Migne Reading Room

PG 30 · cols. 549–560 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:549Read from the page
ὃ κατῆλθεν εἰς Αἴγυπτον, καὶ ἐπανῆλθε πάλιν εἰς τὴν γῆν Ἰσραήλ; Πολλῶν οὖν ἐπινοιῶν οὐσῶν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, ἕν ἐστι τῶν κατ' αὐτὸν νοουμένων καὶ τὸ παιδίον ὃ γράψει τοὺς προσεχομένους διὰ τῆς μετανοίας τῇ τοῦ Θεοῦ ἐπιγνώσει.
Who went down into Egypt, and returned again into the land of Israel? Whereas, therefore, there are many conceptions of our Lord and Saviour Jesus Christ, one among the things conceived concerning Him is also the little child Who shall write down those cleaving through repentance to the knowledge of God.
245. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Σαφῶς ταῦτα ἐπὶ τοὺς ἀφισταμένους τῆς πονηρᾶς ἐργασίας, καὶ μετατιθέντας ἐπὶ Θεὸν ζῶντα τὴν ἑαυτῶν ἐλπίδα, τὴν ἀναφορὰν ἔχει. Προστιθέμεθα δὲ οἱ ἁμαρτάνοντες τοῖς πολεμίοις, καὶ πεποίθαμεν ἐπὶ τοῖς ἀδικοῦσιν ἡμᾶς. Πονηρός τις περιέρχεται δαιμόνων στρατὸς, διὰ τῶν τῆς ἡδονῆς δελεασμάτων τὰς ψυχὰς ἡμῶν καταστρεφόμενος. Τούτοις προστιθέντες, ὥσπερ παῖδες ἀνόητοι τοῖς ἀνδραποδισταῖς, οἳ πολλάκις παίγνιά τινα παιδικὰ προδείξαντες ἐξηπάτησαν τοὺς παῖδας, καὶ πόῤῥω πυιήσαντες τῶν ὀφθαλμῶν τῶν πατρικῶν, διὰ τῆς ἐν ὀλίγῳ τέρψεως πικρὰν αὐτοῖς κατεσκεύασαν δουλείαν. Προστιθέντες οὖν κἀκεῖνοι τοῖς ἀδικοῦσι, καὶ ἡμεῖς τῷ δελεάσματι τῆς ἡδονῆς προσέχοντες, μακρύνομεν ἑαυτοὺς ἀπὸ Θεοῦ, καὶ τῇ βαρείᾳ τυραννίδι τοῦ ἀπαραιτήτου δαίμονος ἑαυτοὺς ὑποβάλλομεν· ὃς ἐπειδὴ κατάκριτός ἐστι τῷ αἰωνίῳ πυρὶ, πολλοὺς φιλονεικεῖ ἔχειν τοὺς συγκαταδικαζομένους αὐτῷ. Περὶ οὖν τῶν μετανοούντων φησὶν, ὅτι οὐκέτι προστεθήσονται οἱ καταλειφθέντες καὶ οἱ σωθέντες, οὐδὲ μὴ ἐπελπίσωσιν ἐπὶ τοὺς ἀδικήσαντας, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Μακάριος, ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον· οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ· Μὴ μέντοι ἀργῶς παραδράμῃς τὴν προσθήκην. Ἔσονται γὰρ, φησὶ, πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπὶς, οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ' ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι, καὶ δόξῃ ἀνθρωπίνῃ καὶ δυνάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ σὐτὸν ὡς ἐλπίδα ἑαυτοῦ προβαλλομένῳ· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύεσθαι τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ. Καὶ ἔσται, φησὶ, τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Σαφῶς
245. And it shall be in that day, the remnant of Israel shall no longer be added, and the saved of Jacob shall no longer trust in those who wronged them, but they shall trust in God, the Holy One of Israel, in truth. And the remnant of Jacob shall be upon the mighty God. Clearly these words have their reference to those who withdraw from evil work and transfer their own hope unto the living God. Yet we who sin join ourselves to the enemies, and place our trust in those who wrong us. A certain wicked host of demons goes about, subverting our souls through the baits of pleasure. Joining ourselves to these, like foolish children to kidnappers—who oftentimes, displaying some childish toys, deceive the children and, putting them far from their fathers' eyes, contrive bitter slavery for them through a brief delight—both they, therefore, joining themselves to those who wrong them, and we, giving heed to the bait of pleasure, remove ourselves far from God, and subject ourselves to the heavy tyranny of the inexorable demon; who, since he is condemned to the eternal fire, strives eagerly to have many condemned together with him. Concerning those who repent, therefore, he says that those left behind and those saved shall no longer be added, nor shall they place hope in those who wronged them, but they shall trust in God, the Holy One of Israel, in truth. Blessed is he who has withdrawn himself from every hope of the things according to this world, and holds God alone as his own hope. For just as Cursed is the man who has his hope upon man, so blessed is he who leans upon the Lord. Do not, however, idly pass over the addition. For they shall trust, he says, in God, the Holy One of Israel, in truth. For hope in God does not admit of halting between two sides, nor does the Lord consent to supply in full the help that comes from Himself to one who at one time has hoped in riches, and human glory, and power according to the world, and at another time puts Him forward as his own hope; rather, one must truly rest upon the help that comes from God. And the remnant of Jacob, he says, shall be upon the mighty God. Clearly
Notes, col. 549

On the reading

Printed προσεχομένους, for προσερχομένους.

