Migne Reading Room

PG 31 · cols. 1195–1205 · Read from the page

Rules treated more briefly

Rules treated more briefly

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1195Read from the page
νηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Καὶ πρόδηλον τὸ ἐπὶ τούτῳ καὶ τοῖς τοιούτοις κρῖμα τοῦ Θεοῦ διὰ τοῦ Προφήτου λέγοντος· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει.
evil, because I am good (Matt. 20:15)? And manifest is the judgement of God upon this man and such as him through the Prophet, who says: The evildoer is brought to naught before Him, but He glorifies those who fear the Lord (Ps. 14:4).
ΕΡΩΤΗΣΙΣ ΡΟΒʹ
Question 172.
Ποταπῷ φόβῳ, ἢ ποίᾳ πληροφορίᾳ, ἢ ποίᾳ διαθέσει μεταλάβωμεν τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ.
With what manner of fear, or what full assurance, or what disposition we should partake of the body and the blood of Christ.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τὸν μὲν φόβον διδάσκει ἡμᾶς ὁ Ἀπόστολος λέγων· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει· τὴν δὲ πληροφορίαν ἐμποιεῖ ἡ πίστις τῶν ῥημάτων τοῦ Κυρίου εἰπόντος· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· καὶ τῆς μαρτυρίας τοῦ Ἰωάννου διηγησαμένου πρότερον τὴν δόξαν τοῦ Λόγου, καὶ ἐπαγαγόντος τὸν τρόπον τῆς ἐνανθρωπήσεως ἐν τῷ εἰπεῖν ὅτι, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας· καὶ τοῦ Ἀποστόλου γράψαντος ὅτι, Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ὅταν οὖν, πιστεύσασα ἡ ψυχὴ τοῖς ῥήμασι τούτοις καὶ τοῖς τοιούτοις καὶ τοσούτοις, καταμάθῃ τὴν μεγαλειότητα τῆς δόξης, καὶ θαυμάσῃ τὴν ὑπερβολὴν τῆς ταπεινώσεως καὶ τῆς ὑπακοῆς, ὅτι ὁ τοσοῦτος ὑπήκουσε τῷ Πατρὶ μέχρι θανάτου ὑπὲρ τῆς ἡμετέρας ζωῆς, νομίζω ὅτι κατορθοῖ τὴν διάθεσιν εἰς ἀγάπην τήν τε πρὸς τὸν Θεὸν καὶ Πατέρα, Ὅς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· καὶ τὴν πρὸς τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν ὑπακούσαντα μέχρι θανάτου ὑπὲρ τῆς ἡμετέρας ἀπολυτρώσεως καὶ σωτηρίας. Καὶ δύναται οὕτως ἀνασχέσθαι τοῦ Ἀποστόλου, ὥσπερ ὅρον τινὰ ἐκτιθεμένου τοῖς ὑγιαίνουσι τὴν ἐν τούτοις ἀγαθὴν συνείδησιν, ἐν τῷ εἰπεῖν· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. Τοιαύτην διάθεσίν τε καὶ ἑτοιμασίαν ὀφείλει ἔχειν ὁ μεταλαμβάνων τοῦ ἄρτου καὶ τοῦ ποτηρίου.
The Apostle teaches us the fear when he says: He who eats and drinks unworthily eats and drinks judgement to himself (1 Cor. 11:29); and the full assurance is wrought by faith in the words of the Lord, Who said: This is My body, which is given for you; this do in remembrance of Me (Luke 22:19); and in the testimony of John, who first recounted the glory of the Word and then brought in the manner of the incarnation in saying: The Word was made flesh, and dwelt among us, and we beheld His glory, the glory as of the Only-begotten of the Father, full of grace and truth (John 1:14); and of the Apostle, who wrote: Who, being in the form of God, thought it not robbery to be