Migne Reading Room

PG 30 · cols. 573–584 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:573Read from the page
αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Διὰ τοῦτο δὲ τοιοῦτοι διάκονοι τοῖς ἄξια κολάσεως πεποιηκόσιν ἐπινενόηνται, ἐπείπερ ἀπὸ πολλῆς ὠμότητος μηδεμίαν ἔχοντες πρὸς τους κολαζομένους συμπάθειαν, μηδὲ οἰκτιρμοῦ σπλάγχνα ἀναλαβεῖν δυνάμενοι ἐπιχαίρουσι τοῖς ἀνθρώποις μαστιζομένοις, καὶ λαθυβρίζουσιν αὐτοὺς, οἰκείαν ἀπόλαυσιν ποιούμενοι τὸν πόνον καὶ τὴν ὀδύνην καὶ τὴν λύπην τῶν μαστιγουμένων.
them the wrath of His anger, anger and wrath and tribulation, a mission through wicked angels. And on this account such ministers have been devised for those who have done things worthy of punishment, seeing that out of great cruelty, having no sympathy towards those being punished, nor able to take up bowels of compassion, they exult over men when they are scourged, and heap insolence upon them, making the pain and the anguish and the grief of the scourged their own enjoyment.
259. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Τάχα τῶν ἐθνῶν τῶν πολλῶν τῶν ἐπὶ τῶν ὀρέων φωνή ἐστιν Ἐκκλησίας. Διὰ τοῦτο καὶ πεδινὸν ὄρος αὐτὴ ἐξελέχθη, ἵνα εὐρυχωρίαν ἔχῃ πρὸς τὴν συλλογὴν τοῦ πλήθους τῶν ἀναβαινόντων ἐπὶ τὸ ὕψος τῆς γνώσεως τοῦ Θεοῦ. Εἶδεν οὖν ἐν τῷ ὄρει τῷ πεδινῷ πολὺ τὸ πλῆθος πολλαχόθεν συνειλεγμένων, καὶ φωνὴν μίαν ἀφιέντων τῆς πίστεως. Καί φησι τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου· Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ἐφ' ὧν ἤρθη τὸ σημεῖον, Ὁμοία ἐθνῶν πολλῶν. Καὶ μία ἐστὶν ἡ φωνὴ, καὶ ἔοικε φωναῖς πολλαῖς ἐθνῶν. Μία μὲν, κατὰ τὴν συμφωνίαν τῆς πίστεως· πολλαῖς δὲ φωναῖς ἔοικε διὰ τὸ μερισθῆναι γλώσσαις πυρὸς παρὰ τοῦ ἁγίου Πνεύματος ἐφ' ἕκαστον τῶν ἀποστόλων τῶν μελλόντων τοῖς ἐν τῇ οἰκουμένῃ ἔθνεσιν ἐπισπείρειν τὸ Εὐαγγέλιον. Φωνὴ βασιλέων, φησὶ, καὶ ἐθνῶν συνηγμένων. Τάχα δεῖ τὰ μὲν ἔθνη νοῆσαι ἡμᾶς τοὺς πανταχόθεν συνδραμόντας ἐπὶ τὴν κλῆσιν· βασιλεῖς δὲ, τοὺς ἐκλεκτοὺς ἐν τῇ Ἐκκλησίᾳ, οὓς καὶ υἱοὺς βασιλείας ὠνόμασεν ὁ Κύριος. Ἢ τάχα τὸ πλῆθος ἐμφαίνει τῶν γιγάντων, ὅτι φωνή ἐστι πολλῶν ἐθνῶν, καὶ φωνὴ βασιλέων. Διὰ γὰρ τὸ χαίροντας αὐτοὺς καὶ ὑβρίζοντος τρέχειν ἐπὶ τὴν ἐκπλήρωσιν τοῦ θυμοῦ Κυρίου, τεταγμένοι εἰς τὴν διακονίαν, μιμοῦνται πολλῶν ἐθνῶν ἦχον, καὶ βασιλέων τινῶν ἐπηρμένων τῷ φρννήματι, ἀγνοοῦντες ὅτι ὑπηρέται κολάσεώς εἰσι, βασανισταὶ τῶν ἁμαρτανόντων· οὐχὶ δὲ οἰκείᾳ ἐξουσίᾳ, οὐδὲ τῷ προσόντι αὐτοῖς ἀξιώματι ταῦτα ἐπάγουσι τοῖς ἀξίοις.
259. A voice of many nations upon the mountains, like that of many nations, a voice of kings and nations gathered together. Perhaps the voice of the many nations upon the mountains is that of the Church. On this account also a level mountain was chosen for her, so that she might have spaciousness for the gathering together of the multitude of those ascending to the height of the knowledge of God. He saw, therefore, upon the level mountain a great multitude of people gathered together from many quarters, and sending forth one voice of faith. And the Holy Spirit says through the prophet: A voice of many nations upon the mountains, upon which the sign was lifted up, like that of many nations. Both one is the voice, and it is like many voices of nations: one, indeed, according to the concord of the faith; yet it is like many voices because tongues of fire were distributed from the Holy Spirit upon each of the apostles who were about to sow the Gospel over the nations in the inhabited world. A voice of kings, he says, and of nations gathered together. Perhaps by the nations we ought to understand ourselves who have run together from all sides to the calling; and by kings, the elect in the Church, whom the Lord also named sons of the kingdom. Or perhaps he indicates the multitude of the giants, because it is a voice of many nations, and a voice of kings. For because they run rejoicing and acting insolently to the fulfilment of the wrath of the Lord, having been appointed to this ministry, they imitate the tumult of many nations and of certain kings lifted up in arrogance, not knowing that they are ministers of punishment, tormentors of sinners; and not by their own authority, nor by any dignity belonging to them, do they bring these things upon those who deserve them.
260. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ, ἔρχεσθαι ἐκ γῆς πόῤῥωθεν, ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ. Μὴ φοβηθῇς τὸν τύπτοντα, ἀλλὰ παρακάλει τὸν ἐπιτάσσοντα. Διδασκέσθωσαν οἱ εἰδολωλάτραι, οἱ λέγοντες θυσίας προσάγειν δαίμοσι πονηροῖς, ἐκμειλισσόμενοι
260. The Lord Sabaoth has given command to an armed nation, to come from a land from afar, from the uttermost foundation of heaven, the Lord and His armed warriors, to destroy all the inhabited world. The Lord Sabaoth has given command to an armed nation. Do not fear the one who strikes, but entreat the One Who commands. Let the idolaters be taught, who say that they offer sacrifices to wicked demons, appeasing
Notes, col. 573