Printed πυιήσαντες, for ποιήσαντες.

Printed σὐτὸν, for αὐτὸν.

PG 30:552Read from the page
246. Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἴκουμένῃ ὅλῃ. Ὀλίγας λέξεις μετατιθεὶς, τούτῳ τῷ ῥητῷ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ὁ Ἀπόστολος συνεχρήσατο. Ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν δι' ἣν τὰ μὲν παρῆκε, τὰ δὲ ἐνήλλαξεν ὁ Ἀπόστολος· ἐκεῖνο γινωσκέτω, ὅτι Ἑβραῖος ὢν οὐκ ἐδούλευσε ταῖς ἐκδόσεσιν, αἷς ἡμεῖς συγκεχρήμεθα, ἀλλ' ἑρμηνεύσας τὸ ῥητὸν, ὡς αὐτῷ παρέστη, οὕτως ἐκδέδωκε. Καὶ γὰρ φαίνονται καὶ οἱ ἄλλοι μᾶλλον συνδραμόντες τῇ ἀποστολικῇ διηγήσει. Ἡ μέντοι διάνοια τοῦ ῥητοῦ τοιαύτη ἐστίν. Ἄνω εἴρηται, ὅτι καὶ παιδίον γράψει τοὺς διασωζομένους ἀπὸ τῆς ἁμαρτίας. Ἐνταῦθα μηδεις θαυμαζέτω, φησὶν, εἰ εἰς ὀλίγους περιστήσεται ὁ τοσοῦτος ἀριθμὸς τοῦ Ἰσραήλ. Μὴ πρόσεχε τῷ πλήθει τῶν ὀνομαζομένων θεοσεβῶν· ἐπεὶ πολλοῖς τὸ ὄνομα τοῦ Χριστοῦ, ὀλίγοις δὲ ἡ τῶν ἔργων μαρτυρία βεβαῖοι τὴν προσηγορίαν. Ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Εἴρηται μὲν περὶ τοῦ προτέρου λαοῦ, ὅτι οὐκ ἐν τῷ πλήθει ἐστὶν ἡ σωτηρία, ἀλλ' ἐν τῷ λείμματι τῷ κατ' ἐκλογὴν χάριτος σωζομένῳ. Τίς δὲ ὁ τρόπος τῆς σωτηρίας; Ὅτι λόγοδ, φησὶ, συντελῶν καὶ συντέμνων ἐν δικαιοαύνῃ. Ὁ γὰρ ὅλον τὸ χάραγμα τὸ νομικὸν καὶ τὴν προφητικὴν διάταξιν ἐν τῇ βραχυλογίᾳ τοῦ Εὐαγγελίου περιλαβὼν, καὶ ἐργαζόμενος τὸ παρὰ τοῦ Κυρίου αὐτῷ ὑποδειχθὲν, οὗτος σωθήσεται. Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται, καὶ οἱ προφῆται. Ὁ οὖν συντελῶν τὸν λόγον, ὁ εἰς ἔργον ἄγων, καὶ συντέμνων αὐτὸν, καὶ οἱονεὶ συγκεφαλαιούμενος αὐτοῦ τὸ πλάτος ἐν ταῖς βραχυτάταις ἐντολαῖς· οὗτός ἐστι τὸ κατάλειμμα τὸ σωζόμενον. Πάντα, φησὶν, ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, κατὰ τὰ αὐτὰ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ὁρᾷς ἐν τῇ φυσικῇ ἐννοίᾳ ὅλον τὸν λόγον συντελούμενον καὶ συντεμνόμενον ἐν δικαιοσύνῃ· Ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὁ μέντοι Ἀπόστολος εἶπε· Ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Συμφώνως δὲ αὐτῷ Σύμμαχος καὶ Θεοδοτίων· Ἐν μέσῳ πάσης τῆς γῆς. Τὸ γὰρ δυσπαρατήρητον τοῦ νόμου μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς· αἱ περὶ ἑορτῶν διατάξεις· αἱ περὶ ἡμερῶν· αἱ περὶ ὁλοκαυτωμάτων· αἱ περὶ κα-
246. And if the people of Israel be as the sand of the sea, the remnant of them shall be saved. For He is accomplishing and cutting short a word in righteousness, because a word cut short will the Lord make in the whole inhabited world. Altering a few words, the Apostle made use of this saying in the Epistle to the Romans. And if anyone seeks the reason for which the Apostle omitted some things and changed others, let him know this: that, being a Hebrew, he was not enslaved to the editions that we have used, but, translating the saying as it occurred to him, so he gave it forth. And indeed the others also appear rather to have concurred with the apostolic rendering. However, the meaning of the saying is such as this. Above it has been said that even a little child shall write down those who are saved from sin. Here let no one marvel, he says, if so great a number of Israel shall come round to a few. Do not give heed to the multitude of those called pious; since for many there is the name of Christ, yet for few does the testimony of works confirm the appellation. If the people of Israel be as the sand of the sea, the remnant of them shall be saved. It has been said indeed concerning the former people that salvation is not in the multitude, but in the remnant saved according to the election of grace. And what is the manner of salvation? Accomplishing and cutting short, he says, a word in righteousness. For he who has embraced the whole legal ordinance and the prophetic injunction within the brevity of the Gospel, and who practises what has been shown to him by the Lord, this man shall be saved. For you shall love the Lord your God, and you shall love your neighbour as yourself. On these two commandments hangs the whole law, and the prophets. He, therefore, who accomplishes the word, who brings it into deed, and cuts it short, and as it were sums up its breadth in the briefest commandments—this man is the remnant that is saved. All things, He says, whatsoever you wish that men should do to you, in the same way do you also to them. For this is the law and the prophets. You see in the natural conception the whole word accomplished and cut short in righteousness: Because a word cut short will the Lord make in the whole inhabited world. The Apostle, however, said: The Lord will make upon the earth. And in agreement with him Symmachus and Theodotion [have]: In the midst of all the earth. For what is hard to observe of the law—do not handle, nor taste, nor touch; the ordinances concerning feasts; those concerning days; those concerning whole burnt offerings; those concerning pu-
Notes, col. 552

