Migne Reading Room

PG 30 · cols. 585–596 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:585Read from the page
τὸ οἰκονομικὸν τῆς Γραφῆς, φόβον Θεοῦ γεννῆσαι βουλομένης, καὶ παιδαγωγῆσαι τοὺς ἐντευξομένους, ἐργάζεσθαι, ἕως ἡμέρα ἐστίν. Ἔρχεται νὺξ, ὅτε οὐκέτι οὐδεὶς δύναται ἐργάζεσθαι. Ὁ ἐν τῷ φωτὶ τῶν ἐντολῶν τοῦ Χριστοῦ περιπατῶν, ἐν ἡμέρᾳ ἐστίν· ὁ παραδεδομένος τῷ σκότῳ τῷ αἰωνίῳ, ἐν νυκτὶ γενήσεται. Ἐν ἐκείνῃ τῇ νυκτὶ οὐκέτι ἔργον, οὐκέτι ἐξομολόγησις· ἀλλ' αἱ μὲν χεῖρες δεδεμέναι καὶ οἱ πόδες τοῖς δεσμοῖς τῶν ἰδίων ἁμαρτημάτων. Δήσαντες γὰρ αὐτὸν χειρῶν καὶ ποδῶν, ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Γλῶσσα δὲ οὐκέτι ἐξομολόγησιν οὐδὲ αἴνεσιν Θεοῦ λαλήσει, ἀσχολουμένη περὶ τὸν στεναγμὸν τὸν ἐκ τῶν πόνων αὐτῇ ἐγγινόμενον. Διὰ τοῦτο ἔρχεται ἡ ἡμέρα ἐκείνη ἀνίατος.
the provident counsel of Scripture, which wishes to engender fear of God, and to train those who shall read it to work while it is day. Night comes, when no one is any longer able to work. He who walks in the light of the commandments of Christ is in the day; he who is delivered over to eternal darkness shall be in night. In that night there is no longer work, no longer confession; rather, the hands and the feet are bound with the bonds of one's own sins. For having bound him hand and foot, cast him out into the outer darkness. And the tongue shall no longer speak confession nor praise of God, being busied with the groaning engendered in it from its pains. Because of this that day comes incurable.
266. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. Φανερῶς τὴν συντέλειαν διαγράφει καὶ τὴν τοῦ παντὸς μεταποίησιν ὁ προφήτης. Τότε γὰρ ἡλιακὸν φῶς ἐπιλείψει, καὶ ἡ σελήνη σῶμα ἔσται ἀλαμπὲς, καὶ ὁ Ὠρίων, ὁ φανότατος τῶν ἀστέρων, τὸ φῶς οὐ δώσει· Οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων τὸ φῶς οὐ δώσουσιν, οὐχὶ σκοτιζόμενοι διὰ τὸ καταυγάζεσθαι ὑπὸ τῶν τοῦ ἡλίου ἀνατολῶν· τοῦτο γὰρ καὶ ἐν τῇ νῦν ἡμέρᾳ γίνεται, καὶ παρὰ πᾶσι τοῖς ἐξετάσασι τὰ κατ' οὐρανὸν φαινόμενα ὁμολογεῖται, ὅτι οὐχὶ ἀποσβέννυνται οἱ ἀστέρες ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ κείμενοι· ἀλλὰ τῷ ὑπεραυγάζεσθαι ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐξαμαυροῦνται. Ὅπερ καὶ ἐν ταῖς νυξὶ γίνεται ταῖς πανσελήνοις, περιλαμπούσης τῆς κατὰ τὴν σελήνην λαμπρότητος τοὺς ἀστέρας, καὶ οὐκ ἐώσης αὐτῶν τὰς αὐγὰς διαφαίνεσθσι. Οὐδὲν οὖν τούτων τῶν κατὰ φύσιν συμβαινόντων ὁ λόγος παρίστησιν, ἀλλὰ παντελῆ τῶν ἀστέρων σκότωσιν, καὶ τοῦ παντὸς μετακόσμησιν. Δῆλον δὲ ὅτι Ὠρίωνα λέγει ἡ Γραφὴ τὸ σύστημα τῶν εἴκοσι καὶ δύο ἀστέρων, ὅν τινες ὀνομάζουσι Βοώτην· οὓς οἱ περὶ ταῦτα δεινοὶ καταμερίζουσι, καί φάσι τοὺς μὲν τέσσαρας εἶναι τρίτου μεγέθους, ἐννέα δὲ ἐν αὐτοῖς τετάρτου, καὶ τοὺς ἄλλους ἐννέα τοῦ πέμπτου. Κεῖται δὲ τοῦτο τὸ τῶν ἀστέρων ἄθροισμα ἐν τῷ βορείῳ μέρει, ὅπερ καὶ ὑπὸ τῆς Γραφῆς, ὡς ἓν σῶμα, Ὠρίων ὠνόμασται. Ἄστρα δὲ ταῦτα λέγουσι, καὶ οὐχὶ ἀστέρας· ὡς τῶν μὲν ἄστρων πλήθους σύστασιν ἐμφαινόντων, ἀστέρος δὲ τοῦ καθ' ἕκαστον λεγομένου. Καὶ τοῦ Ἀρκτούρου δὲ μέμνητσι ἡ Γραφὴ, ὃν μεταξύ τῶν
266. For the stars of heaven, and Orion, and all the adornment of heaven shall not give their light, and it shall be darkened as the sun rises, and the moon shall not give her light. And I will command evils upon the whole inhabited earth, and upon the ungodly their sins. Plainly does the prophet delineate the consummation and the transformation of the universe. For then solar light shall fail, and the moon shall be an unilluminated body, and Orion, the brightest of the stars, shall not give its light: The stars of heaven and Orion shall not give their light, not being darkened through being outshone by the risings of the sun; for this happens even in the present day, and is acknowledged among all who have investigated the phenomena in heaven, that the stars lying in the hemisphere above the earth are not extinguished; rather, through being outshone by the solar rays, they are dimmed. Which very thing also happens on full-moon nights, the brightness around the moon shining all around the stars, and not allowing their gleams to shine through. None, therefore, of these things that happen according to nature does the word set forth, but a complete darkening of the stars, and a refashioning of the universe. Now it is clear that Scripture calls Orion the constellation of twenty-two stars, whom some name Bootes; which those skilled in these matters divide up, and say that four are of the third magnitude, nine among them of the fourth, and the other nine of the fifth. And this cluster of stars lies in the northern region, which also by Scripture, as a single body, has been named Orion. And these they call constellations, and not stars; inasmuch as constellations indicate a gathering of a multitude, whereas star is said of each individual one. And Scripture also makes mention of Arcturus, which between the
Notes, col. 585

