Migne Reading Room

PG 30 · cols. 561–572 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:561Read from the page
251. Εἶτα ἐπιφέρει· Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ὥσπερ ὁ Ἰεζεκιὴλ Αἰγύπτου ποταμοὺς εἶναι λέγει, οὓς Φαραὼ πεποιηκέναι ἀλαζονεύεται· οὕτως ὁ Ἠσαΐας θάλασσον Αἰγύπτου ὀνομάζει, ἥντινα ὁ ἀγαθὸς Θεὸς ἐρημώσει· Εὐεργεσία γὰρ ἡ ἀπὸ μοχθηρῶν πραγμάτων ἐν καιρῷ δεκτῷ ἐπαγομένη ἐρήμωσις. Ὥσπερ δὲ Ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ· οὕτω Καὶ πατάξει τὰς ἑπτὰ τῆς Αἰγύπτου φάραγγας· καὶ τότε διαπορεύσεταί τις τὸν Αἰγύπτου ποταμὸν ὑποδεδεμένος. Τὸ πενιχρὸν σημαίνει τοῦ ὕδατος τοῦ ὑπολειφθέντος τῷ ὕδατι τῷ ποταμίῳ. Οὕτω γὰρ ὀλίγον ἔσται, ἢ καὶ παντελῶς ἀποξηρανθήσεται, ὡς μηδὲ ἰκμάδα ὑπολειφθῆναι, δι' ἣν ἀναγκασθήσεταί τις ὑπολυσάμενος ἐμβῆναι τὸν ποταμόν. Ἢ τάχα δὲ, ἐπειδὴ Μωῦσεῖ καὶ Ἰησοῦ ἐλέχθη λῦσαι τὸ ὑπόδημα τοῦ ποδὸς, διὰ τὸ τὴν γῆν, ἐφ' ᾗ εἰστήκεισαν, ἁγίαν εἶναι· μήτοι αὐτὴν δὲ εἶναι τὴν Αἴγυπτον, ἀλλὰ βέβηλον, κελεύονται ὑποδεδεμένοι καταπατεῖν τὸν ποταμὸν, καὶ μὴ ἀποτίθεσθαι τὰ ὑποδήματα. Ξηραίνεται δὲ βιαίῳ Θεοῦ κεκρατημένος πνεύματι. Διὰ τοῦτο ἀνάξιόν ἐστι τὸ ἔδαφος Αἰγύπτου γυμνὸν δέξασθαι τὸ ἴχνος τῶν διαπορευομένων ἁγίων. Ὅθεν καὶ οἱ τὸ πάσχα ἐσθίοντες, τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ἔχειν ἐκελεύοντο. Ὅπου γὰρ ὄφις δάκνων, καὶ σκορπίος· ἔστω τὰ ὑποδήματα ἐν τοῖς ποσὶν, ἀσφαλιζόμενα τοὺς πόδας οἷς περιβέβληται· ἐπειδὰν δέ τις φθάσῃ ἤδη ἐπὶ τὸν ἅγιον τόπον, τότε ὑπολυέσθω ὡς οἱ ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς οὓς εἴρηται, μηδὲ ὕποδήματα αἴρειν. Καὶ ἔσται τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα, ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Καὶ γὰρ τότε μετὰ ὑποδημάτων παρῆλθε τὴν θάλασσαν τὴν Ἐρυθρὰν, ἐπειδὴ ἐπετίμησεν αὐτῇ ὁ δυνατὸς, καὶ ἐξηράνθη. Καὶ τὸν Ἰορδάνην παρῆλθον ποδὶ, ἄβροχον τὸ ἴχνος διαφυλάξαντες, τῷ πᾶσαν ἰκμάδα ὑποφεύγειν αὐτῶν τὴν βάσιν.
251. Next he adds: And the Lord will make desolate the sea of Egypt. Just as Ezekiel says that the rivers are Egypt's, which Pharaoh boasts to have made, so Isaiah names it the sea of Egypt, which the good God will make desolate: for desolation brought on from wicked deeds in an acceptable time is a benefaction. And just as: The Lord will make desolate the sea of Egypt, and will lay upon the river with a mighty wind; so also: And He will smite the seven ravines of Egypt; and then one will cross through the river of Egypt shod. He signifies the scantiness of the water left behind in the river-water. For it will be so little, or will even dry up altogether, that not even moisture will be left behind on account of which anyone will be compelled to unbind his sandals to step into the river. Or perhaps also, since Moses and Joshua were told to loose the sandal of the foot because the land on which they stood was holy, whereas Egypt is not such, but profane, they are commanded to trample the river shod, and not to put off their sandals. And it dries up when mastered by a mighty wind of God. Therefore the ground of Egypt is unworthy to receive bare the footprint of the saints passing through. Hence those also who ate the Passover were commanded to have their sandals on their feet. For where there is a biting serpent and a scorpion, let the sandals be on the feet, securing the feet around which they have been put; but whenever anyone has already reached the holy place, then let him unbind his sandals like the apostles of Christ, to whom it was said not even to carry sandals. And it shall be for Israel as the day when he came out from the land of Egypt. For then too with sandals he passed beside the Red Sea, since the Mighty One rebuked it, and it was dried up. And they passed over the Jordan on foot, preserving their footprint unwetted, because all moisture fled from beneath their step.
252. Τότε οὖν ἐρεῖ ὁ λαός· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. Ἀφίεταί τις πολλάκις, καὶ ἐγκαταλείπεται, διὰ τὸ ἅπαξ ὑποσυρῆναι εἰς τὰ Αἰγύπτια κακὰ, καὶ χρόνον τινὰ ἀπολαῦσαι τῆς ἰδίας ἀβουλίας, ἵνα θερίσῃ ἃ ἔσπειρε κακῶς· ὃς ἐπειδὰν μὴ εἰς τὸ παντελὲς ἐγκαταλειφθῇ, ἀλλὰ τύχῃ τινὸς εὐεργεσίας ἐρεῖ τὸ, Εὐλογήσω σε, Κύριε, διότι ὢργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με. Ὅμοιόν ἐστι τούτῳ τὸ, Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου. Καὶ μετὰ τοῦτο ἐξ-
252. Then, therefore, the people will say: I will bless Thee, O Lord, because Thou grew angry with me, and turned away Thy wrath, and had mercy on me. Often someone is let go and forsaken because he was once swept away into Egyptian evils, and for a certain time enjoyed his own folly, so that he might reap what he badly sowed; and when he is not utterly forsaken, but obtains some benefaction, he will say: I will bless Thee, O Lord, because Thou grew angry with me, and turned away Thy wrath, and had mercy on me. Like this is the saying: I will bear the indignation of the Lord, because I have sinned against Him, until He justifies my cause. And after this, forth
Notes, col. 561