On the reading

Printed οἴκουμένῃ, for οἰκουμένῃ.

Printed μηδεις, for μηδεὶς.

Printed βεβαῖοι, for βεβαιοῖ.

Printed λόγοδ, for λόγον.

Printed δικαιοαύνῃ, for δικαιοσύνῃ.

PG 30:553Read from the page
θάρσεως· αἱ περὶ ἱλασμοῦ· πάντα συνετμήθη εἰς ἓν κεφάλαιον βραχὺ καὶ εὐπαρατήρητον, ὡς μηδεμίαν πρόφασιν ὑπολείπεσθαι τοῖς μὴ πολιτευομένοις κατὰ τὸ Εὐαγγέλιον.
rification; those concerning propitiation—all were cut short into one brief and easily observed summary, so that no pretext is left behind for those who do not conduct their lives according to the Gospel.
247. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. Τὸν ἐκ σπέρματος Δαβὶδ Χριστὸν εὐαγγελίζεται ἡμῖν ὁ λόγος. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, τουτέστιν ἐπὶ τῶν πάλαι προωρισμένων καιρῶν, καὶ ἐν τῷ προδιατεταγμένῳ χρόνῳ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί. Ἀλλαχοῦ μὲν ῥάβδον λέγει ἐκ τῆς ῥίζης ἀνατελεῖν, καὶ ἄνθος ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ ἀναβήσεσθαι, τὴν ῥάβδον ἐπὶ τῆς ἀρχῆς λαμβάνων, τὸ δὲ ἄνθος, ἐπὶ τῆς ἐπεράστου καὶ πᾶσι κεχαρισμένης ἐπιδημίας· καὶ ὅτι ἐν βραχεῖ τὴν χάριν παρασχόμενος τῆς ἐνανθρωπήσεως, ταχεῖαν, καὶ οἱονεὶ παροδικὴν ποιεῖται τὴν ἐπιδημίαν· ἐνταῦθα δὲ ῥίζαν λέγει τοῦ Ἰεσσαὶ ἔσεσθαι. Πρόσχες τῷ, Ἔσται. Οὐχὶ φησι, Δόξει· οὐδὲ, Δόξει εἶναι, ἀλλὰ κατὰ ἀλήθειαν, Ἔσται. Οὐ γὰρ φαντασίᾳ, οὐδὲ οἰήσει τὴν σάρκα, ἀλλ' αὐτῇ ἀληθείᾳ ἀνέλαβεν. Ἔσται οὖν ἡ ῥίζα τοῦ Ἰεσσαί- τουτέσαι, τὸ φύραμα τῆς σαρκὸς τὸ ἀπὸ Ἰεσσαὶ, ἔσται κατὰ ἀλήθειαν, καὶ ὑποστήσεται. Καὶ ὁ ἀνιστάμενος, αὐτὸς καὶ ῥίζα καὶ ἀνιστάμενος. Ῥίζα τοῦ Ἰεσσαί· ὅτι ἐκ βασιλικῆς διαδοχῆς ἡ θεοφόρος σὰρξ προσελήφθη. Ὁ δὲ ἀνιστάμενος ἄρχειν ἐθνῶν. Διὰ τοῦτο τὰ ἔθνη ἐπ' αὐτὸν ἤλπισεν, ὡς δῆλον ὀπὸ τῆς ἐν τοῖς ἔθνεσι τοῦ Χριστοῦ Ἐκκλησίας. Ἀναστὰς γὰρ ἐκ νεκρῶν, ἦρξε τῶν ἐθνῶν, καταλιπὼν τὸν φονέα λαόν. Ἐκείνοις μὲν γὰρ τὸν θάνατον περιαφῆκε, τοῖς δὲ ἔθνεσι τὴν ἀνάστασιν ἐχαρίσατο. Διότι οἱ μὲν ἔκραζον· Σταυρωθήτω· καὶ, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οἱ δὲ ἐδέξαντο τὸν ἐσταυρωμένον, καὶ τῷ αἵματι αὐτοῦ ἐλυτρώθησαν ἀπὸ τοῦ θανάσου. Καὶ ἔσται, φησὶν, ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Αὕτη ἡ Χριστσῦ ἀνάπαυσις, ἡ τιμὴ τῶν τιμώντων αὐτὸν ὡς Λόγον Θεοῦ, καὶ σοφίαν Θεοῦ, καὶ δύναμιν. Ὁ ἀναπαύων τὸν Χριστὸν, ὁμολογεῖ αὐτοῦ τὴν πρὸς τὸν γεγεννηκότα αὐτὸν ὁμοτιμίαν· τῆς ἀξίας τὴν κοινωνίαν· τῆς φύσεως τὴν ἐξ ἀϊδίου ὕπαρξιν. Οἱ δὲ μεριμνῶντες τι τῶν πρὸς ἀτιμίαν ῥημάτων ἐξεύρωσιν, οὐ τὰ πρὸς ἀνάπαυσιν τοῦ Χριστοῦ φθέγγονται. Δύναται μέντοιγε ἡ ἀνάπαυσις λαμβάνεσθαι, μὴ μόνον ἣν αὐτὸς ἀναπαύεται παρὰ τῶν
