ἂν μέρος ὅλῳ τῷ ἀφ' οὗ ἐλήφθη καταπειθὲς εἶναι πρὸς τὴν ἀρχὴν δικαιώσας· τὸ δὲ ἄῤῥεν ποθεῖν τὸ ἀπ' αὐτοῦ ληφθὲν, καὶ τὴν πρὸς αὐτὸ διῶκον συμπλοκὴν, εἰς ἑαυτὸ, διὰ τῆς μίξεως, τὸ οἰκεῖον μέλος ἀναλαμβάνειν ταῖς τῆς φύσεως ἀνάγκαις μηχανησάμενός· τοῦτον δὲ τὸν τρόπον, ἐξ ἑνὸς δύο, καὶ ἐκ δύο πάλιν ἓν, τό τε ἄῤῥεν καὶ τὸ θῆλυ σοφῶς ἀναδείξας. Καὶ οὐ τὴν πρὸς ἄλληλα συμπλοκὴν μόνον, διὰ τῶν προειρημένων τρύπων, ἡδεῖαν τυῖς σώμασιν αὐτῶν ἐργασάμενος, ἀλλὰ καὶ πρὸς τὸ ἐκ τῆς συμπλοκῆς ταῖς τοῦ ἔρωτος λαμπάσι δᾳδουχούμενον γένος, πολὺ τὸ φίλτρον ἐγκατασπείρας· ἐνεργητικὸν μὲν τὸ ἄῤῥεν, ὡς ἂν καὶ κατὰ τὴν δημιουργίαν πρωτεῦον· παθητικὸν δὲ τὸ θῆλυ, ὡς ἂν τῆς τοῦ ἄῤῥενος μοῖρας ἀποσπασθὲν, τὴν φύσιν ἐργάζεται. Καὶ ἵνα μὴ τῷ πρὸς τὴν τοῦ ὁμοίου γένους διαδοχὴν φίλτρῳ τὸ θῆλυ ἀγόμενον, ὡς ἂν παθητικὸν, ἀβοήθητον καταλείποιτο, ἡδονῆς ὅλον φάρμακον τῷ ἄῤῥενι τὸ θῆλυ κατασκευάσας, βιαίοις ὁλκαῖς, καὶ ἐπὶ τὴν καταβολὴν τῆς γονῆς, πρὸς αὐτὸ ἄγει τὸ αῤῥεν· οὐχὶ πρὸς τὸ ἄῤῥεν ἄγων τὸ θῆλυ, ἀλλὰ τῇ τοῦ θήλεος ἡδονῇ τὸ ἄῤῥεν πρὸς αὐτὸ αὶχμάλωτον ἄγων. Ὡς γὰρ ἡ μαγνῆτις λίθος ἄῤῥητόν τινα δύναμιν κατὰ τοῦ σιδήρου ἐν τῇ φύσει λαβοῦσα, οὐκ κύτὴ ἄγεται πρὸς τὸν σίδηρον, ἀλλὰ πόῤῥωθεν πρὸς ἑαυτὴν τὸν σίδηρον ἕλκει, οὕτω τὸ τοῦ θήλεος σῶμα, ἄφραστον κατὰ τοῦ ἄῤῥενος τὴν δύναμιν εἰληφὸς, καὶ μὴ εἰδυίας, ὡς ἂν εἴποι τις, τῆς ἐν αὐτῷ ψυχῆς, τὸ τοῦ ἄῤῥενος σῶμα πρὸς τὴν μίξιν αὐτόματον ἕλκει. Οὕτω τῷ ἀσθενεστέρῳ ζώῳ τοῦ Δημιουργοῦ βοηθῆσαι θελήσαντος, ἵνα τῇ ἐνούσῃ αὐτῷ ἡδονῇ μαγγανεῦον τὸ ἄῤῥεν, οὐ διὰ τὴν παιδοποιίαν μόνον, ἀλλὰ καὶ δι' αὐτὸν τὸν τῆς μίξεως οἶστρον, ὑπερμαχοῦν αὐτῷ ἔχῃ τὸ ἄῤῥεν. Ἀντὶ τούτου γοῦν, Καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα· οὐ τὸ θῆλυ, ἀλλ' ὁ ἄῤῥην, ὑπὸ τοῦ ἐγκειμένου οἴστρου πρὸς τὴν συνουσίαν τοῦ θήλεος ἐλαυνόμενος. Καὶ προσκολληθήσεται τῇ γυναικὶ, φησὶν, ὁ ἀνὴρ, οὐχ ἡ γυνὴ τῷ ἀνδρὶ, καὶ γενήσονται οἱ δύο εἰς σάρκα μίαν. Ταύτην δὲ τὴν δυναστείαν κατὰ τοῦ κρατοῦντος τῷ τοῦ θήλεος γένει ὁ Δημιουργὸς χαριζόμενος, καὶ αὐτὴν τὴν τοῦ σώματος πλάσιν τε καὶ ἰδέαν τοῦ θήλεος μαλακωτέραν εἰργάσατο, ἵνα καὶ ἁφῇ, καὶ βλέμματι, καὶ κινήματι, καὶ τῇ τῶν μελῶν συνόλως ἁβρότητι, καὶ
a part to the whole from which it was taken, should be obedient to rule; while contriving by the necessities of nature that the male should yearn for what was taken from it, and, pursuing union with it, take back into itself through mingling its own member; and in this way wisely displaying two out of one, and again one out of two, both male and female. And having wrought their union with one