equal with God, but emptied Himself, taking the form of a servant, being made in the likeness of men, and being found in fashion as a man, He humbled Himself, becoming obedient unto death, even the death of the cross (Phil. 2:6-8). When, therefore, the soul, believing these words and such and so great words as these, learns the majesty of the glory and marvels at the surpassing greatness of the humility and of the obedience, in that He Who was so great obeyed the Father unto death for the sake of our life, I think that it rightly directs its disposition unto love both towards God the Father, Who spared not His own Son, but delivered Him up for us all (Rom. 8:32), and towards His only-begotten Son, Who obeyed unto death for our redemption and salvation. And thus it is able to abide by the Apostle, who sets forth as it were a rule for those who are sound as regards a good conscience in these matters, in saying: For the love of Christ constrains us, judging this, that if One died for all, then all died; and He died for all, that they who live should no longer live unto themselves, but unto Him Who died for them and rose again (2 Cor. 5:14-15). Such a disposition and preparation ought he to have who partakes of the bread and of the cup.
PG 31:1197Read from the page
ΕΡΩΤΗΣΙΣ ΡΟΓʹ.
Question CLXXIII.
Εἰ δεῖ ἐν τῇ ὥρᾳ τῆς κατ' οἶκον ψαλμωδίας λαλιάν τινα γίνεσθαι.
Whether in the hour of psalmody at home any talking ought to take place.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Οὐ δεῖ, ἐκτὸς τῶν πεπιστευμένων τὴν φροντίδα καὶ τὴν ἐπιμέλειαν τῆς εὐταξίας, καὶ τῆς οἰκονομίας τῶν ἔργων, καὶ τοῦτο κατὰ ἀνάγκην τῆς ἐπειγούσης χρείας· καὶ οὐδὲ τότε ἀπερισκέπτως, ἀλλ' ἐστοχασμένως, τοῦ τε τόπου καὶ τῆς εὐταξίας, τῆς τε σεμνότητος καὶ τοῦ ἀπροσκόπου· τοῖς ἄλλοις πᾶσιν ἀναγκαία ἐστὶν ἡ σιωπή. Εἰ γὰρ ἐν καιρῷ διαλέξεως, καὶ ἐν αὐτοῖς τοῖς ἐπιτεταγμένοις τὸν λόγον τῆς διδασκαλίας ὁ πρῶτος σιγᾷν προτέτακται, ἐὰν ἄλλῳ ἀποκαλυφθῇ, πόσῳ μᾶλλον ἐν καιρῷ ψαλμῳδίας ἡ σιγὴ τοῖς πολλοῖς ἀναγκαία;
It ought not, except for those entrusted with the care and oversight of good order and of the administration of the works, and even this according to the necessity of pressing need; and not even then inconsiderately, but with due regard both for the place and for good order, both for gravity and for giving no offence; for all the rest silence is necessary. For if at the time of discourse, even among those very ones who are appointed over the word of teaching, the first is enjoined to keep silent if a revelation be made to another, how much more at the time of psalmody is silence necessary for the many?
ΕΡΩΤΗΣΙΣ ΡΟΔʹ.
Question CLXXIV.
Πῶς δυνηθῇ τις ἐνδιαθέτως καὶ μετὰ ἐπιθυμίας ποιεῖν τὰς ἐντολὰς τοῦ Κυρίου.
