Migne Reading Room

PG 30 · cols. 64–71 · Read from the page

On paradise

On paradise

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:64Read from the page
εἴρηται· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ ξύλον κάρπιμον σπεῖρον σπέρμα, ποιοῦν κάρπόν· καὶ ἐγένετο οὕτως. Ἐνταῦθα δὲ πάλιν λέγει· Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισυν ἐν Ἐδέμ. Εἰ ἀπὸ τῶν κοινῶν ξύλων ἐτεπέπληστο ὁ παράδεισος, εἶχεν ἂν τὴν ἰδίαν σύστασιν ἀπὸ τῆς πρώτης γενέσεως τῶν φυτῶν, καὶ οὐκ ἐδεῖτο ἐξαιρέτου φυτείας τοῦ Θεοῦ τὰ ἐν αὐτῷ ὕστερον ἀναφυέντα δένδρα. Νῦν δὲ, ὅτι ἕτερα πολὺ διαφορώτερα, καὶ τῷ εἴδει καὶ τῇ γεύσει, τῶν προαναδοθέντων αὐτομάτως ἐκ τῆς γῆς, τα ἐν τῷ παραδείσῳ ὕστερον ὑπ' αὐτοῦ τοῦ Θεοῦ φιλοτεχνηθέντα παντοῖα γένη τῶν φυτῶν καθειστήκει, καὶ ἀπ' αὐτῆς δηλοποιεῖται τῆς Γραφῆς.
it was said: Let the earth bring forth the herb of grass, and the fruit-bearing tree yielding seed, making fruit; and it was so. Here, however, it says again: And God planted a paradise in Edem. Had paradise been filled from the common trees, it would have had its own constitution from the first generation of plants, and the trees that sprang up in it afterwards would have stood in no need of an especial planting by God. As it is, however, that the manifold kinds of plants fashioned afterwards in paradise with consummate skill by God himself stood far superior, both in form and in taste, to those previously sent up of their own accord out of the earth, is made clear by Scripture itself as well.
2. Καὶ ἐξανέτειλε γὰρ, φησὶν, ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον εἰς ὅρασιν ὡραῖον, καὶ καλὸν εἰς βρῶσιν. Ὥσπερ γὰρ τὸν ἄνθρωπον ἐξαιρέτου τῆς πλάσεως παρὰ τὰ λοιπὰ ζῶα ἠξίωσεν, οὕτω καὶ τὸ ἐνδιαίτημα τοῦ ἀνθρῶπου τῆς ἰδίας αὐτοῦ χειρὸς ἔργον ἐποίησε, τόπον ἐπιλεξάμενος ἐπιτήδειον ὑπερφέροντα τῆς ὅλης κτίσεως καὶ διὰ τὸ ὕψος ἀνεπισκότητον, θαυμαστὸν τῷ κάλλει, ἀσφαλῆ τῇ θέσει, λαμπρὸν τῇ κατὰ πάντων ὑπεροχῇ καὶ τῷ καταλάμπεσθαι πάσαις ταῖς τῶν ἄστρων ἀνατολαῖς, ἀέρι διαυγεστάτῳ περιεχόμενον καὶ τῶν ὡρῶν εὐκρασίαν ἡδίστην τε ἅμα καὶ βελτίστην ἔχοντα. Ἐκεῖ οὖν ἐφύτευσεν ὁ Θεὸς τὸν παραδεισον, ὅπου οὐκ ἀνέμων βία, οὐκ ἀμετρία ὡρῶν, οὐ χάλαζα, οὐ πρηστῆρες, οὐ λαίλαπες, οὐ σκηπτοὶ, οὐ χειμερινὴ πῆξις, οὐχ ὑγρότης ἠρινὴ, οὐ θερινὴ πύρωσις, οὐ φθινοπωρινὴ ξηρότης· ἀλλ' εὔκρατος καὶ εἰρηνικὴ συμφωνία τῶν ὡρῶν, ἑκάστης τῷ ἰδίῳ κάλλει κεκοσμημένης, καὶ μὴ ἐπιβουλευομένης παρὰ τῆς γείτονος. Οὔτε γὰρ τηῖς ἠρινοῖς ἄνθεσι τὸ θέρος, προτρέχον τυχὸν τοῦ ἰδίου καιροῦ, ἐλυμαίνετο, οὔτε πάλιν θερινοὶ καὶ μετοπωρινοὶ καρποὶ, τῇ τοῦ ἀέρος ἀταξίᾳ πολλάκις καταφλεχθέντες ἐῤῥυΐσκοντο καὶ ἀπώλοντο· πᾶσαι δὲ τὸν τόπον ἐκεῖνον εὐτάκτως αἱ ὧραι περίεχόρευον, ἀλλήλαις ὁμαλῶς καὶ ἀλύπως συμπεριπλεκόμεναι καὶ συνδούμεναι, καὶ τὰ παρ' ἑαυτῆς ἑκάστη, κατὰ τὸν ἴδιον καιρὸν, δωροφοροῦσα ἐξαίρετα καὶ ἀνεπιβούλευα. Καὶ ἡ γῆ δὲ ἐκείνη πίων καὶ μαλακὴ, καὶ ὅλως ῥέουσα μέλι καὶ γάλα, καὶ πρὸς πᾶσαν καρπογονίαν ἐπιτηδεία· ὕδασι γοειμωτάτοις κατάῤῥυτος· περικαλλῆ καὶ ἡδέα τὰ ὕδατα, καὶ σφόδρα λεπτὰ καὶ διαφανῆ, πολὺ μὲν ἐξ ὄψεως ἔχοντα τὸ τερπνὸν, πλέον δὲ τοῦ τερπνοῦ τὸ ὠφέλιμον παρεχόμενα.