247. And there shall be in that day the root of Jesse, and He Who rises up to rule over nations. The word proclaims to us as good tidings the Christ from the seed of David. For in that day, that is, in the times foreordained of old, and at the preappointed season, there shall be the root of Jesse. Elsewhere indeed he says that a rod shall spring up out of the root, and a flower shall ascend out of the root of Jesse, taking the rod of sovereignty, and the flower of His lovely sojourn, gracious unto all; and because, bestowing within a brief span the grace of the incarnation, He makes His sojourn swift and as it were passing; whereas here he says that there shall be the root of Jesse. Pay heed to the word, Shall be. He does not say, Shall seem; nor, Shall seem to be, but in truth, Shall be. For not in phantom, nor in supposition, did He take up the flesh, but in very truth. Therefore the root of Jesse shall be—that is, the lump of the flesh that is from Jesse shall be in truth, and shall subsist. And He Who rises up, He Himself is both root and He Who rises up. Root of Jesse: because from royal succession the God-bearing flesh was assumed. And He Who rises up to rule over nations: on account of this the nations hoped upon Him, as is manifest from the Church of Christ among the nations. For having risen from the dead, He ruled over the nations, leaving behind the murderous people. For to those indeed He left death around them, whereas to the nations He freely granted the resurrection. Because the former cried out: Let Him be crucified; and, His blood be upon us, and upon our children; whereas the latter received the Crucified One, and by His blood were ransomed from death. And His rest, he says, shall be honour. This is Christ's rest: the honour of those who honour Him as Word of God, and Wisdom of God, and Power. He who gives rest to Christ confesses His equality of honour towards Him Who begot Him; the communion of dignity; the existence of nature from eternity. Whereas those who anxiously ponder what words tending to dishonour they might devise do not utter the things that belong to the rest of Christ. Nevertheless, the rest can be taken not only as that wherewith He Himself rests at the hands of
Notes, col. 553

On the reading

Printed Ἰεσσαί-, for Ἰεσσαί·.

Printed τουτέσαι, for τουτέστι.

Printed ὀπὸ, for ἀπὸ.

Printed θανάσου, for θανάτου.

Printed Χριστσῦ, for Χριστοῦ.