How someone may be able with inner disposition and with desire to do the commandments of the Lord.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Κατὰ φύσιν ἡ πεῖρα τοῦ ἥδοντος καὶ ὠφελοῦντος, καὶ αὐτὴ ἡ προσδοκία τοῦ τοιούτου ἐμποιεῖ τῇ ψυχῇ τὴν περὶ τούτου διάθεσίν τε καὶ ἐπιθυμίαν. Ἐὰν οὖν τις μισήσῃ καὶ βδελύξηται τὴν ἀδικίαν, καὶ καθαρεύσῃ πάσης ἁμαρτίας, ἀφ' ἧς, ὥσπερ ἀπὸ νόσου τὸ σῶμα πάσχει τὴν ἀνορεξίαν καὶ τὴν περὶ τὰ βρώματα ἀηδίαν, οὕτω καὶ ἡ ψυχὴ τὴν περὶ τὰ δικαιώματα τοῦ Θεοῦ νωθρότητα καὶ ὀκνηρίαν· καὶ ἐὰν πληροφορηθῇ, ὅτι ἡ ἐντολὴ τοῦ Θεοῦ ζωὴ αἰώνιός ἐστι, καὶ πάντα τὰ ἐπηγγελμένα τοῖς φυλάσσουσιν αὐτὴν ἀληθῆ, κατορθοῦται αὐτῷ ἡ διάθεσις τοῦ εἰπόντος· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
By nature the experience of what pleases and benefits, and the very expectation of such a thing, engenders in the soul both the disposition and the desire for it. If therefore someone hates and abhors iniquity, and cleanses himself of every sin, from which, just as from sickness the body suffers loss of appetite and distaste for food, so also the soul [suffers] sluggishness and reluctance towards the ordinances of God, and if he be fully assured that the commandment of God is life eternal, and that all the things promised to those who keep it are true, there is achieved in him the disposition of him who said: The judgements of the Lord are true, justified altogether; more to be desired than gold and much precious stone, and sweeter than honey and the honeycomb. For indeed Thy servant keeps them; in keeping them there is great reward.
ΕΡΩΤΗΣΙΣ ΡΟΕʹ.
Question CLXXV.
Πῶς φαίνεται ὁ ἀγαπῶν τὸν ἀδελφὸν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου· καὶ πῶς ἐλέγχεται ὁ μὴ οὕτως ἀγαπῶν.
How he who loves his brother according to the commandment of the Lord becomes manifest; and how he who does not so love is convicted.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τῆς ἀγάπης ἐξαίρετα δύο ταῦτα· τὸ λυπεῖσθαι μὲν καὶ ἀγωνιᾷν ἐφ' οἷς βλάπτεται ὁ ἀγαπώμενος· χαίρειν δὲ καὶ ἀγωνίζεσθαι ὑπὲρ τῆς ὠφελείας αὐτοῦ. Μακάριος οὖν ὁ πενθῶν ἐπὶ τῷ ἁμαρτάνοντι, οὗ ὁ κίνδυνος φοβερός· καὶ χαίρων ὑπὲρ τοῦ κατορθοῦντος, οὗ τὸ κέρδος ἀσύγκριτον, καθὼς γέγραπται. Μαρτυρεῖ δὲ καὶ Παῦλος ὁ ἀπόστολος λέγων· Ἐὰν πάσχῃ ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, κατὰ λόγον πάντως τῆς ἐν Χριστῷ ἀγάπης· Καὶ ἐὰν δοξάζηται ἓν μέλος, κατὰ σκοπὸν δηλονότι τῆς πρὸς Θεὸν εὐαρεστήσεως, συγχαίρει πάντα
Pre-eminent marks of love are these two: to be grieved on the one hand and to be in anguish over the things wherein the beloved is harmed; and to rejoice on the other hand and to contend on behalf of his benefit. Blessed therefore is he who mourns over the one who sins, whose danger is fearful; and who rejoices on behalf of the one who walks uprightly, whose gain is incomparable, even as it is written. And Paul the apostle also bears witness, saying: If one member suffer, all the members suffer together, according to the principle altogether of love in Christ; And if one member be glorified, according to the aim, plainly, of pleasing God, there rejoice with it all
Notes, col. 1197

