Migne Reading Room

PG 31 · cols. 1268–1277 · Read from the page

Rules treated more briefly

Rules treated more briefly

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1268Read from the page
ριος τοὺς ποιοῦντας τὰ θελήματα αὐτοῦ, εἴτε ἀγαθοῦ εἴτε κακοῦ. Εἰ τέκνα γὰρ, φησὶ, τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν· καὶ πάλιν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ὥστε καὶ ἀπειθείας υἱὸς ὁ τὰ τῆς ἀπειθείας ἐργαζόμενος γίνεται. Τάχα δὲ, ὥσπερ οὐχ ἁμαρτωλὸς μόνον, ἀλλὰ καὶ αὐτοαμαρτία ὁ διάβολος ὀνομάζεται, διὰ τὸ ἀρχηγὸς, ὡς οἶμαι, γεγονέναι τῆς ἁμαρτίας· οὕτω καὶ αὐτοαπείθεια λέγοιτο ἂν ὁ διάβολος διὰ τὴν αὐτὴν αἰτίαν. Τέκνον δὲ ὀργῆς ἐστί τις, καθ' ὃ ἄξιον ἑαυτὸν πεποίηκε τῆς ὀργῆς. Ὡς γὰρ τοὺς ἀξίους τοῦ Κυρίου, καὶ τοὺς ποιοῦντας τὰ τοῦ φωτὸς καὶ ἡμέρας ἔργα, υἱοὺς φωτὸς καὶ υἱοὺς ἡμέρας ὁ Ἀπόστολος προσηγόρευσεν· οὕτως ἀκόλουθον νοεῖν καὶ τὸ, Ἦμεν τέκνα ὀργῆς. Εἰδέναι μέντοιγε χρὴ, ὅτι ὁ υἱὸς τῆς ἀπειθείας, ὁ αὐτός ἐστι καὶ τέκνον ὀργῆς, τοῦ Κυρίου ἀποφηναμένου, ὅτι Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.
those who do his wills, whether of a good one or of an evil one. For if you were children of Abraham, He says, you would do the works of Abraham; and again: You are of your father the devil, and you wish to do the desires of your father. So that he too who works the things of disobedience becomes a son of disobedience. And perhaps, just as the devil is named not a sinner only, but also sin itself, through having become, as I suppose, the originator of sin, so also the devil might be called disobedience itself for the same cause. And one is a child of wrath inasmuch as he has made himself worthy of wrath. For as the Apostle addressed those worthy of the Lord, and those who do the works of light and of day, as sons of light and sons of day, so it is consistent to understand also the saying, We were children of wrath. Yet indeed one must know that the son of disobedience is himself also a child of wrath, since the Lord has declared that He who disobeys the Son shall not see life, but the wrath of God shall abide upon him.
ΕΡΩΤΗΣΙΣ ΣΞΘʹ
Question 269
Ἐπειδὴ γέγραπται, «Ποιοῦντες τὰ θεληματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν·» ει ἄλλα μέν ἐστι τὰ τῆς σαρκὸς θελήματα, ἄλλα δὲ τῶν διανοιῶν· καὶ ποῖα ταῦτα.
Since it is written, "Doing the wills of the flesh and of the thoughts": whether the wills of the flesh are one thing, and those of the thoughts another; and what sort these are.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τὰ μὲν τῆς σαρκὸς θελήματα ἐν ἄλλῳ τόπῳ κατὰ μέρος ὀνομαστὶ καταλέγει ὁ Ἀπόστολος, λέγων· Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· καὶ ἀλλαχοῦ περιληπτικώτερον, ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὔτε γὰρ δύναται· τὰ δὲ τῶν διανοιῶν θελήματα λογισμοὶ εἶεν ἂν μὴ μαρτυρούμενοι ὑπὸ τῆς Γραφῆς, οἷοί εἰσιν ἐκεῖνοι, περὶ ὧν εἴρηται· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ νοήματα μὴ αἰχμαλωτιζόμενα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Διόπερ ἀναγκαῖον καὶ ἀσφαλὲς ἀεὶ καὶ πανταχοῦ φυλάσσειν ἐκεῖνο τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· Καὶ ἡ συμβουλία μου τὰ δικαιώματά σου.
The wills of the flesh the Apostle in another place enumerates singly by name, saying: Now the works of the flesh are manifest, which are adultery, fornication, uncleanness, licentiousness, idolatry, sorcery, enmities, strifes, jealousies, outbursts of wrath, factions, dissensions, heresies, envies, murders, drunkenness, carousings, and things like these; and elsewhere more comprehensively, that The mind of the flesh is enmity unto God; for it is not subject to the law of God, neither indeed can it be; whereas the wills of the thoughts would be reasonings not attested by Scripture, such as are those concerning which it has been spoken: Casting down reasonings and every high thing lifted up against the knowledge of God, and thoughts not led captive unto the obedience of Christ. Wherefore it is necessary and safe always and everywhere to keep that saying spoken by David: And my counsel is Thy statutes.
Notes, col. 1268