On the reading

Printed διαφαίνεσθσι, for διαφαίνεσθαι.

Printed φάσι, for φασι.

Printed μέμνητσι, for μέμνηται.

PG 30:588Read from the page
μερῶν τοῦ Ὠρίωνος ὁρῶμεν κείμενον ἀστέρα ὑπόκιῤῥον. Παραπλησίως δὲ καὶ ἡ Πλειὰς ὀνομάζεται ὑπὸ τῆς Γραφῆς, ὡς καὶ ὑπὸ τῶν ἔξωθεν, τῶν δηλονότι παρ' Ἑβραίων πολυπραγμονησάντων τὰ ἀπόῤῥητα. Φαίνονται δὲ καὶ ἐν Πλειάδι ἑπτὰ ἀστέρες συνεγεῖς καὶ καταπεπυκνωμένοι πρὸς ἀλλήλους, οὐχὶ δὲ ἓξ, ὅπερ τινὲς οἴονται· κεῖνται δὲ ἐν τριγωνοειδεῖ σχήματι. Ὡς οὖν ἐνταῦθα εὕρομεν τὸ ὄνομα τοῦ Ὠρίωνος, οὕτω τὸ ὄνομα τοῦ Ἀρκτούρου καὶ τοῦ Ἑσπέρου καὶ τῆς Πλειάδος ἐν τῷ Ἰὼβ, ὃς φησιν· Ὁ ποιῶν Πλειάδα, καὶ Ἕσπερον, καὶ Ἀρκτοῦρον, καὶ ταμεῖα Νότου. Ὁ οὖν ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, καὶ τὸν ἀριθμὸν ἔχει πάντων αὐτῶν, καὶ τὰς προσηγορίας. Ὀλίγαι δέ εἰσιν αἱ ἐκφωνηθεῖσαι, αἷς οἱ Ἕλληνες συγχρησάμενοι, καὶ τὰ λοιπὰ προσύφηναν παρ' ἑαυτῶν, καὶ μυρίαις ὀνομασίαις προσαγορεύουσι τούς τε ἀπλανεῖς ἀστέρας καὶ τοὺς πλανωμένους. Καὶ τοὺς μὲν διαιροῦσιν εἰς δώδεκα μέρη, τοὺς δὲ κατὰ τὸν ζωοφόρον κύκλον, δι' οὗ ὁ ἥλιος τὴν πορείαν ποι-
parts of Orion we see lying as a somewhat reddish-yellow star. Similarly the Pleiades also is named by Scripture, just as by those outside, namely those who busily inquired into secret things from the Hebrews. And in the Pleiades seven stars appear contiguous and closely packed towards one another, and not six, as some suppose; and they lie in a triangular figure. Just as here, therefore, we found the name of Orion, so too we find the name of Arcturus and of Hesperus and of the Pleiades in Job, who says: Who makes the Pleiades, and Hesperus, and Arcturus, and the chambers of the South. He, therefore, Who numbers multitudes of stars, and calls them all by names, holds both the number of them all, and their appellations. Few, however, are those uttered aloud, which the Greeks having adopted, wove on the rest besides from themselves, and address by myriad designations both the fixed stars and the wandering ones. And some they divide into twelve parts, while those along the zodiacal circle, through which the sun its course ma-