On the reading

Printed τους, for τοὺς.

Printed λαθυβρίζουσιν, for καθυβρίζουσιν.

Printed ὑβρίζοντος, for ὑβρίζοντας.

Printed φρννήματι, for φρονήματι.

Printed εἰδολωλάτραι, for εἰδωλολάτραι.

PG 30:576Read from the page
αὐτῶν τὴν κακίαν. Κύριος αὐτοῖς ἐντέταλται. Κἂν θεραπεύσῃς, κἂν μὴ, τὸ προστεταγμένον ποιήσειν ὑπερβαίνειν τὰς ὁροθεσίας οὐχ οἷόν τε. Οὔτε ὑφαιρεῖ τῆς πικρίας, οὔτε προστίθησί τι παρ' ἑαυτοῦ, ἀλλὰ τῷ ἐνδιδομένῳ μέτρῳ κέχρηται ἀπαραιτήτως. Κύριος οὖν ἐντέταλται ἔθνει ὁπλομάχῳ· Ὅπλα ἔχουσιν οἱ πονηροὶ δαίμονες, ἀπεναντίως διακείμενα τῇ κατασκευῇ τῶν ὅπλων τοῦ δικαίου. Ὁ μὲν γὰρ δίκαιος θυρεὸν ἔχει πίστεως· τοῦ δὲ πονηροῦ ὁ θυρεὸς θυρεός ἐστιν ἀπιστίας· οὗτος μάχαιραν λόγου, ἐκεῖνος μάχαιραν ἀλογίας· οὗτος θώρακι δικαιοσύνης ἠσφάλισται· ἐκεῖνος θώρακι ἀδικίας ἠμφίεσται· τούτου τὴν κεφαλὴν περισφίγγει περικεφαλαία σωτηρίας· ἐκείνῳ περίκειται περικεφαλαία ἀπωλείας· οὗτος τοὺς πόδας ἑτοίμους ἔχει πρὸς τὸ Εὐαγγέλιον τῆς εἰρήνης, ἐκείνου οἱ πόδες τρέχουσι πρὸς τὴν ἐπαγγελίαν τῶν κακῶν. Ὁπλομάχῳ οὖν ἔθνει τούτοις τοῖς ὅπλοις ὡπλισμένῳ ἐντέταλται Κύριος. Οὗτοι δὲ καὶ ἀπὸ γῆς εἰσι πόῤῥωθεν, ἵνα εἰδῇς, ὅτι ἀλλότριοί εἰσι τοῦ βίου τούτου. Οἱ μὲν γὰρ συμπονοῦντες ἡμῖν τὰ πρὸς σωτηρίαν, σύνοικοι καὶ γείτονες, ἐγγύθεν παρεχόμενοι τὴν βοήθειαν, ἄγγελοι εἰρηνικοί· οἱ δὲ πρὸς κόλασιν παραλαμβανόμενοι, πόῤῥωθεν ἄγονται, κατακεχρημένου τῇ ὠμότητι αὐτῶν εἰς θεραπείαν ἡμετέραν τοῦ φιλανθρώπου Θεοῦ, ὡς κατακέχρηται ὁ σοφὸς ιατρὸς τῷ ἰῷ τῆς ἐγίδνης εἰς τὴν τῶν ἀσθενούντων ἴασιν. Τοῖς μὲν τοιούτοις παραδίδοται οὐ τὸ πνεῦμα, ἀλλ' ἡ σὰρξ εἰς ὄλεθρον, ἵνα τὸ πνεῦμα σωθῇ. Ἀλλὰ καὶ Φύγελλος καὶ Ἑρμογένης ὑπὸ τοῦ Παύλου παρεδόθησαν τῷ Σατανᾷ, οὐκ εἰς ἀπώλειαν, ἀλλ' ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Πῶς οὖν ἀπὸ γῆς πόῤῥωθεν καὶ ἀπ' ἄκρου τοῦ οὐρανοῦ τὸ ὁπλομάχον τοῦτο ἔθνος ἔρχεται; Ἀπὸ γῆς μὲν, ὔτι εἵλετο τὸν περίγειον τόπον, καὶ τοῖς γηίνοις πάθεσι συναναφύρεται· ἀπ' ἄκρου δὲ τοῦ οὐρανοῦ, ὅτι ἐκεῖθεν αὐτῷ ἡ ἐξ ἀρχῆς πτῶσις γέγονεν.
their wickedness. The Lord has given them charge. Whether you propitiate them or whether you do not, to overstep the appointed bounds in doing what has been commanded is impossible. Neither does one take away from the bitterness, nor does he add anything of himself, but he employs the allotted measure inexorably. The Lord, therefore, has given charge to a nation fighting in armour: The wicked demons possess weapons, disposed oppositely to the equipment of the weapons of the righteous man. For the righteous man holds a shield of faith; whereas the shield of the wicked one is a shield of unbelief; this one has a sword of reason, that one a sword of unreason; this one is safeguarded with a breastplate of righteousness; that one is clothed with a breastplate of unrighteousness; around this one's head is bound a helmet of