On the reading

Printed θεληματα, for θελήματα.

Printed ει, for εἰ.

PG 31:1269Read from the page
ΕΡΩΤΗΣΙΣ ΣΟʹ.
Question 270.
Τί ἐστιν, «Ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαποοούμενοι;»
What is, "Perplexed, yet not driven to despair"?
ΑΠΟΚΡΙΣΙΣ,
Answer.
Τὴν πληροφορίαν τῆς ἑαυτοῦ εἰς Θεὸν πεποιθήσεως ἐξ ἀντιπαραθέσεως τοῦ ἀνθρωπίνου φρονήματος δεικνὺς ὁ Ἀπόστολος, ἕκαστον τῶν ἐν τῷ τόπῳ τούτῳ κειμένων οὕτω τίθησιν. Ὡς μὲν γὰρ πρὸς τὸ ἀνθρώπινον φρόνημα, Ἐν παντὶ θλιβόμενοι, φησίν· ὡς δὲ πρὸς τὴν ἐπὶ Θεὸν πεποίθησιν ἐπιφέρει τὸ, Ἀλλ' οὐ στενοχωρούμενοι· πάλιν, ὡς μὲν πρὸς τὸ ἀνθρώπινον φρόνημα, Ἀπορούμενοι· ὡς δὲ πρὸς τὴν ἐπὶ Θεὸν πεποίθησιν, τὸ, Οὐκ ἐξαπορούμενοι· καὶ τὰ λοιπὰ ὁμοίως. Οἷά ἐστι κάκεῖνα τὰ ἀλλαχοῦ αὐτῷ εἰρημένα· Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.
Showing the full assurance of his own confidence towards God by contrast with human thinking, the Apostle sets down in this way each of the expressions standing in this place. For as regards human thinking, In everything afflicted, he says; while as regards confidence in God he subjoins this, Yet not straitened; again, as regards human thinking, Perplexed; while as regards confidence in God, this, Not driven to despair; and the rest similarly. Such too are those things spoken by him elsewhere: As dying, and behold, we live; as poor, yet making many rich; as having nothing, and possessing all things.
ΕΡΩΤΗΣΙΣ ΣΟΑʹ.
Question 271.
Τοῦ Κυρίου λέγοντος, «Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν·» εἰ πάντων, ὅσα ἥμαρτέ τις, διὰ τῆς ἐλεημοσύνης τὸν καθαρισμὸν εὑρίσκει.
When the Lord says, "Nevertheless give for alms the things that are within, and behold, all things are clean to you": whether for all the sins that one has committed one finds cleansing through almsgiving.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Αὐτὴ ἡ ἀκολουθία τῶν προκειμένων σαφηνίζει το εἰρημένον. Προειπὼν γὰρ, ὅτι Καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας, οὕτως ἐπήγαγε· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστι· πάντα ταῦτα δηλονότι ὅσα ἐν τῷ ἁρπάζειν καὶ πλεονεκτεῖν ἁμαρτάνομεν, καὶ πονηρευόμεθα. Παρίστησι δὲ τοῦτο καὶ ὁ Ζακχαῖος εἰπών· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Ὥστε ὅσα τοιαῦτά ἐστιν ἁμαρτήματα, ἅπερ δυνατὸν ἀναλῦσαι, καὶ ὑπὲρ ὧν ἔστιν ἀντιδοῦναι πολυπλάσιον, τούτῳ τῷ τρόπῳ καθαρίζεσθαι· καὶ τούτῳ, φημὶ, τῷ τρόπῳ, οὐκ αὐτῷ καθ' ἑαυτὸν ἀρκοῦντι πρὸς τὴν κάθαρσιν, χρήζοντι δὲ προηγουμένως τοῦ ἐλέους τοῦ Θεοῦ, καὶ τοῦ αἵματος τοῦ Χριστοῦ· ἐν ᾧ καὶ τῶν ἄλλων ἁπάντων ἔχομεν τὴν ἀπολύτρωσιν, ποιοῦντες ἐφ' ἑκάστῳ τοὺς ἀξίους καρποὺς τῆς μετανοίας.
The very sequence of what precedes makes plain what has been said. For having first said, You cleanse the outside of the cup and of the dish, but your inside is full of rapine and wickedness, He thus added: Nevertheless give for alms the things that are within, and behold, all things are clean to you; namely all these things wherein in seizing and overreaching we sin and act wickedly. And Zacchaeus too sets this forth, saying: Behold, the half of my possessions I give to the poor; and if I have defrauded anyone of anything, I restore fourfold. So that as many sins as are of such a kind that it is possible to undo them, and on behalf of which it is possible to repay manifold, are cleansed in this manner; and in this manner, I say, not as sufficing of itself by itself towards cleansing, but as needing primarily the mercy of God and the blood of Christ, in Whom we have redemption from all other sins as well, producing upon each the worthy fruits of repentance.
ΕΡΩΤΗΣΙΣ ΣΟΒʹ
Question 272
Ἐπειδὴ πρόσταγμά ἐστι τοῦ Κυρίου μὴ μεριμνᾷν περὶ τῆς αὔριον, πῶς ὑγιῶς τὸ πρόσταγμα νοήσομεν; Ὁρῶμεν γὰρ, ὅτι πολλὴν ἔχομεν σπουδὴν τῶν πρὸς τὴν χρείαν ἕνεκεν, ὥστε παραθέσθαι καὶ τὰ πρὸς πλείονα χρόνον ἀρκέσαι δυνάμενα.
Since it is a command of the Lord not to be anxious for the morrow, how shall we soundly understand the command? For we see that we take great care for the sake of things needed, so as to lay by even things able to suffice for a longer time.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὁ καταδεξάμενος τὴν τοῦ Κυρίου διδασκαλίαν,
He who has accepted the teaching of the Lord,
Notes, col. 1269

