Migne Reading Room

PG 31 · cols. 1232–1241 · Read from the page

Rules treated more briefly

Rules treated more briefly

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1232Read from the page
βρέφους τὰ ἱερὰ γράμματα μανθάνοντες· πολλοὶ δὲ οἱ κατὰ τὸν Κορνήλιον, τοῖς μὲν φυσικοῖς κινήμασιν ὑγιῶς χρώμενοι, εἰς δὲ τὴν κατ' ἐπιστήμην τελειότητα βραδύνοντες, διὰ τὴν ἀπόλειψιν τῶν διδασκόντων. Πῶς γὰρ πιστεύσουσι, φησὶν, ἐὰν μὴ ἀκούσωσιν; Ἐὰν οὖν συμβῇ τινας εἶναι, κατὰ τὸν Κορνήλιον, περὶ μηδὲν μὲν κακὸν ἀσχολουμένους, ἐν δὲ ἐπιθυμίᾳ τῆς τελειότητος τὰ δυνατὰ καὶ εἰς γνῶσιν ἥκοντα καλὰ γνησίως ἐπιδεικνυμένους, τούτοις ὁ Θεὸς χαρίζεται ἃ καὶ τῷ Κορνηλίῳ, μὴ τούτοις λογισάμενος τὸν παρελθόντα χρόνον τῆς ἀργίας εἰς ἔγκλημα, ἐπεὶ μὴ παρὰ τὴν αὐτῶν αἰτίαν, ὡς εἶπον, ἐγένετο· τῇ δὲ ἐπιθυμίᾳ ἀρκούμενος, τῇ φανερωθείσῃ διὰ τῶν κατὰ καιρὸν σπουδαζομένων, καὶ ἐπὶ τέλει ἐπιμελέστερον κατορθουμένων
infancy learn the sacred Scriptures; and there are also many like Cornelius, who make sound use of their natural impulses, yet are slow in coming to perfection according to knowledge because of the lack of teachers. For how shall they believe, he says, unless they hear? If, therefore, it should happen that there are some, like Cornelius, occupied with nothing evil, and in desire for perfection genuinely displaying such good deeds as lie within their power and have come to their knowledge, to these God grants what He granted also to Cornelius, not reckoning against them as a fault the past time of idleness, since, as I said, it did not come about through their own fault, but being satisfied with their desire, manifested through the things zealously pursued according to opportunity and in the end more diligently brought to success.
ΕΡΩΤΗΣΙΣ ΣΚΕʹ.
Question 225.
Τοῦ Κυρίου εἰπόντος· « Ὅπου ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· » πῶς τούτου καταξιωθῆναι δυνηθῶμεν.
Since the Lord said: "Where two or three are gathered together in My name, there am I in the midst of them," how may we be able to be counted worthy of this?