On the reading

Printed θάλασσον, for θάλασσαν.

Printed Μωῦσεῖ, for Μωϋσεῖ.

Printed εἰστήκεισαν, for εἱστήκεισαν.

Printed ὕποδήματα, for ὑποδήματα.

Printed ὢργίσθης, for ὠργίσθης.

PG 30:564Read from the page
άξει εἰς τέλος κρίμα. Οὐ γὰρ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Ὁ δὲ λέγων, Εὐλογήτω σε, Κύριε, ὅτι ὤργίσθης μοί, καὶ ἠλέησάς με· αἰσθανόμενος τῆς εὐεργεσίας τοῦ Θεοῦ, καυχήσεται ἐπ' αὐτῇ, καὶ φησιν· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ' αὐτὸν, καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος. Ταῦτα οὐκ ἐροῦσιν οἱ ποιοῦντες τὴν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώπων, οὐδὲ οἱ δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες, καὶ ὅλως οἱ παραβαίνοντες τὴν ἐντολὴν τοῦ λέγοντος· Μὴ γινώμεθα κενόδοξοι. Ἐπειδὴ δὲ ἐπαγγέλλεται ὁ Κύριος, ὅτι Τοὺς δοξάζοντάς με δοξάσω· δηλονότι ὁ καλῶς δοξάζων τὸν Θεὸν, δεδοξασμένος ἐστὶ παρ' αὐτῷ. Οὕτω καὶ Μωϋσέως ἐδοξάσθη τὸ πρόσωπον, ἐπειδὴ καλῶς ᾔδει δοξάζειν τὸν Θεόν. Συμφωνεῖ δὲ τῇ δόξῃ καὶ ἡ αἴνεσις· ὥστε ὁ καλῶς δοξάζων, καὶ ὑγιῶς αἰνέσει. Καὶ μηδεὶς οἰέσθω τῶν ἐσφαλμένας περὶ Θεοῦ ἐχόντων ὑπολήψεις, ὅτι δεκταὶ αὐτοῦ εἰσιν αἱ ἐν ψαλμῳδίαις αἰνέσεις· Τῆς γὰρ αὐτῆς καρδίας ἐστὶ δοξάζειν τε ἐπιτετευγμένως, καὶ αἰνεῖν ὑγιῶς. Ἐπεὶ οὖν ἔλεγε τὸ καταλειφθὲν τοῦ λαοῦ ἐν Αἰγύπτῳ τὸ, Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου, καὶ ἠλέησάς με· οὗτοι διαβάντες τὴν Αἴγυπτον ἐροῦσι τὸ, Οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσις μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
will He bring judgement unto the end. For He will not be angry unto the end, nor keep wrath forever. And he who says: I will bless Thee, O Lord, that Thou grew angry with me, and had mercy on me; perceiving the benefaction of God, will boast in it, and says: Behold, my God, my Saviour; I will trust in Him, and will not be afraid, because the Lord is my glory and my praise. Those who perform almsgiving before men will not say these things, nor those who receive glory from one another and do not seek the glory that is from the only God, and in general those who transgress the commandment of him who says: Let us not become vainglorious. Since the Lord promises: Those who glorify Me I will glorify; clearly he who rightly glorifies God is glorified before Him. Thus too the face of Moses was glorified, because he knew how to glorify God rightly. And praise accords with glory; so that he who rightly glorifies will also soundly praise. And let none of those who hold mistaken notions concerning God suppose that his praises in psalmody are acceptable: for it belongs to the same heart both to glorify fittingly and to praise soundly. Since, therefore, the remnant of the people in Egypt used to say: I will bless Thee, O Lord, because Thou grew angry with me, and turned away Thy wrath, and had mercy on me; these, having crossed out of Egypt, will say: I will not be afraid, because the Lord is my glory and my praise, and He has become unto me for salvation.
253. Μνήσθητι δὲ καὶ τῆς ᾠδῆς ἣν ἐν τῇ ἐξόδῳ ᾖσεν ὁ λαὸς τοῦ Ἰσραὴλ, ἐξαρχούσης τῆς Μαριὰμ, καὶ λεγούσης· Ἄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. Ὥστε τὴν παλαιὰν αἴνεσιν ἀνανεοῦνται νῦν οἱ λέγοντες· Ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Ἀκολούθως δὲ τῇ αἰνέσει Κυρίου ἀντλεῖ ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν τοῦ σωτηρίου πηγῶν ὁ καλῶς αὐτὸν προσκυνων. Εἰ ἐγκαλεῖται ὁ λαὸς ὁ εἰδωλολατρήσας, τὸ, Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· δηλονότι ὁ πιστεύων εἰς Θεὸν, καὶ ἐν τῆς εἰς αὐτὸν πίστεως τοῖς σωτηρίοις δόγμασι τὴν ψυχὴν ποτιζόμενος, οὗτος ἀντλεῖ ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Τὴν δὲ εὐφροσύνην, ἡλίκη ἐγγίνεται τοῖς καταξιουμένοις ἐκεῖθεν ἀρύεσθαι,
253. Remember also the song which at the exodus the people of Israel sang, when Miriam led off and said: Let us sing to the Lord, for gloriously has He been glorified. Accordingly, those renew that ancient praise now who say: The Lord is my glory and my praise, and He has become unto me for salvation. And following upon the praise of the Lord, he who rightly worships Him draws water with gladness out of the springs of salvation. If the people who committed idolatry are reproached with the saying: They have forsaken Me, the fountain of living water; clearly he who believes in God, and from his faith in Him waters his soul with saving doctrines, draws water with gladness out of the springs of salvation. And as for the gladness, how great it arises in those deemed worthy to draw from there,
Notes, col. 564