On the reading

Printed ἐξαποοούμενοι, for ἐξαπορούμενοι.

Printed ΑΠΟΚΡΙΣΙΣ,, for ΑΠΟΚΡΙΣΙΣ..

Printed κάκεῖνα, for κἀκεῖνα.

Printed το, for τὸ.

PG 31:1272Read from the page
εἰπόντος· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ πληροφορηθεὶς τὴν ἀλήθειαν τῆς αὐτοῦ ἐπαγγελίας, ἐπαγαγόντος· Καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οὐκ ἐν ταῖς βιωτικαῖς μερίμναις ταῖς συμπνιγούσαις τὸν λόγον, καὶ ἄκαρπον ποιούσαις, καταργεῖ τὴν ψυχήν. Ἐν δὲ τῷ καλῷ ἀγῶνι τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἀγωνιζόμενος, πιστεύει τῷ Κυρίῳ εἰπόντι· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ· καὶ οὐδὲν ταύτης ἕνεκεν περιεργάζεται. Ἐργάζεται δὲ καὶ μεριμνᾷ οὐχὶ δι' ἑαυτὸν, ἀλλὰ διὰ τὴν ἐντολὴν τοῦ Χριστοῦ, καθὼς ὑπέδειξε καὶ ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τὸ μὲν γὰρ δι' ἑαυτὸν μεριμνᾷν φιλαυτίας ἐστὶν ἔγκλημα· τὸ δὲ διὰ τὴν ἐντολὴν μεριμνᾷν καὶ ἐργάζεσθαι φιλοχρίστου καὶ φιλαδέλφου διαθέσεώς ἐστιν ἐγκώμιον.
Who said: Seek first the kingdom of God, and His righteousness, and having been fully assured of the truth of His promise when He added: And all these things shall be added to you, does not make his soul idle amidst the cares of life that choke the word and render it unfruitful. Rather, contending in the good contest of pleasing God, he trusts the Lord Who said: The labourer is worthy of his food; and he busies himself needlessly about nothing for the sake of this. Yet he works and takes care not on account of himself, but on account of the commandment of Christ, even as the Apostle showed and taught, saying: In all things I showed you that by so labouring one ought to support the weak. For taking care on account of oneself is an accusation of self-love; whereas taking care and working on account of the commandment is the praise of a Christ-loving and brother-loving disposition.
ΕΡΩΤΗΣΙΣ ΣΟΓʹ.
Question 273.
Τί ἄν τις ποιήσας, βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον;
By doing what does someone blaspheme against the Holy Spirit?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἐκ τῆς τότε βλασφημίας, ἣν ἐβλασφήμησαν οἱ Φαρισαῖοι, ἐφ' οἷς καὶ τὸ κρῖμα τοῦτο ἐτέθη, δῆλόν ἐστιν, ὅτι καὶ νῦν ἐκεῖνος βλασφημεῖ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὃς ἂν τὰς ἐνεργείας καὶ τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος τῷ ἐναντίῳ ἐπιφημίσῃ· ὅπερ πάσχομεν οἱ πολλοὶ, τὸν μὲν σπουδαῖον κενόδοξον πολλάκις ῥιψοκινδύνως ἀποκαλοῦντες, τοῦ δὲ ζῆλον ἀγαθὸν ἐπιδεικνυμένου ὀργὴν καταψευδόμενοι, καὶ ἄλλα τοιαῦτα ἐν ὑπονοίαις πονηραῖς ψευδῶς ἐπιφημίζοντες
From the blasphemy at that time which the Pharisees blasphemed, upon whom also this judgement was laid, it is clear that even now that man blasphemes against the Holy Spirit who attributes the workings and the fruits of the Holy Spirit to the adversary; which very thing most of us suffer, often recklessly calling the earnest man vainglorious, and falsely charging wrath against him who displays good zeal, and in evil suspicions falsely attributing other such things
ΕΡΩΤΗΣΙΣ ΣΟΔʹ.
Question 274.
Πῶς γινεταί τις ἐν τῷ αἰῶνι τούτῳ μωρός;
How does someone become foolish in this age?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἐὰν φοβηθῇ τὸ κρῖμα τοῦ Θεοῦ, λέγοντος· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· καὶ μιμήσηται τὸν εἰπόντα· Κτηνώδης ἐγενήθην παρὰ σοί· καὶ πᾶσαν οἴησιν συνέσεως ἀποβαλὼν, μὴ πρότερόν τι τῶν ἰδίων λογισμῶν ὡς ἀγαθὸν ἐγκρίνῃ, μήτε μὴν λογίσηταί τι τὴν ἀρχὴν, πρὶν ἂν ὑπ' αὐτῆς τοῦ Κυρίου τῆς ἐντολῆς συνεθισθῇ πρὸς τὸ ἀρέσκον τῷ Θεῷ εἴτε ἐν ἔργῳ, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἐνθυμήσει, τοῦ Ἀποστόλου εἰπόντος·
If he fears the judgement of God, Who says: Woe to those who are prudent in themselves, and skilful in their own sight; and imitates him who said: I became beast-like before Thee; and casting off every conceit of understanding, does not first approve any of his own reasonings as good, nor indeed reckon anything at the outset, before he is accustomed by the very commandment of the Lord towards what pleases God, whether in deed, or in word, or in thought, since the Apostle says:
Notes, col. 1272

On the reading

Printed γινεταί, for γίνεταί.