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Οἱ εἰς τὸ ὄνομά τινος συναχθέντες, πάντως ὀφείλουσιν εἰδέναι τὸν σκοπὸν τοῦ συναγαγόντος, καὶ πρὸς αὐτὸν ἑαυτοὺς καταρτίζειν, ἵνα εὐαρεστήσεως χάριν εὕρωσι, καὶ μὴ κακίας ἢ ἀμελείας κρίματι ὑποπέσωσιν. Ὥσπερ γὰρ οἱ κληθέντες ὑπό τινος, εἰ μὲν σκοπὸς τοῦ θερίσαι πρόκειται τῷ καλέσαντι, πρὸς αὐτὸ ἑαυτοὺς παρασκευάζουσιν· εἰ δὲ σκοπὸς τοῦ οἰκοδομῆσαι, πρὸς τὴν οἰκοδομὴν εὐτρεπίζονται· οὕτως οἱ κληθέντες ὑπὸ τοῦ Κυρίου μνημονεύειν ἐφείλομεν τοῦ Ἀποστόλου λέγοντος· Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα, καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Σαφέστερον δὲ ἡμῖν παρίστησιν ὁ Κύριος τὸ πᾶν διὰ τῆς πρὸς ἕνα ἐπαγγελίας εἰπών· Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὡς οὖν γίνεται παρὰ τούτῳ ἡ μονὴ ἐκ τῆς τηρήσεως τῶν ἐντολῶν, οὕτω καὶ τῶν δύο ἢ τριῶν ἐν μέσῳ ἐστὶν, ἐὰν πρὸς τὸ θέλημα αὐτοῦ καταρτισθῶσιν. Οἱ δὲ μὴ ἀξίως τῆς κλήσεως, μηδὲ πρὸς τὸ θέλημα τοῦ Κυρίου συνηγμένοι, κἂν ἐπὶ τὸ αὐτὸ συνῇχθαι ἐν ὀνόματι Κυρίου δοκῶσιν, ἀκούουσι· Τί με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
Those gathered together in the name of someone ought by all means to know the aim of him who gathered them, and to fashion themselves towards it, so that they may find the grace of being well-pleasing, and not fall under judgement for malice or negligence. For just as those called by someone, if the aim set before him who called them is to reap, prepare themselves for that, while if his aim is to build, they make themselves ready towards building; so we who have been called by the Lord ought to remember the Apostle when he says: I, therefore, the prisoner in the Lord, exhort you to walk worthily of the calling wherewith you were called, with all lowliness and meekness, with long-suffering, bearing with one another in love, eager to keep the unity of the Spirit in the bond of peace. One body and one Spirit, just as you were also called in one hope of your calling. And the Lord sets the whole matter before us more clearly still through His promise to an individual, saying: If anyone loves Me, he will keep My word, and My Father will love him, and We will come to him and make Our abode with him. Just as, therefore, the abode with this man comes about from the keeping of the commandments, so also is He in the midst of the two or three, if they are fashioned according to His will. But those not gathered together worthily of their calling, nor according to the will of the Lord, even though they seem to have been gathered together in the same place in the name of the Lord, hear: Why do you call Me, Lord, Lord, and do not do the things that I say?
Notes, col. 1232