another not only to be sweet to their bodies through the aforesaid ways, but having also sown deep affection for the offspring kindled from that union by the torches of love, He fashions by nature the male as active, inasmuch as it also holds primacy in creation, and the female as passive, inasmuch as it was torn away from the portion of the male. And in order that the female, drawn by affection for the succession of like kind, might not be left unhelped as being passive, having fashioned the female as one whole charm of pleasure for the male, by forceful drawings He leads the male towards it even for the sowing of seed—not leading the female towards the male, but by the pleasure of the female leading the male captive towards it. For just as the lodestone, having received in its nature a certain ineffable power over iron, is not itself drawn towards the iron, but from afar draws the iron towards itself, so the body of the female, having received an unutterable power over the male, even without the soul within it knowing, as one might say, draws the body of the male of its own accord towards mingling. Thus did the Creator will to give aid to the weaker creature, so that, enchanting the male by the pleasure inherent in itself, it might have the male fighting in its defence not on account of childbearing alone, but also on account of the very sting of mingling. For this cause, at all events, A man shall leave his father and mother: not the female, but the male, driven by the implanted sting towards intercourse with the female. And the man, it says, shall cleave to his wife—not the wife to the husband—and the two shall become one flesh. And granting this dominion over the ruler to the female sex, the Creator wrought the very moulding and form of the female's body softer as well, in order that by touch, and glance, and movement, and by the delicacy of its limbs altogether, both
4. Ταύτης δὲ τῆς βίας ἐν τοῖς σώμασιν ἡμῶν διὰ τὴν προειρημένην αἰτίαν ἐνυπαρχούσης, ἡ παρθένος, ἴσην μὲν καὶ τὴν αὐτὴν τῇ οὐσίᾳ ψυχὴν, ναὶ ἀνδρὶ καὶ γυναικὶ ἐνυπάρχουσαν θεωροῦσα· τῇ δὲ πρὸς τὸ θῆλύ τε καὶ ἄῤῥεν τοῦ σώματος προσπαθείᾳ, τὴν μὲν θηλυνομένην, τὴν δὲ ἀῤῥενουμένην γινώσκουσα, ἔκ
4. Since this force inheres in our bodies for the aforesaid cause, the virgin, beholding an equal soul, and the very same in essence, inhering in both man and woman, yet recognizing that through passionate attachment towards the female and male of the body the one soul is made effeminate and the other made masculine, and that out