On the reading

Printed ψαλμωδίας, for ψαλμῳδίας.

PG 31:1200Read from the page
τὰ μέλη. Ὁ δὲ μὴ οὕτως συνδιατιθέμενος φανερός ἐστι μὴ ἀγαπῶν τὸν ἀδελφόν.
the members. And he who is not so disposed with them is manifestly one who does not love his brother.
ΕΡΩΤΗΣΙΣ ΡΟϚʹ.
Question CLXXVI.
Τίνες εἰσὶν οἱ ἐχθροὶ, οὓς ἀγαπᾷν προσετάχθημεν· καὶ πῶς ἀγαπήσομεν τοὺς ἐχθρούς· ταῖς εἰς αὐτοὺς εὐεργεσίαις μόνον, ἢ καὶ αὐτῇ τῇ διαθέσει· καὶ εἰ δυνατὸν τοῦτο.
Who are the enemies whom we have been commanded to love; and how we shall love our enemies: by good deeds towards them alone, or also by the disposition itself; and whether this is possible.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλευειν. Πᾶς μὲν οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ ἐχθρὸς ἂν λέγοιτο· ἐξαιρέτως δὲ ὁ ἁμαρτάνων. Τὸ γὰρ ὅσον ἐπ' αὐτῷ βλάπτει κατὰ διαφόρους τρόπους, καὶ ἐπιβουλεύει τῷ συνόντι ἢ συντυγχάνοντι. Ἐπειδὴ δὲ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν ὁ ἄνθρωπος, κατὰ μὲν τὴν ψυχὴν ἀγαπήσωμεν τοὺς τοιούτους, ἐλέγχοντες αὐτοὺς, καὶ νουθετοῦντες, καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἐνάγοντες· κατὰ δὲ τὸ σῶμα εὐεργετοῦντες αὐτοὺς, ἐπιδεομένους τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ὅτι δὲ ἡ ἀγάπη ἐν διαθέσει ἐστὶ, παντὶ δῆλον. Τὸ δὲ δυνατὸν ἔδειξε καὶ ἐδίδαξεν ὁ Κύριος, τὴν ἀγάπην τοῦ Πατρὸς καὶ τὴν ἑαυτοῦ ἐν τῇ ὑπακοῇ μέχρι θανάτου ἐπιδειξάμενος ὑπὲρ ἐχθρῶν, οὐχ ὑπὲρ φίλων, ὡς μαρτυρεῖ ὁ Ἀπόστολος λέγων· Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ ἡμῖν δὲ αὐτὸ τοῦτο παραινεῖ ἐν τῷ εἰπεῖν· Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, προσφορὰν καὶ θυσίαν τῷ Θεῷ. Οὐκ ἂν δὲ προσέταξεν ὁ ἀγαθὸς καὶ δίκαιος, εἰ μὴ τὸ δυνατὸν ἐχαρίσατο· ὅπερ καὶ ἐν τῇ φύσει κατηναγκασμένως ἀποκεῖσθαι ἐφανέρωσεν. Εὐεργέτας μὲν καὶ τὰ θηρία φυσικῶς ἀγαπᾷ. Τί δὲ τοσοῦτον εὐεργετεῖ ὁ φίλος, ὅσον οἱ ἐχθροί; Προξενοῦντες ἡμῖν τὸν μακαρισμὸν τοῦ Κυρίου εἰπόντος· Μακάριοί ἐστε, ὅταν διώξωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
It is proper to an enemy to harm and to plot against. Everyone therefore who in whatever way harms anyone might be called an enemy; and pre-eminently he who sins. For so far as lies in him he harms in manifold ways, and plots against him who lives with him or meets with him. And since man consists of body and soul, as regards the soul indeed let us love such persons, reproving them, and admonishing them, and in every way leading them towards conversion; and as regards the body doing good to them when they stand in need of the things necessary for living. And that love lies in disposition is plain to everyone. And that it is possible the Lord showed and taught, having displayed the love of the Father and His own in obedience unto death on behalf of enemies, not on behalf of friends, as the Apostle bears witness, saying: But God commends His own love towards us, in that, while we were yet sinners, Christ died on our behalf. And to us also he exhorts this very thing in saying: Become therefore imitators of God, as beloved children, and walk in love, even as Christ also loved us, and gave Himself up on our behalf, an offering and a sacrifice to God. Nor would He Who is good and righteous have commanded this, unless He had bestowed the ability; which He also manifested to be laid up of necessity even in nature. Benefactors indeed even the wild beasts naturally love. Yet wherein does a friend benefit us so much as enemies do? Procuring for us the blessing of the Lord Who said: Blessed are you when they persecute you, and revile you, and say every evil word against you, lying, for my sake. Rejoice and be exceeding glad, for your reward is great in the heavens.
ΕΡΩΤΗΣΙΣ ΡΟΖʹ.
Question CLXXVII.
Πῶς ὀφείλουσιν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν
How the strong ought to bear the weaknesses of the weak
ΑΠΟΚΡΙΣΙΣ
Answer
Εἰ τὸ βαστάζειν ἐστὶ τὸ αἴρειν καὶ θεραπεύειν, κατὰ τὸ γεγραμμένον ὅτι, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν, οὐκ ἐν
If to bear is to take away and to heal, according to what is written, Himself took our infirmities, and bore our diseases, not in
Notes, col. 1200

On the reading

Printed ἐπιβουλευειν, for ἐπιβουλεύειν.