On the reading

Printed ἐφείλομεν, for ὀφείλομεν.

Printed συνῇχθαι, for συνῆχθαι.

PG 31:1233Read from the page
ΕΡΩΤΗΣΙΣ ΣΚϚʹ.
Question 226.
Τοῦ Ἀποστόλου λέγοντος· « Λοιδορουμενοι εὐλογοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν· » πῶς ὀφείλει εὐλογεῖν ὁ λοιδορούμενος, ἢ τί παρακαλειν ὁ βλασφημούμενος.
Since the Apostle says: "When reviled, we bless; when slandered, we comfort," how ought he who is reviled to bless, or in what way ought he who is slandered to comfort?
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Καθόλου νομίζω τὸν Ἀπόστολον ἐνταῦθα διδάσκειν ἡμᾶς ἀπὸ τῶν καθ' ἑαυτὸν, ἀνεξικακίᾳ χρῆσθαι πρὸς πάντας, καὶ ἀγαθοῖς ἀμείβεσθαι τοὺς πονηρευομένους· ὡς μὴ μόνον ἐπὶ τοῦ λοιδοροῦντος γίνεσθαι τὸ τοιοῦτον, ἀλλὰ καὶ ἐπὶ παντὸς πονηρευομένου, πληροῦντας τὸ εἰρημένον· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τὸ δὲ παρακαλεῖν οἶδεν ἡ Γραφὴ τιθέναι, οὐ κατὰ τὴν χρῆσιν τῆς συνηθείας, ἀλλὰ πρὸς τὸ συμβιβάζειν τὴν καρδίαν εἰς πληροφορίαν τῆς ἀληθείας, ὡς ἐν τῷ, Παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Καὶ ὁ Ἀπόστολος δέ φησιν· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ· καὶ ἀλλαχοῦ· Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου.
In general I think the Apostle here teaches us from his own conduct to practise forbearance towards all, and to requite with good things those who act wickedly; so that such a course is followed not only in the case of one who reviles, but also in the case of everyone who acts wickedly, as we fulfil what was said: Be not overcome by evil, but overcome evil with good. And Scripture knows how to use the word "comfort" not according to customary usage, but with reference to bringing the heart together into full assurance of the truth, as in the saying, Comfort My people, says God. And the Apostle also says: For I long to see you, that I may impart to you some spiritual gift for your strengthening; that is, to be comforted together among you through the mutual faith both of you and of me; and elsewhere: But God, Who comforts the lowly, comforted us by the coming of Titus.
ΕΡΩΤΗΣΙΣ ΣΚΖʹ
Question 227.
Εἰ χρὴ ἕκαστον ἀνατίθεσθαι καὶ ἑτέροις ἃ φρονεῖ, ἢ ἐν πληροφορίᾳ τοῦ ἀρέσκειν τῷ Θεῷ τὸ γενόμενον, παρ' ἑαυτῷ κατέχειν.
Whether each ought to lay before others also the things that he thinks, or, in full assurance that what is done pleases God, keep it to himself.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Μεμνημένοι τῆς τοῦ Θεοῦ ἀποφάσεως, εἰπόντος διὰ τοῦ προφήτου· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες· καὶ τοῦ Ἀποστόλου λέγοντος· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ· λογιζόμεθα ἀναγκαῖον εἶναι ἀνατίθεσθαι ἡμᾶς τοῖς ὁμοψύχοις, καὶ ἀπόδειξιν δεδωκόσι πίστεώς τε καὶ συνέσεως, ἵνα ἢ τὸ πεπλανημένον διορθωθῇ, ἢ τὸ ἠκριβωμένον βεβαιωθῇ, καὶ ἡμεῖς φύγωμεν τὸ προειρημένον κρῖμα, τὸ κατὰ τῶν ἑαυτοῖς συνετῶν.
Mindful of the pronouncement of God, Who said through the prophet: Woe to those who are wise in themselves, and knowing in their own sight; and of the Apostle when he says: For I long to see you, that I may impart to you some spiritual gift for your strengthening; that is, to be comforted together among you through the mutual faith both of you and of me; we reckon it necessary that we lay our thoughts before those who are of one soul with us and have given proof both of faith and of understanding, so that either what is mistaken may be set right, or what has been accurately judged may be confirmed, and we may escape the aforesaid judgement, that against those who are wise in their own eyes.
ΕΡΩΤΗΣΙΣ ΣΚΗʹ.
Question 228.
Εἰ ἐπὶ παντὶ πράγματι πληροφορεῖν χρὴ τὸ θέλημα τῶν σκανδαλιζομένων, ἢ ἔστι τινὰ, ἐφ' ὧν οὐ δεῖ προσποιεῖσθαι, κἄν τινες σκανδαλίζωνται.
Whether in every matter one ought to satisfy the wish of those who take offence, or whether there are some things in which one ought to pay no heed, even if certain persons take offence.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Σαφῆ τὴν ἐν τούτοις διαφορὰν ἐν τῷ ἰδίῳ τόπῳ ἐπερωτηθέντες ἐδηλώσαμεν, καὶ τὴν περὶ τούτου ἀκρίβειαν, ὡς δυνατὸν ἡμῖν, παραδεδώκαμεν.
When questioned in the proper place we made plain the clear distinction in these matters, and handed down the exact teaching concerning this, so far as lay in our power.
Notes, col. 1233

On the reading

Printed Λοιδορουμενοι, for Λοιδορούμενοι.

Printed παρακαλειν, for παρακαλεῖν.

