Migne Reading Room

PG 30 · cols. 796–809 · Read from the page

Book on virginity

Book on virginity

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:796Read from the page
πρὸς τοῦτον, μᾶλλον δὲ ἐκ τῆς προσπαθείας πρὸς ἡδονὴν ῥέουσα τοῖς πᾶσιν ἡ ὁμιλία, ἄδηλος μὲν ἡ σωφροσύνη, πλείστας δὲ τὰς ψήφους ἡ ἀκολασία παρὰ πάντων κατ' αὐτῆς ἀποφέρεται. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τῶν ὅλα ὁμοῦ μετὰ τῶν διδύμων ἀποκοψαμένων τὰ μόρια. Τοὺς γὰρ μετὰ τὸ ἀνδρωθῆναι πρὸς συνουσίαν τὰ παιδογόνα μόρια μόνους τοὺς διδύμους ἀποτεμόντας φασὶ δριμύτερόν τε καὶ ἄσχετον πρὸς τὰς συνουσίας οἰστρεῖσθαι, καὶ οὐκ οἲστρεῖσθαι μύνον, ἀλλὰ καὶ, ὡς αὐτοῖς δοκεῖ, ἀκινδύνως φθείρειν τὰς προστυχούσας. Φασὶ γὰρ ὅτι, ἀποκοπέντων κάτωθεν τῶν διδύμων, οἳ τῆς γονῆς ἀπὸ ὀσφύος καὶ νεφρῶν ἐπὶ τὸ λοιπὸν μόριον διάκονοι γίνονται, μύουσι μὲν μετὰ τὴν τομὴν ἄνω οἱ πόροι, ζεούσης δὲ ἐν τοῖς νεφροῖς τῆς ἐπιθυμίας καὶ τὴν γονὴν οὕτως ἐξαφριζούσης, οἰστρεῖται μὲν πρὸς καταβολὴν τῆς γονῆς ὁ ἀνὴρ, καὶ τὸ βρασσόμενον ἀποχετεῦσαι σπέρμα οὐκ ἔχων, ὁπλίζεται μὲν τούτῳ ὃ ἑαυτῷ πρὸς τὰς συνουσίας ἐφύλαξε πρὸς τὴν πρᾶξιν. Δέλεαρ δὲ τὴν τῶν διδύμων εὐνουχίαν τῇ γυναικὶ εἰς ἀπάτην δεινῶς ποιησάμενος, ἀκολαστότερον μίγνυται. Ὁ μὲν γὰρ κατὰ φύσιν ἔχων ἀνὴρ, διαδεξαμένων τῶν διδύμων ἄνωθεν τὴν γονὴν, καὶ πρὸς σπορὰν ἐντεῦθεν παραπεμψάντων, ἑξῆς ἐκπεσόντος τοῦ σπόρου διαφορηθεὶς, τὴν ἐπιθυμίαν καταμαραίνεται· ὁ δὲ οὐκ ἔχων ὅθεν τὸ γαργαλίζον κενώσῃ, μόγις τοῦ πόνου ὑφίησιν, ἄχρις ἂν κάματος τοῦτον, φασὶ, λυσσῶντα ἐκλύσῃ. Ταῦτα οὐχ ὁ τῆς φύσεως λόγος μόνον, ἀλλὰ καὶ ἡ πεῖρα δὲ πρὸς τὸν βίον ἡμῶν ἐμαρτύρατο. ὡς πρὸς ἐμέ τις τῶν αἰδεσίμων καὶ πολίᾷ καὶ βίῳ παλαιὸς ἀνὴρ, ἐξομολογησαμένης πρὸς αὐτὸν γυναικὸς, ἀπεφθέγξατο. Ἔφασκε γὰρ τὴν γυναῖκα πρὸς αὐτὸν εἰρηκέναι, ὅτι ὁ πεπιστευμένος αὐτὴν παρὰ τοῦ ἀνδρὸς εἴτε δεσπότου εὐνοῦχος ὡς ἀνὴρ αὐτῇ ἀκολάστως ἐμίγνυτο. Καὶ κατετόλμα, φησὶ, πλέον τῆς πράξεως, διὰ τὸ ἄγονον αὐτοῦ τῷ ἀτοκίῳ θαρσῶν. Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ ἕτερός τις τῶν ὁμοψύχων ἡμῖν, οὐκ ἂν ταχέως ψευσάμενος, εἴρηκεν· ὅτι παρθένος τις τῆς Ἐκκλησίας κανονικὴ πρὸς αὐτὸν ἀπωδύρετο, ὅτι ἐπὶ τῆς κοίτης αὐτῆς γενόμενός τις εὐνοῦχος, περιεπτύσσετο μὲν αὐτὴν ἐμπαθῶς, καὶ ἐμφὺς ὅλος ὅλῃ, ἐπεὶ μὴ εἶχεν ὅπως τὰ τῆς ἐπιθυμίας ἐργάσηται, τοῖς ὀδοῦσιν ἐκέχρητο, ζέουσαν ἐν τῇ σαρκὶ τῆς μίξεως τὴν λύσσαν τοῖς δήγμασιν ἀγρίως ἐμφαίνων· ὡς δελέατι τῆς εὐνουχίας, διὰ τὸ ἀπειρόκακον, ἐμπλακεῖσαν τὴν παρθένον τῷ πειρασμῷ, μετὰ τὴν πεῖραν ἀποστραφῆναί τε τὸν ἄνθρωπον, καὶ οὐ πρὸς τοῦτον μόνον, ἀλλὰ καὶ πρὸς πλείονας τὰ μολύσματα τῆς ἐκείνου κατ' αὐτῆς ἐπιθυμίας ὀδύρεσθαι. Καὶ δύο
association with him before all, or rather flowing out of fondness towards pleasure, uncertain indeed is her chastity, and licentiousness carries off most of the votes from everyone against her. Yet these things apply to those who have cut off all their members together along with the testicles. For those who, after their generative members have reached manhood for sexual union, have cut off only the testicles are said to be goaded more fiercely and uncontrollably towards sexual unions, and not only to be goaded, but also, as seems to them, without danger to corrupt whatever women they happen upon. For they say that when the testicles below, which serve as ministers of the seed from the loins and kidneys unto the remaining member, have been cut off, the passages close up above after the excision, and when lust boils in the kidneys and thus whips the seed into foam, the man is goaded towards emission of the seed, and having no means to drain off the seething semen, he arms himself for the act with that which he preserved for himself for sexual unions. And skilfully making the castration of his testicles a bait unto deception for the woman, he mingles with her more licentiously. For the man who is in his natural state, when the testicles have received the seed from above and sent it onward thence for sowing, being relieved once the seed has next been discharged, withers down in his lust; whereas he who has nowhere whence he may empty out that which tickles him scarcely abates from his travail until exhaustion, they say, unstrings him in his frenzy. To these things not the principle of nature alone, but experience also in our own lifetime has borne witness, as a certain venerable man, aged both in grey hair and in life, declared to me after a woman had made confession to him. For he said that the woman had told him that the eunuch who had been entrusted with her by her husband or master used to mingle with her licentiously as a husband. And he ventured more boldly upon the act, he says, taking courage in her barrenness because of his own sterility. And not he alone, but also a certain other of those like-minded with us, one who would not lightly lie, has said that a certain canonical virgin of the Church lamented before him that a certain eunuch, having got upon her bed, embraced her passionately, and clinging wholly to her whole body, since he had no way to accomplish the deeds of his lust, made use of his teeth, savagely displaying by his bites the madness for sexual union boiling in his flesh; so that the virgin, having through inexperience of evil been entangled in the temptation by the bait of his eunuchhood, after the experience both turned away in abhorrence from the fellow, and bewailed not before this man alone, but also before several others, the defilements of that fellow's lust against her. And of two
Notes, col. 796