267. Καὶ ἀπολῶ, φησὶν, ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Ἀγαθοῦ ἔργον ἐστὶ Θεοῦ τὰ φαῦλα ἐξαφανίζειν, ἵνα καθαρὸν ἀπὸ πάσης κακίας τὸ ἑαυτοῦ δημιούργημα ἀποκαταστήσῃ, καὶ ἀπαλλαγὲν ἀπὸ παντὸς ἀῤῥωστήματος εἰς τὸ κατὰ φύσιν ἐπαναγάγῃ. Ἀλλαχοῦ μὲν γὰρ λέγεται. Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω· καὶ ὅτι ἡ τοῦ κόσμου σοφία, ἀπατῶσα τοὺς παραδεξαμένους αὐτὴν, καὶ νομισθεῖσα εἶναι ἀληθινὴ, ἄγνοιαν ἐμποιεῖ τῶν πρὸς σωτηρίαν δογμάτων. Ἀφανίζεται οὖν ἡ σοφία ἀνατρεπομένη ὑπὸ τῆς ἀληθείας, λυομένων τῶν σοφισμάτων καὶ τῶν πιθανοτήτων αὐτῆς, ἵνα ῥυσθῇ ἀπὸ ἀπάτης καὶ ψευδοδοξίας ὁ ὑπ' αὐτῆς προειλημμένος. Ὡς οὖν ἀπόλλυται νόσος ὑπὸ ἰατροῦ, καὶ ἀπόλλυται σκότος ὑπὸ ἡλίου· οὕτως ἀπόλλυται ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ ὕβρις ἀνόμων, καὶ ὕβρις ὑπερηφάνων ταπεινοῦται. Λιὸ καὶ ὁ Ἰακὼβ εὐλογῶν τοὺς υἱοὺς Συμεὼν καὶ Λευῒ, Ἐπικατάρατος, φησὶν, ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Τὴν πονηρὰν ἕξιν τῆς κατάρας ἐξαναλίσκει, ἵνα τὸ καταλειπόμενον ἐν αὐτοῖς ἄξιον τῆς εὐλογίας τοῦ πατριάρχου γένηται. Οὕτω δὲ καὶ Νῶε, γνοὺς ὃ ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, εἶπεν· Ἐπικατάρατος Χαναάν. Καίτοι Χὰμ ἦν ὁ λελυπηκὼς, ἀλλ'
267. And I will destroy, He says, the insolence of the lawless, and the insolence of the proud I will humble. It is the work of a good God to obliterate base things, so that He may restore His own handiwork pure from all wickedness, and lead it back, freed from every infirmity, to its natural state. For elsewhere indeed it is said: I will destroy the wisdom of the wise, and the understanding of the discerning I will set aside; and that the wisdom of the world, deceiving those who have accepted it, and being supposed to be true, engenders ignorance of the doctrines that pertain to salvation. That wisdom, therefore, is obliterated when overturned by the truth, its sophisms and its plausible arguments being dissolved, so that he who had been preoccupied by it may be rescued from deceit and false opinion. Just as, therefore, disease is destroyed by a physician, and darkness is destroyed by the sun; so by the good God the insolence of the lawless is destroyed, and the insolence of the proud is humbled. Wherefore Jacob also, blessing his sons Simeon and Levi, says, Cursed be their wrath, because it is self-willed; and their anger, because it was hardened. He consumes the wicked habit of the curse, so that what is left behind in them may become worthy of the blessing of the patriarch. And thus Noah also, having learned what his younger son had done to him, said: Cursed be Canaan. And yet Ham was the one who had grieved him, but
Notes, col. 588

On the reading

Printed συνεγεῖς, for συνεχεῖς.

Printed Λιὸ, for Διὸ.