PG 31:1236Read from the page
ΕΡΩΤΗΣΙΣ ΣΚΘʹ.
Question 229.
Εἰ χρὴ τὰς ἀπηγορευμένας πράξεις ἀνεπαισχυντότερον ἐξαγορεύειν πᾶσιν, ἢ τισί· καὶ ποίοις τούτοις.
Whether one ought to confess forbidden deeds quite openly to all, or to some; and to what sort of persons.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἡ ἐξαγόρευσις τῶν ἁμαρτημάτων τοῦτον ἔχει τὸν λάγον, ὃν ἔχει ἡ ἐπίδειξις τῶν σωματικῶν παθῶν. Ὡς οὖν τὰ πάθη τοῦ σώματος οὐ πᾶσιν ἀποκαλύπτουσιν οἱ ἄνθρωποι, οὔτε τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐμπείροις τῆς τούτων θεραπείας· οὕτω καὶ ἡ ἐξαγόρευσις τῶν ἁμαρτημάτων γίνεσθαι ὀφείλει, ἐπὶ τῶν δυναμένων θεραπεύειν, κατὰ τὸ γεγραμμένον· Ὑμεῖς οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζετε· τουτέστι, αἴρετε διὰ τῆς ἐπιμελείας
The confession of sins has the same principle as the disclosure of bodily ailments. Just as, therefore, men do not uncover the ailments of the body to all, nor to chance persons, but to those experienced in the treatment of them; so also the confession of sins ought to take place before those who are able to heal, according to what is written: You who are strong, bear the infirmities of the weak; that is, take them away through your care.
ΕΡΩΤΗΣΙΣ ΣΛʹ.
Question 230.
Τί ἐστι λατρεία, καὶ τίς ἐστιν ἡ λογικὴ λατρεία.
What worship is, and what rational worship is.
ΑΠΟΚΡΙΣΙΣ
Answer.
Λατρεία μὲν ἔστιν, ὡς λογίζομαι, ἡ συντεταμένη, καὶ διηνεκὴς, καὶ ἀμετεώριστος περὶ τὸ λατρευόμενον θεραπεία· τὴν δὲ διαφορὰν τῆς λογικῆς λατρείας καὶ τῆς ἀλόγου παρίστησιν ἡμῖν ὁ Ἀπόστολος εἰπὼν, ποτὲ μέν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι· ποτὲ δέ· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὁ μὲν γὰρ, ὡς ἂν ἄγηται, ἀπαγόμενος, ἄλογον λατρεύει λατρείαν, ἅτε μὴ ὑπὸ λόγου καθηγουμένου, ἰδίᾳ ὁρμῇ καὶ προθέσει κινούμενος, τῇ δὲ τοῦ ἄγοντος ἐξουσίᾳ, πρὸς ὅπερ ἂν ἄγηται, καὶ ὡς οὐ θέλει, φερόμενος· ὁ δὲ μετὰ λόγου ὑγιοῦς καὶ βουλῆς ἀγαθῆς σὺν πολλῇ φροντίδι τὸ ἀρεστὸν τῷ Θεῷ πάντοτε καὶ πανταχοῦ σκοπούμενος καὶ κατορθῶν, οὗτος πληροῖ τὴν ἐντολὴν τῆς λογικῆς λατρείας, κατὰ τὸν εἰπόντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου· καὶ πάλιν· Καὶ ἡ συμβουλία μου τὰ δικαιώματά σου.
Worship, as I reckon, is the intent, continual, and undistracted service rendered to the object of worship; and the difference between rational worship and irrational worship the Apostle sets before us when he says, in one place: You know that when you were Gentiles, you were led away to dumb idols, however you happened to be led; and in another place: Present your bodies a living sacrifice, holy, well-pleasing to God, your rational worship. For he who is led away however he happens to be led renders an irrational worship, inasmuch as he is moved not under the guidance of reason, by his own impulse and purpose, but is carried along by the authority of him who leads him towards whatever he may be led to, even against his will; whereas he who with sound reason and good counsel, together with great care, always and everywhere looks to what is pleasing to God and brings it to pass, this man fulfils the commandment of rational worship, according to him who said: Thy law is a lamp to my feet, and a light to my paths; and again: And Thy statutes are my counsel.
ΕΡΩΤΗΣΙΣ ΣΛΑʹ.
Question 231.
Ἐὰν ἀδελφὸς πονηρεύηται εἰς ἐμὲ καὶ ἐχθραίνῃ μοι, ἢ ἐνίοτε καὶ ἱερεὺς, εἰ ἔξεστί μοι τὰς δεδομένας μοι περὶ ἐχθροῦ ἐντολὰς καὶ ἐπ' αὐτῷ φυλάσσειν.
If a brother acts wickedly towards me and is hostile to me, or sometimes even a priest, whether it is lawful for me to keep in his case also the commandments given to me concerning an enemy.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὁ Κύριος ἐν ταῖς περὶ ἐχθρῶν ἐντολαῖς, οὔτε ἐχθροῦ οὔτε ἔχθρας διαφηρὰν ᾐνίξατο· μᾶλλον δὲ ἐπὶ τῶν ὑπερεχόντων βαθμῷ τὸ αὐτὸ ἁμάρτημα βαρύτερον εἶναι ὡρίσατο, εἰπὼν πρὸς αὐτούς· Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατα-
The Lord in the commandments concerning enemies hinted at no distinction either of enemy or of enmity; rather, in the case of those who excel in rank He determined the same sin to be heavier, saying to them: And why do you look at the speck that is in your brother's eye, while the beam that is in your own eye you do not
Notes, col. 1236