PG 30:556Read from the page
δοξαζόντων αὐτὸν ὁ Κύριος, ἀλλὰ καὶ ἣν ἀναπαύσει τοὺς ἀγαπῶντας αὐτὸν, κατὰ τὸ γεγραμμένον, ὅτι Ἐγὼ τοὺς ἐμὲ ἀγαπῶντας δοξάζω. Ἔστι γὰρ ἡ ἀνάπαυσις, ἣν ἀναπαύσει ὁ Κύριος, τιμὴ, ἥτις μετὰ τὴν δικαιοκρισίαν τοῦ Θεοῦ πρὸς τὴν τῶν πεπραγμένων ἀξίαν διανεμηθήσεται. Τιμήσει γὰρ τοὺς μὲν μείζοσι τιμαῖς, τοὺς δὲ ὑποδεεστέραις, ἐπειδὴ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ. Καὶ ἐπειδὴ πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, τοὺς μὲν ἐν ὑπερεχούσαις καὶ ὑψηλοτέραις καταστάσεσι, τοὺς δὲ ἐν ὑποδεεστέραις ἀναπαύσει. Πάντες μέντοι διὰ τιμῆς τὴν ἀνάπαυσιν ἕξουσιν.
those who glorify Him—He, the Lord—but also that wherewith He will give rest to those who love Him, according to what is written, I glorify those who love Me. For the rest wherewith the Lord will give rest is honour, which after the righteous judgement of God shall be distributed according to the worth of things done. For He will honour some with greater honours, and others with lesser, since star differs from star in glory. And since there are many mansions with the Father, some He will give rest in surpassing and loftier states, and others in lesser ones. Yet all shall have rest through honour.
248. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ. Χεὶρ Κυρίου διαφόρως ἐδείχθη καθ' ἑκάστην γενεὰν διὰ τῶν δυναμένων χωρῆσαι τὴν ἐνέργειαν τῶν θαυμασίων. Πρότερον μὲν γὰρ τὰ τεράστια ἔδειξεν ἐν Αἰγύπτῳ· εἶτα ἐν τῇ ἐρήμῳ· εἶτα κατὰ τοδς τοῦ Ἰησοῦ τοῦ Ναυῆ χρόνους· εἶτα κατὰ τοὺς Κριτὰς, καὶ τὰ μεγάλα διακονησαμένους προφήνας. Νῦν δὲ χεὶρ Κυρίου δείκνυσθαι λέγεται κατὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος ἡμῶν, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύοντος ἐν τῷ λαῷ, καὶ ποιοῦντος τὰ ἐν τῷ Εὐαγγελίῳ κεκηρυγμένα. Ταύτην γὰρ τὴν δύναμιν προσέθηκεν ὁ Κύριος δεῖξαι, ἐπειδὴ τὰ προλαβόντα οὐκ ἐφάνη αὐτάρκη πρὸς τὸ ἐναγαγεῖν εἰς τὴν θεογνωσίαν τὸν ἀπειθοῦντα λαόν. Τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπὸν τοῦ λαοῦ. Διὰ τοῦτο προσθήσει τὴν χεῖρα δεῖξαι, ἵνα εἰς ζῆλον ἀγάγῃ τὸ ὑπόλοιπὸν τοῦ λαοῦ· ὅπερ λείψανον λέγειν εἶναι ἀπὸ τῶν πολεμίων περισωθέν. Καὶ ἀπαριθμεῖται τὸ πλῆθος τῶν πολεμησάντων, Ἀσσυρίαν, καὶ Αἴγυπτον, καὶ Βαβυλωνίαν, Αἰθίοπας, καὶ Ἐλαμίτας καὶ τοὺς ἀπὸ ἡλίου ἀνατολῶν, καὶ Ἄραβας. Πλήρης ἡ ἱστορία, περὶ μέν Αἰθιόπων λέγουσα, ὅτι Ἐξῆλθε Ζαραὶ ὁ Αἰθίοψ ἐν δυνάμει, καὶ χιλίαις χιλιάσι, καὶ ἄρμασι τριακοσίοις. Καὶ ἐξῆλθεν Ἀσὰ εἰς συνάντησιν, καὶ ἐβόησε πρὸς Κύριον, καὶ εἶπε· Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοι σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις. Κατίσχυσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν, καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο. Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος. Ἀσσύριοι δὲ ἦσαν οἱ αἰχμαλωτεύσαντες· καὶ Αἰγύπτιοι οἱ ἐξ ἀρχῆς καταδουλωσάμενοι, καὶ Ναβουχοδονόσορ ἀπὸ τῆς Βαβυλωνίας. Ἐλαμῖται δέ εἰσι τὸ γένος τῶν Παρθυαίων, ὃ μετὰ τῶν ἀπὸ τῆς Μεσοποταμίας Συρίας πολλάκις ἐπέθετο τῷ Ἰσσαήλ. Ἄραβες δὲ ἔθνος πολέμιον, πάντα τὸν χρόνον ἐκπολεμώμενον τῷ Ἰσραήλ. Πάντων οὖν τούτων πολεμούντων τῷ εὐγενεῖ σπέρματι, οἱ μὲν ἡττῶνται, οἱ δὲ περιγί-
248. And it shall be in that day, the Lord shall proceed further to show His hand. The hand of the Lord was shown in diverse ways in each generation through those able to receive the operation of wondrous works. For formerly indeed He showed portents in Egypt; then in the wilderness; then in the times of Jesus the son of Nave; then under the Judges, and the prophets who ministered great things. Now, however, the hand of the Lord is said to be shown at the sojourn of our Saviour, Who heals every disease and every infirmity among the people, and performs the things proclaimed in the Gospel. For the Lord proceeded further to show this power, since what had gone before did not prove sufficient to lead the disobedient people into the knowledge of God. That the surviving remnant left behind of the people may be zealous. On account of this He shall proceed further to show His hand, so that He may lead unto zeal the remnant of the people; which remnant [it is meant] to say is that preserved safe from the enemies. And he enumerates the multitude of those who waged war: Assyria, and Egypt, and Babylonia, Ethiopians, and Elamites and those from the rising of the sun, and Arabs. History is full of these, saying concerning the Ethiopians: Zarai the Ethiopian went forth in might, and with a thousand thousands, and three hundred chariots. And Asa went forth to meet him, and cried unto the Lord, and said: O Lord, it is not impossible with Thee to save among many and among few. Strengthen us, O Lord our God, for upon Thee have we trusted, and in Thy name have we come against this great multitude. O Lord our God, let not man prevail against Thee. And it was the Assyrians who led them away captive; and the Egyptians who enslaved them from the beginning, and Nabuchodonosor from Babylonia. And the Elamites are the race of the Parthians, which together with those from Mesopotamia of Syria oftentimes attacked Israel. And the Arabs are a hostile nation, throughout all time waging war to the uttermost against Israel. While all these, therefore, wage war against the noble seed, some are defeated, and others pre-
Notes, col. 556