On the reading

Printed οἲστρεῖσθαι, for οἰστρεῖσθαι.

Printed μύνον, for μόνον.

Printed πολίᾷ, for πολιᾷ.

PG 30:797Read from the page
62. Συγγνώμης οὖν ἄξιοι, ὡς οἶμαι, ἡμεῖς· οὐκ εἲς τὸ ἄχραντον τῆς παρθένου μόνον προφυλακῆς χάριν ἐκθέμενοι ταῦτα, ἀλλὰ καὶ εἰς τὸ ἀναστεῖλαι πολλοὺς ἤδη τοιούτους ἐπιπολάσαντας τῇ Ἐκκλησίᾳ εὐνούχους σπουδάσαντες. Φανερὸν γὰρ, ὅσι δαίμονος μεθοδεία τὸ ἔργον· διότι ὁ μὲν πάλιν βίος παρ' Ἕλλησι τούτους, νυνὶ δὲ παρ' ἡμῖν ἀτόπως ὑπέδειξε, καὶ σωφροσύνης μὲν ὄνομα κἀκεῖ τὴν τομὴν, κἀνταῦθα τὸ αὐτὸ κατὰ τῆς φύσεως ἐνεωτέρισε. Δεινὸς γάρ ἐστιν ὁ μεθοδεύων ἡμῶν τὴν εἰς τὸν Κύριον πίστιν διὰ τοῦ πιστευθέντος καλοῦ κακίαν ἐργάσασθαι· τὸ αὐτὸ δὲ ἔστι μαθεῖν ἐκ τῶν παρελθόντων. Ὡς γὰρ δι' ὧν ἔδει Θεὸν γνῶναι, διὰ τούτων ἀγνοῆσαι τοὺς παρ' Ἕλλησι παρεσκεύασεν (ὁ μὲν γὰρ κόσμος τοῦ κοσμήσαντος πρόκειται μήνυμα· οἱ δὲ ἀπὸ τοῦ κάλλους τῶν ὁρωμένων οὐχὶ ἀναλόγως τὸ κάλλος τοῦ ποιητοῦ τούτων ἐδόξασαν, ἀλλ' ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα)· καὶ ὡς δι' ὧν ἔδει γνῶναι Χριστὸν, δι' ἐκείνων ἀγνοῆσαι παρασκευάζει, διὰ τῶν κηρυσσουσῶν, φημὶ, Γραφῶν τὸν Χριστὸν αἱρετικαῖς ἐννοίαις τὴν ἄγνοιαν τούτου δεινῶς μηχανώμενος· καὶ ὡς τῷ πεπιστευμένῳ ὀνόματι τοῦ Χριστοῦ ἀπιστίαν τε καὶ ἄρνησιν τοῦ Χριστοῦ πανούργως ἐνσπείρει, οὕτω λαὶ διὰ τοῦ ὀνόματος τῆς μυστικῆς εὐνουχίας, ὀνόματι σωφροσύνης ἀποκόπους καὶ ἀκολάστους ἐργάζεται. Οὐκοῦν οὐδὲ τούτοις ἀδιαφόρως συναγελάζεσθαι τὴν παρθένον προσήκει. Εἲ γὰρ θήλειαι θηλείαις ἐπὶ τῆς αὐτῆς κοίτης ἐνδιαθέτως περιπλεκόμεναι, ζεούσης αὐτῶν ἔνδοθεν τῆς ἀκμῆς, πολλάκις ἐκ τῆς πρὸς ἄλληλα τῶν σωμάτων ἁφῆς, πρὸς ἃ ἐπλάσθησαν ἔχειν σώματα σχέσιν, τὴν μνήμην διερεθίζονται (ἱκανὸς γάρ ἐστιν ὁ νομοθετῶν ἐν τοῖς μέλεσιν ἡμῶν τὴν ἁμαρτίαν, μέσος τῶν σαρκῶν λαθραίως χωρήσας ἐκ τῆς φιλικῆς πρὸς ἄλληλα τῶν θηλέων καὶ φιλόφρονος ἡδονῆς, ὑποκλέψαι μὲν τὴν φιλόφρονα, τὴν δὲ τῶν σαρκῶν ἄῤῥενα πανούργως ἐνσπεῖραι)· πόσῳ πλέον δεῖ τὰ ἄῤῥενα σώματα, κἂν εὐνούχαν ᾖ, τὴν παρθένον φυλάττεσθαι; Κἂν εὐνοῦχος γὰρ ᾖ, ἀλλ' ἀνήρ ἐστι τὴν φύσιν.
62. Worthy of pardon therefore, as I suppose, are we, having set forth these things not only for the sake of safeguarding the undefiled state of the virgin, but also having been earnest to check many such eunuchs who have already come to abound in the Church. For it is manifest that the deed is a craftiness of a demon; because life again among the Greeks showed forth these men, and now absurdly among us, and both there under the name of chastity introduced excision, and here innovated the very same thing against nature. For clever is he who plots craftily against our faith in the Lord to work wickedness through that which has been believed to be good; and one may learn the same from things past. For as through the things whereby men ought to have known God, through these he contrived that those among the Greeks should be ignorant of Him (for the world lies open as a declaration of Him Who ordered it; yet from the beauty of the things seen they did not analogously glorify the beauty of the Maker of these things, but revered and served the creation rather than Him Who created it); and as through the things whereby men ought to know Christ, through those he contrives that He be unknown, through the Scriptures, I mean, that proclaim Christ skilfully devising ignorance of Him by heretical notions; and as by the believed name of Christ he cunningly sows unbelief and denial of Christ, so too through the name of mystical eunuchhood, under the name of chastity he produces castrates and licentious men. Therefore neither with these does it befit the virgin to herd together indifferently. For if females fondly embracing females upon the same bed, while their youthful vigour boils within them, often from the touch of their bodies one against another have their memory stirred up towards those bodies with which they were fashioned to have relation (for capable is he who legislates sin in our members, creeping secretly into the midst of their flesh out of the friendly and affectionate pleasure of the females towards one another, to steal away the affectionate pleasure and cunningly sow in that of male flesh); how much more must the virgin guard herself against male bodies, even if they be those of eunuchs? For even if he be a eunuch, yet he is a man by nature.
63. Ὡς γὰρ ὁ βοῦς ὁ κερατιστὴς ἀποτμηθεὶς τὰ κέρατα, οὐχὶ τῇ ἀφαιρέσει τῶν κεράτων ἵππος ἐγένετο, ἀλλ' ἔτι βοῦς ἐστι κἂν μὴ ἔχῃ τὰ κέρατα· οὕτω καὶ ὁ ἄρσην ἀποκοψάμενος πάντα τὰ μόρια, οὐ τῇ ἀφαιρέσει τούτων γυνὴ ἐγένετο οὗτος· ἀλλ' ἔτι ἄρσην ἐστὶ τὴν φύσιν, κἂν μὴ ἔχῃ τὰ μόδια. Καὶ ὡς ὁ κερατιστὴς ἀποκεκομμένος τὰ κέρατα, κερατιστὴς ὅμως ἐστὶ τὸν θυμὸν (παρεκκλίνων γοῦν τὸν αὐχένα, καὶ τὴν κεφαλὴν πρὸς τὴν ὁρμὴν σχηματίζων, τὴν ἀπειλὴν ἀσμένως ἐνδείκνυται· ἀλλὰ
63. For as the goring ox, when deprived of its horns by excision, did not by the removal of its horns become a horse, but is still an ox even though it do not have its horns; so too the male who has cut off all his members did not by the removal of these become a woman; rather, he is still male by nature, even though he do not have his members. And as the goring ox that has had its horns cut off is nevertheless a goring ox in temper (at any rate, turning its neck aside and posturing its head for the charge, it gladly displays its threat; yet
Notes, col. 797