2. For God also caused to spring up, it says, yet further out of the earth every tree fair to behold and good for food. For just as he counted man worthy of a fashioning surpassing the rest of living creatures, so too he made man's dwelling-place the work of his own hand, choosing out a fitting place excelling the whole creation and unshadowed by reason of its height, wondrous in beauty, secure in situation, radiant in its preeminence over all things and in being illumined by all the risings of the stars, encompassed by most pellucid air and possessing a tempering of the seasons at once sweetest and best. There, then, God planted paradise, where there was no violence of winds, no excess of seasons, no hail, no fiery whirlwinds, no tempests, no thunderbolts, no wintry frost, no vernal dampness, no summer scorching, no autumnal dryness, but a temperate and peaceful harmony of the seasons, each adorned with its own beauty and suffering no encroachment from its neighbour. For neither did summer, running ahead perchance of its own due season, mar the spring blossoms, nor again did summer and autumn fruits, scorched as so often happens by the disorder of the air, shrivel up and perish; rather, all the seasons danced in due order round that place, smoothly and harmlessly intertwining and binding themselves together, each in its own season bringing from its store choice gifts unmarred by any harm. That land too was rich and soft, altogether flowing with milk and honey, and suited for bearing every fruit, watered abundantly with most fertile streams; surpassingly lovely and sweet were the waters, exceedingly fine and translucent, holding much delight at first sight, yet affording usefulness even greater than their delight.
3. Πρότερον μὲν οὖν αὐτὸν ἐδημιούργησε τὸν τόπον ἄξιον τῆς ὑποδοχῆς τῶν τοῦ Θεοῦ φυτευμάτων· ἔπειτα δὲ ἐνεφύτευσεν αὐτῷ παντοδαπὰ κάλλη δένδρων, ὄψιν τε χαριεστάτην καὶ ἀπόλαυσιν ἡδίστην τῷ ἀνθρώπῳ χαριζόμενα. Πῶς σοι δυνηθῶ ἐπ' ὄψιν ἐναργῶς ἀγαγεῖν τὰ κάλλη τῆς πατρίδος, ὅθεν ἐκπέπτωκας, ἵνα περιαλγήσας ἀξίως ἐπὶ τῇ τούτων στερήσει,
3. First, therefore, he fashioned the place itself worthy to receive the plantings of God; and thereafter he planted within it manifold beauties of trees, bestowing upon man a most graceful sight and a sweetest enjoyment. How might I bring vividly before your sight the beauties of the homeland from which you have fallen, so that, grieving worthily over being deprived of them,
Notes, col. 64