On the reading

Printed Εὐλογήτω, for Εὐλογήσω.

Printed ὤργίσθης, for ὠργίσθης.

Printed μοί, for μοι.

Printed προσκυνων, for προσκυνῶν.

Printed ἐν, for ἐκ.

PG 30:565Read from the page
νοήσεις ἐκ τῆς εἰκόνος τῆς ὑπὸ τοῦ Δαβὶδ παρειλημμένης, ὅτι Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. Τὸ γὰρ ὑπερβάλλον τῆς ἐπιθυμίας ἀμήχανόν τινα τὴν εὐφροσύνην ἐμποιεῖ τοῖς ἐπιτυγχάνουσι τῶν περισπουδάστων. Καὶ ὁ μελετῶν τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, περὶ οὗ εἴρηται, ὅτι Στόμα δικαίου μελετήσει σοφίαν, ἐρευνῶν τὰς Γραφὰς, καὶ διὰ τοῦ ὀρθῶς ζητεῖν ευρίσκων τὸν Κύριον, διὰ τὴν ἐπὶ τῆ ευρέσει εὐφροσύνην συνιεὶς τὸ πνευματικὸν βούλημα τῶν Γραφῶν, ἀντλήσει ὕδωρ μετ' εὐφροσύνης. Ὅταν οὖν αὐτοὶ ἐμπλησθῶμεν τοῦ πόματος τῶν ἐκ τοῦ σωτηρίου πηγῶν, τότε καὶ ἑτέρους προσλαμβάνομεν, ἐγκελευόμενοι αὐτοῖς καὶ λέγοντες· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. Ἡ δὲ βοὴ φωνή ἐστι μέγεθος ἔχουσα, δυνάμενον διϊκνεῖσθαι καὶ πρὸς τοὺς πόῤῥω. Βοᾶτε οὖν· ἀντὶ τοῦ, Μὴ μικρὰ περὶ Θεοῦ φρονεῖτε, ἀλλὰ μεγάλῃ τῇ διανοίᾳ τὰ περὶ αὐτοῦ ἐννοοῦντες, οὕτω θεολογεῖτε, ὥστε καὶ τοῖς μακρὰν οὖσι τῆς σωτηρίας δυνηθῆναι ἐξάκουστον ὑμῶν τὸν λόγον, διὰ τὸ τρανὸν τῆς διδασκαλίας, γενέσθαι. Δηλοῖ δὲ τὸν νοῦν τοῦτον τὰ ἐφεξῆς. Ἀναγγείλατε γὰρ, φησὶν, ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, εἶπατε αὐτοῦ τὰ θαυμάσια. Δείξατε τοῖς ἀνοήτοις τὴν περὶ τὸν πόσμον διάταξιν, ἵνα προσαχθῶσι τῇ ἀγάπῃ τοῦ κτίσαντος τὰ ὅλα Θεοῦ. Ὑμνήσατε τὸ ὄνομα αὐτοῦ, ὅτι ὑψηλὰ ἐποίησέν. Ἢ περὶ τῶν ἐν τῷ κόσμῳ θαυμάτων διηγήσασθε, ὅτι ὑψηλὰ καὶ ἀπρόσιτα· ἢ περὶ τῶν ἐν τοῖς οὐρανοῖς δυνάμενων, ὅτι αὐτὸς ἐποίησε τὰ ἐκεῖ ὑψηλά· ἢ περὶ τῆς ἐν ἡμῖν χρηστότητος, ὅτι ὑψοῖ τοὺς τεταπεινωμένους καὶ συντετριμμένους τὴν καρδίαν. Κύριος γάρ ὑψοῖ δικαίους· Ὑψηλὸν οὖν ἐποίησε, καὶ ταπεινωθέντα τῇ ἁμαρτίᾳ, τῇ ἰδίᾳ δόξῃ ὀπερύψωσεν.
you will understand from the image taken up by David: My soul thirsted towards God, the strong, the living. For excess of desire produces an inconceivable gladness in those who attain the things earnestly sought. And he who meditates on the law of the Lord by day and by night, concerning whom it has been said: The mouth of the righteous will meditate wisdom, searching the Scriptures, and through seeking rightly finding the Lord, through his gladness at the finding understanding the spiritual counsel of the Scriptures, will draw water with gladness. Whenever, therefore, we ourselves have been filled with the drink of the springs from salvation, then we take others also to ourselves, exhorting them and saying: Sing hymns to the Lord, cry aloud His name. Now a cry is a voice possessing magnitude able to penetrate