On the reading

Printed εἲς, for εἰς.

Printed ὅσι, for ὅτι.

Printed λαὶ, for καὶ.

Printed Εἲ, for Εἰ.

Printed εὐνούχαν, for εὐνούχων.

Printed μόδια, for μόρια.

PG 30:800Read from the page
καὶ ἔπληξε πολλάκις ἐπελθὼν τῷ μέρει τῆς κεφαλῆς, καθ' ὃ τῷ κέρατι ὥπλιστο, πληροφορῶν τὸν θυμὸν τῇ φαντασίᾳ τῆς ἐνεργείας· οὕτω γὰρ διατίθεται ὑπὸ τῆς ὁρμῆς συναρπαζόμενος, οὐχ ὡς πλήσσων ἁπλῶς, ἀλλὰ καὶ ὡς τὸ πρὶν τῷ κέρατι διαιρῶν)· οὕτω καὶ ὁ ἄρσην ἀποκεκομμένος τὰ μόρια, ἄρσην ὅμως ἐστὶ τῇ ἐπιθυμίᾳ τοῦ πάθους. Διὸ καὶ αὐτὸς κατὰ τὸ ὅμοιον σχηματισάμενος πρὸς τὴν πρᾶξιν, ἔρωτος πνέει καὶ ἐκτόπου μανίας. Ἀλλὰ καὶ ὁρμῶν πρὸς τὴν συμπλοκὴν, κἂν μὴ φθείρῃ τῷ μέρει ἐκείνῳ ἐνοχλῶν τῇ θηλείᾳ, ὅμως αὐτὸς μὲν ὡς φθείρας, τὴν ἐπιθυμίαν υὕτως ὑπὸ τῆς φαντασίας διάκειται. Τὴν δὲ πρὸς τὴν ἁμαρτίαν πικρότερον ἐρεθίζων, φθείρει μὲν ὅλον τὸν νοῦν, καὶ τὸ σῶμα δὲ πρὸς τὴν τῆς φθορᾶς πρᾶξιν οἰστρεῖ.
and strikes oftentimes, rushing on with that part of the head wherewith it had been armed with the horn, satisfying its rage with the imagination of the act; for thus is it disposed when carried away by its impulse, not as merely striking, but even as cleaving with the horn as before): so also the male who has had his members cut off is nevertheless male in the desire of passion. Wherefore he too, fashioning himself in like manner towards the act, breathes love and outlandish madness. Moreover, rushing also towards the embrace, even though he does not corrupt when troubling the female with that part, yet he himself, as having corrupted as regards his desire, is thus disposed by his imagination. And provoking her more bitterly towards sin, he corrupts her whole mind, and goads her body also towards the act of corruption.
64. Διὸ εἴπερ σκοπός ἐστι τῇ παρθένῳ ἄφθορον ἑαυτῆς τὴν ἔνδον παρθενίαν φυλάξαι, ἀκριβούτω καὶ τὰς πρὸς τούτους ἀεὶ ὁμιλίας. Εἰ γὰρ καὶ τὴν τοῦ Σιρὰχ παραίνεσιν συμβαλλομένην εἰς τὸ ἄχραντον τῆς παρθένου δεχόμεθα, Ὡς εὐνοῦχος, φησὶ, περιλαμβάνων παρθένον, καὶ στενάζων· πάντως δὲ ὅτι οὐ δύναται ὃ βούλετθι πρᾶξαι. Καὶ, Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα. Εἰ καὶ μητέρα γὰρ, φησὶ, διὰ τὸ ἄγονον οὐ ποιεῖ, ἀλλ' ἀποπαρθενεῦσαι αὐτὴν θέλει. Οὐ τοίνυν ἐπὶ σωφροσύνῃ ἐπαινεῖσθαι προσήκει τοὺς ἀποκοπτομένους τὰ μόρια. Οὐδὲ γὰρ τοὺς ἵππους ὡς μὴ κερατίζοντας ἐπαινοῦμεν, ἀλλὰ τούτους μὲν εἰ μὴ λακτίζουσιν ἐπαινέσομεν· τοὺς δὲ βοῦς, εἰ μὴ κερατίζουσι, τῆς ἡμερότητος κατὰ λόγον ἀποδεξόμεθα. Οὐ γὰρ ἐν ᾧ μὴ δύναταί τις, ἀλλ' ἐν ᾧ δυνάμενος οὐκ εἰς ἀδικίαν κέχρηται τῇ δυνάμει, θαυμάζεται. Εἰ δὲ οἴονταί τι τὴν ἀποκοπὴν τῶν μορίων εἰς τὴν τῆς ψυχῆς ἀναμαρτησίαν συμβάλλεσθαι, ἐκκοψάτωσαν καὶ τοὺς ὀφθαλμοὺς, πολλὰ παρὰ λόγον ἐμβλέποντας· ἀκρωτηριασάτωσαν δὲ τὰς χεῖρας ὁμοῦ καὶ τοὺς πόδας· ἐπιβυσάτωσαν δὲ καὶ τὴν ἀκοὴν, ἵνα μηδὲν τούτων ὄργανον γένηται ἁμαρτίας. Π̓̀ τοῦτο μὲν ἄλογον ἅμα καὶ μανιῶδες, ὅλα τὰ μέλη πανταχόθεν περικόψαντας, τὸ δὴ λεγόμενον, κορμοῦ δίκην τὸ λοιπὸν σῶμα ἀχρεῖον ἁπλῶς ἀποῤῥῖψαι μετὰ τνῦ αἰτίου, ὅμως ταῖς προλαβούσαις διὰ τῶν μελῶν φαντασίαις τὴν διάνοιαν ἁμαρτάνειν· ἐάσαντας δὲ, ὡς ἐπλάσθη, κατὰ τὸν ἀνωτέρω λόγον, σώφρονι λογισμῷ ἡνιοχεῖν πάντα τὰ μέλη, οὐκ ἀνάγκης, ἀλλὰ προαιρέσεως ἡμετέρας τὸ κατόρθωμα τὸ καλὸν ποιουμένους. Οὐ περὶ πάντων δὲ καθόλου εὐνούχων τὰ προεκτεθέντα εἰρήκαμεν, ἀλλὰ περὶ τῶν ἵν' ἐξουσίαν ἑαυτοῖς πραγματεύσωνται, ὡς θέλουσιν ὁμιλεῖν γυναιξὶν, ἀποκοψαμένων ἀτόπως. Καὶ καθόλου περὶ τῶν τὰς πρὸς τὸ θῆλυ διατριβὰς μεταδιωκόντων ταῦτά φαμεν. Οἴδαμεν γὰρ, ὅτι ὡς ἁγίως ἅπτονται ἄνδρες γυναικῶν, οὕτω
64. Wherefore, if indeed it is the virgin's aim to guard her inward virginity uncorrupted, let her also always be exact in her conversations with these men. For if we also receive the exhortation of Sirach as contributing towards the spotlessness of the virgin, As a eunuch, says he, embracing a virgin and groaning: assuredly because he cannot do what he wishes. And, The desire of a eunuch is to deflower a young maiden. For even if, says he, by reason of his sterility he does not make her a mother, yet he wishes to deflower her. Therefore it is not fitting that those who have their members cut off should be praised for temperance. For neither do we praise horses as not butting with horns, but we shall praise them if they do not kick; whereas oxen, if they do not butt with their horns, we reasonably approve for their gentleness. For a man is admired, not in that wherein he is unable, but in that wherein, though able, he has not used his power for wrongdoing. And if they suppose that the cutting off of the members contributes somewhat towards the sinlessness of the soul, let them also cut out their eyes, which look upon many things contrary to reason; and let them amputate their hands together with their feet; and let them also stop up their hearing, so that none of these may become an instrument of sin. Or else, while this is at once irrational and frantic—to cut off all the members on every side, and, as the saying goes, simply cast away the rest of the body useless like a trunk along with the cause, and yet sin in thought through the imaginations previously taken in by way of the members—leaving it rather as it was fashioned, according to our foregoing discourse, to guide all the members as with reins by sober reason, making the noble achievement a work not of necessity, but of our own deliberate choice. Yet we have not spoken the things set forth above concerning all eunuchs universally, but concerning those who have absurdly cut themselves off in order that they may procure for themselves licence to consort with women as they wish. And universally we say these things concerning those who pursue familiarities towards the female sex. For we know that just as men touch women holily, so
Notes, col. 800

On the reading

Printed υὕτως, for οὕτως.

Printed βούλετθι, for βούλεται.

Printed Π̓̀, for Ἢ.

Printed τνῦ, for τοῦ.