On the reading

Printed τοδς, for τοὺς.

Printed προφήνας, for προφήτας.

Printed ὑπόλοιπὸν, for ὑπόλοιπον.

Printed μέν, for μὲν.

Printed ἄρμασι, for ἅρμασι.

Printed Ἰσσαήλ, for Ἰσραήλ.

PG 30:557Read from the page
νονται, καὶ διὰ τὸ περιγενέσθαι, καὶ ἐν πολλοῖς πόνοις γεγυμνάσθαι, οἷόν τι ἆθλον λαμβάνουσι τὴν προσθήκην θεωρῆσαι τῆς δεικνυμένης χειρὸς τοῦ Θεοῦ. Διὸ καὶ ζηλωτοὶ ἔσονται μετὰ τὰς ἀριστείας καὶ τοὺς πόνους.
vail, and on account of prevailing and having been trained in many labours, they receive as it were a prize: to behold the further showing of the revealed hand of God. Wherefore they shall also be enviable after their feats of valour and their labours.
249. Καὶ ἀρεῖ, φησὶ, σημεῖον εἰς τὰ ἔθνη, καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ, καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Ἡ οὖν ῥίζα τοῦ Ἰεσσαὶ, ὁ ἀναστὰς ἐπὶ τῷ ἄρχειν τῶν ἐθνῶν, οὗτος ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, ἵνα συναχθῶσιν οἱ ἀπολλύμενοι τοῦ Ἰσραήλ. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Τοῦτο δέ ἐστι τὸ σημεῖον, ὃ ἦρεν εἰς τὰ ἔθνη, τὸ ἐν τοῖς Εὐαγγελίοις λεγόμενον· Ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· ὅπερ φήσεις εἶναι τὸν σταυρὸν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ τοῖς ἁγίοις ὁ κόσμος ἐσταύρωται, καὶ αὐτοὶ τῷ κόσμῳ· ἐν ᾧ καὶ λέγει τοῦ σημείου τὴν δύναμιν. Διὰ τί διὰ σταυροῦ ἡ οἰκονομία τῆς ἐνανθρωπήσεως ἐτελέσθη; Ἵνα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς συναχθῶσιν οἱ σωζόμενοι. Τετραχῆ γὰρ διαιρεῖται τοῦ σταυροῦ τὰ μέρη, ὥστε ἕκαστον ἀπονεύειν πρὸς τὰ τεσσαρα μέρη τοῦ κόσμου. Εἴτε οὖν ἵνα πάντα τὰ μέρη διὰ τῶν μερῶν τοῦ σταυροῦ οἰκονομηθῇ πρὸς σωτηρίαν, διὰ τοῦτο προετιμήθη ὁ διὰ τοῦ σταυροῦ θάνατος· ἢ ὅτι πρὸ τοῦ ξυλίνου σταυροῦ νοητός τις τῷ κόσμῳ παντὶ συνεσταύρωται, τῶν τεσσάρων μερῶν τοῦ παντὸς εἰς τὸ μέσον συναπτομένων, καὶ τῆς ἐν τῷ μέσῳ δννάμεως πρὸς τὰ τέσσαρα μέρη περατουμένης. Ἀρθέντος οὖν τοῦ σημείου τούτου, συναχθήσονται οἱ ἀπολόμενοι τοῦ Ἰσραὴλ, καὶ οἱ διεσκορπισμένοι τοῦ Ἰούδα συναχθήσονται ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Τούτου ἀρθέντος τοῦ σημείου, ἔχοντος δύναμιν καθαιρετικὴν ἀρχῶν καὶ ἐξουσιῶν, ἅστινας ἐθριάμβευσεν ἐν τῷ ξύλῳ, ἀπεκδυσάμενος αὐτὰς, καὶ οἱονεὶ ἀποῤῥίψας ὃ εἴχομεν ἀπ' αὐτῶν ὑφασμένον ἡμῖν ἔνδυμα, ἐξεδύσατο τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας ἐν τῷ ξύλῳ. Διὰ τοῦτο Παῦλος ἐκ τῶν ἀπολωλότων τοῦ Ἰσραὴλ, καὶ διεσκορπισμένων τοῦ Ἰούδα ὑπάρχων, νοήσας τὸ ἀρθὲν ὑπὸ τοῦ Ἰησοῦ εἰς τὰ ἔθνη σημεῖον, προσέδραμε τῷ σταυρῷ, καὶ ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀκολουθεῖ δὲ τῷ συναχθῆναι τοὺς ἀπολομένους τοῦ Ἰσραὴλ, οἵτινες ἐβασιλεύοντο ὑπὸ τοὺ Ἐφραὶμ, καὶ τους διεσπαρμένους τοῦ Ἰούδα, οἵτινες ὑπὸ τῶν ἐκ σπέρματος Δαβὶδ ἐπολιτεύοντο, τὸ μηκέτι εἶναι ζῆλον τοῦ Ἐφραἲμ κατὰ τοῦ Ἰούδα, μηδὲ ἀνύειν ἔτι τοὺς τοῦ Ἰούδα ἐχθρούς. Μετὰ γὰρ τὸ ἀρθῆναι τὸ