On the reading

Printed κάρπόν, for καρπόν.

Printed παράδεισυν, for παράδεισον.

Printed ἐτεπέπληστο, for ἐπεπέπληστο.

Printed τα, for τὰ.

Printed ἀνθρῶπου, for ἀνθρώπου.

Printed παραδεισον, for παράδεισον.

Printed τηῖς, for τοῖς.

Printed περίεχόρευον, for περιεχόρευον.

Printed ἀνεπιβούλευα, for ἀνεπιβούλευτα.

Printed γοειμωτάτοις, for γονιμωτάτοις.

PG 30:65Read from the page
δυνηθῇς ὀψέ ποτε τῆς ἐξορίας ἀνακαλέσασθαι σεαυτὸν, καὶ πρὸς ἐκεῖνα παλινδρομῆσαι τὰ βέβαια καλὰ καὶ τερπνὰ, καὶ ἀμιγῆ τῶν φαύλων καὶ λυπηρῶν;
you might at long last recall yourself from exile, and run back to those steadfast goods and delights unmixed with anything base or sorrowful?
4. Εἰσὶ μὲν γὰρ κἀνταῦθα λειμῶνες εὐανθεῖς, καὶ τὴν θέαν περικαλλεῖς· ἀλλὰ τοσοῦτον χαριέστατον τῇ διανοίᾳ φαντάσθητι· πῶς τὸ ῥόδον μὲν μετὰ τῆς ἀκάνθης ὧδε κεκρυμμένον, ἔχον τὴν ἀηδίαν τῇ χάριτι σύνδρομον, καὶ μονονουχὶ διαμαρτυρόμενον ἡμῖν, ὅτι τὰ τερπνὰ πάντα τοῦ τῇδε βίου τοῖς λυπηροῖς ἀναμέμικται. Τῷ ὄντι γὰρ οὐδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀκραιφνές· ἀλλὰ πάσῃ κοσμικῇ εὐφροσύνῃ εὐθὺς ἡ λύπη συμπαραπέπηγε· τῷ γάμῳ ἡ χηρεία, τῇ παιδοτροφίᾳ ἡ μέριμνα, τῇ εὐτεκνίᾳ ἡ ἀποβολὴ, ταῖς περιφανείαις αἱ ἀτιμίαι, ταῖς τρυφαῖς αἱ παρέσεις, ταῖς ὑγιείαις αἱ ἀῤῥωστίαι· ἀνθηρὸν τὸ ῥόδον, ἀλλ' ἐμοὶ κατήφειαν ἐμποιεῖ· ὁσάκις γὰρ ἂν ἴδω τὸ ἄνθος, τῆς ἁμαρτίας ἀναμιμνήσκομαι τῆς ἐμῆς, δι' ἧς ἀκάνθας ἡ γῆ καὶ τριβόλους ἀνατέλλειν κατεδικάσθη μοι. Καὶ ἐνταῦθα μὲν οὖν ὀλιγοχρόνιος τῶν ἠρινῶν ἀνθέων ἡ χάρις, ἔτι ποθοῦντας ἡμᾶς ἐπιλιποῦσα· οὐ γὰρ ἔφθημεν δρεψάμενοι, καὶ ἐν ταῖς χερσὶν ἡμῶν ἀπεμαράνθη. Ἐκεῖ δὲ τὸ ἄνθος οὐ πρὸς βραχὺ διαλάμπον, εἶτα ἐκλεῖπον, ἀλλὰ διαρκὲς τὸ τερπνὸν ἔχον καὶ ἀΐδιον, ἀσυντέλεστον τὴν ἀπόλαυσιν· ἡ εὐωδία ἀκόρεστος, ἡ εὔχροία διηνεκῶς ἐξαστράπτουσα. Οὐ βίαι ἀνέμων παραλυποῦσιν, οὐ νηνεμίαι ἀπομαραίνουσιν, οὐ παγετοὶ ἀποπνίγουσιν, οὐχ ἡλίου φλόγωσις καταφρύσσει· ἀλλὰ πνεῦμα μέτριον, λεπτήν τινα καὶ ἡδεῖαν παρεχόμενον αὔραν, καὶ κούφως αὐτοῖς καὶ προσηνῶς ἐπιπνέον, ἀδάμαστον χρόνῳ καὶ ἀμάραντον τὴν χάριν αὐτῶν διασώζει.
4. For here too there are meadows rich in blossoms and surpassingly lovely to behold; yet picture in your mind something far more full of grace: how here the rose lies hidden among thorns, keeping unpleasantness yoked together with its charm, and all but testifying to us that all the delights of this present life are mingled with sorrows. Truly nothing among human goods is unalloyed, but grief cleaves straightway to every worldly gladness: widowhood to marriage, anxiety to the rearing of children, bereavement to being blessed with offspring, disgraces to high honours, palsies to luxuries, sicknesses to health. Blooming is the rose, yet in me it awakens dejection; for as often as I look upon the flower, I am reminded of my own sin, on account of which the earth was condemned to bring forth thorns and thistles for me. And here, moreover, short-lived is the