PG 30:801Read from the page
καὶ οἱ εὐνοῦχοι τῷ ἐξ ἀκουσίως συμβεβηκότι αὐτοῖς κατὰ τὸ σῶμα εὐνουχισμῷ, τὸν ἑκούσιον τῆς ψυχῆς εὐνουχισμὸν σώφρονι λογισμῷ ἑαυτοὺς εὐνουχίσαντες, καθαρῶς γυναιξὶν ὁμιλοῦσι. Τοῦ δὲ ἀκριβοῦς ἅμα καὶ ἀχράντου ἕνεκα μαρθτυρόμεθα, ὅτι ὡς ἄνδρες ἥδιον συναναστρεφόμενοι γυναιξὶ, δικαίως καθ' ἑαυτῶν αἰσχρὰς ὑπονοίας κινοῦσιν· οὕτω καὶ οἱ εὐνοῦχοι ταῖς τῶν γυναικῶν διατριβαῖς ἐμφωλεύειν σπουδάζοντες, οὐ καθαροὺς ἑαυτοὺς ὑπονοιῶν ἀπολύουσιν. Οἱ γὰρ τὴν πρὸς θῆλυ ὁμιλίαν οὐκ ἀδιάφορον, ἀλλὰ προθυμοτέραν ποιούμενοι, οὐκ ἀτόπως ἂν ὑπὸ τῶν προεκκειμένων τῆς φύσεως λογισμῶν ἐπὶ τὸ χεῖρον ἀνδρῶν στηλιτεύοιντο. Ὅτι ἐπ' ἐκείνων μὲν ἡ ἐξουσία νοῦ δύνασθαι πρὸ ἀφθαλμῶν τιθεῖσα αὐτοῖς τὸ ἀποτέλεσμα τοῦ ἁμαρτήματος, φόβῳ τοῦ πτώματος, τῆς κατὰ τὴν βούλησιν αὐτοὺς ἁμαρτίας ἀναστέλλει. Ἐνταῦθα δὲ ἡ ἀδυναμία τοῦ ἀποτελέσαι ὃ βούλονται, τολμηροὺς αὐτοὺς πρὸς τὴν ἀπόλαυσιν τῆς ἐπιθυμίας ποιοῦσα, τὴν ἐκ τῆς βουλήσεως ἁμαρτίαν ἐν αὐτοῖς ἔτι μᾶλλον ἐξάπτει.
also eunuchs, when to the castration in body that has befallen them involuntarily they have added the voluntary castration of the soul by castrating themselves with sober reason, consort purely with women. Yet for the sake of what is at once exact and spotless we bear witness that, just as men who associate too gladly with women justly stir up shameful suspicions against themselves, so also eunuchs who are eager to lurk in the haunts of women do not acquit themselves as pure of suspicions. For those who make their intercourse towards the female sex not a matter of indifference, but all too eager, would not absurdly be pilloried by the considerations of nature set forth above as worse than men. Because in the case of the latter, the power of being able, setting before their eyes the outcome of the sin, holds them back through fear of the fall from the sin that lies in the will. Here, however, the inability to accomplish what they wish, making them bold towards the enjoyment of desire, kindles still more within them the sin that comes from the will.
65. Μηδεὶς δὲ ἐπισκωπτέτω τῷ λόγῳ, ὡς παρὰ τὸ πρέπον τῷ παρθενικῷ ἤθει εἰς τὴν θεωρίαν τῆς φύσεως τοῦ ἄῤῥενος ἐμβαθύνοντι. Ηρῶτον μὲν, ὅτι οὐδεμία οὕτω νηπία ἐστὶ παρθένος, ἡβῶσα τῷ σώματι, ὡς ἀγνοεῖν τι τῶν ἐν τῇ φύσει ἐκείνου, οὗ τῆς πλευρᾶς ἀπεσπάσθη. Ἕως μὲν γὰρ ἀτελῆ τε ναὶ ἄωρά ἐστι πρὸς τὴν φυσικὴν ἐνέργειαν τὰ μέλη τοῦ σωματος αὐτῆς, καὶ δὴ ὁ νόμος τῆς ἁμαρτίας σχολάζει, καὶ ἄγνοιαν ἴσως ἄν τις εἴποι τῆς φυσικῆς πράξεως τέως προσεῖναι τοῖς μέλεσιν, εἰ καὶ ὅτι μάλιστα αὐτομάτως ἡ φύσις πρὸς τὸ οἰκεῖον βαδίζει, ὡς ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν, αὐτοδιδάκτῳ τῇ φύσει εὐστοχούντων εὐθὺς πρὸς τὰς μίξεις. Καὶ παιδία δὲ ἐφωράθη ἐν τῇ ἀωρίᾳ τῶν μελῶν τὴν ἀνδρικὴν μίξιν μιμούμενα. Ἐπειδὰν δὲ ἡβήσῃ ταῦτα, καὶ ἐπιτήδεια πρὸς ἣν πέφυκε σχέσιν ὀφθῇ, εὐθὺς ὁ νόμος τῆς ἁμαρτίας εἰσῆλθε, νομοθετῶν μὲν ἑκάστῳ μέλει τὴν πρᾶξιν, ἀντιστρατεύων δὲ τὰ μέλη ταῦ νόμου τῷ νῷ, καὶ αἰχμαλωτίζων τῷ νόμῳ τῆς ἁμαρτίας διὰ τῶν μελῶν ἕκαστον ἄνθρωπον. Καὶ οὐκ ἄν τι τῶν μελῶν, νόμον ἔχον διδάσκαλον, τῆς πρὸς ἣν πέφυκεν ἁμαρτίας ἄγνοιαν προφασίσαιτο. Ἀλλὰ τά τε χείλη οἶδεν ἐν τοῖς ἐρωτικοῖς πρὸς ἣν πέφυκε χρείαν, καὶ ἕκαστον τῶν μελῶν τοσοῦτον τὸ τοῦ ἑτερογενοῦς μέλος γνωρίζει, ὅτον ἑαυτὸ κατὰ φύσιν ἐπίσταται. Ἐπεὶ οὐκ ἂν οὔτε ἐπεθύμησε τὴν τοῦ μέλους ἐνέργειαν, εἰ ἠγνόει τὴν φύσιν αὐτοῦ καὶ τὴν χρείαν. Ὥστε οὐκ εὐθύνης ἄξιοι, τὸ γινωσκόμενον παρὰ ταῖς παρθένοις, σιωπώμενον δὲ διὰ τὸ ἀναγκαῖον, ἐν καιρῷ ἀναπτύξαντες. Ἔπειθ' ὅτι εἰ καὶ ἀγνοοῦσι τὴν τοῦ ἄῤῥενος φύσιν, ὡς ἂν μὴ αὕτη ἡ ἄγνοια δέλεαρ γένηται αὐ-
65. Let no one, however, scoff at our discourse as delving deeper into the consideration of the nature of the male than befits maidenly character. First, because no virgin who has reached puberty in body is so infantile as to be ignorant of anything in the nature of him from whose rib she was torn away. For while the members of her body are still imperfect and unripe towards their natural operation, the law of sin is indeed idle, and one might perhaps say that ignorance of the natural act attaches for the time being to the members, even though nature most of all walks of its own accord towards what belongs to it, as may be seen in irrational creatures, which by self-taught nature aim straightway at copulations. And young children too have been caught in the unripeness of their members imitating manly copulation. But whenever these reach puberty, and are seen fit for the relation for which they were naturally formed, straightway the law of sin enters in, prescribing to each member its act, arraying the members of the law in battle against the mind, and taking each human being captive to the law of sin through the members. And none of the members, having a law as teacher, could plead ignorance of the sin for which it was naturally formed. Rather, both the lips know in amorous matters the use for which they were naturally formed, and each of the members recognizes the member of the other sex just so far as by nature it understands itself. Since otherwise it would not even have desired the operation of the member, if it were ignorant of its nature and its use. Consequently we are not worthy of censure for having unfolded in due season what is known among virgins, though kept silent out of necessity. Next, because even if they are ignorant of the nature of the male, lest this very ignorance become a bait to them
Notes, col. 801