PG 31:1273Read from the page
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· οὐχ ὅτι ἀφ' ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, καθὼς γέγραπται.
And such confidence we have through Christ towards God; not that we are sufficient of ourselves to reckon anything as from ourselves, but our sufficiency is from God, Who teaches man knowledge, even as it is written.
ΕΡΩΤΗΣΙΣ ΣΟΕʹ,
Question 275.
Εἰ δύναται ἐγκοψαι πρόθεσιν ἁγίου ὁ Σατανας, ὅτι γέγραπται· «Ἐγὼ μὲν Παῦλος προεθέμην ἐλθεῖν καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.»
Whether Satan can hinder the purpose of a saint, since it is written: "I Paul indeed purposed to come both once and twice, and Satan hindered us."
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Των εν Κυρίῳ κατορθωμάτων τὰ μὲν προθέσει καὶ κρίσει ψυχῆς ἐκτελεῖται, τὰ δὲ διὰ σώματος ἐνεργεῖται ἢ ἐν σπουδῇ ἢ ἐν ὑπομονῇ. Ὅσα μὲν οὖν ἐν προθέσει τῆς ψυχῆς καὶ κρίσει κεῖται, ταῦτα ἐγκόψαι οὐδενὶ τρόπῳ δυνατόν ἐστι τῷ Σατανᾷ· ἐν δὲ τοῖς διὰ σωματικῆς ἐνεργείας κατορθουμένοις πολλάκις τι καὶ συγχωρεῖ ὁ Θεὸς γενέσθαι ἐμπόδιον, εἰς δοκιμὴν καὶ ἔλεγχον τοῦ ἐμποδιζομένου, ἵνα ἢ μετατιθέμενος τῆς ἀγαθῆς προθέσεως ἐλεγχθῇ, ὡς οἱ ἐπὶ τῆς πέτρας σπαρέντες, οἳ πρὸς ὀλίγον μὲν τὸν λόγον μετὰ χαρᾶς ἐδέξαντο, γενομένης δὲ θλίψεως, εὐθέως ἀπέστησαν· ἢ ἐπιμένων τοῖς καλοῖς ἀποδειχθῇ ἐν σπουδῇ τῶν κατορθωμάτων, ὡς αὐτὸς ὁ Ἀπόστολος, ὃς πολλάκις προθέμενος ἀπελθεῖν πρὸς τοὺς Ῥωμαίους, καὶ κωλυθεὶς, ὡς αὐτὸς ὡμολόγησεν, ὅμως οὐκ ἐπαύσατο θέλων, μέχρις ὅτε καὶ ἐπλήρωσεν ὃ προέθετο· ἐν δὲ ὑπομονῇ, ὡς ὁ Ἰὼβ, ὃς, τοσαῦτα ὑπὸ τοῦ διαβόλου παθὼν, ἀναγκάζοντος φθέγξασθαί τι βλάσφημον, ἢ ἀχαριστῆσαι Θεῷ, καὶ μέχρι τῶν ἐσχάτων συμφορῶν οὐκ ἐξέστη τῆς εὐσεβοῦς κρίσεως, καὶ τοῦ φρονεῖν περὶ Θεοῦ ὑγιῶς. Γέγραπται γὰρ περὶ αὐτοῦ· Ἐν πᾶσι τούτοις οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.
Of virtuous deeds in the Lord, some are accomplished by purpose and judgement of soul, while others are wrought through the body either in earnestness or in endurance. As many things therefore as lie in the purpose and judgement of the soul, it is in no way possible for Satan to hinder these; whereas in the things achieved through bodily activity God often permits some hindrance to arise, for the testing and proving of him who is hindered, so that either, shifting from his good purpose, he may be convicted, like those sown upon the rock, who for a little while received the word with joy, and when affliction arose, straightway fell away; or, abiding in good things, he may be shown forth in earnestness of virtuous deeds, like the Apostle himself, who, having often purposed to go away to the Romans, and having been prevented, as he himself confessed, nevertheless did not cease willing until he even fulfilled what he purposed; and in endurance, like Job, who, having suffered so great things from the devil compelling him to utter something blasphemous or to be ungrateful to God, even unto the utmost calamities did not depart from pious judgement and from thinking soundly concerning God. For it is written concerning him: In all these things Job sinned nothing with his lips before God, and did not impute folly to God.
ΕΡΩΤΗΣΙΣ ΣΟϚʹ.
Question 276.
Τί ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημενον, «Εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον;»
What is that which was spoken by the Apostle, "That you may prove what is the will of God, the good and well-pleasing and perfect"?
ΑΠΟΚΡΙΣΙΣ,
Answer.
Πολλά ἐστιν, ἃ ὁ Θεὸς θέλει· τὰ μὲν ἐν μακροθυμίᾳ καὶ χρηστότητι, ἅπερ ἀγαθά ἐστί τε καὶ λέγεται· τὰ δὲ κατ' ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἅπερ κακὰ ὀνομάζεται. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Κακὰ δὲ, οὐχ ὑπὲρ ὧν κολαζόμεθα, ἀλλὰ δι' ὧν παιδευόμεθα. Τὰ δὲ παιδεύοντα, καὶ διὰ τῆς κακώσεως εἰς ἐπιστροφὴν ἄγοντα, γίνεται εἰς ἀγαθόν. Ὅσα μὲν οὖν μα-
Many are the things that God wills: some in long-suffering and kindness, which both are and are called good; and others in wrath on account of our sins, which are named evils. For I am He, He says, Who makes peace, and creates evils. Yet evils, not those on account of which we are punished, but those through which we are chastened. And the things that chasten, and through affliction lead unto conversion, turn out unto good. As many things therefore as in long-
Notes, col. 1273

On the reading

Printed ΣΟΕʹ,, for ΣΟΕʹ..