grace of spring flowers, failing us while we still long for them; for no sooner have we plucked them than they have withered in our hands. There, however, the blossom does not gleam briefly and then fail, but holds its charm lasting and perpetual, its enjoyment inexhaustible: its fragrance knows no satiety, its fair hue flashes forth unceasingly. No blasts of wind harass them, no stagnant calms make them droop, no frosts choke them, no scorching heat of the sun parches them; rather, a gentle breath affording a delicate and sweet breeze, breathing lightly and kindly upon them, preserves their grace unsubdued by time and unfading.
5. Τὰ δὲ τῶν φυτῶν κάλλη, ἄξια καὶ αὐτῆς τῆς δημιουργίας καὶ φυτείας τοῦ κτίσαντος· ὅτα φρυγανικὰ καὶ ὅσα ἔνθαμνα, τὰ μονοστέλεχα, τὰ πολύκλαδα, τὰ ὑψίκομα, τὰ ἀμφιθαλῆ, τὰ φυλλοβόλα, τὰ ἀείφυλλα, τὰ γυμνούμενα, τὰ ἀειθαλῆ, τὰ κάρπιμα, τὰ ἄκαρπα· τὰ μὲν τῇ χρείᾳ ὑπηρετούμενα, τὰ δὲ πρὸς ἀπόλαυσιν συμβαλλόμενα· πάντα μτγέθει καὶ κάλλει διαφέροντα, κατάσκια τοῖς κλάδοις, ἀμφιθαλῆ ταῖς κόμαις, βρύοντα τοῖς καρποῖς, ἄλλοις ἄλλην χρείαν ὁμοῦ καὶ τέρψιν ἀφθόνως ἀποπληροῦσιν· ἑκάστου γὰρ τῶν καρπῶν τούτων πολὺ μὲν τὸ χάριεν, πλέον δὲ πάλιν τοῦ τερπνοῦ τὸ χρειῶδες.
5. And the beauties of the plants were worthy even of the very creation and planting of their Maker: all the undershrubs and all the bushy plants, the single-stemmed, the many-branched, the lofty-crowned, the luxuriant on every side, the deciduous, the evergreen, those that shed their foliage, the ever-flourishing, the fruit-bearing, the fruitless; some ministering to need, others contributing to enjoyment; all excelling in stature and beauty, giving deep shade with their boughs, burgeoning with foliage all around, teeming with fruits, abundantly fulfilling for different creatures a varied need and pleasure alike; for in each of these fruits there is great charm, yet once again its usefulness exceeds its delight.
6. Ποῖος λόγος παραστήσει τῆς ἡδονῆς ἐκείνης τὸ ὑπερβάλλον; Ἐὰν γὰρ συγκρίνῃ τις τοῖς ὧδε τὰ ἐκεῖ, καθυβρίζει μᾶλλυν τῇ παραθέσει, ἤ τινά σοι ἐνάργειαν ἐκ τῆς εικόνος παρίστησιν, ἀποπιπτούσης πολὺ τῆς εἰκόνος πρὸς τὴν τοῦ πρωτοτύπου ἀλήθειαν. Πάντα τέλεια, πάντα ὥριμα, οὐ κατὰ μικρὸν αὐξηθέντα (οὐ γὰρ ἀπὸ ἄνθους ἐπὶ τὴν ἀκμὴν τῷ χρόνῳ προέρχεται), ἀλλ' αὐτόθεν μετὰ τῆς οἰκείας ἀκμῆς ἐκφυέντα, καὶ ἀποτελέσματα φύσεως οὐκ ἀνθρωπίνης ἐπιχειρήσεως.
6. What discourse shall set forth the surpassing greatness of that pleasure? For if anyone compares the things there with the things here, he insults them by the comparison rather than sets before you any clear impression through the image, since the image falls far short of the truth of the archetype. All things were perfect, all ripe, not grown up little by little (for they do not advance in time from blossom to maturity), but sprung forth at once in their own full prime, works of nature and not of human enterprise.
Notes, col. 65