On the reading

Printed μαρθτυρόμεθα, for μαρτυρόμεθα.

Printed νοῦ, for τοῦ.

Printed ἀφθαλμῶν, for ὀφθαλμῶν.

Printed Ηρῶτον, for Πρῶτον.

Printed ναὶ, for καὶ.

Printed σωματος, for σώματος.

Printed ταῦ, for τοῦ.

Printed ὅτον, for ὅσον.

PG 30:808Read from the page
φέρε εἰπεῖν, ἡδονὴ πρὸς ἐκεῖνο οὗ τὴν ἐξουσίαν τῆς ἀπολαύσεως ἔχει, ἐξυυσιάζειν δὲ ἀκρατῶς ὧν βούλεται ἀπολαύειν ἀεὶ διδαχθεῖσα, ἀκόρεστος εἰς ἐξουσίαν πρὸς πᾶν τὸ ἐπιθυμηθὲν πολυμόρφως ἐξάγεται. Κιό φασιν οὐχ οὕτω τέμνειν ἑκάστην τῆς ἡδονῆς κεφαλὴν, ἀλλὰ τῷ μὴ χαρίζεσθαι τὸ ἧδον διὰ καρτερίας προσήκει.
so to speak, pleasure towards that whereof it has the power of enjoyment, yet having always been taught to exercise power intemperately over the things it wishes to enjoy, insatiable for power towards everything desired, it is carried away in manifold ways. Wherefore they say it is fitting not to sever each head of pleasure in this manner, but by not granting what pleases, through endurance.
68. Ὁ δὲ θεῖος λόγος τὸν ὑπὲρ ιερωσύνης μόσχον παρὰ τῷ σοφωτάτῳ Μωϋσῇ σφαγιάζων, διὰ τῶν ὁλοκαυτουμένων μελῶν τὸν τῆς ἀσκήσεως τρόπον φυσικῶς ὑπεδείκνυε· τοῦ μὲν ἥπατος τὸν λοβὸν, καὶ οὐχ ὅλον τὸ ἧπαρ, καὶ τῆς κοιλίας τὸ καλύπτον ταύτην στέαρ, καὶ οὐκ αὐτὴν τὴν κοιλίαν· τῶν δὲ νεφρῶν οὐ τὸ στέαρ μόνον, ἀλλὰ καὶ αὐτοὺς σὺν τῷ στέατι τοὺς νεφροὺς ὁλοκαυτοῦσθαι προστάσσων. Ὅτι τοῦ μὲν ἥπατος ὀργάνου ἐπιθυμίας ὑπάρχοντος (καθ' ὃ καὶ περὶ τοῦ κακῶς πρὸς ἐπιθυμίαν βληθέντος ἂν εἴρηται, ὅτι Ἔσῃ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ), καθάπερ λοβὸν, τὴν ἰδικὴν πρὸς ἁμαρτίαν ἐπιθυμίαν μόνην, ἐν ᾗ καὶ ἡ χολὴ εὑρίσκεται, ὁλοκαυτοῦν, τὴν δὲ λοιπὴν καθαρὰν χολῆς καὶ μοχθηρᾶς ἐπιθυμίας εἰς τὴν τῶν καλῶν ἐπιθυμίαν τηρεῖν κατὰ φύσιν προσήκει, τῆς δὲ κοιλίας τὸ περιττὸν ὅθεν πρὸς ἀλογίαν πιαινόμεθα ἀφαιροῦντας. τὸ ἀναγκαῖον μόνον φυλάττειν· ἐπὶ δὲ τῶν νεφρῶν, οὐ τὸ στέαρ μόνον πολὺ πλῆθος εἰς ἀκολασίαν ἐξαφρίζον γονῆς, ἀλλὰ καὶ αὐτοὺς τοὺς νεφροὺς καθαγιάζειν· φυσικώτατα, φημὶ, περί τε τοῦ ἀναγκαίου πρὸς ζωὴν, καὶ τοῦ φιλοκάλου πρὸς ἐπιθυμίαν, καὶ τοῦ πρὸς σωφροσύνην καθαροῦ αἰνιξάμενος. Ἐπειδὴ γὰρ ἀδύνατον χωρὶς τροφῆς ἐν σώματι ζῇν, τὸ ὄργανσν τῆς τροφῆς, την κοιλίαν, φημὶ, γυμνὴν ἄνευ πάσης γαστριμαργίας καταλιπὼν, τὸ ἐπικαλύπτον στέαρ αὐτὴν καλῶς ἀφαιρεῖται. Πάλιν δὲ ἐπειδὴ ἀμήχανόν τι τῶν καλῶν ἡμᾶς ἔχειν, μὴ ἐπιθυμίας δύναμιν φυσικὴν πρὸς αὐτὸ κεκτημένους, τὸ μὲν φαῦλον εἶδος, φημὶ, τῆς ἐπιθυμίας, καθάπερ λοβὸν μετὰ τῆς χολῆς ἀποτέμνει, τὸ δὲ καλὸν γένος τῆς πρὸς τὰς ἀρετὰς ἐπιθυμίας καθαρὸν ἀπολείπει, Ἐπὶ δὲ τῶν νεφρῶν, ἐπεὶ οὔτε πρὸς ζωὴν ὡς ἡ κοιλία, οὔτε πρὸς ἐπιθυμίαν ἀναγκαῖοι ὁρῶνται, τὴν μερικὴν πρὸς τὰς συνουσίας μόνην ἐπιθυμίαν ὑποδεξάμενοι, οὐ τὸ στέαρ, φημὶ, μόνον τούτων, ἀλλὰ καὶ αὐτοὺς πυρὶ παραδίδωσιν, ὅτι δυνατὸν ἄνευ νεφρῶν, τουτέστιν ἄνευ γάμων, ζῆν τε καὶ τὸν παρθενίας βίον ἰσάγγελον ἐντεῦθεν ἤδη διὰ βίου ἀσκεῖν. Ἐξ ὧν ἁπάντων ἐν πάσῃ σοφίᾳ παιδευομένους προσήκει πρός τε τὴν ὅλην ἡδονὴν, ὥσπερ πρὸς τὴν πολυκέφαλον ὕδραν, ἱσταμένους σοφῶς, οὐ σχήματι τοῦ ἐκτέμνειν τὰς διὰ τῶν αἰσθήσεων ἐκκυπτούσας ἀεὶ κεφαλὰς, πρὸς τὴν τῶν πλειόνων βλάστην ἀεὶ αὐτὰς ἐρεθίζειν· ἀλλὰ τῇ καρτερίᾳ καὶ ἐπιτεταμένῃ ἐγκρατείᾳ στεῤῥῶς ἐπικαίειν· τά τε