salvation; upon that one lies a helmet of destruction; this one keeps his feet ready towards the Gospel of peace, whereas that one's feet run towards the promise of evils. To a nation fighting in armour, therefore, armed with these weapons, the Lord has given charge. And these are also from a land afar off, so that you may know that they are strangers to this life. For those who labour with us in the things that pertain to salvation, fellow-dwellers and neighbours, supplying help from near at hand, are peaceful angels; whereas those who are taken up for chastisement are brought from afar off, the philanthropic God making thorough use of their cruelty for our healing, just as the wise physician makes thorough use of the venom of the viper for the curing of the sick. To such ones is delivered up not the spirit, but the flesh for destruction, so that the spirit may be saved. Moreover, both Phygellus and Hermogenes were delivered up by Paul to Satan, not for destruction, but so that they might be disciplined not to blaspheme. How then does this nation fighting in armour come from a land afar off and from the extremity of heaven? From earth, on the one hand, because it chose the earthly region, and wallows together with earthly passions; and from the extremity of heaven, because from there its fall from the beginning took place.
261. Ὀλολύξατε. Ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ Κυρίου ἥξει. Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Ἐπειδὴ ἀπειλὴ πρόκειται, αὐτὸν τὸν Κύριον ἥξειν μετὰ τῶν ὁπλομάχων αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην, διὰ τοῦτο προστέτακται ὀλολυγμὸς καὶ θρῆνος, ἵνα διὰ τούτων δυσωπηθῇ ὁ Κύριος ἀποστρέψαι τὴν ἐπανομένην ὀργήν. Ἀμφότερα γὰρ ποιεῖ ὁ φιλάνθρωπος Κύριος, καὶ τὰ φοβερὰ ἀπειλεῖ, καὶ τοῖς μετανοοῦσιν οὐκ ἐπάγει τὰ ἠπειλημένα Κλαύσατε καὶ θρηνήσατε ἕκαστος τὰ ἴδια ἁμαρτήματα, μή ποτε πάθητε τὰ κεκηρυγμένα.
261. Howl. For the day of the Lord is near, and crushing from the Lord shall come. Because of this every hand shall be slackened, and every soul of man shall be cowardly. Since a threat lies before us, that the Lord Himself will come with His men-at-arms, to destroy the whole inhabited earth, on account of this howling and lamentation have been commanded, so that through these the Lord may be entreated to turn away the wrath being brought on. For the philanthropic Lord does both things: He both threatens fearful things, and upon those who repent He does not bring on the things threatened. Weep and lament, each one of you, over your own sins, lest perchance you suffer the things proclaimed.
Notes, col. 576

On the reading

Printed ιατρὸς, for ἰατρὸς.

Printed ἐγίδνης, for ἐχίδνης.

Printed ὔτι, for ὅτι.

Printed ἐπανομένην, for ἐπαγομένην.

Printed ἠπειλημένα Κλαύσατε, for ἠπειλημένα. Κλαύσατε.