On the reading

Printed λάγον, for λόγον.

Printed διαφηρὰν, for διαφορὰν.

PG 31:1237Read from the page
νοεῖς; Μάλιστα οὖν ἐπὶ τῶν τοιούτων καὶ τῶν δοκούντων εἶναι ἐνδοξοτέρων, σπουδῆς χρεία καὶ ἐπισκέψεως· ἵνα καὶ τὴν ὀφειλομένην ἐπιμέλειαν αὐτῶν, εἴτε ἐν παρακλήσει, εἴτε ἐν ἐλέγχῳ μετὰ τῆς προσηκούσης μακροθυμίας ποιησώμεθα, καὶ τὰ λοιπὰ πάντα, κατὰ τὴν τοῦ Κυρίου ἐντολὴν, ἐπ' αὐτῶν παραφυλάξαντες, ἀνυπαιτίους ἑαυτοὺς καὶ ἐν τούτῳ τῷ μέρει φυλάξωμεν.
perceive? Most of all, therefore, in the case of such persons and of those who seem to be more distinguished, there is need of zeal and careful consideration, so that we may both exercise the due care for them, whether in exhortation or in reproof, with the fitting long-suffering, and by observing all the other things in their case according to the commandment of the Lord, keep ourselves blameless in this part also.
ΕΡΩΤΗΣΙΣ ΣΛΒʹ.
Question 232.
Ἐάν τις, ἀδικηθεὶς ὑπό τινος, μηδενὶ ἀνάθηται, λόγῳ μακροθυμίας καὶ ἀνεξικακίας, δόξῃ δὲ τῷ Θεῷ ἀποδιδόναι τὸ κρῖμα, εἰ κατὰ Κύριον ποιεῖ.
If someone, having been wronged by another, communicates it to no one on the ground of long-suffering and forbearance, and thinks that he is leaving the judgement to God, whether he acts according to the Lord.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦ Κυρίου εἰπόντος, ποτὲ μὲν, Ἀφίετε εἴ τι ἔχετε κατά τινος· ποτὲ δὲ, Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθῇ πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ. Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης· τῆς μὲν μακροθυμίας καρπὸν ἐπιδείκνυσθαι χρὴ, τῷ Θεῷ τὴν προσευχὴν ὑπὲρ τοῦ ἠδικηκότος ἐξ ἀληθινῆς διαθέσεως προσάγοντα καὶ λέγοντα· Κύριε, μὴ στήσῃς αὐτῷ τὴν ἁμαρτίαν, ἵνα μὴ, ὡς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος γένηται τῇ κρίσει· τὴν δὲ παράκλησιν τῷ ἠδικηκότι, καὶ τὸν ἔλεγχον ἀποδιδόναι ἀκόλουθον, ὅπως κἀκεῖνον τῆς ὀργῆς τῆς ἐρχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας ἐλευθερώσῃ. Ἐὰν δὲ ἀμελήσῃ καὶ λόγῳ δῆθεν τῆς ἰδίας μακροθυμίας ἐφησυχάσῃ, διπλῆν ἁμαρτίαν ἁμαρτάνει· ὅτι τε αὐτὸς παραβαίνει τὴν ἐντολὴν τὴν λέγουσαν, Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν, καὶ κοινωνὸς τοῦ ἁμαρτάνοντος διὰ τῆς σιωπῆς γίνεται· καὶ ὅτι τὸν δυνάμενον ἴσως κερδηθῆναι διὰ τῶν ἐλέγχων, καθὼς καὶ ὁ Κύριος διετάξατο, τοῦτον ἀφίησιν ἐναπολέσθαι τῷ κακῷ.
Since the Lord has said, at one time, Forgive, if you have ought against anyone (Mark 11:25), and at another time, If thy brother sin against thee, go, reprove him between thee and him alone; if he hear thee, thou hast gained thy brother; but if he do not hear, take with thee one or two more, that in the mouth of two or three witnesses every word may stand; and if he refuse to hear them, tell it to the Church; and if he refuse to hear the Church also, let him be to thee