68. Moreover, the divine word, in slaughtering the calf on behalf of the priesthood in the writings of the most wise Moses, indicated according to nature the manner of ascetic training through the members offered as a whole burnt offering: commanding that of the liver the lobe, and not the whole liver, and of the belly the fat that covers it, and not the belly itself, whereas of the kidneys not the fat only, but also the kidneys themselves together with the fat, be offered as a whole burnt offering. Because since the liver is an organ of desire (in accordance wherewith it might also have been said concerning him who was evilly struck towards desire, You shall be like a stag struck in the liver with an arrow), it is fitting according to nature to offer as a whole burnt offering, like a lobe, only the particular desire towards sin, wherein the gall also is found, while keeping the remainder pure of gall and wicked desire for the desire of noble things; and of the belly, taking away what is superfluous, whence we are fattened towards unreason, to guard only what is necessary; whereas in the case of the kidneys, to consecrate wholly not only the fat that foams out a great abundance of seed unto licentiousness, but also the kidneys themselves—hinting most naturally, I mean, both at what is necessary towards life, and what loves the noble as regards desire, and what is pure towards temperance. For since it is impossible to live in the body without nourishment, leaving the organ of nourishment—the belly, I mean—bare without any gluttony, it rightly takes away the fat that covers it over. And again, since it is impossible for us to possess any of the noble things unless we have acquired a natural power of desire towards it, it cuts off the base kind, I mean, of desire, like a lobe together with the gall, while it leaves behind pure the noble race of desire towards the virtues. In the case of the kidneys, however, since they are seen to be necessary neither towards life, like the belly, nor towards desire, having received only the partial desire towards sexual unions, it delivers over to fire not their fat only, I mean, but also the kidneys themselves, because it is possible without kidneys—that is, without marriage—both to live and already from henceforth throughout life to practise the life of virginity equal to the angels. Being instructed from all these things in all wisdom, it is fitting for us, standing wisely both against pleasure as a whole, as against the many-headed hydra, not under the guise of cutting off the heads ever peering out through the senses, ever to provoke them towards the sprouting forth of still more; but by endurance and intent self-control firmly to sear them over; and both the
Notes, col. 808