PG 30:589Read from the page
δμως οὐκ αὐτῷ καταρᾶται, ἀλλὰ τῷ γεννήματι αὐτοῦ, καὶ τῷ ἔργῳ αὐτοῦ, ὅπερ συμβολικῶς ὀνομάζεται Χαναάν· διότι ἑρμηνεύεται Χαναὰν, ὡς σάλος. Διὰ τὸ οὖν ἐν κινήσει τὴν ἕξιν γινομένην τὸ πάθος ἐπιτελεῖν, οὐ τῇ διαθέσει καταρᾶται, ἀλλὰ τῷ ἔργῳ τῷ ἀπ' αὐτῆς. Δύσκολον γὰρ τὸ ἐν καρδίᾳ καθαρὸν ἐν ἀνθρώπου φύσει διασωθῆναι. Δῆλον δὲ, ὅτι ἀφανίζων τὴν ὕβριν τῶν ὑπερηφάνων, οὐχ ἓν μόνον τῶν κακῶν ἐξαναλίσκει, ἀλλ' ἀπὸ ἑνὸς ἁμαρτήματος διατατικῶς ἐφ' ὅλα τὰ εἴδη τῆς κακίας ἐξακούειν προσήκει τῆς ὕβρεως. Οἱ γὰρ ἄνομοι ἐξυβρίζουσι μὲν εἰς τὸν ναὸν, ἐξυβρίζουσι δὲ εἰς τὸν πλησίον, ἐξυβρίζουσι δὲ εἰς τὸ κατ' εἰκόνα τοῦ κτίσαντος, καὶ διὰ τῆς εἰκόνος ἡ ὕβρις ἀναβαίνει ἐπὶ τόν κτίσαντα. Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας, ὡς εἰς αὐτὸν ἐξαμαρτήσας τὸν βασιλέα κρίνεται· οὕτω δηλονότι ὑπόδικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ' εἰκόνα γεγενημένον καθυβρίζων. Ὑβρίζει δὲ πρὸ πάντων καὶ ἑκυτὸν ὁ πόρνος. διὰ τῆς φθορᾶς· ὁ μοιχὸς, διὰ τοῦ ἔργου τῆς αἰσχύνης· ὁ κλέπτης, διὰ τῆς ταπεινῆς καὶ αισχρὰς καὶ ἀνελευθέρου πράξεως· ὁ ψεύστης, διὰ τοῦ ἀρνήσασθαι τὴν ἀλήθειαν· ὁ ἐπίορκος, διὰ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώσεως. Ὥστε πᾶσα ἁμαρτία ὕβρις ἐστὶ, καὶ ὕβρεώς ἐστι βλάστημα, πρώτου ἁπτομένη τοῦ ὑβριστοῦ. Ταπεινώσει δὲ ναὶ τὴν ὕβριν τῶν ὑπερηφάνων, διότι καὶ ἡ ὑπερηφανία ἀδελφὴ τῆς ἀνομίας ἐστίν. Ὁ γὰρ ἄδικος ὑπερηφανεῖ τὴν δικαιοσύνην, καὶ κατεπαίρεται αὐτῆς· καὶ ὁ ἀκόλαστος κατὰ τῆν σωφρισύνης λαλεῖ, ὅταν διαπτύῃ τὸν ἀκριβῆ ἐν πᾶσι παρατετηρημένον, καὶ τὴν μέχρις ὀφθαλμῶν κίνησιν παιδαγωγοῦντα. Ὁ ἄσωτος τὸν ἐν διαίτῃ μέτριον· ὁ ἄφρων καταχλευάζει τοὺς περιττοὺς ἐν σοφίᾳ, καὶ φιλοπόνως πανταχόθεν ἑαυτοῖς συλλέγοντας τὰ μαθήματα. Ὁ οὖν ἀντιτασσόμενος ὑπερηφάνοις Κύριος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, οὗτος ἐπαγγέλλεται τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν. Ὁ οὖν ταπεινῶν τοὺς ὑπερηφάνους, ῥύεται μὲν αὐτοὺς ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὅστις ἐστὶ πατὴρ τῆς ὑπερηφανίας, ἐνάγει δὲ αὐτοὺς πρὸς τὸ μαθητεύεσθαι τῷ εἰπόντι· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.
nevertheless he does not curse him, but his offspring, and his work, which symbolically is named Canaan; because Canaan is interpreted, as tossing. Because, therefore, the habit coming to be in motion brings the passion to completion, he curses not the disposition, but the work that comes from it. For it is difficult for purity in heart to be preserved intact in human nature. And it is clear that in obliterating the insolence of the proud, He does not consume one only of evils, but from one sin it is fitting to understand insolence as extending across all the forms of wickedness. For the lawless commit insolence against the temple, they commit insolence against their neighbour, and they commit insolence against that which is according to the image of the Creator, and through the image the insolence ascends to the Creator. For just as he who has insulted a royal image is judged as having sinned against the king himself; so plainly accountable to sin is he who insults him who has come into being according to the image. Above all, the fornicator insults himself as well, through corruption; the adulterer, through the work of shame; the thief, through his base and shameful and illiberal deed; the liar, through denying the truth; the perjurer, through alienation from God. So that every sin is insolence, and is an offshoot of insolence, touching first the insolent man himself. And He will also humble the insolence of the proud, because pride too is sister to lawlessness. For the unjust man scorns righteousness, and exalts himself against it; and the licentious man speaks against temperance, whenever he spits upon one who is strictly guarded in all things, and who disciplines even the movement of his eyes. The prodigal [despises] the man moderate in his way of life; the fool mocks those who excel in wisdom, and who industriously gather learning for themselves from every quarter. The Lord, therefore, Who resists the proud, and humbles sinners to the ground, this very One promises that He will humble the insolence of the proud. He, therefore, Who humbles the proud rescues them on the one hand from likeness to the devil, who is the father of pride, and leads them on the other hand towards becoming disciples to Him Who said: Learn from Me, for I am meek and lowly in heart.
268. Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντι-
268. And those who are left behind shall be more honour-
Notes, col. 589

On the reading

Printed δμως, for ὅμως.