even as the heathen and the publican (Matt. 18:15-17): one ought indeed to display the fruit of long-suffering by offering prayer to God out of a sincere disposition on behalf of him who has done the wrong and saying: Lord, lay not this sin to his charge (Acts 7:59), lest, as being angry with his brother, he become liable to the judgement; yet it is fitting to render exhortation and reproof to him who has done the wrong, so that he may deliver him also from the wrath which comes upon the sons of disobedience. But if he neglects this and keeps silent on the pretext, forsooth, of his own long-suffering, he commits a twofold sin: both because he himself transgresses the commandment which says, With reproof thou shalt reprove thy neighbour, and shalt not incur sin on his account (Lev. 19:17), and becomes a partaker with the sinner through his silence; and because him who might perhaps have been gained through reproofs, even as the Lord appointed (Matt. 18:15), he leaves to perish in evil.
ΕΡΩΤΗΣΙΣ ΣΛΓʹ.
Question 233.
Ἐκ πάντων τῶν κατορθωμάτων ἐὰν ἓν λείπῃ τινὶ, εἰ διὰ τοῦτο οὐ σώζεται.
If out of all right actions one be lacking to someone, whether on this account he is not saved.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Πολλῶν ὄντων ἐν τῇ τε Παλαιᾷ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ τῶν δυναμένων περὶ τούτου πληροφορῆσαι ἡμᾶς, ἀρκεῖν ἡγοῦμαι τῷ πιστῷ καὶ μόνον τὸ ἐπὶ τῷ Πέτρῳ κρῖμα· ὃς ἐπὶ τοσούτοις καὶ τηλικούτοις κατορθώμασι, καὶ τοιούτοις τοῖς παρὰ
Although there are many things both in the Old and in the New Testament that are able to give us full assurance concerning this, I deem that for the believer even the judgement pronounced upon Peter alone is sufficient, who after so many and such great right actions, and such blessings from
PG 31:1240Read from the page
τοῦ Κυρίου μακαρισμοῖς καὶ ἐπαίνοις, ἵνα ἐν ἑνὶ μόνῳ δόξῃ παρακούειν, καὶ τοῦτο οὔτε διὰ ὄκνον, οὔτε διὰ καταφρόνησιν, ἀλλὰ δι' εὐλάβειαν καὶ τιμήν τὴν περὶ τὸν Κύριον, ἐπὶ τούτῳ μόνῳ ἀκούει· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
the beatitudes and praises of the Lord, where in one thing alone he might seem to disobey, and this neither through sloth nor through contempt, but through reverence and honour towards the Lord, for this alone hears: Unless I wash you, you have no part with Me.
ΕΡΩΤΗΣΙΣ ΣΛΔʹ.
Question 234.
Πῶς τὸν θάνατόν τις τοῦ Κυρίου καταγγέλλει.
How one proclaims the death of the Lord.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ὡς ὁ Κύριος ἐδίδαξεν εἰπών· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ. Καὶ ὁ Ἀπόστολος παρέστησεν ὁμολογήσας τὸ, Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ὅπερ ἐν αὐτῷ τῷ βαπτίσματι προλαβόντες συνεθέμεθα· Ὅσοι γὰρ, φησὶν, ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν· οἷς ἐπιφέρει, ἑρμηνεύων τί ἐστι τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου βαπτισθῆναι, ὅτι Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· πάσης δὲ τῆς πρὸς τὸ ζῇν προσπαθείας καθαρεύοντας, ἀξίους γενέσθαι τῆς μαρτυρίας τοῦ Ἀποστόλου, εἰπόντος· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ·