even to those far off. Cry aloud, therefore: instead of saying, Do not think small things concerning God, but conceiving the things concerning Him with a great mind, so discourse of God that even to those far removed from salvation your word may be able to become audible through the clearness of your teaching. And what follows makes this sense plain. For, Declare, he says, His glorious things among the nations, tell His wonders. Show to the senseless the ordering of the world, so that they may be brought to the love of God Who created all things. Sing hymns to His name, for He has done lofty things. Either recount concerning the wonders in the world, that they are lofty and unapproachable; or concerning the powers in the heavens, that He Himself made the lofty things there; or concerning His kindness among us, that He exalts those humbled and crushed in heart. For the Lord exalts the righteous; lofty, therefore, did He make man, and when he was humbled by sin, by His own glory He exalted him exceedingly.
ΚΕΦΑΛΑΙΟΝ ΙΓ.
Chapter XIII.
254. Ὅρασις κατὰ Βαβυλῶνος, ἣν εἶδεν Ἠσαῖας υἱὸς Ἀμώς. Οὐκ αἰσθητή τίς ἐστιν, οὐδὲ διὰ σωματικῶν ὀφθαλμῶν θεωρουμένη αὕτη ἡ ὅρασις, ἀλλ' ὑπὸ τοῦ νοῦ κατανοουμένη, τοῦ Θεοῦ φῶτίζοντος αὐτὸν, καὶ χαριζομένου ὁρᾷν αὐτόν. Τίς ἡ Βαβυλὼν, καὶ τίνα τὰ ἀπαντησόμενα αὐτῇ; Δῆλον δὲ, ὅτι οὐ κατ' ἔκστασιν ἐλάλου νοἱ προφῆται. Οἱ μὲν γὰρ πονηροῖς πνεύμασι κάτοχοι, παραφερόμενοι τὸν νοῦν, τὰς ἐκ τῶν δαιμόνων αὐτοῖς ἐγγινομένας φαντασίας οὐχ ὁρῶσιν, ἀλλὰ παρορῶσιν. Ὥσπερ οἱ δαιμονῶντες ποταμοὺς βλέπουσι, καὶ ὄρη, καὶ θηρία τὰ μὴ παρόντα. Καὶ χρώματα δοκεῖ τινα αὐτοῖς παρεῖναι; καὶ
254. The vision against Babylon, which Isaiah the son of Amos saw. This vision is not a sensible one, nor beheld through bodily eyes, but apprehended by the mind, as God illumines it and grants it to see. What is Babylon, and what are the things that will befall her? Now it is plain that the prophets did not speak in ecstasy. For those possessed by wicked spirits, being deranged in mind, do not truly see the phantasms engendered in them by the demons, but misperceive them. Just as demoniacs see rivers, and mountains, and wild beasts that are not present. And certain colours seem to them to be present; and
Notes, col. 565

On the reading

Printed ευρίσκων, for εὑρίσκων.

Printed τῆ, for τῇ.

Printed ευρέσει, for εὑρέσει.

Printed εἶπατε, for εἴπατε.

Printed πόσμον, for κόσμον.

Printed ἐποίησέν, for ἐποίησεν.

Printed δυνάμενων, for δυνάμεων.

Printed ὀπερύψωσεν, for ὑπερύψωσεν.

Printed Ἠσαῖας, for Ἠσαΐας.

Printed φῶτίζοντος, for φωτίζοντος.

Printed ἐλάλου νοἱ, for ἐλάλουν οἱ.

Printed παρεῖναι;, for παρεῖναι,.