PG 30:577Read from the page
Ει μὴ ἐβούλετο ὁ Θεὸς τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, διὰ τί ἐκηρύσσετο ἐν Νινευῇ ἡ μετὰ τρεῖς ἡμέρας ἀπώλεια; Ἀλλ' ἐπειδὴ εἶδεν αὐτῶν τὸν συντριμμὸν ὁ ἐλεήμων, παρήγαγε τὴν ὀργὴν, καὶ διεσκέδασεν ὥσπερ νέφος. Παρ' αὐτεῦ οὖν τοῦ Κυρίου ἥξει ἡ συντριβὴ, χρησίμως συντρίβοντος τὰ ἀφανισμοῦ ἄξια, ὡς συντρίβει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας τοῦ δικαίου, καὶ συντρίβει πολέμους. Κύριος γὰρ συντρίβων πολέμονς, Κύριος ὄνομα αὐτῷ· καὶ, Συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου· τοὺς μεγαλαυχοῦντας καὶ ἀλαζονευομένους καὶ ὑπεραιρομένους κατὰ τῆς ἀληθείας, Διβάνου κέδρους προσαγορεύων. Ἐπειδὴ οὖν ἔρχεται συντριβὴ παρὰ Κυρίου, προλαμβάνοντας ἑαυτῶν τὴν μεγαλόφρονα καρδίαν δεῖ συντρίβειν, ἵνα γένηται θυσία τῷ Θεῷ ἡ ταπείνωσις αὐτῆς. Πᾶσα οὖν χεὶρ καὶ ἡ πρακτικωτάτη καὶ ἡ δραστικωτάτη, ὡς πρὸς Θεὸν καὶ τὰ ἔργα αὐτοῦ, ἐκλυθήσεται· διὸ λέγει· Ἰσχόσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Μηδεὶς πεποιθέτω δυνάμει πρὸς τὸ ἀμύνεσθαι τοὺς ἐπερχομένους ὁπλομάχους· μηδεὶς ἐπελπιζέτω ταχύτητι ποδῶν, ὡς ἀποδρᾶναι δυνάμενος τὴν ἡμέραν τῆς συντριβῆς, ἐν ᾗ ἔρχονται καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην.
If God did not wish the repentance of the sinner, why was destruction after three days proclaimed in Nineveh? But when the Merciful One saw their contrition, He turned aside His wrath, and scattered it like a cloud. From the Lord Himself, therefore, shall the crushing come, Who usefully crushes the things worthy of obliteration, as He crushes Satan under the feet of the righteous man, and crushes wars. For the Lord crushes wars, the Lord is His name; and, The Lord shall crush the cedars of Lebanon; calling those who boast greatly and brag and exalt themselves against the truth cedars of Lebanon. Since, therefore, crushing comes from the Lord, we must beforehand crush our own haughty heart, so that its humiliation may become a sacrifice to God. Every hand, therefore, both the most practical and the most effective, in comparison with God and His works, shall be slackened; wherefore it says: Be strong, slackened hands, and palsied knees. Let no one trust in strength towards warding off the advancing men-at-arms; let no one place hope in swiftness of feet, as though able to escape the day of crushing, in which they come to destroy the whole inhabited earth.
262. Πᾶσα γὰρ ψυχὴ ἀνθρώπου δειλιασει. Καλῶς πρόσκειται, Ἀνθρώπου. Οὔτε γὰρ ἀγγέλων ψυχὴ δειλίᾳ ὑπόκειται, διὰ τὸ ἀνωτέραν εἶναι τοῦ πάθους τούτου, οὔτε δὲ ἡ τῶν ἀλόγων. Οὐ γὰρ ἅπτεται ἡ δειλία τῶν ἀλόγων, πάθος οὖσα τοῦ λογιστικοῦ, καὶ ἔλλειψις τῶν τῆς ἀνδρείας δογμάτων. Πτοήσει μὲν γὰρ ὑπόκειται τὰ ἄλογα· οἱ δὲ λογικοὶ, ἐπειδὰν τὰ μὴ ἄξια φόβου καταπλαγῶσι, τῷ ἐκπλείπειν ἐν αὐτοῖς τὸν λόγον, τὸν τὴν εὐτονίαν τῇ ψυχῇ ἐμποιοῦντα πρὸς τὰ δεινὰ, τῷ πάθει τῆς δειλίας ἁλίσκονται. Πολὺς δὲ ὁ χρόνος, ἀφ' οὗ ἡ ἡμέρα Κυρίου ἐγγίζειν λέγεται, πάντων τῶν προφητῶν διαμαρτυρουμένων αὐτῆς τὴν ἐγγύτητα, ἵνα μηδεὶς ἀναπεπτωκὼς, ὡς χρονιζούσης αὐτῆς, ἀνέτοιμος καταληφθῇ, Ταῦτα καὶ ὁ Σοφονίας διαμαρτύρεται, Εὐλαβεῖσθε, λέγων, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου. Καὶ μετ' ὀλίγα· Ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη· ἐγγὺς, καὶ ταχεῖα σφόδρα. Φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρά· ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης· ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους ναὶ γνόφου, ἡμέρα νεφέλης
262. For every soul of man shall be cowardly. Well is there added, Of man. For neither is a soul of angels subject to cowardice, on account of its being superior to this passion, nor yet that of irrational creatures. For cowardice does not touch irrational creatures, since it is a passion of the rational faculty, and a deficiency of the principles of courage. For irrational creatures are subject to fright; whereas rational beings, whenever they are terrified at things not worthy of fear, through the failing in them of reason, which implants vigour in the soul towards dreadful things, are captured by the passion of cowardice. Long is the time since the day of the Lord has been said to draw near, all the prophets solemnly testifying to its nearness, lest anyone, having grown lax as though it were delaying, be overtaken unprepared. To these things Zephaniah also solemnly testifies, saying, Be reverent before the face of the fear of the Lord, because the day of the Lord is near. And a little further on: Near is the great day of the Lord; near, and exceedingly swift. The voice of the day of the Lord is bitter and harsh; that day is a day of tribulation and distress; a day of untimeliness and obliteration, a day of darkness and gloom, a day of cloud
Notes, col. 577

On the reading

Printed Ει, for Εἰ.

Printed αὐτεῦ, for αὐτοῦ.

Printed πολέμονς, for πολέμους.

Printed Διβάνου, for Λιβάνου.