As the Lord taught when He said: If anyone comes to Me, let him deny himself, and take up his cross. And the Apostle set this forth when he confessed the saying, To me the world has been crucified, and I to the world. Which very thing we agreed to beforehand in baptism itself: For all of us, he says, who were baptized into Christ Jesus were baptized into His death; to which he adds, interpreting what it is to be baptized into the death of the Lord, that Our old man was crucified with Him, so that the body of sin might be done away with, that we should no longer be enslaved to sin; and that, keeping pure from all passionate attachment to life, we should become worthy of the testimony of the Apostle when he says: For you died, and your life has been hidden with Christ in God;
ΕΡΩΤΗΣΙΣ ΣΛΕʹ.
Question 235.
Εἰ συμφέρει πολλὰ ἐκμανθάνειν ἐκ τῶν Γραφῶν.
Whether it is profitable to learn many things thoroughly out of the Scriptures.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Δύο ταγμάτων καθολικωτέρων ὄντων, καὶ τῶν μὲν τὴν προστασίαν πεπιστευμένων, τῶν δὲ εἰς εὐπείθειαν καὶ ὑπακοὴν τεταγμένων, ἐν διαφόροις χαρίσμασι, λογίζομαι, ὅτι ὁ μὲν τὴν προστασίαν καὶ ἐπιμέλειαν τῶν πλειόνων ἐγκεχειρισμένος τὰ πάντων εἰδέναι καὶ ἐκμανθάνειν ὀφείλει, ἵνα τοὺς πάντας διδάσκῃ τὰ θελήματα τοῦ Θεοῦ, ἑκάστῳ ὑποδεικνὺς τὰ αὐτοῦ ἐπιβάλλοντα· τῶν δὲ ἄλλων ἕκαστος, μεμνημένος τοῦ Ἀποστόλου εἰπόντος, Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ, ὡς ὁ Θεὸς ἐμέρισε, τὰ ἑαυτῷ ἐπιβάλλοντα σπουδαίως μανθανέτω καὶ ποιείτω, μηδὲν πλέον περιεργαζόμενος, ἵνα γένηται ἄξιος τῆς φωνῆς τοῦ Κυρίου εἰπόντος· Δεῦρο, ἀγαθὲ δοῦλε· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.
Since there are two more general orders, both those entrusted with leadership and those appointed to compliance and obedience, amidst diverse gifts, I reckon that he who has been entrusted with the leadership and care of the many ought to know and learn thoroughly the duties of all, so that he may teach all the wills of God, showing to each the things that pertain to him; while each of the others, mindful of the Apostle when he says, Not to think more highly than one ought to think, but to think so as to be sober-minded, to each as God has apportioned, let him zealously learn and do the things that pertain to himself, busying himself with nothing more, so that he may become worthy of the voice of the Lord saying: Come, good servant; over a few things you were faithful, over many things I will set you.
Notes, col. 1240