PG 31:1201Read from the page
τῷ εἰς ἑαυτὸν ὑποδέχεσθαι ταῦτα, ἀλλ' ἐν τῷ τοὺς πάσχοντας θεραπεύειν· καὶ ἐνταῦθα ὁ τῆς μετανοίας τρόπος καὶ λόγος ἐφαρμόσει, δι' οὗ θεραπευθήσονται ἐκ τῆς τῶν δυνατωτέρων ἐπιμελείας οἱ ἀδύνατοι.
receiving these into Himself, but in healing those who suffer; here also the manner and principle of repentance will apply, through which the weak shall be healed by the care of those who are stronger.
ΕΡΩΤΗΣΙΣ ΡΟΗʹ.
Question CLXXVIII.
Τί ἐστι τὸ, « Ἀλλήλων τὰ βάρη βαστάζετε· » καὶ ποῖον νόμον ἀναπληρώσομεν, τοῦτο ποιοῦντες.
What is that saying, Bear one another's burdens, and what sort of law we shall fulfil in doing this.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ταὐτόν ἐστι τῷ προειρημένῳ. Βαρεῖα γὰρ ἡ ἁμαρτία, καθέλκουσα τὴν ψυχὴν εἰς πυθμένα ᾅδου. Ἣν αἴρομεν ἀλλήλων, καὶ περιαιροῦμεν, εἰς ἐπιστροφὴν ἄγοντες τοὺς ἁμαρτάνοντας. Τὸ δὲ βαστάσαι ἀντὶ τοῦ ἆραι σύνηθες καὶ τοῖς ἐπιχωρίοις κεχρῆσθαι, ὡς πολλάκις παρὰ πολλῶν αὐτὸς ἤκουσα. Νόμον δὲ τοῦ Χριστοῦ ἀναπληρώσομεν τοῦ εἰπόντος· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ ἡμῖν νομοθετήσαντος ὅτι, Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτόν. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου
It is the same as what was said before. For sin is heavy, dragging the soul down to the bottom of Hades. Which we take up from one another, and strip away, leading those who sin to conversion. And to use the word to bear in place of to take away is customary also among the people of the country, as I myself have often heard from many. And we shall fulfil the law of Christ Who said: I came not to call the righteous, but sinners to repentance; and Who legislated for us: If your brother sin, go, reprove him. If he hear you, you have gained your brother
ΕΡΩΤΗΣΙΣ ΡΟΘʹ.
Question CLXXIX.
Πῶς δύναταί τις ἄνευ ἀγάπης πίστιν κτήσασθαι τοσαύτην, ὥστε ὄρη μεθιστάνειν, ἢ πάντα τὰ ὑπάρχοντα δοῦναι πτωχοῖς, ἢ παραδοῦναι τὸ ἑαυτοῦ σῶμα, ἵνα καυθῇ.
How someone without love is able to acquire faith so great as to remove mountains, or to give all his possessions to the poor, or to hand over his own body that it may be burned.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Εἰ μνημονεύομεν τοῦ Κυρίου εἰπόντος· Ποιοῦσι γὰρ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, καὶ τῆς ἀποκρίσεως αὐτοῦ τῆς πρὸς τοὺς εἰπόντας· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῶ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; πρὸς οὕς φησιν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· οὐχ ὅτι ἐψεύσαντο, ἀλλ' ὅτι τῇ τοῦ Θεοῦ χάριτι πρὸς τὰ ἴδια θελήματα ἀπεχρήσαντο, ὅπερ τῆς πρὸς Θεὸν ἀγάπης ἀλλότριον, οὐ δυσκόλως συνορᾷν τὰ εἰρημένα δυνάμεθα. Τὸ δὲ χάρισμα Θεοῦ ἢ δωρεὰν λαμβάνειν καὶ τὸν ἀνάξιον οὐδὲν παράδοξον· Θεὸς γὰρ ἐν καιρῷ χρηστότητος καὶ μακροθυμίας τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς· πολλάκις δὲ καὶ εἰς ὠφέλειαν ἢ ἐκείνου αὐτοῦ τοῦ ὑποδεχομένου τὸ χάρισμα, ἐὰν ἄρα, δυσωπηθεὶς τὴν τοῦ Θεοῦ χρηστότητα, προτραπῇ εἰς ἐπιμέλειαν τῆς πρὸς αὐτὸν εὐαρεστήσεως, ἢ καὶ ἑτέρων, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν,
If we remember the Lord saying: For they do it in order to be seen by men, and His answer to those who said: Lord, Lord, did we not prophesy in Thy name and in Thy name cast out demons, and in Thy name do many mighty works? to whom He says: I do not know you, whence you are, not because they lied, but because they abused the grace of God for their own wills, which is foreign to love towards God, we are able without difficulty to perceive what has been said. And that even the unworthy receives a spiritual gift or free bounty of God is nothing strange; for God in the season of kindness and long-suffering makes His sun rise upon evil and good; and oftentimes also for the benefit either of that very one who receives the gift, if perchance, put to shame before the kindness of God, he be urged on to care for pleasing Him, or else of others, according to what was said by the Apostle: Some indeed even through envy and strife,
Notes, col. 1201

