καὶ τῆς εὐσεβείας τοὺς ἀνθρώπους, οὗτος τὰ Βαβυλωνίων πράγματα ἔνδοξα ὀνομάζει. Χαλδαίων γὰρ εὕρημά ἐστιν ἡ ἀστρολογία· οἳ φασι τὰ ὄντα ἑαυτῶν ἠρτῆσθαι, καὶ οὐ τοῦ Θεοῦ· καὶ τῇ τῶν ἄστρων φορᾷ ὑποτιθέντες τὰ πράγματα, ἐκβάλλουσι πρόνοιαν τὴν οἰκονομοῦσαν τὰ τῶν ἀνθρώπων· ὡς μήτε εὐχὴν, μήτε εὐσέβειαν δύνασθαί τι, ἀλλὰ κἂν εἰ δοκῇ ταῦτα γίνεσθαι, τῷ λόγῳ τῆς εἱμαρμένης καὶ αὐτὰ ὑποκεῖσθαι.
and from godliness, this man calls the affairs of the Babylonians glorious. For astrology is an invention of the Chaldeans, who say that existing things depend upon themselves, and not upon God; and by subjecting affairs to the motion of the stars, they cast out providence that administers human affairs, as though neither prayer nor godliness had any power, but even if these things seem to take place, they too are subject to the principle of fate.
276. Καλεῖ δὲ ἔνδοξόν τινα Βαβυλῶνα, καὶ πλούτους κοσμικοὺς, καὶ δόξας, καὶ τὰς κατὰ σάρκα εὐγενείας, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια δοξάζων. Ηάντα γὰρ ταῦτα συγχυτικὰ διανοίας, καὶ ἄξια εἶναι ὁμώνυμα τῇ Βαβυλῶνι. Ταύτην καταστρέφει ὁ Κύριος, καὶ γίνεται οἰκητήριον δαιμόνων ἐξηγριωμένων, εἴτε τὴν πόλιν βούλει λαμβάνειν, εἴτε ψυχὴν συγκεχυμένην. Ἀνάγκη γὰρ τὴν ἐρημωθεῖσαν ἀπὸ τῆς οἰκήσεως τοῦ Θεοῦ οἰκτήριον γενέσθαι πονηρῶν πνευμάτων. Ἐκεῖ μὲν οὖν ποιμὴν οὐ καταλύει. Οὐ γάρ ἐστιν ἀγαθοῦ ποιμένος τὴν πεπιστευμένην ποίμνην κατεστραμμένην ἐναυλίζειν. Ἀλλβ σειρῆνες, φησὶ, καὶ δαιμόνια, καὶ ὀνοκένταυροι, καὶ ἐχῖνοι· Ὅταν οὖν ἴδῃς ψυχὴν συγκεχυμένην, γίνωσκε, ὅτι ἐνεπλήσθη ἐκείνη ἤχου, διὰ τὸ μηδὲν τετρανωμένον, μηδὲ διηρθρωμένον ἐν αὐτῇ εἶναι ῥῆμα, ἀλλὰ θόρυβον ἄσημον, τὸν ὑπὸ τῶν παθῶν ἐπανιστάμενον, κατέχειν τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐκείνης. Ἐοίκασιν οὖν πονηραί τινες δυνάμεις διὰ τῆς κατὰ τὴν φωνὴν ἐκκλήσεως, ἡδονὴν ἐμποιοῦσαι ταῖς ψυχαῖς, ὧν καταμελῳδοῦσιν ἐπ' ὀλέθρῳ, θηρεύειν τοὺς διερχομένους. Εἴτε διὰ φωνῆς ἡ ἡδονὴ, εἴτε δι' ἄλλου τινὸς τρόπου ἐρεθισμοὶ καὶ προκλήσεις πρὸς ἁμαρτίαν διὰ τῶν δαιμόνων ἐκείνων γίνονται, ἄδηλον· πλὴν ὅτι οἱ ὑπὸ τρυφῆς κατακηλούμενοι τῆς πρὸς τὴν ἀληθινὴν πατρίδα ἐπανόδου ἐπιλανθάνονται. Ἐὰν δέ τινα ἴδῃς κνηθόμενον τὴν ἀκοὴν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφοντα αὐτὴν, ἐπὶ δὲ τοὺς μύθους ἐκτρεπόμενον, καὶ εὐτόνου μὲν λόγου μὴ ἀνεχόμενον, μηδὲ ἔλεγχον, μηδὲ ἐπιτίμησιν αὐστηρὰν, εἰς ἐπιστρέφειαν ἄγουσαν τὸν ἀκροατὴν, ὑπομένοντα· φίλον δὲ ὄντα τοῦ πρὸς χάριν καὶ ἡδονὴν ἀπαγγέλλοντος λόγου, νόμισον ὑπὸ σειρήνων κατέχεσθαι τὸν τοιοῦτον, ὑπὸ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατώμενον. Καὶ δαιμόνια δὲ,
276. Moreover, he too calls Babylon something glorious who glorifies worldly riches, and honours, and nobilities according to the flesh, and whatever things are akin to these. For all these things are confusing to the mind, and worthy of bearing the same name as Babylon. This the Lord overthrows, and it becomes a dwelling-place of savage demons, whether you wish to take it as the city or as a confused soul. For of necessity, that which has been made desolate of the indwelling of God becomes a habitation of evil spirits. There, accordingly, no shepherd lodges. For it does not belong to a good shepherd to fold the flock entrusted to him where all lies overthrown. Rather, sirens, he says, and demons, and onocentaurs, and hedgehogs. Whenever, therefore, you see a confused soul, know that it has been filled with echo, because there is no clear or articulate word in it, but an indistinct tumult, stirred up by the passions, occupies the governing part of that soul. Certain evil powers, then, appear through the enticement of the voice, producing pleasure in the souls over which they chant to their ruin, to hunt down passers-by. Whether the pleasure comes through voice, or incitements and provocations towards sin arise through those demons by some other way, is uncertain; save that those bewitched by luxury forget the return to their true fatherland. And if you see anyone itching in his hearing, and turning it away from the truth while turning aside to myths, not enduring vigorous speech, nor submitting to reproof or austere rebuke that leads the hearer to conversion, being rather a friend of speech that proclaims for favour and pleasure, consider such a man to be held fast by sirens, deceived by smooth talk and fair speech. And demons too,