Printed ἐγκοψαι, for ἐγκόψαι.

Printed Σατανας, for Σατανᾶς.

Printed Των, for Τῶν.

Printed εν, for ἐν.

Printed εἰρημενον, for εἰρημένον.

Printed ΑΠΟΚΡΙΣΙΣ,, for ΑΠΟΚΡΙΣΙΣ..

PG 31:1276Read from the page
κροθυμῶν καὶ χρηστευόμενος θέλει ὁ Θεὸς, ταῦτα καὶ ἡμᾶς καὶ θέλειν καὶ μιμεῖσθαι ἀναγκαῖον. Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. Καὶ ὁ Ἀπόστολος δὲ, Γίνεσθε, φησὶ, μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ὅσα δὲ κατ' ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπάγει, ταῦτα κακὰ λεγόμενα, ὡς εἶπον, τῷ λόγῳ τῆς κακώσεως, οὐ πάντως καὶ ἡμῖν ἔξεστι ποιεῖν. Οὐ γὰρ ἐπειδὴ θέλημα Θεοῦ ἐστι, λιμῷ πολλάκις, ἢ λοιμῷ, ἢ πολέμῳ, ἢ ἄλλω τινὶ τοιούτῳ διαφθαρῆναι ἀνθρώπους, τῷ θελήματι τούτῳ ἐξυπηρετεῖσθαι ἡμᾶς χρή. Πρὸς γὰρ τὰ τοιαῦτα καὶ ὑπηρέταις κακοῖς ὁ Θεὸς κέχρηται, κατὰ τὸ εἰρημένον, ὅτι Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Οὐκοῦν πρῶτον μὲν ζητεῖν δεῖ, τί τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· εἶτα, ὅταν γνωρίσωμεν τὸ ἀγαθὸν, ἐξετάζειν, εἰ τὸ ἀγαθὸν τοῦτο καὶ εὐάρεστον τῷ Θεῷ ἐστιν. Ἔστι γάρ τι, ὃ τῷ μὲν ἰδίῳ λόγῳ καὶ θέλημα Θεοῦ ἐστι, καὶ ἀγαθόν ἐστιν· ὅταν δὲ ἢ παρὰ πρόσωπον, ἢ παρὰ καιρὸν γένηται, οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστιν. Οἷον, θέλημα Θεοῦ ἦν, καὶ ἀγαθὸν ἦν τὸ θυμιᾷν Θεῷ, ἀλλ' οὐκ ἦν εὐάρεστον Θεῷ, τοὺς περὶ Δαθὰν καὶ Ἀβειρὼν τοῦτο ποιεῖν. Καὶ πάλιν, θέλημα Θεοῦ ἐστι, καὶ ἀγαθόν ἐστι τὸ ἐλεημοσύνην ποιεῖν· ἀλλὰ τὸ ἕνεκεν τοῦ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιεῖν, οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστι. Καὶ πάλιν, θέλημα Θεοῦ ἦν, καὶ ἀγαθὸν ἦν τὸ τοὺς μαθητὰς, ὃ πρὸς τὸ οὖς ἤκουσαν, κηρύξαι ἐπὶ τῶν δωμάτων· ἀλλὰ τὸ πρὸ καιροῦ τι εἰπεῖν οὐκέτι καὶ εὐάρεστον ἦν τῷ Θεῷ· Μηδενὶ γὰρ εἴπητε, φησὶ, τὸ ὅραμα τοῦτο, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ καθόλου πᾶν θέλημα Θεοῦ ἀγαθὸν τότε καὶ εὐάρεστόν ἐστιν, ὅταν πληρωθῇ ἐπ' αὐτῷ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ, Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Πάλιν δὲ, ὅταν καὶ θέλημα Θεοῦ ᾖ τι, καὶ ἀγαθὸν ᾖ, καὶ εὐάρεστον ᾖ, οὐδ' οὕτως ἀμεριμνεῖν χρὴ, ἀλλ' ἀγωνιᾷν καὶ φροντίζειν, ὅπως τέλειον καὶ ἀνελλιπὲς τοῦτο ᾖ· ἐν μέτρῳ ποτὲ μὲν τοῦ γινομένου, εἰ κατὰ τὸ προστεταγμένον γίνεται, ποτὲ δὲ τῆς τοῦ ποιοῦντος δυνάμεως. Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· καθὼς καὶ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἐδίδαξε. Καὶ πᾶσαν δὲ ἐντολὴν, καθὼς γέγραπται· Μακάριος γὰρ, φησὶν,
