φοβεῖσθαι, καὶ μὴ πάντα καταπτήσσειν, μηδὲ ψοφοδεεῖς εἶναι, τὰ ἀδεᾶ δεδοικότας. Καταγινώσκει γὰρ τῶν τοιούτων ὁ ψαλμὸς, λέγων· Ἐκεῖ φοβηθήσονται φόβῳ, οὗ οὐκ ἦν φόβος. Κύριον οὖν ἁγίασον, Καὶ αὐτὸς ἔσται σου φόβος. Ἐκείνου τὴν παρουσίαν ἐκδέχου, ἐκείνου φοβοῦ τὸ κριτήριον. Φοβερὸς ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· φοβερὸς ὁ ἐν φωνῇ σάλπιγγος μετὰ ἁγίων ἀγγέλων ἐπιδημεῖν μέλλων ἐξ οὐρανῶν· φοβερὸς οὗ ἡ ἀπόφασις κόλασις αἰωνία. Ἐὰν οὖν ᾖς πεποιθὼς ἐπὶ Κύριον, οὐ συναντήσεις αὐτῷ ὡς λίθου προσκόμματι, οὐδὲ ὡς πέτρας πτώματι. Σαφῶς ὁ λόγος εἰς τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν προσκαλεῖται πίστιν. Περὶ τούτου γὰρ εἴρηται, ὅτι Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου. Οἱ τυφχοὶ, καὶ μὴ δυνάμενοι τὰ ἐν ποσὶ καθορᾷν, προσπταίουσι τνῖς λίθοις, καὶ οἱ μὴ ἠσφαλισμένοι τὰς βάσεις, περιολισθαίνουσι ταῖς πέτραις. Ὁ τοίνυν μηδεμίαν ἐπιμέλειαν τοῦ διορατικοῦ τῆς ψυχῆς ποιησάμενος, μηδὲ διὰ τῆς διδασκαλίας τῶν Υραφῶν γνωρίσας τὴν τοῦ Κυρίου παρουσίαν, περιπταίει τῷ κηρύγματι τοῦ Εὐαγγελίου· καὶ ὁ κατὰ τὴν πίστιν εὐπερίτρεπτος σκανδαλίζεται ἐν τῇ πέτρᾳ, ἥτις ἐστὶν ὁ Χριστός. Σὺ δὲ, φησὶν, ὁ λαὸς, ἐὰν ᾖς πεποιθὼς, καὶ τελείᾳ τῇ πίστει ἐρηρεισμένος ἐπὶ τὸν Κύριον· οὐχ ὡς λίηου προσκόμματι τῷ περὶ αὐτοῦ λόγῳ συναντήσῃ, οὐδὲ περισφαλήσῃ αὐτῷ, ὡς πέτρας πτώματι. Τάχα δὲ πρόσκομμά ἐστιν Ἕλλησι, τοῖς τὴν σοφίαν ζητοῦσιν, ἡ μωρία τοῦ κηρύγματος· καὶ πέτρα ἐστὶ σκανδάλαυ τοῖς Ἰουδαίοις, τοῖς τὰ σημεῖα αἰτοῦσι. Διὰ τοῦτο ἔλεγεν ὁ Ηαῦλος τὸ κήρυγμα εἶναι Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. Τοῖς δὲ πεποιθόσιν ἐπὶ τὸν Κύριον, καὶ μὴ ἀποδείξεσι λογικαῖς ὑποβάλλουσι τοῦ κηρύγματος τὴν ἁπλότητα, μήτε διὰ σημείων ἐκπειράζουσι την ἀλήθειαν, Χριστός ἐστι Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.
to fear, and not to cower at all things, nor to be startled at every noise, fearing things not to be feared. For the psalm condemns such men, saying: There shall they fear with fear, where there was no fear. Sanctify the Lord, therefore, And He shall be your fear. Await His coming, fear His tribunal. Fearful is He Who renders to each according to his works; fearful is He Who at the sound of a trumpet with holy angels is about to come from the heavens; fearful is He Whose sentence is eternal punishment. If, then, you trust in the Lord, you shall not meet Him as a stumbling-block of a stone, nor as a fall of a rock. Clearly the word invites us unto faith towards our Lord Jesus. For concerning Him it has been said: Behold, I lay in Sion a stone of stumbling, and a rock of offence. The blind, and those unable to discern what lies at their feet, stumble against the stones, and those whose steps are not made firm slip upon the rocks. He, therefore, who has taken no care for the discerning faculty of the soul, nor come to know the coming of the Lord through the teaching of the Scriptures, stumbles over the proclamation of the Gospel; and he who is easily overturned in faith is scandalized at the rock, which is Christ. But you, he says, O people, if you trust and are firmly stayed with perfect faith upon the Lord, shall not meet the word concerning Him as a stumbling-block of a stone, nor trip over Him as a fall of a rock. Perhaps, too, the foolishness of the proclamation is a stumbling-block to Greeks, who seek wisdom; and it is a rock of offence to Jews, who ask for signs. Wherefore Paul said that the proclamation is to Jews on the one hand an offence, and to nations on the other foolishness. But to those who trust in the Lord, and neither subject the simplicity of the proclamation to logical demonstrations, nor test the truth by means of signs, Christ is the power of God, and the wisdom of God.
215. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ. Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Ἐπὶ τῆς ἀκολουθίας τῶν προαγόντων ὁ λόγος ἤρτηται. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Καὶ πάλιν ὑποβὰς λέγει· Μεθ'
215. Then those who seal up the law, so as not to learn, shall be manifest. And he will say: I will wait for God Who has turned away His face from the house of Jacob, and I will trust in Him. Upon the sequence of what goes before, the discourse hangs. Behold, the virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name Emmanuel, which is, being interpreted, God is with us. And again lower down he says: With