Printed ἑκυτὸν, for ἑαυτὸν.

Printed αισχρὰς, for αἰσχρᾶς.

Printed ναὶ, for καὶ.

Printed τῆν, for τῆς.

Printed σωφρισύνης, for σωφροσύνης.

PG 30:592Read from the page
μοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον· καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ. Μετὰ τὸ ἐπαχθῆναι τοὺς μεγάλους πειρασμοὺς, καὶ ἐλθεῖν τοὺς ὁπλομάχους τοὺς ἐξαφανίζοντας τὴν οἰκουμένην, καὶ μετὰ τὸ ταπεινωθῆναι πᾶσαν ὑπερηφανίαν, τότε οἱ εὑρισκόμενοι ἄνθρωποι ἐκ πολλῶν, μηδὲν βλαβέντες τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τοὺς ἀνόμους κοινωνίας, ἀλλὰ διὰ μυρίων πειρασμῶν καὶ δοκιμαστηρίων ἐξετασθεντες, βάσανον τῆς ἑαυτῶν προαιρέσεως ἀκριβῆ δεδωκότες, παντὸς ἀπύρου χρυσίου ἔσονται τιμιώτεροι, καὶ παντὸς λίθου τιμιωτάτου, ὃς δοκεῖ ἐν τῇ Σουφεὶρ εὑρίσκεσθαι. Ἔοικε δὲ χώραν τινὰ λέγειν ἐν τῷ ἔθνει τῷ Ἰνδικῷ τὴν Σουφεὶρ, περὶ ἣν αἱ πολυτίμητοι τῶν λίθων πεφύκασι γίνεσθαι. Ἄπυρον δὲ χρυσίον, τὸ μηδεμίαν ἀμφιβολίαν ὕλης ἀλλοτρίας ἔχον ἐν ἑαυτῷ, ἀλλ', ὁμοῦ τῷ φανῆναι, πεῖθον τὴν ὄψιν τῶν ὁρώντων, ὅτι δόκιμόν ἐστι καὶ ἀμιγὲς χαλκοῦ, ἤ τινος ἄλλης ἐπιπλοκῆς.
able than unsmelted gold; and a man shall be held in honour more than the stone that is from Suphir. After the great trials have been brought on, and the men-at-arms who obliterate the inhabited earth have come, and after all pride has been humbled, then the men who are found out of many, having suffered no harm in their soul from communion with the lawless, but having been tested through myriad trials and proving-places, and having given an exact proof of their own choice, shall be more precious than all unsmelted gold, and than every most precious stone which seems to be found in Suphir. And he seems to mean by Suphir a certain country in the Indian nation, around which the most costly of stones naturally come into being. And unsmelted gold is that which has in itself no ambiguity of foreign matter, but, simultaneously with appearing, persuades the sight of beholders that it is genuine and unmixed with bronze, or with any other alloy.
269. Ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. Πᾶσα ἡ κτίσις συγκινεῖται τῷ Δεσπότῃ ἐπὶ τὴν ἐκδίκησιν τῶν εἰς αὐτὸν ἡμαρτηκότων. Ὥσπερ γὰρ ἐξίσταται ὁ οὐρανὸς, καὶ φρίσσει ἐπὶ ταῖς ἀπροσδοκήτοις παρανομίαις τοῦ λαοὺ, ὅταν ἐγκαταλείπωσι τὸν Κύριον· οὕτως ἐπειδὰν συμπληρωθῶσιν αἱ ἁμαρτίαι τῶν ἀποστατησάντων, καὶ ἔλθῃ ὁ καιρὸς τῆς ἀνταποδόσεως, θυμοῦσθαι λέγεται καὶ συνδιανίστασθαι τῇ ὀργῇ τοῦ Θεοῦ. Θυμὸν δὲ οὐρανοῦ νοεῖν χρὴ τὰ ἀπ' αὐτοῦ φοβερὰ ἐπιπίπτοντα τοῖς κολαζομένοις, ὅταν σκότωσις μὲν γένηται