Printed Ἰσχόσατε, for Ἰσχύσατε.

Printed δειλιασει, for δειλιάσει.

Printed ἐκπλείπειν, for ἐκλείπειν.

Printed ναὶ, for καὶ.

PG 30:580Read from the page
καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς. Κἂν ἡ καινὴ δὲ ἡμέρα τῆς τοῦ παντὸς κόσμου συντελείας μακρὰν ᾖ, ἀλλ' ἡ ἰδία ἑκάστου τῆς ἐξόδου ἥτις ἐστὶ τοῦ καθ' ἕνα ἀνθρώπου συντέλεια, ἐγγὺς πάρεστιν· ἣν χρὴ πρὸ ὀφθαλμῶν ἔχοντας, τηρεῖν τὸ παρὰ τοῦ Ἠσαΐου λεγόμενον· Ὀλολύξατε ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου· καὶ πείθεσθε τῷ λέγοντι· Μακάριοι οἱ πενθοῦντες· καὶ, Μακάριοι οἱ κλαίοντες. Πολλοὶ πρὸς τὰ τοῦ βίου δυσχεραίνοντες πράγματα, ἐπτίγουσιν ἑαυτῶν τὴν ἔξοδον, καὶ ἐπικαλοῦνται τὸν θάνατον· πρὸς οὓς καλῶς ἔχει τὸ τοῦ Ἀμὼς λέγειν· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου, καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς. Ὃν τρόπον ἂν τις ἐκφύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, κπὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον, καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὁ ὄφις. Οὐχὶ σκότος ἡ ἡμέρα Κυρίου καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος; Εἴ τις οὖν μὴ ἐπῳκοδόμησε τῇ οἰκοδομῇ τοῦ ἑαυτοῦ βίου ξύλα, ἢ χόρτον, ἢ καλάμην, ἐπιθυμείτω τὴν ἡμέραν Κυρίου, ἐν ᾗ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἰ δὲ οὐδεὶς καθαρὸς ἀπὸ ἔργων τῶν ἀπηγορευμένων, φοβείσθω τὴν ἡμέραν ἐκείνην, Εἴ τινος γὰρ, φησὶ, τὸ ἔργον μένει, ὃ ἐπῳκοδύμησεν, μισθὸν λήψεται εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Λὐτοὺς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
and mist, a day of trumpet and outcry. And even if that new day of the consummation of the whole universe be far off, yet each one's own day of departure, which is the consummation of each individual man, is near at hand; keeping which before our eyes, we must observe what is said by Isaiah: Howl, for the day of the Lord is near; and obey Him Who says: Blessed are those who mourn; and, Blessed are those who weep. Many, chafing at the affairs of life, hasten on their own departure, and call upon death; towards whom it is well to speak that word of Amos: Woe to those who desire the day of the Lord, and this is darkness, and not light. Just as if a man should flee from the face of the lion, and the bear should fall upon him, and he should leap into the house, and lean his hands against the wall, and the serpent should bite him. Is not the day of the Lord darkness and not light, and gloom having no brightness? If anyone, therefore, has not built upon the structure of his own life wood, or hay, or stubble, let him desire the day of the Lord, in which the fire will test each one's work, of what sort it is. But if no one is pure from forbidden works, let him fear that day. For if anyone's work, it says, which he built upon it remains, he shall receive a reward; if anyone's work shall be burned up, he shall suffer loss. Yet he himself shall be saved, yet so as through fire.
263. Ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης. Καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται· καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσι. Τίνες οἱ πρέσβεις ταρασσόμενοι, ἡνίκα ἂν συνεπίστῇ ἡ τοῦ Κυρίου ἡμέρα; Ἢ δηλονότι ἐκεῖνοι, οὓς ὁ Κύριος διὰ παραβολῶν αἰνίσσεται, ἣν εἶπεν ἐγγὺς γενόμενος τῆς Ἱερουσαλὴμ πρὸς τοὺς δοκοῦντας, ὅτι μέλλει ἡ βασιλεία τοῦ Κυρίου ἀναφαίνεσθαι. Ἄνθρωπος γὰρ, φησὶν, εὐγενὴς ἐπορευθη εἰς χώραν μακρὰν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. Εἶτα εἰπὼν περὶ τῶν δέκαμνῶν, ἃς ἔδωκε τοῖς δέκα δούλοις εἰς τὸ πραγματεύσεσθαι ἐπήγαγεν. Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν, καὶ ἔπεμψαν ὀπίσω αὐτοῦ πρέσβεις, λέγοντες, ὅτι Οὐ θέλομεν τοῦτον βασιλεῦσαι, ἐφ' ἡμᾶς. Εὐγενὴς μὲν οὖν ἄνθρωπος, ὁ πρὸς νὐδένα ἄλλον τὴν κοινωνίαν τοῦ γένους. ἢ πρὸς
263. The ambassadors shall be troubled, and pangs shall seize them as of a woman giving birth. And they shall commiserate one with another, and shall be amazed; and they shall change their face like a flame. Who are the ambassadors that are troubled whenever the day of the Lord comes upon them? Or plainly those at whom the Lord hints by means of parables, in the one which He spoke when He had drawn near to Jerusalem to those who supposed that the kingdom of the Lord was about to appear. For a noble man, He says, went into a distant country, to receive for himself a kingdom, and to return. Then, having spoken concerning the ten minas, which he gave to the ten servants for trading, He added: But his citizens hated him, and sent ambassadors after him, saying, We do not wish this man to reign over us. Now a noble man is He Who possesses communion of race with none other than towards
Notes, col. 580

On the reading

Printed ἐπτίγουσιν, for ἐπείγουσιν.