On the reading

Printed ἐξυυσιάζειν, for ἐξουσιάζειν.

Printed Κιό, for Διό.

Printed ιερωσύνης, for ἱερωσύνης.

Printed ὄργανσν, for ὄργανον.

Printed την, for τὴν.

PG 30:809Read from the page
σώματα ἡμῶν θυσίαν ἁγίαν, εὐάρεστον τῷ Θεῷ, καθάπερ μόσχον ὑπὲρ ἱερωσύνης, προσφέροντας, ὅπου μὲν τὴν μοχθηρὰν ἐπιθυμίαν, ὥσπερ λρβόν· ὅπου δὲ τὸ περιττὸν τῆς τροφῆς, ὡς στέαρ τὴν κοιλίαν καλύπτον· ὅπου δὲ ὅλην ὁμοῦ τὴν πρὸς γαμικὰς μίξεις ἐπιθυμίαν, ὥσπερ νεφροὺς μετὰ τοῦ χορηγοῦντος τούτοις τὰ σπέρματα στέασος, τῷ θείῳ τῆς ἐγκρατείας πυρὶ ἀναλίσκειν· ἵνα κατὰ τὸν προτεθέντα τῆς παρθενίας σκοπὸν, πάσης μὲν φαύλης ἐπιθυμίας, πάσης δὲ ἡδονῆς ἀσκητικῶς κρείττονες ἐποφθέντες, τοῦ προκειμένου ἐπὶ τοῖς ἄθλοις βραβείου καὶ τοῦ τῆς ἀφθαρσίας στεφάνου ἄξιοι εὑρεθῶμεν, διὰ Ἰησοῦ Χριστοῦ, δι' οὗ ἡ δόξα καὶ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
presenting our bodies a holy sacrifice, well-pleasing to God, just as a calf on behalf of the priesthood, consuming in the divine fire of continence now wicked desire, like the lobe of the liver; now superfluity of nourishment, like the fat covering the belly; and now altogether the whole desire for marital intercourse, like the kidneys together with the fat that supplies the seed to them; so that, in accordance with the proposed aim of virginity, having been seen through ascetic training to be superior to every base desire and every pleasure, we may be found worthy of the prize set before the contests and of the crown of incorruption, through Jesus Christ, through Whom be the glory also to the Father together with the Holy Spirit unto the ages. Amen.
MONITUM IN SERMONEM SEQUENTEM.
Admonition on the Following Discourse.
(GALLAND., Veterum Patrum Biblioth., t. VII, Proleg., p. VIII, et p. 330.)
(Galland, Bibliotheca Veterum Patrum, vol. VII, Prolegomena, p. VIII, and p. 330.)
I. Prodiit Florentiae, anno 1703, ex codice bibliothecae Mediceae sermo De synisactis, Basilio Magno attributus. Qui autem hunc primus Graece vulgavit, vir doctissimus Angelus Maria Bandinius, sententiam suam de hujusmodi opusculo exponens ista praeloquitur: « Incredibilem adhibuimus diligentiam, ἀνέκδοτος esset (sermo De synisactis), necne, ut in propatulo collocaremus. Primum enim omnia S. Basilii opera volutavimus; in quibus cum nullus esset; duas illas S. Joannis Chrysostomi orationes, alteram Εἰς τούς ἔχοντας παρθένους συνεισάκτους, alteram Εἰς τὰς ἐχούσας ἄνδρας συνεισάκτους, consuluimus, ut si forte alterutrius esset fragmentum, et error, ut saepe evenit, in titulum irrepsisset, erueremus: sed nihil simile in illis a nobis repertum est. Occurrebat S. Gregorius Nazianzenus synisactarum et agapetarum insectator acerrimus; sed qui hac de re metrice tantum scripserat, omnem spem praecidebat. Tandem praeter Svicerum, Muratorii perlegimus dissertationem illam De synisactis eruditissimam, quae Anecdotis ejus Graecis inserta est, si qua forte apud ipsum hujus Basilii sermonis mentio fieret: sed hic quoque mirum de illo silentium. Unde in eam sententiam facile devenimus, ut sermonem hunc tanquam ineditum publica luce donaremus: eoque libentius quod ea res in ipso agatur in quam tot sancti Patres calamum arripuerunt; pessima nimirum illa consuetudo, primis Ecclesiae saeculis inter Christianos invecta, qua virgines cum viris, ac vicissim viri cum virginibus cohabitare non erubescerent: quae quidem in hoc sermone totis eloquentiae viribus omnique argumentorum genere profligatur. Quod autem Basilii revera opus sit, affirmare certo non audemus: tamen cum ipsi tribuatur in codice, ejus auctoritatem secuti, sub ejus nomine proferimus, praesertim cum ab ejus operum stylo minime abhorreat. » Hactenus V. C.