τῶν ἀστέρων, ἀφεγγὴς δὲ ὁ ἥλιος, καὶ ἡ σελήνη οὐκέτι πεφωτισμένη· ὅταν σκηπτοὶ διατρέχοντες, καὶ βρονταὶ φοβερῶς καταῤῥηγνύμεναι· ὅταν ὁ ὑπὲρ κεφαλῆς ἀὴρ ἐσκοτισμένος ὑπάρχῃ, ὡς πανταχόθεν ἀπαραμύθητον εἶναι τοῖς τῇ ὀργῇ παραδεδομένοις τὴν βάσανον. Ἡ γὰρ κτίσις, τῷ ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται μὲν εἰς κόλασιν κατὰ τῶν ἀδίκων, ἀνίεται δὲ εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπ' αὐτῷ πεποιθότων. Ταῦτα δὲ γίνεται διὰ θυμὸν ὀργῆς Κυρίου. Θυμὸν δὲ ὀργῆς λέγειν τῇ Γραφῇ σύνηθες τὴν ἀναθυμίασιν, καὶ οἱονεὶ ἔξαψιν τῆς ἐπὶ τῇ ἀνταποδόσει τῶν πονηρῶν ἔργων γινομένης κολάσεως.
269. For the heaven shall be enraged, and the earth shall be shaken from her foundations, because of the fury of the wrath of the Lord Sabaoth in the day in which His fury shall come on. All creation is moved together with the Master for vengeance upon those who have sinned against Him. For just as heaven is amazed, and shudders at the unexpected transgressions of the people, whenever they forsake the Lord; so whenever the sins of the apostates are filled up, and the season of retribution comes, it is said to be enraged and to rise up together with the wrath of God. Now by the fury of heaven one must understand the fearful things falling from it upon those being punished, when there takes place a darkening of the stars, and the sun is rayless, and the moon no longer illuminated; when thunderbolts dart through, and thunders burst forth fearfully; when the air overhead is darkened, so that from every side the torment is inconsolable for those delivered over to wrath. For creation, ministering to Him Who made it, exerts itself for punishment against the unrighteous, and relaxes into beneficence on behalf of those who have trusted in Him. And these things happen because of the fury of the wrath of the Lord. Now Scripture is accustomed to call fury of wrath the exhalation, and as it were kindling, of the punishment taking place at the retribution for wicked works.
270. Ἡ δὲ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς. Δείκνυσιν, ὅτι οὐκ ἐπιπόλαιος, οὐδὲ συνήθης ὁ σεισμὴς ἔσται, περὶ τὴν ἐπιφάνειαν τοῦ βρασμοῦ γινομένου, ἀλλ' αὐτὴν τὴν ἕδραν αὐτῆς ἀναστρέφει, καὶ ὁ κλόνος αὐτῆς διόλου ἅψεται. Θεμέλια δὲ γῆς
270. And the earth shall be shaken from her foundations. He shows that the earthquake will not be superficial, nor ordinary, with the upheaval occurring around the surface, but it overturns her very seat, and her turmoil will lay hold of her throughout. Now foundations of the earth
Notes, col. 592