PG 30:568Read from the page
ὄψεις ἀνθρώπων φίλων ἢ ἀγνοουμένων ἐμφαντάζεσθαι, ὧν οὐδέν ἐστιν ὅρασις, ἀλλὰ παραφορὰ καὶ ἔκστασις τοῦ νοῦ τεθολωμένου, καὶ τὴν ἰδίαν ἐνέργειαν ἀπολωλεκότος. Ἐπὶ μέντοι τῶν ἁγίων οὐχ οὕτως. Λὐτὸς γάρ φησιν ὁ Θεός· Ἐγὼ ὁράφεις ἐπλήθυνα. Ὅρασιν δὲ χαριζόμενος ὁ Κύριος οὐκ ἀποτυφλοῖ τὸν νοῦν ὃν αὐτὸς κατεσκεύασεν, ἀλλὰ φωτίζει αὐτὸν καὶ διαυγέστερον ποιεῖ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Διὰ τοῦτο γὰρ καὶ οἱ προφῆται ἐχρημάτιζον ὁρῶντες, διὰ τὸ οἱονεὶ ἐπιτετάσθαι αὐτοῖς τὴν τοῦ νοῦ διάβλεψιν ἐκ τῆς τοῦ φωτίζοντος αὐτοὺς Πνεύματος παρουσίας. Τίς οὖν ἐποίησε βλέποντα καὶ τυφλόν; Βλέποντα δηλονοτι τὸν προφήτην, διὰ τὸ δύνασθαι αὐτὸν κῇ ὀξυωπίᾳ τῆς διανοίας προενατενίζειν τῷ μέλλοντι· τυφλὸν δὲ, τὸν διὰ τὴν κακίαν ἀποτυφλωθέντα, ἵνα μὴ ὀφθαλμοὶ βάβηλοι τὰ τῶν μακαρίων ἴδωσι θεάματα. Διὰ τοῦτο καὶ ὁ Κύριος, Εἰς κρίμα ἐγὼ, φησὶν, εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
appearances of men, whether friends or strangers, to present themselves, none of which is a vision, but a derangement and ecstasy of a mind grown turbid and having lost its proper activity. With the saints, however, it is not so. For God Himself says: I have multiplied visions. When the Lord grants a vision, He does not blind the mind which He Himself fashioned, but illumines it and renders it more pellucid by the presence of the Spirit. On this account, indeed, the prophets were also styled seers, because the clear sight of their mind was as it were intensified in them from the presence of the Spirit Who illumines them. Who then has made the seeing man and the blind? Clearly He made the prophet a seeing man, because through keenness of understanding he is able to gaze beforehand intently into the future; and a blind man, him who has been blinded on account of wickedness, lest profane eyes behold the spectacles of the blessed. On this account the Lord also says: For judgement I came into this world, that those who do not see may see, and those who see may become blind.
255. Τίς οὖν ἡ Βαβυλὼν, καθ' ἧς ἡ ὅρασις ἑώραται; Κατὰ μὲν οὖν τὴν ἱστορίαν δοκεῖ Βαβυλὼν κεκλῆσθαι ὁ τόπος, ἔνθα συνεχύθη ἡ διάλεκτος τῶν εἰπόντων· Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. Ἐκεῖ τοίνυν κατελθὼν ὁ Θεὸς, συνέχεε τὰς γλώσσας· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς σύγχυσις. Χωρίον οὖν συγχύσεώς ἐστιν ὁ Βαβυλῶνος τόπος, οὐ διαλέκτου μόνον, ἀλλὰ καὶ δογμάτων καὶ νοημάτων, καὶ τοῦ δοκοῦντος ταῦτα βλέπειν νοῦ. Ἡ μὲν οὖν ὅρασις κατὰ Βαβυλῶνος, οἱονεὶ παραμυθίαν φέρουσα τῷ Ἰσραὴλ, τῷ κακωθέντι ὑπὸ τῶν Βαβυλωνίων. Ὥστε γὰρ μὴ ὀλιγοψυχῆσαι αὐτοὺς, μήτε ἀπογνῶναι τῆς τοῦ Θεοῦ προνοίας, ὡς ἐγκαταλιπούσης αὐτοὺς, προλαβὼν τῇ προφητείᾳ ὁ Ἠσαΐας τὰ μέλλοντα ἀπαντήσεσθαι, σκυθρωπὰ τῇ Βαβυλῶνι διηγεῖται, ἵνα μὴ καταποθῶσιν ὑπὸ τῆς λύπης τῶν παρόντων, ἀλλὰ ῥᾴους γένωνται τῇ προσδοκίᾳ τῶν ἐπερχομένων. Καὶ λὰρ οὐ μικρὰν φέρει ῥᾳστώνην τοῖς θλιβομένοις ἡ μετ' ὀλίγον προσδοκωμένη ἐκδίκησις. Πρόσκειτσι δὲ τὸ ὄνομα τοῦ πατρὸς τῇ προφητείᾳ, οὐχ ἵνα αὐτὸ τοῦτο γνῶμεν τὸν τῇ γενέσει τοῦ μακαρίου ὑπηρετησάμενον πατέρα· ἀλλ' ὅτι καὶ προφητείας αὐτῷ διδάσκαλος γέγονε, φροντίσας αὐτὸν ἁγιωτέρας καὶ καθαρωτέρας καὶ ἐξαιρέτου πσρὰ τοὺς ἄλλους ἀνατροφῆς καὶ παιδεύσεως τυχεῖν. Διὰ τοῦτο, ὥσπερ κοινωνὸς τῆς προφητείας συμπαραγράφεται ὁ Ἄμώς.
255. What then is Babylon, against which the vision has been seen? According to history, then, that place appears to have been called Babylon where the speech was confounded of those who said: Come, let us build for ourselves a city and a tower, whose top shall reach unto heaven. Having come down there, accordingly, God confounded their tongues; on this account its name was called Confusion. The place of Babylon, therefore, is a region of confusion, not of speech alone, but also of doctrines and thoughts, and of the mind that supposes it sees these things. The vision, then, is against Babylon, bringing as it were consolation to Israel, who had been afflicted by the Babylonians. For so that they might not lose heart, nor despair of the providence of God as having forsaken them, Isaiah, anticipating in prophecy the things about to befall, recounts dismal things for Babylon, lest they be swallowed up by grief over present troubles, and so that instead they may grow more at ease through the expectation of things to come. For vengeance expected before long brings no small relief to the afflicted. And the name of his father is joined to the prophecy, not simply that we might know the father who ministered to the birth of the blessed man, but because he also became to him a teacher of prophecy, taking care that he should obtain an upbringing and education holier and purer and more choice than others. On this account, as a partner in the prophecy, Amos is inscribed alongside him.
256. Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώ-
256. Upon a level mountain lift up a sign, lift
Notes, col. 568