suffering and showing kindness God wills, it is necessary for us also both to will and to imitate these things. For become merciful, He says, even as your Father also is merciful. And the Apostle too says, Become imitators of God, as beloved children; and walk in love, even as Christ also loved us. Whereas as many things as He brings on in wrath on account of our sins, these being called evils, as I said, by reason of the affliction, it is by no means lawful for us also to do. For not because it is the will of God that men should often be destroyed by famine, or pestilence, or war, or some other such thing, ought we to minister to this will. For towards such things God has even made use of evil ministers, according to what has been spoken, that He sent forth upon them the wrath of His anger, anger and wrath and affliction, a mission through evil angels. First therefore one must seek what is the good will of God; next, when we come to know the good, we must examine whether this good is also well-pleasing to God. For there is something which by its own nature both is the will of God and is good; yet when it comes to pass either contrary to the person or contrary to the season, it is no longer also well-pleasing to God. As, for instance, it was the will of God, and it was good, to burn incense to God, yet it was not well-pleasing to God for Dathan and Abiram and their company to do this. And again, it is the will of God, and it is good, to do almsgiving; yet to do it for the sake of being glorified by men is no longer also well-pleasing to God. And again, it was the will of God, and it was good, that the disciples should proclaim upon the housetops what they heard in the ear; yet to say anything before the season was no longer also well-pleasing to God: For tell this vision to no one, He says, until the Son of man rises from the dead. And universally every good will of God is then also well-pleasing, when there is fulfilled upon it that which was spoken by the Apostle: Do all things unto the glory of God; and, Let all things be done decently and according to order. And again, when something both is the will of God, and is good, and is well-pleasing, not even so ought one to be free from care, but to strive earnestly and take thought how this may be perfect and lacking in nothing: in measure at one time of the thing done, whether it comes to pass according to what has been commanded, and at another time of the ability of the doer. For you shall love, He says, the Lord your God with all your soul, and with all your might, and with all your strength, and with all your mind, and your neighbour as yourself; even as the Lord also taught in the Gospel according to John. And every commandment too, even as it is written: For blessed, He says,
Notes, col. 1276

