρὴ ἐξ ἐφημερίας ἀπάρχεσθαι τῆς ψαλμῳίας, ἢ τῆς προσευχῆς.
Whether one ought by daily turn to begin the psalmody or the prayer.
ΑΠΟΚΡΙΣΙΣ
Answer
Τοῦτο ἐν τῷ πλήθει τῶν ἀξίων φυλαξάτω τὴν εὐταξίαν, ἵνα μήτε εὐτελὲς καὶ ἀδιάφορον τὸ πρᾶγμα νομισθῇ, μήτε μὴν ἡ ὁμαλότης ἐφ' ἑνὸς καὶ δευτέρου προσώπου ὑπερηφανίας τοῦ ἡγουμένου καὶ καταφρονήσεως τῶν λοιπῶν δῶ ὑποψίαν
Let this preserve good order among the multitude of the worthy, so that neither may the matter be thought paltry and indifferent, nor indeed may uniformity in regard to a first and a second person give suspicion of arrogance in the leader and of contempt for the rest
ΕΡΩΤΗΣΙΣ ΤΗʹ.
Question 308.
Εἰ χρὴ ἐν ἀδελφότητι τὸν διδόντα τι ἀμείβεσθαι· καὶ εἰ κατὰ ἀναλογίαν τοῦ δόματος ποιεῖσθαι τὴν ἀντίδοσιν.
Whether in the brotherhood one ought to requite him who gives something; and whether one should make the return in proportion to the gift.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦτο ὅλον τὸ ἐρώτημα ἀνθρώπινον. Εἰ δὲ χρὴ εὐγνωμοσύνης διδόναι ἀπόδειξιν, ἐν τῷ οἰκονομοῦντι ἀποκείσθω ἡ δοκιμασία, καὶ τοῦ λαμβάνειν τὰ διδόμενα, καὶ τοῦ ἀμείβεσθαι τὸν διδόντα.
This whole question is human. Yet if one ought to give proof of gratitude, let the judgement rest with him who administers, both of receiving the things given and of requiting the giver.
ΕΡΩΤΗΣΙΣ ΤΘʹ.
Question 309.
Εἰ τῶν συνήθων καὶ κατὰ φύσιν γινομένων τινὶ, χρὴ τολμᾷν εἰς κοινωνίαν τῶν ἁγίων παρέρχεσθαι.
Whether, when the customary things that happen according to nature befall someone, he ought to venture to approach the communion of the holy mysteries.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Κρείττονα τῆς φύσεως καὶ τῆς συνηθείας ἔδειξεν ὁ Ἀπόστολος εἶναι τὸν ἐν τῷ βαπτισμῷ συνταφέντα Χριστῷ· ποτὲ μὲν εἰπὼν, ἐν τῷ περὶ τοῦ ἐν τῷ ὕδατι βαπτίσματος τόπῳ, μετὰ τὰ προκείμενα· Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
Superior to nature and custom did the Apostle show him to be who in baptism was buried together with Christ; at one time saying, in the passage concerning baptism in water, after what precedes: Knowing this, that our old man was crucified with Him, that the body of sin might be done away with, so that we should no longer be enslaved to sin;
Notes, col. 1301

On the reading

Printed ψαλμῳίας, for ψαλμῳδίας.

Printed δῶ, for δῷ.