On the reading

Printed Λὐτὸς, for Αὐτὸς.

Printed ὁράφεις, for ὁράσεις.

Printed δηλονοτι, for δηλονότι.

Printed κῇ, for τῇ.

Printed βάβηλοι, for βέβηλοι.

Printed λὰρ, for γὰρ.

Printed Πρόσκειτσι, for Πρόσκειται.

Printed πσρὰ, for παρὰ.

Printed Ἄμώς, for Ἀμώς.

PG 30:569Read from the page
σατε τὴν φωνὴν ἑαυτοῖς παρακαλεῖτε τῇ χειρὶ, ἀνοίξατε, οἱ ἄρχοντες. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Δείκνυσι πῶς Βαβυλὼν ἀναιρεῖται καὶ καταστρέφεται, καὶ αἰχμάλωτος γίνεται ἡ δυναστεία τῶν τὴν σύγχυσιν ἐργαζομένων. Ἐπειδὰν ἐπ' ὄρος τις ἀνέλθῃ μὴ ἀπόκρημνον, μηδὲν ὀχθῶδες, ἀλλὰ πεδινὸν καὶ ὕπτιον, ὥστε ὕψος μὲν ἔχειν διὰ τὸ ἀνάστημα καὶ τὸ ἀπὸ τῆς γῆς ἐπὶ τὸν ἀέρα δίαρμα, ἀσφάλειαν δὲ παρέχειν τοῖς ἐφισταμένοις, διὰ τὴν ὑπτιότητα. Τὸ γὰρ πανταχόθεν περιεῤῥωγὸς καὶ ἀποτετμημένον ἀκροσφαλεῖς ποιεῖται τὰς στάσεις τῶν ἐπιβαινόντων. Ἵνα οὖν καὶ τὰ ὑψηλὰ περὶ Θεοῦ νοῆτε, καὶ ἀσφαλῶς ταῦτα διηγῆσθε, διὰ μὲν τὸ ὕψος, ἐπ' ὄρους τις ᾖ βεβηκώς· διὰ δὲ τὴν ἀσφάλειαν ἀπερίτρεπτος διαμένει. Ἐπὶ δὲ τοῦ ὄρους τοῦ πεδινοῦ ἄρατε σημεῖον, καὶ ὕψώσατε τὴν ψωνὴν. παρακαλεῖτε τῇ χειρί. Ὁ τὰ περὶ τοῦ σταυροῦ κηρύσσων μεγηλοφώνως αὐτὸς ἐστιν ὁ ἐπὶ τοῦ ὄρους τοῦ πεδινοῦ αἴρων τὸ σημεῖον Ὁ τὸν περὶ τοῦ πάθους λόγον μεγαλῦναι δυνάμενος, οὗτος πληροῖ τὸ πρόσταγμα τὸ προφητικόν· οὐκ ἐν κοιλάσι καὶ φάραγξι ειστρίβων, ἀλλ' ἀναβαίνων ἐπὶ τὸ τοῦ λόγου ὕψος, καὶ ἐπ' αὐτὴν τὴν σοφίαν μετὰ ἐξομαλισμοῦ καὶ σαφηνείας τῶν ἐπαγγελλομένων τὸ κήρυγμα παραδιδούς. Ἐπειδὴ δὲ καθ' ἑτέραν ἔκδοσιν ἀναγινώσκομεν, Ἐπ' ὄρους νεφώδους, δηλονότι τὸ ὕψος ἑτέρῳ λόγῳ παρίστησι. Νεφῶδες γὰρ τὸ τὴν κορυφὴν ἔχον νέφεσιν ἀεὶ κεκαλυμμένην. Τὸ δὲ νοιοῦτον, ὑψηλὸν καὶ ὑπὲρ πάντα ἀνεστηκός. Ὑψώσατε, φησὶ, τὴν φωνὴν ἑαυτοῖς· τουτέστιν, ἐξ ἑαυτῶν λάβετε τὸ ὕψος τῆς φωνῆς. Τὰς ἐνυπαρχούσας ὑμῖν ἀφορμὰς πρὸς Θεοῦ δοξολογίαν ἐκ τῶν κοινῶν ἐννοιῶν, ταῦτας ἀνακινήσατε. Μὴ κάτω βλέπετε, μητὲ τὰ γήινα σκοπεῖτε. Οὕτω γὰρ ταπεινὴ γίνεται ἡ φωνὴ τῶν ἐκ τῆς γῆς φωνούντων, τῶν κενολογούντων. Ὁ ἀπὸ τῆς ταπεινοποιοῦ λύπης, καὶ ὁ ἀπὸ τοῦ ἀπηγορευμένου φόβου φθεγγόμενος, οὐχ ὑψοῖ τὴν ἑαυτοῦ φωνήν. Καὶ ὁ ἐπιθυμίαις σαρκὸς ἐν τῷ ἀπογγέλλειν τὸν λόγον κεκρατημένος, ταπεινὴν ἔχει καὶ μὴ δυναμένην ἐπὶ τὸ ἄνω διακύπτειν τὴν ἑαυτοῦ φωνήν. Πῶς οὖν ὑψοῦται φωνή; Ἐὰν μεγαλοπρεπὴς ᾖς, κατεξανιστάμενος τῶν παθῶν, καὶ κατ' αὐτοὺς τοὺς καιροὺς τῶν πειρασμῶν μὴ ὑποκύπτων
high your voice for yourselves, comfort with the hand, open, you rulers. I give the command, and I lead them. He shows how Babylon is destroyed and overthrown, and how the dominion of those who work confusion becomes captive. Whenever someone ascends a mountain that is not precipitous and in no way craggy, but level and flat, so as on the one hand to have height through its elevation and its rise from the earth into the air, and on the other hand to afford security to those who stand upon it through its flatness; for what is broken off all round and sheer renders the footholds of those who mount upon it precarious. So that you may both conceive lofty things concerning God and recount them safely, on account of the height let one stand upon a mountain, and on account of the security he remains unshaken. Upon the level mountain lift up a sign, and lift high your voice; comfort with the hand. He who proclaims the things concerning the cross with a loud voice is himself the one who lifts up the sign upon the level mountain; he who is able to magnify the word concerning the passion, this man fulfils the prophetic command: not lingering in hollows and ravines, but ascending to the height of the word, and unto wisdom itself, delivering the proclamation with smoothness and clearness of the things promised. And since according to another edition we read, Upon a cloudy mountain, clearly it sets forth the height in another way of speaking. For cloudy means that which has its summit ever covered with clouds; and what is such is lofty and raised above all things. Lift high, he says, your voice for yourselves: that is, from within yourselves take the elevation of your voice. Those resources present within you for the glorification of God out of common notions, stir these up. Do not look downwards, nor contemplate earthly things. For thus the voice becomes low of those who cry out of the earth, of those who utter empty words. He who speaks out of debasing grief, and he who speaks out of forbidden fear, does not lift high his own voice. And he who in declaring the word is mastered by desires of the flesh has his own voice low and unable to peer upwards. How then is a voice lifted high? If you are great-minded, rising up against the passions, and at the very seasons of temptations not succumbing
Notes, col. 569