On the reading

Printed εὔχροία, for εὔχροια.

Printed ὅτα, for ὅσα.

Printed μτγέθει, for μεγέθει.

Printed μᾶλλυν, for μᾶλλον.

Printed εικόνος, for εἰκόνος.

PG 30:68Read from the page
7. Ἐκεῖ καὶ ὀρνίθων παντοδαπῶν γένη, τῷ τε τῶν πτερῶν ἔνθει καὶ τῷ τῆς φωνῆς λιγυρῷ ἀπόλαυσίν τινα θαυμαστὴν προτιθέντα τοῖς ὁρωμένοις· ὥστε διὰ πασῶν τῶν αἰσθήσεων εὐωχεῖσθαι τὸν ἄνθρωπον, τὰ μὲν ὁρῶντα, τὰ δὲ ἀκούοντα· ἄλλων ἁπτόμενον, ἄλλων ὀσφραινόμενον, ἑτέρων ἀπογευόμενον. Σὺν τοῖς ὄρνισε δὲ καὶ χερσαίων ζώων παντοδαπῶν θεάματα, πάντων ἡμέρων, πάντων συνήθως ἀλλήλοις καὶ ἀκουόντων καὶ φθεγγομένων εὐσύνοπτα. Οὐ φρικτὸς ὄφις τότε, ἀλλὰ προσηνὴς καὶ ἥμερος· οὐκ ἄγριον ἐπικυμαίνων καὶ ἕρπων κατὰ προσώπου τῆς γῆς, ἀλλ' ὑψηλὸς ἐπὶ ποδῶν βεβηκώς. Τοιαῦτα μειλίχια καὶ τὰ λοιπὰ πάντα ἄλογα ζῶα, ὅσα νῦν ἀτίθασσα παντελῶς καὶ ἀμείλικτα. Ἐκεῖ οὖν ἔθετο ὁ Θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν· ἀλλαχου ἔπλασε, κἀκεῖ εισήγαγεν. Ὥσπερ γὰρ τοὺς φωστῆρας πρῶτον μὲν ἰποίησεν ὁ Θεὸς, καὶ ἔθετο ἐν τῷ στερειώματι· οὕτω καὶ τὸν ἄνθρωπον ἔπλασε μὲν χοῦν ἀπὸ γῆς, ἔπειτα δὲ ἔθετο ἐν τῷ παραδείσῳ. Σημείωσαι δὲ, ὅτι οὐκ εἴρηται, Ὃν ἐποίησεν, ἀλλ', Ὃν ἔπλασεν. Ὃ γὰρ ἐποίησε, τὸ κατ' εἰκόνα ἐστί· τοῦτο δὲ ἀσώματον· τὸ δὲ ἀσώματον, τόπῳ ἀπερίγραπτον. Ὅμως μέντοι ἐξακολουθεῖ ἐξ ἀνάγκης τῷ πλάσματι τὸ ποίημα, τουτέστι νῷ σώματι ἡ ψυχή· ὁμοῦ γὰρ εἶναι δεῖ τὸ σύνθετον. Ἀλλὰ προηγουμένως μὲν τοῦ σώματος ὁ τόπος, ἡ ψυχὴ δὲ κατ' ἐπακολούθησιν περικλείεται τόπῳ διὰ τῆς πρὸς τὸ σῶμα σχέσεως ἢ ἀνακράσεως, ἀλλ' οὐκ ἐκ τῆς οἰκείας φύσεως, εἴτουν τῆς νοερᾶς οὐσίας. Ἀρά σε εὔφρανα τῇ διηγήσει τῶν τοῦ παραδείσου τερπνῶν, ἢ πλέον ἐλύπησα τῇ τῶν φθαρτῶν παραθέσει; Πάντως γάρ σου ἡ διάνοια, ὑψηλὰ καὶ ὑπερκόσμια φρονοῦσα, οἷα δὴ τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς καὶ πρὸς τὴν ἄνω ἀξίαν ἀφορῶσα, τὰ τῆς ἐπαγγελίας ἐνενόει, καὶ περιεσκόπει ἀκούσασθαί τι τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Τίς οὖν ὁ διηγούμενος, εἰ ὁ ὀφθαλμὸς οὐκ εἶδεν; Εἰ οὖς οὐκ ἤκουσεν, πῶς τὸ σὸν ὑποδέξεται; Εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς ἡ ἡμετέρα χωρήσει διάνοια; Οὔτε οὖν τὰ σωματικὰ ἐκβάλλομεν, καὶ τὰ πνευματικὰ ἐπιζητοῦμεν. Ὡς γὰρ ἐπὶ τοῦ νόμου ἦν μὲν καὶ τὸ αἰσθητὸν, ἀλλὰ καὶ τύπον ἐποίει τοῦ νοητοῦ· οὕτω καὶ τὸν παράδεισον νοοῦμεν μὲν καὶ σωματικῶς, ἀλληγοροῦμεν δὲ καὶ πνευματικῶς. Ἐφύτευσεν οὖν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Τὰ μὲν ὀνόματα τῶν φυτῶν σεσιώπηται· ὁ δὲ τόπος, ἐν ᾧ ἐφύτευσε, δεδήλωται· τουτέστιν, ἐν τῇ τρυφῇ· Ἐδὲμ γὰρ τρυφὴ ἑρμηνεύεται.