249. And He shall lift up, he says, a sign unto the nations, and shall gather the lost of Israel, and the dispersed of Judah shall He gather from the four wings of the earth. Therefore the root of Jesse, He Who rose up to rule over the nations, this One shall lift up a sign unto the nations, so that those perishing of Israel may be gathered together. For the Son of Man came to seek and to save that which was lost. And this is the sign that He lifted up unto the nations, that spoken of in the Gospels: They shall see the sign of the Son of Man; which you will say is the cross of our Lord Jesus Christ, through which the world has been crucified to the saints, and they to the world; wherein he also states the power of the sign. Why was the dispensation of the incarnation accomplished through a cross? So that from the four wings of the earth those being saved might be gathered together. For the parts of the cross are divided fourfold, so that each inclines towards the four parts of the world. Whether, therefore, in order that all the parts might be ordered unto salvation through the parts of the cross, death through the cross was on account of this preferred; or because prior to the wooden cross an intelligible one was crucified together with the whole world, the four parts of the universe being joined together unto the middle, and the power in the middle extending to the four parts. Once this sign, therefore, has been lifted up, the lost of Israel shall be gathered together, and the scattered of Judah shall be gathered together from the four wings of the earth. Once this sign has been lifted up, possessing power destructive of principalities and authorities, over which He triumphed on the wood—having stripped them off, and having as it were cast away the garment woven for us by them that we held—He stripped off the principalities and the authorities, and made a public example of them in boldness, triumphing over them on the wood. On account of this Paul, being from the lost of Israel and the scattered of Judah, having perceived the sign lifted up by Jesus unto the nations, ran to the cross, and used to say: But far be it from me to boast, save in the cross of our Lord Jesus Christ. And upon the gathering together of the lost of Israel, who were ruled by Ephraim, and of the dispersed of Judah, who were governed by those of the seed of David, there follows that there is no longer zeal of Ephraim against Judah, nor do the enemies of Judah accomplish aught any more. For after the lifting up of the
Notes, col. 557