On the reading

Printed ὕψώσατε, for ὑψώσατε.

Printed ψωνὴν, for φωνὴν.

Printed μεγηλοφώνως, for μεγαλοφώνως.

Printed αὐτὸς ἐστιν, for αὐτός ἐστιν.

Printed ειστρίβων, for διατρίβων.

Printed νοιοῦτον, for τοιοῦτον.

Printed ταῦτας, for ταύτας.

Printed μητὲ, for μηδὲ.

Printed ἀπογγέλλειν, for ἀπαγγέλλειν.

PG 30:572Read from the page
τοῖς πειρασμοῖς, ἀλλὰ τὸ γαῦρον φρόνημα τῆς ψυχῆς διασωζούσης, τότε ὑψοῖς τὴν φωνήν. Παρακαλεῖ δὲ τῇ χειρὶ ὁ τὴν παράκλησιν τοῖς θλιβομένοις δι' ἔργων ἀγαθῶν προφέρων, καὶ ἐν ἱλαρότητι τὴν ἐλεημοσύνην ἀποπληρῶν. Ἐὰν ἴδῃς τινὰ ἐπὶ πενίᾳ καταπονούμενον, τῇ μεταδοτικῇ χειρὶ παρακάλει τὸν πένητα. Πλεῖυν γὰρ παρὰ ἀσθενεῖ τῇ ψυχῇ ἡ δι' ἔργων μετάδοσις παρακαλεῖν δύναται. ἢ ἡ διὰ λόγων προροπὴ τοῦ φέρειν πενίαν εὐγενῶς καὶ ἀταπεινώτως.
to the temptations, but while the soul preserves its lofty spirit, then you lift high your voice. And he comforts with the hand who brings comfort to the afflicted through good works, and fulfils almsgiving in cheerfulness. If you see anyone worn down in poverty, comfort the poor man with a generous hand. For with a weak soul, sharing through deeds is able to comfort more than exhortation through words to bear poverty nobly and without dejection.
257. Καὶ ἀνοίξατε, φησὶν, οἱ ἄρχοντες. Ἕπεται τῷ παρακαλεῖν τῇ χειρῖ τὸ ἀνοίγειν τὴν χεῖρα· ὅπερ ἐπὶ τῆς μεταδοτικῆς ἐνεργείας ἔθος ἐστὶ τῇ Γραφῇ λαμβάνειν, ὅταν λέγῃ· Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος. Ἀνοίξατε οὖν τοὺς οἴκους ὑμῶν, καὶ τοὺς θησαυροὺς τῆς κτήσεως ἀνοίξατε ξένοις καὶ πένησι. Μὴ συνέχετε τὰ προσόντα ὑμῖν εἰς παραμυθίαν τῶν κατυπονουμένων. Καὶ τοῦτο ποιεῖτε πρῶτον, οἱ ἄρχοντες, ἵνα διὰ τοῦ ὑποδείγματος καὶ τὸν λαὸν ἐναγάγητε. Δύναται δὲ νοηθῆναι καὶ ἐπὶ τοῦ διανοίγειν τὰς Γραφὰς, καὶ τὰ κεκλεισμένα ὑποδεικνύναι. ἵνα μή τις γένηται τῷ κρίματι τῶν Φαρισαίων καὶ Γραμματέων ὑπόδικος, οἵτινες ἔχοντες τὰς κλεῖς τῆς βασιλείας, οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς δυναμένους εἰσελθεῖν κωλύουσι. Ηρὸς οὖν τοὺς ἄρχοντας διαλέγεται, τοὺς ἔχοντας τὰς κλεῖς τῆς γνώσεως. Τούτου κατακούσας τοῦ ῥητοῦ ὁ Παῦλος ἔλεγε· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι.
257. And open, he says, you rulers. Upon comforting with the hand follows opening the hand, which Scripture is accustomed to take of generous action, when it says: And at Thy opening Thy hand, all things together shall be filled with goodness. Open, therefore, your houses, and open the treasuries of your possessions to strangers and poor folk. Do not withhold the means belonging to you for the solace of those worn down. And do this first, you rulers, so