7. There too were manifold breeds of birds, both by the bloom of their plumage and by the clear melody of their song adding a wondrous delight to all that met the eye, so that through every sense man was feasted: seeing some things, hearing others, touching some, smelling others, tasting yet others. Together with the birds were spectacles easy to take in at a glance of land animals of every kind, all tame, all listening to and addressing one another in familiar harmony. The serpent was not dreadful then, but gentle and tame, not undulating fiercely and creeping upon the face of the earth, but walking upright upon feet. Equally gentle too were all the rest of the irrational creatures that now are utterly untamable and implacable. There, then, God placed the man whom he had formed; elsewhere he formed him, and thither he brought him in. For just as God first made the luminaries and set them in the firmament, so too he first formed man as dust from the earth, and afterwards placed him in paradise. Observe, moreover, that it is not said, Whom he made, but, Whom he formed. For what he made is that which is according to the image, and this is incorporeal; and what is incorporeal is uncircumscribed by place. Nevertheless, the thing made necessarily accompanies the thing formed—that is, the soul accompanies the body—for the composite must exist together. Yet primarily place belongs to the body, whereas the soul is enclosed in place by consequence, through its relation to or blending with the body, and not out of its own nature, that is, its intellectual substance. Have I gladdened you by recounting the delights of paradise, or grieved you the more by setting corruptible things beside them? Surely your mind, pondering things lofty and transcendent, inasmuch as it has its citizenship in heaven and looks towards the dignity above, was thinking upon the things of the promise and looking round to hear something of the good things promised to us, Which eye has not seen, nor ear heard, nor have they entered into the heart of man. Who then is to recount them, if eye has not seen? If ear has not heard, how shall yours receive them? If they have not entered into the heart of man, how shall our mind contain them? Neither, therefore, do we cast out the bodily sense, and yet we seek out the spiritual as well. For just as under the law the perceptible existed indeed, yet also formed a type of the intelligible, so too we understand paradise both bodily and also interpret it allegorically in a spiritual sense. God therefore planted a paradise in Edem towards the east. The names of the plants have been passed over in silence, whereas the place in which he planted has been made known—that is, in delight; for Edem is interpreted "delight."
8. Ἀρα οὖν τρυφὴν τὴν διὰ στόματος ὀνομάζει, τὴν τῇ κοιλίᾳ παραδιδομένην, καὶ ἧς τέλος ὁ ἀφεδρών; καὶ τρυφὴν παρέδωκε τὴν ἀπολλυμένην; καὶ τοῦτό ἐστιν ἡ παρὰ Θεοῦ χάρις περὶ τὸν ἄνθρωπον, γαστρὸς πλήρωσις, καὶ σαρκὸς εὐπάθεια, καὶ διάχυ-
8. Does he then call delight that which passes through the mouth, delivered over to the belly, and whose end is the privy? And did he grant a delight that perishes? And is this the grace of God towards man—the filling of the stomach, and the pampering of the flesh, and a diffu-
Notes, col. 68

On the reading

Printed ἔνθει, for ἄνθει.