I. There appeared at Florence in the year 1703, from a manuscript of the Medicean Library, a discourse On the Synisactae, attributed to Basil the Great. That most learned man Angelo Maria Bandini, who first published it in Greek, setting forth his judgement concerning this little work, says by way of preface: "We applied extraordinary diligence to place in clear view whether it (the discourse On the Synisactae) was unpublished or not. For first we turned through all the works of St. Basil; and since it was nowhere among them, we consulted those two orations of St. John Chrysostom, the one Against Those Who Keep Subintroduced Virgins, the other Against Women Who Keep Subintroduced Men, so that if by chance it were a fragment of either of the two, and an error, as often happens, had crept into the title, we might bring it to light: yet nothing similar was found by us in them. St. Gregory of Nazianzus occurred to us, a most fierce assailant of the synisactae and agapetae; but he, having written on this subject in metre alone, cut off every hope. Finally, besides Suicer, we read through that most learned dissertation of Muratori On the Synisactae, which is inserted in his Anecdota Graeca, to see whether by chance any mention of this discourse of Basil might be made in him: yet here too there is a marvellous silence concerning it. Whence we readily came to the conclusion that we should bestow public light upon this discourse as unpublished: and all the more gladly because the very matter is treated in it against which so many holy Fathers took up their pen; namely, that worst of customs introduced among Christians in the earliest centuries of the Church, whereby virgins were not ashamed to dwell together with men, and conversely men with virgins: which indeed in this discourse is overthrown with all the powers of eloquence and every kind of argument. That it is truly a work of Basil, however, we do not dare to affirm with certainty: nevertheless, since it is ascribed to him in the manuscript, following its authority we put it forth under his name, especially since it is by no means at variance with the style of his works." Thus far the distinguished scholar.
II. Et ejusmodi quidem conjectura de Magno Basilio sermonis De synisactis auctore, non solum ms. codicis fide ac styli similitudine, sed etiam ejusdem sancti Doctoris testimonio quodammodo inniti videtur. Constat enim Basilium, sub initium episcopatus de instauranda disciplina sollicitum, inter reliquas regiminis pastoralis sanctiones decretum in primis tulisse adversus mulieres extraneas, virgines illas videlicet quarum contubernio utebantur presbyteri aliique ministerio Ecclesiae mancipati, adeoque continentiae lege obstricti: perinde ac si virginitatis professio locum suspicioni praecluderet. Mulieres autem συνεισάκτους interpretamur extraneas, quia sic reddiderunt hanc vocem Hieronymus, Rufinus, Fulgentius Ferrandus aliique veteres, ut post Cujacium monuere viri docti, Gothofredus, Lupus, Svicerus ac recens Prudentius Maranus, qui ait vocari extraneas mulieres συνεισάκτους, ut iis opponantur quas dedit natura, matribus, sororibus, amitis: has enim concedit canon tertius concilii Nicaeni, quia sunt ἀνύποπτοι· alias
II. And indeed such a conjecture concerning Basil the Great as author of the discourse On the Synisactae seems to rest in some measure not only on the credit of the manuscript codex and similarity of style, but also on the testimony of that same holy Doctor. For it is established that Basil, anxious near the beginning of his episcopate about restoring discipline, among the remaining sanctions of his pastoral governance enacted a decree above all against extraneous women, those virgins namely whose cohabitation presbyters and others bound to the ministry of the Church, and therefore held fast by the law of continence, made use of: just as though the profession of virginity shut out room for suspicion. Now we render συνεισάκτους women as extraneous, because Jerome, Rufinus, Fulgentius Ferrandus, and other ancients so translated this word, as learned men after Cujas have pointed out, Godefroy, Lupus, Suicer, and recently Prudentius Maran, who says that συνεισάκτους women are called extraneous so as to be contrasted with those whom nature has given, mothers, sisters, paternal aunts: for these the third canon of the Council of Nicaea permits, because they are beyond suspicion; others
Notes, col. 809

On the reading

Printed λρβόν, for λοβόν.

Printed στέασος, for στέατος.

Printed τούς, for τοὺς.