On the reading

Printed ἄλλω, for ἄλλῳ.

PG 31:1277Read from the page
ὁ δοῦλος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ, εὑρήσει ποιοῦντα οὕτως.
that servant, whom his master, when he comes, shall find so doing.
ΕΡΩΤΗΣΙΣ ΣΟΖʹ.
Question 277.
Ποῖόν ἐστι τὸ ταμιεῖον, εἰς ὃ εἰσελθεῖν τὸν προσευχόμενον προστάσσει ὁ Κύριος;
Of what sort is the inner chamber, into which the Lord commands him who prays to enter?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ταμιεῖον μεν η συνήθεια ὀνομάζειν οἶδεν οἶκον σχολάζοντα καὶ ἀνακεχωρημένον, ἐν ᾧ ἀποτιθέμεθα ἅπερ ἂν ταμιεύσασθαι βουληθῶμεν· ἢ ἐν ᾧ κρυβῆναι δυνατὸν, κατὰ τὸ καὶ ἐν τῷ προφήτῃ εἰρημένον· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀποκρύβηθι. Τὴν δὲ δύναμιν τῆς ἐντολῆς ἡ ὑπόθεσις σαφηνίζει· πρὸς γὰρ τοὺς νοσοῦντας τὸ πάθος τῆς ἀνθρωπαρεσκείας ὁ λόγος ἐστίν. Ὥστε ἐὰν μέν τις ὑπὸ τοῦ πάθους ἐκείνου παρενοχλῆται, καλῶς ποιεῖ, ὑπαναχωρῶν ἐν τῇ προσευχῇ καὶ μονούμενος, μέχρις ἂν δυνηθῇ ἀναλαβεῖν τὴν ἕξιν τοῦ μὴ περιβλέπεσθαι εἰς τοὺς παρὰ τῶν ἀνθρώπων ἐπαίνους, εἰς μόνον δὲ τὸν Θεὸν ἀποβλέπειν, κατὰ τὸν εἰπόντα· Ἰδοὺ, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Ἐὰν δέ τις Θεοῦ χάριτι καθαρεύῃ τοῦ πάθους ἐκείνου, οὐκ ἔχει ἀνάγκην κρύπτειν τὸ καλόν. Ὅπερ διδάσκων αὐτὴς ὁ Κύριος, λέγει· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁ δὲ αὐτὸς νοῦς καὶ ἐπὶ τῆς ἐλεημοσύνης καὶ ἐπὶ τῆς νηστείας, ἅπερ ἐν τῷ αὐτῷ τόπῳ κεῖται· καὶ καθόλου ἐπὶ παντὸς πράγματος τῆς θεοσεβείας.
Custom knows to call an inner chamber an unoccupied and retired room, in which we store away whatever we may wish to lay up; or in which it is possible to be hidden, according to what is also said in the prophet: Go, My people, enter into your inner chamber, hide yourself. Yet the subject-matter makes plain the force of the commandment; for the word is addressed to those who suffer from the passion of man-pleasing. Therefore, if on the one hand anyone is troubled by that passion, he does well in withdrawing during prayer and remaining alone, until he is able to acquire the habit of not looking round towards praises from men, and of looking unto God alone, according to him who said: Behold, as the eyes of