Printed κπὶ, for καὶ.

Printed ἐπῳκοδύμησεν, for ἐπῳκοδόμησεν.

Printed Λὐτοὺς, for Αὐτὸς.

Printed συνεπίστῇ, for συνεπιστῇ.

Printed ἐπορευθη, for ἐπορεύθη.

Printed δέκαμνῶν, for δέκα μνῶν.

Printed νὐδένα, for οὐδένα.

PG 30:581Read from the page
τὸν ἐπὶ πάντων Θεὸν κεκτημένος. Ὡς γὰρ εὐγενεῖς λέγομεν τοὺς ἀπὸ αἵματος βασιλικοῦ, οὕτως ἀληθινῶς εὐγενὴς, ὁ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχων. Καὶ ὁ κατὰ τὸν Σωτῆρπ ἄνθρῶπος εὐγενὴς ἂν λέγοιτο. Οὐ μόνον γὰρ κατὰ τὴν θεότητα νοούμενος ὁ Κύριος εὐγενὴς, τὸ καθαρὸν καὶ εἰλικρινὲς καὶ ἀμιγὲς τῇ φύσει ἐν ἑαυτῷ κεκτημένος· ἀλλὰ καὶ κατὰ τὸ ἀνθρώπινον πάντως, γένος ἐκ σπέρματος Δαβιδ κατὰ σάρκα. Πορεύεται οὖν εἰς χώραν μακρὰν, οὐ τοσοῦτον τῷ τόπῳ διεστῶσαν, ὅσον τῇ καταστάσει τῶν πραγμάτων. Καὶ γὰρ ὁ αὐτὸς Θεὸς καὶ ἐγγύς ἐστιν ἑκάστῳ ἡμῶν, ὅταν αἱ ἀγαθαὶ πράξεις τὴν πρὸς αὐτὸν οἰκείωσιν ἡμῖν προξενωσι· καὶ μακρὰν γίνεται, ὅταν ἡμεῖς ἑαυτοὺς διὰ τὸ προσεγγίζειν τῇ ἀπωλείᾳ μακρύνωμεν ἀπ' αὐτοῦ. Οὗτος ὁ εὐγενὴς, θεασάμενος τὸν κόσμον ὑπὸ τῆς ἁμαρτίας βασιλευόμενον, καὶ τῇ πικρᾷ τυραννίδι τοῦ ἐχθροῦ ὑποκείμενον, ἐλεήσας τὴν ἀναρχίαν, κατεδέξατο αὐτῶν βασιλεῦσαι. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἐπεὶ οὖν ἦλθεν εἰς τὸν περίγειον τόπον τοῦτον, τὴν χώραν τὴν μακρὰν οὖσαν τοῦ Θεοῦ, ὥστε λαβεῖν τὴν ἐπὶ τὰ ἔθνη βασιλείαν, κατὰ τὸ εἰρημένον ἐν ψαλμῷ· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· οἱ ὑπὸ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου τεταγμένοι, οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ δυνάμεις αἱ ὑπ' αὐτοῦ στρατευόμεναι, οὐ κατεδέξαντο αὐτοῦ τὴν βασιλείαν· ἀλλὰ δόντος αὐτοῦ τὰς ἐντολὰς καὶ τὴν ἐργασίαν αὐτῶν, καὶ μὴ ἀργὰς ταύτας κελεύσαντος ἐπ' αὐτοῖς κατακεῖσθαι, ἀλλὰ τὴν ἐργασίαν αὐτῶν ἐπιζητοῦντος, ἔπεμψαν πρέσβεις ὀπίσω αὐτοῦ, ἀρνούμενοι αὐτοῦ τὴν βασιλείαν.
God Who is over all. For just as we call noble those who are of royal blood, so truly noble is He Who has His existence from the essence of the Father. And the man in the Saviour might also be called noble. For not only when contemplated according to His divinity is the Lord noble, possessing in Himself by nature what is pure and sincere and unmixed; but altogether according to His humanity as well, being by race of the seed of David according to the flesh. He goes, therefore, into a distant country, separated not so much in place as in the condition of affairs. For the very same God is both near to each of us, whenever good deeds procure for us familiarity towards Him; and becomes far off, whenever we, through drawing near to perdition, remove ourselves far from Him. This Noble One, having beheld the world ruled over by sin, and subjected to the bitter tyranny of the enemy, taking pity on its lawlessness, deigned to reign over them. For He must reign, until He puts His enemies under His feet. When, therefore, He came into this earthly region, the country that was far from God, so as to receive the kingdom over the nations, according to what is said in the psalm: Ask of Me, and I will give you nations as your inheritance; those arrayed under the ruler of this age, not only men, but also powers campaigning under him, did not accept His kingdom; rather, when He gave His commandments and the working of them, and ordered that these should not lie idle among them, but sought the working of them, they sent ambassadors after Him, denying His kingdom.
264. Τίνες οὖν πρέσβεις, ἀλλ' ἢ οἱ τὸν θάνατον ἐνεργήσαντες τοῦ Σωτῆρος; Οἱ νομίσαντες διὰ τοῦ σταυροῦ διακόπτειν αὐτοῦ τὴν ἐπὶ τόν κόσμον βασιλείαν, οἱ λέγοντες τῷ Πιλάτῳ· Μὴ γράφε, ὅτι Ὁ βπσιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι Ἐκεῖνος εἶπε, βασιλεύς εἰμι τῶν Ἰουδαίων. Ἀλλ' ὅμως ἡ πονηρία τῶν κωλυόντων αὐτοὺς μὲν κατέκρινε, τῇ δὲ οἰκονομίᾳ οὐκ ἐνεπόδισε. Κρστήσας γὰρ τῆς βασιλείας, καὶ διανείμας τοῖς δούλοις κατὰ τὴν ἀξίαν τῆς ἑκάστου αὐτῶν ἐργασίας, ἐκέλευσεν αὐτοὺς φωνηθῆναι, ἵνα γνῷ τί ἐπραγματεύσαντο, Καὶ τῷ μὲν πρώτῳ, δέκα μνᾶς προσεμγασαμένῳ, ἔδωκεν ἐξουσίαν ἐπάνω δέκα πόλεων· τῷ δὲ δεοτέρῳ, πέντε μνᾶς προσπορίσαντι, λέγει· Γίνου ἐπάνω πέντε πόλεων. Τὸν δὲ ἐν σουδαρίῳ ἄπρακτον αὐτὴν ἀποδήσαντα ἀφαιρεθῆναι προσέταξεν. Ὅτε δὲ τὰ περὶ τοὺς
264. Who then are the ambassadors, other than those who wrought the death of the Saviour? Those who supposed that through the cross they were cutting off His kingdom over the world, those who said to Pilate: Do not write, The King of the Jews, but that He said, I am King of the Jews. Yet nevertheless the wickedness of those who sought to hinder condemned themselves indeed, while it did not impede the dispensation. For having taken hold of the kingdom, and having distributed to the servants according to the worth of each one's work, He commanded them to be called, so that He might know what they had gained by trading. And to the first, who had earned ten minas besides, He gave authority over ten cities; and to the second, who had gained five minas in addition, He says: Be over five cities. But the one who had bound it up idle in a napkin He ordered to be deprived of it. And when the matters concerning the
Notes, col. 581