On the reading

Printed σῶ, for σῷ.

PG 31:1204Read from the page
τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν. Οἷς ἐπιφέρει μετ' ὀλίγα· Πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω.
and some also through good will preach Christ. To which he adds shortly after: Only that in every way, whether in pretence or in truth, Christ is proclaimed, and in this I rejoice.
ΕΡΩΤΗΣΙΣ ΡΠʹ.
Question CLXXX.
Μετὰ ποταπῆς διαθέσεως καὶ προσοχῆς ὀφείλομεν ἀκούειν τῶν ἐν τῷ καιρῷ τῆς μεταλήψεως παραναγινωσκομένων ἡμῖν.
With what sort of disposition and attention we ought to listen to the things read aloud to us at the time of partaking of food.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Περισσοτέρως ἢ μεθ' οἷας ἡδονῆς ἐσθίομεν καὶ πίνομεν, ἵνα δειχθῇ ὁ νοῦς μὴ μετεωριζόμενος εἰς τὰς τοῦ σώματος ἡδονάς· ἐνευφραινόμενος δὲ πλέον τοῖς τοῦ Κυρίου ῥήμασι, κατὰ τὴν διάθεσιν τοῦ εἰπόντος· Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
More abundantly than the pleasure with which we eat and drink, that the mind may be shown not to be distracted towards the pleasures of the body, but delighting more in the words of the Lord, according to the disposition of him who said: And sweeter than honey and the honeycomb.
ΕΡΩΤΗΣΙΣ ΡΠΑʹ.
Question CLXXXI.
Ἐὰν ὦσιν ἀδελφότητες πλησίον ἀλλήλων, καὶ ἡ μὲν πτωχεύῃ, ἡ δὲ ἑτέρα περὶ τὴν κοινωνίαν δυσχερεστέρα ᾖ, πῶς δεῖ τὴν πτωχεύουσαν πρὸς τὴν μὴ μεταδιδοῦσαν διατίθεσθαι.
If brotherhoods be near one another, and the one be in poverty while the other is more reluctant regarding fellowship in sharing, how the one in poverty ought to be disposed towards the one that does not impart.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Οἱ διδαχθέντες ἐν ἀγάπῃ Χριστου και τὴν ψυχὴν αὐτὴν τιθέναι ὑπὲρ ἀλλήλων πῶς τῶν περὶ τὸ σῶμα φείσασθαι δύνανται; Ὥσπερ ἐπιλαθόμενοι τοῦ εἰπόντος· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Ἐὰν δὲ γένηται τοῦτο, μακροθυμεῖν χρὴ τοὺς πτωχεύοντας, ἐν πληροφορίᾳ τῆς ἐν τῷ μέλλοντι αἰῶνι παρακλήσεως, μιμουμένους τὸν Λάζαρον.
Those who have been taught in the love of Christ to lay down even life itself on behalf of one another, how can they be sparing of the things that concern the body? As though having forgotten Him Who said: I hungered, and you did not give me to eat, and the rest. Yet if this happen, those in poverty must be patient, in full assurance of consolation in the age to come, imitating Lazarus.
ΕΡΩΤΗΣΙΣ ΡΠΒʹ.
Question CLXXXII.
Ἐκ ποίων καρπῶν δοκιμάζεσθαι ὀφείλει ὁ συμπαθῶς ἐλέγχων τὸν ἀδελφὸν ἁμαρτάνοντα.
By what sort of fruits he ought to be tested who sympathetically reproves his brother when sinning.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Πρῶτον μὲν ἐκ τῶν ἐξαιρέτων τῆς συμπαθείας, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου ὅτι, Ἐὰν πάσχῃ ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ὅτι, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; ἔπειτα δὲ, ἐὰν ἐπὶ πάσῃ ἁμαρτίᾳ ὁμοίως συντρίβηται, καὶ ἐπὶ πᾶσι τοῖς ἁμαρτάνουσι, τοῖς τε εἰς αὐτὸν καὶ τοῖς εἰς ἄλλον ὁμοίως λυπῆται, καὶ πενθῇ, καὶ ἐλέγχων μὴ διαφθείρῃ τὸν ὑπὸ τοῦ Κυρίου παραδεδομένον τρόπον.
First indeed from the chief marks of sympathy, according to what was said by the Apostle, If one member suffer, all the members suffer together; and, Who is made to stumble, and I do not burn? and next, if at every sin he be alike contrite, and over all who sin, whether against himself or against another, he be alike grieved and mourn, and in reproving do not corrupt the manner handed down by the Lord.
ΕΡΩΤΗΣΙΣ ΡΠΓʹ.
Question CLXXXIII.
Ἐὰν συμβῇ τινας ἐν ἀδελφότητι ζῶντας διαφωνῆσαι πρὸς ἀλλήλους. εἰ ἀκίνδυνόν ἐστιν ἀγάπης ἕνεκεν συμπεριφέρεσθαι τοῖς τοιούτοις.
If it happen that certain ones living in a brotherhood disagree with one another, whether it is without danger for the sake of love to accommodate oneself to such persons.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦ Κυρίου εἰπόντος, Δὸς, Πάτερ, ἵνα, ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἓν ὦσιν ἐν ἡμῖν· καὶ τοῦ Ἀποστόλου γράψαντος, Σύμψυχοι, τὸ ἓν φρανοῦντες· καὶ τῶν Πράξεων ἱστορουσῶν,
Since the Lord said, Grant, Father, that, even as I and Thou are one, so they also may be one in us; and since the Apostle wrote, United in soul, minding the one thing; and since the Acts relate
Notes, col. 1204