On the reading

Printed ἐξετασθεντες, for ἐξετασθέντες.

Printed λαοὺ, for λαοῦ.

Printed σεισμὴς, for σεισμὸς.

PG 30:593Read from the page
ἄγνωστα ἀνθρώπου φύσει, ὡς μεμαθήκαμεν ἐν τῷ Ἰὼβ, τοῦ Κυρίου λέγοντος· Ηοῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; Ἀπάγγειλον δέ μοι, εἰ ἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἲ οἶδας; Ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; Ἤπου κατὰ τὴν τῶν ἔξωθεν ὑπόληψιν ἐθεμελίωσεν ὁ Κύριος την γῆν, ἐν τῷ κέντρῳ τῆς περιεχούσης τὸν κόσμον σφαίρας, ὡς διὰ τὴν ἰσοῤῥοπίαν αὐτῆς ἴσον ἀπεχούσης πανταχόθεν τοῦ οὐρανοῦ, βεβηκέναι ἀσφαλῶς καὶ ἐρηρεῖσθαι ἀκλινῶς. Εἰ δὲ οὕτως ἐστήρικται βεβαίως ἡ γῆ, δηλονότι ἐκ θεμελίων κινουμένη, ἀπὸ τῆς ὑπαρχούσης αὐτῇ βάσεως μετατεθήσεται. Ἐπειδὴ δὲ τὸ θυμοῦσθαι ἴδιόν ἐστι τῶν λογικῶν καὶ ἐμψύχων, ἤδη τινὲς ἐφαντάσθησαν καὶ τὸν οὐρανὸν ἔμψυχον εἶναι, καὶ λόγῳ κεχρῆσθαι, ὡς δύνασθαι καὶ εἰς ἀγανάκτησιν τῷ Δεσπότῃ συνδιαναστῆναι. Ἔστι δὲ μυθικὸν ἀνάπλασμα τὸ τοιοῦτον. Πολλάκις γὰρ ἡ Γραφὴ μετωνυμικῶς οὐρανὸν ὀνομάζει τὰ ἐπουρὰνια ζῶα, ὡς ἔθος καὶ παρ' ἡμῖν λέγειν· Ἡ πόλις ἐκβέβηκε πᾶσα· καὶ, Ἡ πόλις ᾔτησε παρὰ τοῦ ἄρχοντος τόδε· ἀντὶ γὰρ τῶν ἐνοικούντων τὴν πόλιν λέγομεν. Οὕτως οὖν καὶ ὁ οὐρανὸς θυμοῦται, τῶν οὐρανίων δυνάμεων συντιθεμένων τῇ δικαίᾳ ὀργῇ τοῦ Θεοῦ. Ὡς γὰρ χαρὰ γίνεται ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, οὕτω καὶ παροξυσμὸς καὶ λύπη ἐπὶ τοῖς ἀποστατοῦσι διὰ τῆς ἁμαρτίας τοῦ κτίσαντος.
unknowable to human nature, as we have learned in Job, when the Lord says: Where were you when I founded the earth? Declare to Me, if you know understanding. Who set its measures, if you know? Or who is it that stretched a line upon it? Upon what are its rings fastened? And who is it that cast a cornerstone upon it? Did the Lord perchance, according to the supposition of outsiders, found the earth at the centre of the sphere that encompasses the cosmos, so that through its equipoise, being equally distant on every side from the heaven, it stands securely and rests uninclined. Yet if the earth is thus firmly established, clearly when moved from its foundations, it will be shifted from the base that belongs to it. Since, however, to be wrathful is proper to rational and animate beings, some have already imagined that the heaven too is animate, and endowed with reason, so as to be able even to rise up together with the Master towards indignation. Yet such a notion is a mythical fabrication. For Scripture often by metonymy names the heavenly living beings heaven, just as it is customary among us also to say: The whole city went out; and, The city asked this of the ruler; for instead of those who inhabit it we say the city. Thus, then, the heaven also is wrathful, when the heavenly powers concur with the righteous anger of God. For just as there is joy in the heavens over one sinner who repents, so also there is provocation and grief over those who through sin revolt from Him Who created them.
271. Καὶ ἔσονται οἱ καταλελειμμένοὶ ὡς δορκάδιον φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Ὃς γὰρ ἂν ἁλῷ, ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ, μαχαίρᾳ πεσοῦνται. Καὶ τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν. Ἐν τῇ ἐφόδῳ τῶν πολεμίων οἱ μὲν εἰς χεῖρας ἐλθόντες, ἐπ' αὐτῆς τῆς παρατάξεως ἔπεσον· οἱ δὲ διαφυγόντες, ὡς δορκάδιόν εἰσι φεύγοντες. Εὐπυόητον δὲ τὸ ζῶόν ἐστι καὶ δειλὸν, καὶ δι' ὀξύτητα τῶν ποδῶν ἐπιπολὺ φεῦγον, καὶ οὐχ ἱστάμενον. Ἔσονται οὖν ὡς δορκάδιον,
271. And those who are left behind shall be like a fleeing gazelle, and like a straying sheep, and there shall be none who gathers them, so that a man turns back to his people, and a man pursues into his own land. For whoever is caught shall be overcome, and whoever are gathered together shall fall by the sword. And they shall dash their children to pieces before them, and they shall plunder their houses, and they shall have their wives. In the onslaught of the enemies, those who came to close quarters fell in the battle-line itself; whereas those who escaped are fleeing like a gazelle. Now the creature is easily startled and timid, and on account of the swiftness of its feet flees far and does not stand still. They shall therefore be like a gazelle,
Notes, col. 593

On the reading

Printed Ηοῦ, for Ποῦ.

Printed εἲ, for εἰ.

Printed την, for τὴν.

Printed ἐπουρὰνια, for ἐπουράνια.

Printed καταλελειμμένοὶ, for καταλελειμμένοι.

Printed Εὐπυόητον, for Εὐπτόητον.