Printed ὄρνισε, for ὄρνισι.

Printed ἀλλαχου, for ἀλλαχοῦ.

Printed εισήγαγεν, for εἰσήγαγεν.

Printed ἰποίησεν, for ἐποίησεν.

Printed στερειώματι, for στερεώματι.

Printed νῷ, for τῷ.

Printed Ἀρά, for Ἆρά.

Printed Ἀρα, for Ἆρα.

PG 30:69Read from the page
σις ἡδονὴν ἐμποιοῦσα; Ἢ τοῦτο μὲν εἰπεῖν οὐδὲ εὐσεβές. Ἀκολασίας γάρ που καὶ ὕβρεως, καὶ πάντων ὁμοῦ τῶν ἀπηγορευμένων ἐφόδιον, ὑπερπιαίνειν τὸ σῶμα, καὶ καταβαπτίζειν τῷ πλήθει τῶν βρωμάτων τὴν ἐνοικοῦσαν ψυχὴν, εὐκατάφορον ποιοῦντα πρὸς πᾶσαν ἁμαρτίαν.
sion that engenders pleasure? Surely even to say this is impious. For overfattening the body and submerging the indwelling soul beneath a multitude of meats is the very provision for licentiousness, insolence, and all forbidden things together, rendering a man easily swept away into every sin.
9. Οὐκοῦν ἄλλην χρὴ νοῆσαι τρυφὴν, ἀξίαν Θεοῦ, ἵνα καὶ ἡ φυτεία πρέπουσα τῇ γεωργίᾳ τοῦ Θεοῦ λογισθῇ. Τίς οὖν δύναται γενέσθαι τρυφὴ ἁγίοις ἁρμόττουσα; Ἄκουσον τοῦ λέγοντος· Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.
9. Another delight, therefore, must be understood, worthy of God, so that the planting too may be reckoned befitting God's husbandry. What delight, then, can there be that is fitting for saints? Hear him who says: Delight in the Lord, and he will give you the requests of your heart.
10. Ἐπεὶ οὖν ἄπειρον τὸ ποικίλον τῆς ἀρετῆς, καὶ τὸ κάλλος ἀμήχανον, ἀπὸ τῆς πολυτρόπου σοφίας τοῦ Θεοῦ τὴν ἀρχὴν εἰληφότα, διὰ τοῦτο γέγραπται, ὅτι Ἐφύτευσεν ὁ Θεὸς παράδεισον, οὐχὶ κατὰ ἀνατολὴν, ἀλλὰ Κατὰ ἀνατολάς. Ἕκαστον γὰρ τῶν πεφυτευμένων παρὰ Κυρίου φυτῶν, ἐν ἰδίῳ φωτὶ ἀρετῆς κεκαλλωπισμένον ἐξήστραπτεν. Ἐκεῖ Τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ εὐφραίνοντος τὴν πόλιν τοῦ Θεοῦ. Ἀλλαχοῦ δὲ Χειμάῤῥους τῆς τρυφῆς ὀνομάζεται, τρέφων καὶ αὔξων τῶν νοητῶν ἐκείνων φυτῶν τὰ κάλλη· ὅστις καὶ ἐν τοῖς ἑξῆς τῆς προκειμένης Γραφῆς λέγεται ποταμὸς ὁ πορευόμενος ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. Ἐν μὲν οὖν τοῖς κατόπιν ἐγέγραπτο, ὅτι πρότερον τὴν κτίσιν πληρώσας, οὕτως ἐπεισήγαγεν εἰς ἀρχὴν οἱονεὶ καὶ κυριότητα ταύτην τὸν ἄνθρωπον· νῦν δὲ, τὸ ἀνάπαλιν, πρότερον ἔπλασε τὸν ἄνθρωπον, καὶ τότε ἐφύτευσε τὸν παράδεισον. Ἡ δὲ αἰτία, ὅτι ἐκεῖ μὲν, ἵνα πληρώσῃ τὸν οἶκον, τὸν οἰκοδεσπότην εὐθὺς ἐπεισήγαγε· καὶ ἵνα μὴ πένητα κτίσας, ὕστερον τὴν εὐπορίαν αὐτῷ χαρίσηται. Ἐνταῦθα δὲ, τὴν ἐκ προκοπῆς τελείωσιν χαρισάμενος, ἀλλαχοῦ ἔκτισε, καὶ ὕστερον ἐγκατοικίζει τῷ παραδείσῳ· ἵνα τὸ διάφορον καταμαθὼν τῆς τε ἔξω ζωῆς καὶ τῆς ἐν παραδείσῳ διαγωγῆς, ἐκ τῆς συγκρίσεως ἑκατέρων, λαὶ αὐτῆς τῆς πείρας, γνωρίσῃ μὲν τὴν ὀπεροχὴν τοῦ ἐν αὐτῷ κάλλους, φοβηθῇ δὲ καὶ τῆς ἐκπτώσεως τὴν ζημίαν.
10. Since, therefore, the variety of virtue is boundless and its beauty inconceivable, taking their origin from the manifold wisdom of God, on this account it is written that God planted a paradise, not towards the east in the singular, but Toward the easts. For each of the plants planted by the Lord flashed forth adorned in its own light of virtue. There are The rushings of the river that gladdens the city of God. Elsewhere it is named The torrent of delight, nourishing and increasing the beauties of those spiritual plants; which also in what follows of the Scripture before us is called the river going forth out of Edem to water paradise. Now in what went before it had been written that, having first filled the creation, he thus brought man in afterwards unto rule, as it were, and lordship over this; whereas now, conversely, he first formed man, and then planted paradise. And the reason is that there, once he had filled the house, he straightway brought in the master of the house, lest having created him poor he should bestow abundance upon him only afterwards. Here, however, granting perfection through moral progress, he created him elsewhere and afterwards settles him in paradise: so that, learning the difference between life outside and the way of life within paradise from the comparison of both and from experience itself, he might both recognize the superiority of the beauty within it and dread the loss of falling away from it.
11. Ἵνα δὲ νοήσῃς φυτείαν ἀξίαν θείας χειρὸς καὶ ἐργασίας, μνήσθητι τῶν ἐν τῷ Εὐαγγελίῳ παρὰ τοῦ Κυρίου πρὸς τοὺς μαθητὰς εἰρημένων, ὅτι, Ὑμεῖς ἐστε τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι· δηλονότι, ὡς παρ' αὐτοῦ φυτευθέντες. Ταύτης εἰσὶ τῆς φυτείας καὶ οἱ ἐν τῷ οἴκῳ Κυρίου πεφυτευμένοι, ὡς γέγραπται, καὶ ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθουντες. Τὸ δ' αὐτὸ καὶ ἐν τῷ προφήτῃ· Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Ὁ δὲ μιμητὴς τοῦ Χριστοῦ Παῦλος ἀποτολμᾷ καὶ λέγει ὅτι, Θεοῦ συνεργοί ἐσμεν· Θεοῦ γεώργιόν ἐστε. Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότι-
11. And that you may understand a planting worthy of the divine hand and workmanship, remember the words spoken in the Gospel by the Lord to his disciples: You are the branches, and my Father is the vinedresser—plainly because they were planted by him. Of this planting too are those who are planted in the house of the Lord, as it is written, and who flourish in the courts of our God. And the very same thing is in the prophet: I planted a fruitful vine, wholly true. And Paul, the imitator of Christ, makes bold and says: We are God's fellow workers; you are God's tilled field. I planted, Apollos water-
Notes, col. 69