On the reading

Printed Χριστου, for Χριστοῦ.

Printed και, for καὶ.

Printed ἀλλήλους., for ἀλλήλους,.

Printed φρανοῦντες, for φρονοῦντες.

PG 31:1205Read from the page
ὅτι, Ἦν τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία· οἱ μὲν διαφωνοῦντες ἀλλότριοι τῶν εἰρημένων εἰσίν. Ἀγάπη δὲ ἡ μὲν κατὰ λόγον φυλάσσει τὸ εἰρημένον· Ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει· ἡ δὲ μὴ κατὰ λόγον, οἷα δ' ἂν ᾖ, ἀδόκιμος, τοῦ Κυρίου εἰπόντος ἔτι, Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.
that the heart and soul of those who believed was one, those who disagree are strangers to the things that have been said. For love that is according to reason observes what was said: He who loves disciplines diligently; whereas that which is not according to reason, of whatever sort it may be, is unapproved, since the Lord said that He who loves father or mother above me is not worthy of me.
ΕΡΩΤΗΣΙΣ ΡΠΔʹ.
Question CLXXXIV.
Πῶς δύναταί τις, καὶ ὅτε παρακαλεῖ, καὶ ὅτε ἐλέγχει, μὴ μόνον σπουδάζειν ἐπιστημόνως λαλῆσαι, ἀλλὰ καὶ τὴν διάθεσιν τὴν ὀφειλομένην σώζειν πρός τε τὸν Θεὸν καὶ πρὸς ἐκείνους, οἷς λαλεῖ.
How someone is able, both when he exhorts and when he reproves, not only to be earnest to speak skilfully, but also to preserve the due disposition both towards God and towards those to whom he speaks.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἐὰν μνημονεύσῃ τις τοῦ Ἀποστόλου εἰπόντος· Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ, οὐχ ὡς ἰδίαν τινὰ ἐπιστήμην ἐξ αὐθεντίας οἰκονομῇ, ἀλλ' ὡς Θεοῦ ὑπηρεσίαν ἐν ἐπιμελείᾳ ψυχῶν αἵματι Χριστοῦ ἐξηγορασμένων πληροῖ μετὰ φόβου καὶ τρόμου τοῦ πρὸς Θεὸν, κατὰ τὸν εἰπόντα· Οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν· καὶ μετὰ διαθέσεως καὶ εὐσπλαγχνίας τῆς περὶ τοὺς ἀκούοντας, ποιῶν τὸ εἰρημένον· Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.
If someone remembers the Apostle saying: So let a man account of us as ministers of Christ, and stewards of the mysteries of God, and does not dispense it out of self-authority as some knowledge of his own, but fulfils it as a service of God in the care of souls redeemed by the blood of Christ with fear and trembling towards God, according to him who said: So we speak, not as pleasing men, but God Who tests our hearts; and with disposition and tender compassion towards the hearers, doing what was said: Even as a nurse cherishes her own children, so yearning fondly over you, we were well pleased to impart to you not only the Gospel of God, but also our own souls.