On the reading

Printed Σωτῆρπ, for Σωτῆρα.

Printed ἄνθρῶπος, for ἄνθρωπος.

Printed προξενωσι, for προξενῶσι.

Printed βπσιλεὺς, for βασιλεὺς.

Printed Κρστήσας, for Κρατήσας.

Printed προσεμγασαμένῳ, for προσεργασαμένῳ.

Printed δεοτέρῳ, for δευτέρῳ.

PG 30:584Read from the page
Ἰουδαίους διετάξατο (Καιρὸς γὰρ, φησὶ, τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἰκοῦ τοῦ Θεοῦ), τότε καὶ τοὺς ἐχθροὺς, τοὺς ἀρνησαμένους αὐτοῦ τὴν βασιλείαν, ἐκέλευσεν ἀχθέντας εἰς τὸ μέσον κατασφαγῆναι. Πολλοὶ γοῦν εἴσιν οἱ ἐν τῷ βίῳ τούτῳ μὴ θέλοντες βασιλεύειν ἐφ' ἑαυτῶν τὸν Χριστόν. Οἱ γὰρ ὑπὸ τὴν πορνείαν τεταγμένοι, καὶ οἱ ὑπὸ τοῦ θυμοῦ κατακρατούμενοι, καὶ ὑπὸ τῆς πλεονεξίας δεδουλωμένοι, οὐ θέλουσιν ἐφ' ἑαυτοὺς βασιλεύειν τὸν Κύριον, καὶ ὅσον ἐπὶ τῇ ἑαυτῶν προαιρέσει, παραιτοῦνται αὐτοῦ τὴν βασιλείαν. Περὶ τούτων ὁ Ἠσαΐας λέγει, ὅτι Ταραχθήσονται. Ἐπειδὰν γὰρ ἴδωσιν ἐν τῇ δευτέρᾳ ἐπιδημίᾳ τὸν Κύριον οἱ ἐν ἁμαρτίαις ζήραντες, καὶ τὸν εὐαγγελικὸν τρύπον τῆς βασιλείας ἐξουδενώσαντες, Ταραχθήσονται δηλονότι, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· Τὸ ὀξὺ τῆς ἀλγηδόνος νυσσούσης αητῶν τὴν καρδίαν, καὶ κατατιτρωσκούσης ὑπὸ τοῦ συνειδότος τῶν ἁμαρτημάτων, διὰ τῆς ὠδῖνος παρέστησε. Καὶ γὰρ ἡ ὠδὶς δριμεῖά τίς ἐστιν ἀλγηδὼν τοῖς καιριωτάτοις μέρεσιν, ἐν τῷ καιρῷ τῆς κυήσεως ταῖς τικτούσαις ἐγγινομένη. Καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. Ἴδιον τῶν διατρεπομένων, καὶ ἀπροσδοκήτῳ δεινῳ περιπεσόντων, τὸ μεταβαλεῖν τὸ χρῶμα τοῦ προσώπου, ἐρυθραινόμενοι κατὰ τὴν ἐπιφάνειαν, καὶ τὸ τῆς ψυχῆς πάθος διὰ τῆς ἐπιφαινομένης μεταβολῆς ἐπισημαίνοντες.
Jews He had set in order (For it is time, it says, for the judgement to begin from the house of God), then His enemies also, who had denied His kingdom, He commanded to be brought into the midst and slaughtered. Many indeed there are who in this life do not wish Christ to reign over themselves. For those arrayed under fornication, and those mastered by wrath, and enslaved by covetousness, do not wish the Lord to reign over themselves, and so far as lies in their own choice, they decline His kingdom. Concerning these Isaiah says that They shall be troubled. For whenever those who have lived in sins, and have despised the evangelical manner of the kingdom, see the Lord at the second coming, They shall plainly be troubled, and pangs shall seize them as of a woman giving birth: the sharpness of the pain pricking their heart, and wounding it utterly through the consciousness of their sins, he set forth by means of the birth-pang. For indeed the birth-pang is a certain piercing pain coming upon women giving birth in their most vital parts at the time of travail. And they shall change their face like a flame. It belongs to those who are put to shame, and who fall into an unexpected dread evil, to change the colour of their face, reddening on the surface, and signifying the passion of their soul through the visible change.
265. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς· θεῖναι τὴν οἰκουμένην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς· Ἄνω μὲν εἶπεν· Ἐγγὺς ἡ ἡμέρα Κυρίου· ἐνταῦθα δέ· Ἡμέρα Κυρίου ἔρχεται, θεῖναι τὴν δἰκουμένην ἔρημον. Ὁ ἀκριβῶς τηρῶν τὰ ἀποδεδομένα, εὑρήσει ὅτι οὐ περὶ τῆς αὐτῆς ἡμέρας ἀμφότεραι αἱ τῆς προφητείας περικοπαὶ διηγοῦνται. Ἡ μὲν γὰρ προτέρα περὶ τῆς ιδίας ἑκάστου συντελείας ἥτις ἐγγὺς πάρεστιν· ἡ δὲ ἐν χερσὶ, περὶ τῆς καθολικῆς. Θήσει γὰρ αὕτη τὴν οἰκουμένην ἔρημον, διὰ τὸ ἐπάγεσθαι, ὅτι Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων οὐ δώσουσι φῶς. Τάχα δὲ ἡμέρα λέγεται κυρίως ἐκείνη, διὰ τὸ ἡνωμένον τῆς καταστάσεως· Οὐ γὰρ διακόπτεται νυκτὶ, οὐδὲ περιγράφει αὐτὴν ἑσπέρα. Καὶ διὰ τὸ φανεροῦσθαι ἐν αὐτῇ τὰ κρυπτὰ τοῦ σκότους, ἡμέρα μὲν ἐκείνη κυρίως προσαγορεύεται. Νὺξ δὲ ὁ βίος οὗτος, ἐν ᾧ συγκεκάλυπται τὰ τῆς αἰσχύνης ἔργα ὅθεν καὶ, Ἡ νὺξ, φησὶ, προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν, Ἐκείνη δὲ ἡ ἡμέρα καὶ ἀνίατος λέγεται, θυμοῦ οὖσα καὶ ὀργῆς, ἐν ᾗ οὐκ ἔστιν ἐξιλάσασθαι, οὐδὲ οἷον ἰάσασθαι τοὺς προσαγομένους ἐπ' αὐτῇ πόνους. Μὴ οὖν ταμιευώμεθα εἰς ἐκείνην τὴν ἡμέραν τὰς ἐξομολογήσεις, ἀλλὰ νοήσωμεν
265. For behold, the day of the Lord comes incurable, of fury and wrath; to make the inhabited earth desolate, and to destroy the sinners out of it. Above indeed he said: Near is the day of the Lord; whereas here: The day of the Lord comes, to make the inhabited earth desolate. He who accurately observes what has been set forth will find that both passages of the prophecy do not treat of the same day. For the former is about each one's own consummation, which is near at hand; while the one in hand is about the universal consummation. For this one will make the inhabited earth desolate, on account of what is subjoined, that Both the stars of heaven and Orion shall not give light. And perhaps that day is properly called day, because of the unified character of its state; for it is not interrupted by night, nor does evening circumscribe it. And because the hidden things of darkness are made manifest in it, that one is properly called day. Whereas this life is night, in which the works of shame lie covered up; whence also, The night, he says, is far spent, and the day has drawn near. Moreover, that day is also called incurable, being one of fury and wrath, in which it is not possible to appease, nor as it were to heal the pains brought on in it. Let us not, therefore, store up our confessions for that day, but let us understand
Notes, col. 584

On the reading

Printed οἰκοῦ, for οἴκου.

Printed εἴσιν, for εἰσιν.

Printed ζήραντες, for ζήσαντες.

Printed τρύπον, for τρόπον.

Printed αητῶν, for αὐτῶν.

Printed δεινῳ, for δεινῷ.

Printed δἰκουμένην, for οἰκουμένην.

Printed ιδίας, for ἰδίας.