ἀνθρωπίνοις πολιτευάμενον ὁσίως, σταυρωθέντα, ἀποθανόντα, ἀναστάντα τῇ τρίτῃ τῶν ἡμερῶν, ἀνελθόντα εἵς οὐρανὸν, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς κατὰ δικαίαν ἀνταπόδοσιν πίστεώς τε καὶ ἔργων, βασιλεύοντά τε εἰς τοὺς αἰῶνας, σωζομένης ἐν ἅπασι πάντοτε τῆς ὑπεροχῆς τοῦ Θεοῦ καὶ μοναρχίας, ὑποτεταγμένου δηλαδὴ τοῦ Πνεύματος τοῦ ἁγίου τῷ Χριστῷ μετὰ πάντων, αὐτοῦ δὲ τοῦ Υἱοῦ καὶ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ τὴν τοῦ μακαρίου Παύλου διδασκαλίαν, ὅς φησιν· Ὅταν γὰρ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Τούτων δὲ πάντων εὐκρινῶς μὲν καὶ πλατύτερον ἐν ἑτέροις ἡμῖν ἀπαδεδειγμένων, ἐν βραχεῖ δὲ νῦν πρὸς ὑμᾶς ὡμολογημένων, εὐχόμεθα τούς τε παρόντας ὑμᾶς καὶ πάντας τοὺς τῶν αὐτῶν ἡμῖν μυστηρίων κοινωνοῦντας, μὴ ψόγον ἀνθρώπων δεδοικότας, μήτε σοφίσμασιν ἀπατωμένους, ἢ κολακείαις ὑπαγομένους, κατὰ τὴν ἀληθῆ καὶ δικαίαν κρίσιν ἐπιψηφίσασθαι τοῖς εἰρημένοις, κρατούσης δηλαδὴ παρὰ πᾶσι τῆς βελτίονος μοίρας, τόν τε λογισμὸν τῶν ἐνοχλούντων προστησαμένους, πάντα θήρατρα καὶ δίκτυα διαφυγεῖν, ἃ τῷ διαβόλῳ κατ' ἀνθρώπων μεμηχάνηται, πολλοὺς φυγεῖν, ἢ δελεάζειν μεμελετηκότι, τοὺς μὴ πρὸ τῶν ἡδέων τὸ συμφέρον αἱρουμένους, ἢ τὰ παρόντα τῶν μελλόντων ἀσφαλέστερα λογιζομένους· εἰ δ' ἄρα καὶ παρά τισι νικήσει τὰ χείρω (ἀποστρέψαι δὲ ὁ Θεὸς τοῦ λόγου τὴν πεῖραν), πρὸς μὲν τὸ ψεῦδος τῶν πολλῶν συμπνεόντων, πρὸς δὲ τὴν ἀλήθειαν διισταμένων, τῶν τε ἀρεσκόντων τῷ Θεῷ καὶ κοινῇ συμφερόντων τὴν πρὸς τὸ παρὸν ἀσφάλειαν καὶ δόξαν περὶ πλείονος ποιουμένων· τοὺς γοῦν ἑπομένους, ἀσάλευτον καὶ παγίαν διαφυλάξαι τῷ παραδεδωκότι τὴν πίστιν, περιμένοντας τὸ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ κριτήριον, οὗ τῦφος μὲν καὶ δόξα καὶ ψεῦδος προῤῥίζως ἠφάνισται, γυμνοὶ δὲ πάσης ἀρχῆς, ἢ θεραπείας ἢ κολακείας οἱ κρινόμενοι, πολυχειρία δὲ καὶ πλοῦτος ἀσθενὴς πρὸς δυσώπησιν, κἂν ᾖ λίαν παρὰ ἀνθρώποις εὐδόκιμος. Ἀνδρῶν γὰρ ἐνδόξων πλῆθος ἑνὸς πένητος εὐσεβοῦς οὐκ ἀντάξιον εἰς παραίτησιν παρ' ἀληθείᾳ δοκιμαζούσῃ, συναγωνιζομένης μὲν εὐσεβείας κατὰ δικαίαν ἀμοιβὴν τῶν νῦν δι' αὐτὴν καὶ τὸ θανεῖν κέρδος ἡγουμένων, ἀποδιδόντος δὲ τὰ τῶν ἀγώνων ἄθλα τοῦ πάλαι καὶ νῦν ἀθλοθετοῦντος Χριστοῦ, τοῖς μὲν ὑπὲρ ἀληθείας πονήσασι τὴν ἀληθινὴν ἐλευθερίαν καὶ βασιλείαν οὐρανῶν, τοῖς δὲ διὰ κακόνοιαν ταύτην ἀτιμάσασι τιμωρίας ἀπαραιτήτους. Ταῦτ' εἰρήσθω μὲν ἀμφότερα πρὸς ὑμᾶς· ἐκβαίη δὲ πρὸς τὴν βνλτίω μοῖραν τὸ τέλος,
human having lived holily, crucified, having died, having risen on the third of the days, having ascended into heaven, coming to judge the living and the dead according to a just recompense of both faith and works, and reigning unto the ages, the pre-eminence and monarchy of God being preserved always in all things, the Holy Spirit namely being subordinated to Christ along with all things, and the Son Himself also to His God and Father, according to the teaching of the blessed Paul, who says: For when all things are subjected to Him, then the Son Himself also shall be subjected to Him Who subjected all things to Him, that God may be all in all. Now since all these matters have been demonstrated by us distinctly and more broadly elsewhere, and have now been confessed before you in brief, we pray that both you who are present and all who share in the same mysteries with us, neither fearing the censure of men, nor deceived by sophistries, or led away by flatteries, may vote in favour of what has been said according to true and just judgement, the better portion namely prevailing among all, and setting reason ahead of the things that trouble them, may escape all snares and nets which have been devised by the devil against mankind, who has practised driving many away or enticing them—those who do not choose what is beneficial ahead of pleasures, or who reckon things present safer than things to come; yet if indeed even among some the worse things should prevail (though may God turn away the trial of this word), while the many conspire towards falsehood and stand divided towards the truth, and value present safety and glory more highly than the things pleasing to God and commonly beneficial, at least that those who follow may preserve unshaken and steadfast their faith in Him Who delivered it, awaiting the judgement-seat of our Saviour Christ, where pride and glory and falsehood are utterly obliterated from the root, and those being judged are stripped of all rule or retinue or flattery, and multitude of hands and wealth are weak for entreaty, even if exceedingly esteemed among men. For a multitude of illustrious men is not equivalent to a single pious poor man for excuse before truth when she puts to the test, while piety contends alongside in just requital for those who now on her account deem even dying to be gain, and Christ, Who of old and now presides over the contests, renders the prizes of the struggles: to those who have laboured on behalf of truth, true freedom and the kingdom of the heavens, and to those who through malice have dishonoured her, inexorable punishments. Let both these things be spoken unto you; and may the outcome issue towards the better portion.