ΕΡΩΤΗΣΙΣ ΡΠΕʹ.
Question CLXXXV.
Ἐάν τις ἐν διαλέξει συνδιατιθεμένους τοῖς λεγομένοις ὁρῶν τοὺς ἀκούοντας χαίρῃ, πῶς γνωρίσει ἑαυτὸν, εἰ διαθέσει ἀγαθῇ χαίρει, ἢ πάθει τινὶ ἰδίῳ.
If someone in discourse, seeing the hearers disposed in harmony with the things being said, rejoices, how he shall know himself, whether he rejoices with a good disposition, or from some passion of his own.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Ἐὰν ἐν τοῖς ἐπαίνοις μόνοις τὴν χαρὰν στήσῃ, δῆλός ἐστιν ἰδίῳ πάθει κινούμενος· ἐὰν δὲ, τῶν ἐπαινούντων παραυτὰ μὲν τὸ περὶ τὴν ἀκρόασιν συνετὸν καταμαθὼν, ἐλπίδα τῆς εὐπειθείας ὑποσπεῖρον εὐφρανθῇ, ὕστερον δὲ τὴν ὠφέλειαν πολυπραγμονήσας, καὶ ἢ τὰ ἀκόλουθα τοῖς ἐπαίνοις κατορθώματα ἐν αὐτοῖς εὑρὼν χαρῇ, ἢ μηδὲν ὠφεληθέντας τοὺς ἐπαινέσαντας ἐπιδὼν λυπηθῇ, εὐχαριστείτω τῷ Θεῷ, ὅτι ὡς φιλόθεος καὶ φιλάδελφος κατηξιώθη κινηθῆναι, μὴ ζητῶν τὴν δόξαν τὴν ἑαυτοῦ, ἀλλὰ τὴν δόξαν τοῦ Θεοῦ, καὶ τὴν οἰκοδομὴν τῶν ἀδελφῶν.
If in the praises alone he fixes his joy, he is plainly moved by a passion of his own; whereas if, perceiving right away in those who praise their intelligence regarding the hearing, sowing secretly a hope of ready obedience, he be gladdened, and afterwards inquiring busily into their profit, either on finding in them right actions corresponding to their praises he rejoice, or on beholding those who praised profited nothing he be grieved, let him give thanks to God that as a lover of God and a lover of the brethren he was counted worthy to be moved, seeking not his own glory, but the glory of God, and the building up of the brethren.
ΕΡΩΤΗΣΙΣ ΡΠϚʹ.
Question CLXXXVI.
Ἐπειδὴ διδασκόμεθα τοιαύτην ἀγάπην ἔχειν, ὥστε καὶ τὴν ψυχὴν θεῖναι ὑπὲρ τῶν φίλων, μαθεῖν δεόμεθα ὑπὲρ ποταπῶν φίλων τοῦτο αἱρεῖσθαι δεῖ.
Since we are taught to have such love as even to lay down our life on behalf of friends, we need to learn on behalf of what sort of friends one ought to choose this.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τὴν μὲν διάθεσιν, ἢ τὸν τρόπον τούτου τοῦ κατορ-
The disposition indeed, or the manner of this right
Notes, col. 1205

On the reading

Printed ἔτι, for ὅτι.