PG 30:596Read from the page
καὶ ὡς πρόβατον πλανώμενον. Καὶ γὰρ οὐδεμίαν οἰκείαν σύνεσιν ἔχει τὸ πρόβατον πρὸς τὸ ὁρμῆσαι μὲν ἐπὶ τὰς τροφίμους νομὰς, αὐλισθῆναι δὲ ἐν τόποις ἀσφαλεστέροις, ἢ ποτὸν ἑαυτοῖς ἐκζητῆσαι, ἐὰν μή τις ᾖ ὁ ποιμαίνων, καὶ ἐπὶ ταῦτα καθηγούμενος. Ἔσονται οὖν οἱ τότε, διαφεύγοντες μὲν ὡς δορκάδες, ἀβοήθητοι δὲ ὡς τὰ πρόβατα τὰ πλανώμενα, τῷ μὴ εἶναι αὐτῶν ἄρχοντα. Καὶ οὐκ ἔσταε ὁ συνάγων, ἀλλ' οἱ μὲν δειλοὶ σπαρήσονται ὑπὸ τῶν διωκόντων, οἱ δὲ καταλειφθέντες ἡττηθήσονται ὑπὸ τῶν πολεμίων· κἂν δυνηθῶσι συστῆναι, καὶ κοινωνίαν τινὰ βοηθείας ποιήσασθαι· ἀλλ' οὖν μαχαίρᾳ πεσοῦνται. Εἶτα λέγει τὰ ἐλεεινὰ πάθη τῶν ἐξανδραποδιζομένων. Τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐν τοῖς ὀφθαλμοῖς τῶν γονέων, καὶ τὰς οἰκίας αὐτῶν διαρπάσονται, καὶ τὰς γυναῖκας ἐφ' ὕβρει πρὸς ἑαυτοὺς μεταστήσουσιν.
and like a straying sheep. For indeed the sheep has no understanding of its own towards setting out for nourishing pastures, or lodging in safer places, or seeking out drink for themselves, unless there is someone who shepherds them and leads the way to these things. Those at that time, therefore, shall be fleeing like gazelles, and helpless like straying sheep, because they have no ruler. And there shall not be one who gathers them, but the cowardly shall be scattered by the pursuers, while those left behind shall be defeated by the enemies; and even if they are able to band together, and form some fellowship of aid, nevertheless they shall fall by the sword. Next he states the pitiable sufferings of those reduced to slavery. They shall dash their children to pieces before the eyes of their parents, and thoroughly plunder their houses, and carry off their wives to themselves for outrage.
272. Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν· οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. Πολλοῖς ὕστερον χρόνοις, ὡς ἡ ἱστορία παραδέδωκεν, οἱ Μῆδοι τῇ ἀρχῇ τῇ τῶν Ἀσσυρίων ἐπέθεντο, καὶ κατεστρέψαντο Βαβυλῶνα. Ἔστι μὲν οὖν ἡ προφητεία τοῦ Ἠσαΐου πρὸ πολλῶν γενεῶν τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας. Πάλιν δὲ μετὰ τὸν Ἰσραὴλ πολλοῖς ὕστερον ἔτεσι φαίνονται οἱ Μῆδοι ἐπιστρατεύσαντες τοῖς Ἀσσυρίοις. Παραμυθία οὖν τῶν αἰχμαλωτιζομένων ἡ προσδοκία τῆς ἐκδικήσεως μετ' οὐ πολὺ καταληψομένης τὸν λαὸν τὸν κακώσαντα τὸν Ἰσραήλ. Ἐπεγερῶ, φησὶν, ὑμῖν τοὺς Μήδους, οἵτινες οὔτε ἀργυρίῳ παραπεισθήσονται, οὔτε χρυσίῳ. Οὐδὲ δυνήσεσθε ὑμεῖς, οἱ Βαβυλώνιοι, τῇ περιουσίᾳ τοῦ πλούτου ἐξωνήσασθαι παρ' αὐτῶν τὸ μηδὲν παθεῖν. Οὐδὲ γὰρ εἰσιν ἐπτοημένοι περὶ χρήματα, τῷ ναὶ αὐτοὶ ὑπερπλουτεῖν. Διόπερ οὐδὲ ἐν τοῖς πολέμοις περισπῶνται ὑπὸ τῆς νεκροσυλίας, οὐδὲ ἀσχολοῦνται περὶ τὴν λείαν, καὶ τὸ λαμβάνειν παρὰ τῶν ἑαλωκότων ἀγενὲς οἴονται. Ἀλλὰ τὴν τοξείαν τῶν παρ' ὑμῖν νεανίσκων συντρίψουσι, καὶ οὐδένα οἶκτον, οὐδὲ φειδὼ ποιήσονταὶ τῶν νηπίων. Τὸ δὲ Μήδων ὄνομα μεταλαμβανόμενον σημαίνει ἀπὸ ἱκανοῦ. Οὐκοῦν ὁ ἱκανὸς ἐν πᾶσι καὶ δυνατὸς ἐπάγειν τὰ πρὸς ἀξίαν, οὗτος κινεῖ τοὺς Μήδους. Ἢ τάχα ἐπειδὴ ὁ Μαδαεὶ κτίστης ἐστὶ τῆς Μηδείας, ἑρμηνεύεται δὲ οὗτος ἐκμέτρησις, λέ-
272. Behold, I will stir up against you the Medes, who do not reckon silver, nor have need of gold. They shall shatter the arrows of young men, and on your children they shall have no mercy; nor shall their eyes spare your children. Many ages afterwards, as history has handed down, the Medes attacked the empire of the Assyrians, and overthrew Babylon. Now the prophecy of Isaiah is many generations prior to the captivity of Israel. And again, many years after Israel, the Medes appear to have marched against the Assyrians. A consolation, therefore, for those led into captivity is the expectation of the vengeance that will before long overtake the people that afflicted Israel. I will stir up against you, He says, the Medes, who will be won over neither by silver nor by gold. Nor will you, O Babylonians, be able through the abundance of your wealth to buy off from them suffering nothing. For neither are they excited over money, inasmuch as they themselves are exceedingly rich. Wherefore neither in wars are they distracted by stripping the dead, nor do they busy themselves with booty, and taking from captives they deem ignoble. Rather, they shall shatter the archery of the young men among you, and shall show no pity or sparing towards infants. Now the name of the Medes, when translated, signifies from what is sufficient. Therefore He Who is sufficient in all things and able to bring on what accords with desert, He it is Who stirs up the Medes. Or perhaps, since Madai is the founder of Media, and he is interpreted measuring out, it might be
Notes, col. 596

On the reading

Printed ἔσταε, for ἔσται.

Printed ναὶ, for καὶ.

Printed ποιήσονταὶ, for ποιήσονται.