ἐπιβάλλοντες αὐτῷ, ὠθοῦσι διὰ τοῦ πνεύματος πρὸς τὸ φθὰνειν μέχρι τῆς ἀκοῆς τοῦ πρὸς ὃν γίνεται· ἡ δὲ τοῦ Κυρίου φωνὴ, ἑτερογενής τίς ἐστι, φαντασιοῦντος τοῦ Θεοῦ οἷς ἀκούειν βούλεται τῆς φωνῆς αὐτοῦ, ὥστε ἀναλογίαν ἔχει τὴν φαντασίαν ταύτην πρὸς τὴν ἐν τοῖς ὀνείροις γινομένην. Καὶ γὰρ ἐκεῖ, οὐχὶ τοῦ ἔξωθεν ἀέρος πληγέντος, εισέπεσε διὰ τῆς ἀκοῆς τῶν λεγομένων ἡ αἴσθησις, ἀλλ' αὐτοῦ τοῦ ἡγεμονικοῦ παραδεξαμένου τὰ νοήματα, τῇ μνήμῃ τῶν θεασαμένων πέφυκε παραμένειν. Ἐγένετο οὖν πρὸς τὸν Ἀβραὰμ φωνὴ, διόνι εἶχεν ὦτα ἀκούειν δυνάμενα τῶν ἐντολῶν τοῦ Θεοῦ, κατὰ τὸ ἀφανὲς ἐνηχοῦντος αὐτῷ τοῦ θείου βουλήματος. Πρὸς δὲ τὸν λαὸν ἡ φωνὴ γινομένη ὁρατὴ ἦν· τουτέστιν εὔγνωστος, συνετὴ πᾶσιν. Οὐ γὰρ δὴ ὑπὸ χρώματός τινος ἐχρώννυτο καὶ περιεγράφετο, ὥστε αἰσθητὴ ὀφθαλμοῖς γενέσθαι ἡ λαλουμένη φωνὴ, ἀλλ' ἑώρα ὁ λαὸς τὴν φωνήν· διότι ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμοὺς, οὐδεμιᾶς ἀσαφείας περικειμένης τοῖς λαλουμένοις. Καὶ τῷ Ἠσαΐᾳ δὲ φωνὴ ἐγίνετο προστάσσουσα· Βόησον· ἀντὶ τοῦ, τὸ ἡγεμονικὸν τοῦ προφήτου ἀπὸ τῆς ἐγγινομένης αὐτῷ παρὰ Θεοῦ δυνάμεως ἐτυποῦτο. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ποία φωνή; ἐπὶ ποίων ὑδάτων: Ὡς προφητείαν λάβωμεν τὸ ῥητόν. Μνήσθητι τοῦ Ἰωάννου, ὃς, ἐρωτηθεὶς παρὰ τῶν Ἰουδαίων, Τίς εἶ σύ τίνα ἀπόκρισιν δῶμεν τοῖς ἀποστείλασιν; ἡμᾶς; ἀπεκρίνατο· Ἐγὼ φωνὴ Κυρίου βοῶντος ἐν τῇ ἐρήμῳ. Οὐκοῦν φωνὴ Κυρίου ὁ Ἰωάννης, ἄγγελος ἀπὸ Θεοῦ ἀπεσταλμένος πρὸ προσώπου Κυρίου, τοῦ ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Αὕτη οὖν ἡ φωνὴ ἐπὶ τῶν ὑδάτων ἦν, ἐπὶ τῷ Ἰορδάνῃ, ἐν ᾧ ἐβάπτισε κηρύσσων τὸ τῆς μετανοίας βάπτισμα· καὶ οὐκ ἐν τῷ Ἰορδάνῃ μύνῳ, ἀλλὰ καὶ ἐν τῷ Ἐνὼν ἐγγὺς τοῦ Σαλὴμ, ὅνι ὕδατα πολλὰ ἦν ἐκεῖ. Οὐκοῦν φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Ἰωάννης ἐστὶν ἐπὶ τοῦ βαπτίσματος. Ἐκεῖ καὶ ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν. Ἦλθε γὰρ φωνὴ ἐξ οὐρανοῦ λέγουσα· Οὗτός
imposing upon it, propel it by means of the breath so that it reaches the hearing of him to whom it is directed; whereas the voice of the Lord is of another kind, God forming an impression in those whom he wills to hear his voice, so that this impression bears an analogy to that which takes place in dreams. For there too it is not when the outer air is struck that the perception of what is spoken enters through the hearing, but once the governing faculty itself has received the thoughts, it naturally abides in the memory of those who have beheld them. A voice came, therefore, unto Abraham because he had ears capable of hearing the commandments of God, as the divine counsel sounded invisibly within him. Unto the people, however, the voice that came was visible—that is, plain to know, intelligible to all. For certainly the spoken voice was not tinted with some colour and circumscribed in outline so as to become perceptible to the eyes; rather, the people saw the voice because the commandment of the Lord is radiant, enlightening the eyes, with no obscurity wrapping what was spoken. And unto Isaiah too there came a voice commanding: Cry out—meaning that the governing faculty of the prophet was stamped by the power arising within him from God. The voice of the Lord is upon the waters. What sort of voice? Upon what sort of waters? Let us take the saying as prophecy. Remember John, who, when asked by the Jews, Who are you, what answer shall we give to those who sent us? answered: I am the voice of the Lord crying in the wilderness. Therefore John is the voice of the Lord, a messenger sent from God before the face of the Lord, to make ready for the Lord a prepared people. This voice, then, was upon the waters—at the Jordan, in which he baptized, proclaiming the baptism of repentance; and not at the Jordan alone, but also at Enon near Salem, because there was much water there. Therefore the voice of the Lord upon the waters is John at the baptism. There too the God of glory thundered. For a voice came out of heaven, saying: This
3. Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ἀφαιρεῖ γὰρ τὰς ἀσθενείας τοῦ λαοῦ διὰ τοῦ βαπτίσματος τῆς μετανοίας, δι' αὐτοῦ βαπτίζων ἐν ὕδατι εἰς μετάνοιαν. Τὸ, Ἐν ἰσχύϊ, ἡ φωνὴ ἡ λέγουσα· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ἢ μήποτε ἐν ἰσχύϊ ἡ φωνὴ, διότι μαρτυρεῖ τῷ ὄντι τῷ ἰσχυρῷ Κυρίῳ ὁ Ἰωάννης, λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν. Ἡ φωνὴ οὖν αὕτη ἐμαρτύρει τῇ ἰσχύϊ. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ· τὰ μεγάλα περὶ τοῦ Ἰησοῦ διαλεγομένου
3. The voice of the Lord is in strength. For he takes away the infirmities of the people through the baptism of repentance, baptizing through him in water unto repentance. That phrase, In strength, is the voice saying: Repent, for the kingdom of heaven has drawn near; and, Bear fruits worthy of repentance. Or perhaps the voice is in strength because John bears witness to him who truly is the strong Lord, saying: I baptize in water, but he who comes after me is stronger than I. This voice, then, bore witness to strength. The voice of the Lord is in magnificence: as one discoursing upon the great things concerning Jesus—