On the reading

Printed τεσσαρα, for τέσσαρα.

Printed δννάμεως, for δυνάμεως.

Printed τοὺ, for τοῦ.

Printed τους, for τοὺς.

PG 30:560Read from the page
σημεῖον, καὶ συναχθῆναι τοὺς ἀπολομένους τοῦ Ἰσραὴλ, ὅστις λέγεται Ἐφραῒμ, συναχθῆναι δὲ καὶ τοὺς
sign, and that the lost ones of Israel, who is called Ephraim, be gathered together, and that there be gathered together also the
250. Κατάμαθε δὲ, ὅτι ὁ μὲν Ἰσραὴλ ἀπολωλέναι λέγεται, ὁ δὲ Ἰούδας διεσπάρθαι. Πλὴν ἀλλὰ τῇ κατὰ Χριστὸν συμφωνίᾳ τοῦ εἰρηνοποιοῦντος τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν οὐρανῷ, καὶ ἐν αὐτῷ τὰ πάντα ἀποκαταλλάσσοντος, ἀναιρεῖται τὰ πάθη τὰ πρότερον ἐκ φιλονεικίας καὶ διαστάσεως ἐνδυναστεύοντα τῷ βίῳ. Διὰ τοῦτο οὖν Ἐφραῒμ οὐ ζηλώσει τὸν Ἰούδαν, καὶ ὁ Ἰούδας οὐκέτι θλίψει Ἐφραΐμ· ἐπεὶ ἡ ἐν αὐτοῖς πρὸς ἀλλήλους ἔχθρα ἀπολεῖται. Ἔοικε γὰρ μάλιστα ὁ ζῆλος γίνεσθαι τοῦ ἐχθραίνειν ἀφορμὴ τοῖς πολλοῖς. Ζῆλος δὲ νῦν οὐχ ἡ τῶν καλῶν μίμησις, ἀλλ' ἡ ἐπὶ ταῖς εὐπραγίαις βασκανία παρὰ τῆς Γραφῆς εἴρηται. Τότε οὖν ἐν συμφωνίᾳ γενόμενοι. Πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσουσι. Διὰ τῆς θαλάσσης καλῶς παρέστησε τοὺς ταχυναυτοῦντας, πτερῷ παρεικάσας τὴν κίνησιν· ὅταν πλήρει τῷ ἱστίῳ, συμμέτρως τοῦ πνεύματος κατὰ πρύμναν ἱσταμένου, ὑπὲρ θαλάσσης φέρωνται. Ηρονομεύουσι δὲ θάλασσαν, τοῦ δράκοντος περιγινόμενοι, καὶ τῶν ὑπ' αὐτῷ τελουμένων, οὓς οἱ ἀπόστολοι τοῦ Χριστοῦ εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας μετατιθέντες, δικαίως ἂν λέγοιντο προνομεύειν, οἱονεὶ σκῦλα ἑαυτῶν ποιούμενοι τὰ προκατεχόμενα ὑπὸ τοῦ αἰχμάλώτον ἀπαγαγόντος τὸν ἄνθρωπον. Θάλασσαν δὲ ἀκουστέον νῦν τὸν τῆς κακώσεως τόπον, ὃν καὶ κοιλάδα τοῦ κλαυθμῶνος ἀλλαχοῦ μεμαθήκαμεν. Πλοῖα δὲ ἀλλοφύλων λέγεται τάχα τὰ σώματα ἡμῶν, διὰ τὸ μὴ ἔχειν οἰκείως πρὸς τὴν τῆς ψυχῆς κατασκευήν. Ἡ γὰρ σὰρξ τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, ἀλλ' ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος. Οὗτοι δὲ καὶ τὴν Ἰδουμαίαν προνομεύειν λέγονται· τουτέστι, τῶν γηίνων πραγμάτων ἐπικρατεῖν, καὶ ἐπὶ Μωὰβ ἐπιβάλλειν τὰς χεῖρας. Μωὰβ ἑρμηνεύεται, ἐκ πατρός. Ηρὸς οὖν αὐτοὺς εἴρηκεν ὁ Κύριος, ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Τούτοις τὰς ἑαυτῶν χεῖρας ἐπιβάλλουσιν, ἵνα διὰ τῆς ἑαυτῶν ἀγαθῆς πράξεως ὑποχειρίους αὐτοὺς λάβωσιν. Εἶτα Υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Ἀμμὼν ἑρμηνεύεται, λαὸς μεθ' ἡμῶν. Τάχα πρῶτοι ὑπακούσονται τῷ λόγῳ οἱ ἐλάττονα τὴν κα-
250. Observe, too, that Israel is said to have perished, whereas Judah is said to have been scattered abroad. Nevertheless, through the concord in Christ of Him Who makes peace among the things on earth and the things in heaven, and reconciles all things in Himself, the passions that formerly held sway over life through contentiousness and division are done away with. On this account, therefore, Ephraim shall not envy Judah, and Judah shall no longer afflict Ephraim; since the enmity among them towards one another shall perish. For jealousy above all seems for most men to become an occasion of bearing enmity. Now jealousy here is spoken of by Scripture not as the imitation of noble things, but as grudging envy at prosperity. Then, therefore, having come into concord: They shall fly in ships of foreigners; together they shall plunder the sea. Through the sea he aptly represented swift voyagers, likening their motion to a wing: when with a full sail, the wind standing favourably astern, they are borne over the sea. And they plunder the sea, prevailing over the dragon and those ranged under him, whom the apostles of Christ, transferring into the full knowledge of the truth, might justly be said to plunder, making as it were spoils of their own the things previously held fast by him who led man away captive. And by the sea we must here understand the place of affliction, which elsewhere also we have learned to be the valley of weeping. And perhaps our bodies are called ships of foreigners, because they are not naturally disposed towards the constitution of the soul. For the flesh does not submit to the law of God, but lusts against the spirit. And these are also said to plunder Idumaea: that is, to gain mastery over earthly affairs, and to lay their hands upon Moab. Moab is interpreted, from a father. To them, therefore, the Lord has said: You are of your father the devil, and the desires of your father you wish to do. Upon these they lay their own hands, so that through their own good conduct they may bring them under their hand. Next: The sons of Ammon shall obey first. Ammon is interpreted, a people with us. Perhaps those will obey the word first who have in lesser measure their
Notes, col. 560

On the reading

Printed Ηρονομεύουσι, for Προνομεύουσι.

Printed αἰχμάλώτον, for αἰχμάλωτον.

Printed Ηρὸς, for Πρὸς.