On the reading

Printed τιμήν, for τιμὴν.

PG 31:1241Read from the page
ΕΡΩΤΗΣΙΣ ΣΛϚʹ.
Question 236.
Ὅσοι κατηξιώθησαν τὰ τέσσαρα Εὐαγγέλια ἐκμαθεῖν, πῶς ὀφείλουσι τὴν χάριν δέξασθαι.
How all who have been counted worthy to learn thoroughly the four Gospels ought to receive the grace.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦ Κυρίου ἀποφηναμένου, ὅτι ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν· περισσοτέρως φοβεῖσθαι καὶ σπουδάζειν ὀφείλουσιν, καθὼς ὁ Ἀπόστολος ἐδίδαξεν εἰπών· Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι. Τοῦτο δὲ γίνεται, ἐὰν πεισθῶμεν τῷ Κυρίῳ λέγοντι· Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά
Since the Lord declared, To whom they committed much, of him they will demand the more, they ought all the more to fear and be zealous, just as the Apostle taught when he said: Working together with Him, we also exhort you not to receive the grace of God in vain. And this comes to pass if we obey the Lord when He says: If you know these things, blessed are you if you do them.
ΕΡΩΤΗΣΙΣ ΣΛΖʹ.
Question 237.
Ποταπὴ ψυχὴ κατευθύνεται πρὸς τὸ θέλημα τοῦ Θεοῦ.
What sort of soul is directed straight towards the will of God.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἡ καταδεξαμένη τὴν πρότασιν τοῦ Κυρίου εἰπόντος· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ἐὰν γάρ τις μὴ προκατορθώση τὸ ἀπαρνήσασθαι ἑαυτὸν, καὶ τὸ ἆραι τὸν σταυρὸν, πολλὰ ἐξ ἑαυτοῦ εὑρίσκει προϊὼν τὰ τοῦ ἀκολουθεῖν ἐμπόδια.
That which has accepted the condition laid down by the Lord when He said: If anyone comes to Me, let him deny himself, and take up his cross, and follow Me. For unless someone first succeeds in denying himself and taking up his cross, as he goes forward he finds out of himself many hindrances to following.
ΕΡΩΤΗΣΙΣ ΣΛΗʹ.
Question 238.
Εἰ δυνατόν ἐστι τὸ ἀδιαλείπτως ψάλλειν, ἢ ἀναγινώσκειν, ἢ σπουδαιολογεῖσθαι περὶ τῶν ῥημάτων τοῦ Θεοῦ, καὶ διάστημα μὴ γίνεσθαι καθόλου διὰ τὴν ἐπισυμβαίνουσάν τισιν ἀνάγκην τῶν ῥυπαρωτέρων τοῦ σώματος χρειῶν.
Whether it is possible unceasingly to sing psalms, or read, or discourse earnestly concerning the words of God, and for there to be no interval at all on account of the necessity that befalls some from the lowlier needs of the body.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦτο ἡμῖν ὁ Ἀπόστολος κανονίζει εἰπών· Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Ὥστε δεῖ μᾶλλον τῆς εὐσχημοσύνης καὶ τῆς εὐταξίας φροντίζειν κατά τε καιρὸν καὶ τόπον.
This the Apostle regulates for us when he says: Let all things be done becomingly and according to order. Wherefore one must rather take thought for seemliness and good order as regards both time and place.
ΕΡΩΤΗΣΙΣ ΣΛΘʹ.
Question 239.
Τίς ὁ θησαυρὸς ὁ ἀγαθὸς, καὶ τίς ὁ πονηρός.
What the good treasure is, and what the evil one is.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἡ μὲν φρόνησις πάσης τῆς ἐν Χριστῷ εἰς δόξαν Θεοῦ ἀρετῆς θησαυρὸς ἀγαθός ἐστιν· ἡ δὲ φρόνησις τῆς κακίας τῶν ἀπηγορευμένων ὑπὸ τοῦ Κυρίου θησαυρὸς πονηρός ἐστιν· ἐξ ὧν προφέρεται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἐν τοῖς οἰκείοις ἑκατέρων ἔργοις τε καὶ λόγοις, ἤτοι πονηρὰ, ἤτοι ἀγαθά.
Mindfulness of every virtue in Christ to the glory of God is a good treasure; whereas mindfulness of the wickedness of the things forbidden by the Lord is an evil treasure; out of which are brought forth, according to the voice of the Lord, in the respective deeds and words of each, either evil things or good.
Notes, col. 1241

On the reading

Printed προκατορθώση, for προκατορθώσῃ.