servants are unto the hands of their masters, as the eyes of a maidservant are unto the hands of her mistress, so are our eyes towards the Lord our God. But if anyone by the grace of God is pure from that passion, he has no need to hide what is good. Teaching which very thing, the Lord Himself says: A city set upon the top of a mountain cannot be hidden. Nor do they light a lamp and place it under the measure, but upon the lampstand, and it shines for all who are in the house. Let your light so shine before men, that they may see your good works, and glorify your Father Who is in the heavens. And the same meaning holds both in the case of almsgiving and in the case of fasting, which stand in the same passage; and in general in every matter of godliness.
ΕΡΩΤΗΣΙΣ ΣΟΗʹ.
Question 278.
Πῶς τὸ πνεῦμά τινος προσεύχεται, ὁ δὲ νοῦς αὐτοῦ ἄκαρπός ἐστιν;
How does someone's spirit pray, while his mind is unfruitful?
ΑΠΟΚΡΙΣΙΣ
Answer
Τοῦτο περὶ τῶν ἐν γλώσσῃ ἀγνοουμένῃ τοῖς ἀκούουσι τὰς προσευχὰς ἀναπεμπόντων ἐῤῥήθη. Φησὶ γάρ· Ἐὰν προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. Ὅταν μὲν γὰρ ἄγνωστα ᾖ τοῖς παροῦσι τὰ ῥήματα τῆς προσευχῆς, ἄκαρπός ἐστιν ὁ νοῦς τοῦ προσευχομένου, μηδενὸς ὠφελουμένου· ὅταν δὲ οἱ παρόντες νοῶσι τὴν προσευχὴν ὠφελεῖν δυναμένην τοὺς ἀκούοντας, τότε ὁ προσευχόμενος καρπὸν ἔχει τὴν τῶν ὠφελουμένων βελτίωσιν. Ὁμοίως δὲ καὶ ἐπὶ πάσης ἐκφωνήσεως τῶν τοῦ Θεοῦ ῥημάτων. Γέγραπται γάρ· Ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως.
This was spoken concerning those who offer up their prayers in a tongue unknown to the hearers. For he says: If I pray in a tongue, my spirit prays, but my mind is unfruitful. For whenever the words of the prayer are unknown to those present, the mind of him who prays is unfruitful, since no one is profited; whereas whenever those present understand the prayer as being able to profit the hearers, then he who prays has as fruit the improvement of those who are profited. And likewise also in every utterance of the words of God. For it is written: But only such as is good for the building up of the faith.
Notes, col. 1277

On the reading

Printed μεν, for μὲν.

Printed η, for ἡ.

Printed αὐτὴς, for αὐτὸς.