On the reading

Printed λαὶ, for καὶ.

Printed ὀπεροχὴν, for ὑπεροχὴν.

Printed ἐξανθουντες, for ἐξανθοῦντες.

PG 30:71Read from the page
σεν, ὁ δὲ Θεὸς ηὔξησε. Καὶ ὁ δίκαιος δὲ, ὁ παρὰ τῷ Δαβὶδ, ὡμοίωται τῷ ξύλῳ τῷ πεφυτευμένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, Ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάλιν· Δίκαιος ὡς φοίνιξ ἀνθήσει· καὶ, Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας· ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Πειράθητι τοίνυν διὰ τῶν τοιούτων διδαγμάτων ἐν περινοίᾳ γενέσθαι τοῦ παραδείσου ἐκείνου, καὶ φθάσαι καὶ αὐτὸς εἰς τὰς αὐγὰς τοῦ θείου φωτός· ἔνθα τὸ φῶς τῆς γνώσεως ἀνατέλλει, ἔνθα ὁ παράδεισος τῆς τρυφῆς πεφύτευται. Κἂν χωρίον δέ τι νοῇς σωματικὸν, δεκτικὸν τῶν ἁγίων, ἐν ᾧ πάντες οἱ ἐπὶ γῆς διαλάμψαντες ἐν ἔργοις ἀγαθοῖς διαιτῶνται, τῆς τοῦ Θεοῦ ἀπολαύοντες χάριτος, κατ' ἀξίαν ἀμοιβὴν, καὶ τῆς ἀληθινῆς καὶ μακαρίας τερπνότητος, οὐκ ἀποπίπτεις τάχα οὐδ' οὕτω τῆς πρεπούσης περὶ αὐτοῦ εἰκασίας.
[water]ed, but God gave the growth (1 Cor. 3:6). And the righteous man too, in David, is likened to the tree planted by the channels of waters, which shall yield its fruit in its season, and its leaf shall not fall off (Ps. 1:3); and again: The righteous man shall flourish like a palm tree (Ps. 91:13); and: Thou didst transplant a vine out of Egypt; Thou didst cast out nations, and plant it (Ps. 79:9). Endeavour therefore through teachings of this sort to arrive at a conception of that paradise, and yourself also to attain to the rays of the divine light: where the light of knowledge rises, where the paradise of delight has been planted. Yet even if you conceive of some bodily place receptive of the saints, wherein all who have shone forth upon earth in good works dwell, enjoying the grace of God by way of a worthy recompense, and true and blessed gladness, perhaps not even so do you fall short of a fitting conjecture concerning it.
12. Ἐκεῖ οὖν ἐῤῥιζωμέναι εἰσὶ καὶ παγίως ἐρηρεισμέναι αἱ ἀγαθαὶ δυνάμεις, λειτουργοὶ τῶν ἁγίων, αἷς ὁ ἄνθρωπος παρεδόθη ἀρτιγενὴς ὢν καὶ πολλῆς δεόμενος συγγυμνασίας πρὸς τὴν τελείωσιν. Ἐν ᾧ τὸ σύστημα τῶν ἁγίων, ἐν ᾧ αἱ ἀνατολαὶ τοῦ φωτὸς, ἐν ᾧ ἡ τρυφὴ τῆς ψυχῆς· ἐκεῖ ἔθε⟨τ⟩ο τὸν ἄνθρωπον ὁ Θεός. Ἂν μὲν οὖν σάρκινος εἶ, καὶ μεγάλην ἡγῇ τὴν τῶν αἰσθητῶν ἀπόλαυσιν, ἔχεις τὴν ὑπογραφὴν ἐκείνην τοῦ σωματικοῦ παραδείσου, καὶ τὴν ἡδίστην ἐμφόρησιν· καὶ πρὸς ταῦτα ἐπείγου, ὡς ἐκεῖ εὐρήσων χορηγίας τρυφὴν ἀδιάλειπτον. Εἰ δὲ πνευματικὸς εἶ, καὶ ἀνώτερα φρονεῖς τῶν σαρκικῶν ἀπολαύσεων, ἀνάβα τῇ διανοίᾳ πρὸς τὰ κάλλη τῶν ἀγγέλων, κατάμαθε τοὺς ἐν αὐτοῖς τῆς δικαιοσύνης καρπούς· ἐνοπτρίσθητι τὸν ποταμὸν τοῦ Θεοῦ, τὸν πεπληρωμένον ὑδάτων, Ου τὰ ὁρμήματα εὐφραίνει τὴν πόλιν τοῦ Θεοῦ, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐκείνην τὴν πόλιν διαῤῥέει ὁ ποταμὸς οὗτος, ὁ ἀρχόμενος ἐξ Ἐδὲμ, ὁ ποτίζων τὸν παράδεισον. Πάντα ταῦτα τῇ διανοίᾳ καταμαθὼν, δόξαζε τὸν τούτων δημιουργὸν, τὸν τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ διὰ σὲ καὶ τὴν σὴν ἀπόλαυσιν πεποιηκότα, καὶ τοιαύτης δόξης σε ἀξιώσαντα, εἰ πρὸς αὐτὸν ἀεὶ ἐπιστρέφοις τῇ διανοίᾳ, καὶ συνίῃς παρ' οὗ καὶ ἐφ' ᾧ εἰς τὸ εἶναι παρήχθημεν. ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
12. There accordingly are rooted and firmly established the good powers, ministers to the saints, unto whom man was entrusted when newly born and needing much training together unto perfection. Where the assembly of the saints is, where the risings of the light are, where the delight of the soul is—there God placed man. If then you are fleshly, and account great the enjoyment of sensible things, you have that sketch of the bodily paradise, and its most pleasant abundance; and hasten towards these things, as destined to find there an unfailing luxury of provision. But if you are spiritual, and set your mind upon things higher than fleshly enjoyments, ascend in thought towards the beauties of the angels, learn well the fruits of righteousness that are in them; behold as in a mirror the river of God, filled with waters (Ps. 64:10), whose streams make glad the city of God (Ps. 45:5), whose artificer and framer is God (Heb. 11:10). Through that city flows this river, which begins out of Eden, which waters paradise. Having apprehended all these things in thought, glorify the Creator of them, Who has made so many and so great good things on your account and for your enjoyment, and has deemed you worthy of such glory, if you always turn towards Him in thought, and understand from Whom and wherefore we were brought into being; for to Him belongs the glory unto the ages of the ages. Amen.
HOMILIA IN PARTEM I PSALMI XIV.
Homily on Part I of Psalm 14.
Hanc ut genuinam praemisimus ejusdem psalmi partis II, expositioni. Vide tomum praecedentem, col. 252. EDIT.
This piece, as genuine, we have prefixed to the exposition of Part II of the same psalm. See the preceding volume, col. 252. Editor.
ΕΙΣ ΚΗʹ ΨΑΛΜΟΝ.
On the Twenty-Eighth Psalm.
Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
Worship the Lord in His holy court (Ps. 28:2).
1. Ἔξω τῆς ἁγίας αὐλῆς οὐ χρὴ προσκυνεῖν τῷ Κυρίῳ, ἀλλ' ἔνδον γενόμενον· τουτέστι. μὴ ἐκβαίνειν
1. Outside the holy court one must not worship the Lord, but only when one has come within; that is, not to step outside
Notes, col. 71

On the reading

Printed εὐρήσων, for εὑρήσων.

Printed Ου, for Οὗ.

Printed τουτέστι., for τουτέστι,.