that through your example you may lead on the people also. Yet it can also be understood of opening up the Scriptures and pointing out things shut close, lest anyone become liable to the judgement of the Pharisees and Scribes, who, holding the keys of the kingdom, neither enter in themselves, and hinder those who are able to enter. He addresses himself, therefore, to the rulers, those who hold the keys of knowledge. Hearkening to this saying, Paul used to say: Our mouth stands open towards you, O Corinthians.
258. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς Ἡμᾶς χρὴ ἐνεργεῖν τὸ ἡμῖν δυνατόν. Ὁ δὲ ἄγων αὐτοὺς Κύριός ἐστι, καὶ ὁ κατατάσσων ἕκαστον ἐν τῷ σώματι τῆς Ἐκκλησίας πρὸς τὴν ἰδίαν ἀξίαν. Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. Ἀπειλεῖ ὁ λόγος πονηρῶν τινων καὶ θεομάχων ἐπιδημίαν εἰς ἐκδίκησιν ἀποστελλομένων κατὰ τῶν ἡμαρτηκότων. Διὰ τοῦτο προνοούμενος τῶν φοβουμένων αὐτὸν, ἀνάγει μὲν αὐτοὺς ἐπὶ τὸ καρτερὸν ὕψος τοῦ ὄρους, ἐνασφαλίζεται δὲ αὐτοὺς τῇ ὁμαλότητι τῆς κορυφῆς. Δίδωσι δὲ αὐτοῖς φυλακτήριον τὸ σημεῖον, ὑποτιθεὶς αὐτοῖς τὴν διὰ τῶν ἀγαθῶν ἔργων παρασκευὴν, παρακαλεῖν τῇ χειρὶ τοὺς θλιβομένους, ἀνοίγειν τὸ στόμα πρὸς διδασκαλίαν τῶν μαθητευομένων, ἵνα φύγησι τὴν ἐπιδρομὴν τῶν γιγάντων. Γίγαντες γὰρ, ὡς ἐπὶ τὸ πολὺ, ἐπὶ τοῦ χείρονός εἰσι τεταγμένοι. Τάχα δὲ τοὺς ἐνταῦθα γίγαντας ὠνόμασε σαφέστερον ὁ ψαλμὸς ἀγγέλους πονηροὺς, λέγων· Ἐξαπέστειλεν εἰς
258. I give the command, and I lead them. We must work what lies within our power; yet He Who leads them is the Lord, and He Who stations each member in the body of the Church according to his proper worth. Giants are coming to fulfil My wrath, rejoicing at once and acting insolently. The word threatens an incursion of certain wicked men and fighters against God sent forth for vengeance against those who have sinned. On this account, taking forethought for those who fear Him, He leads them up to the strong height of the mountain, and makes them secure by the evenness of its summit. And He gives them the sign as a safeguard, enjoining upon them preparation through good works, to comfort the afflicted with the hand, and to open the mouth for the instruction of learners, so that they may escape the onset of the giants. For giants, for the most part, are set in a bad sense. And perhaps the psalm named the giants here more clearly wicked angels, saying: He sent forth upon
Notes, col. 572

On the reading

Printed Πλεῖυν, for Πλεῖον.

Printed προροπὴ, for προτροπὴ.

Printed χειρῖ, for χειρὶ.

Printed κατυπονουμένων, for καταπονουμένων.

Printed Ηρὸς, for Πρὸς.

Printed φύγησι, for φύγωσι.