Migne Reading Room

PG 30 · cols. 333–344 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:333Read from the page
καὶ ἐσθῆτος πολυτελοῦς, καὶ λίθων βαρυτίμων, ἕως μὲν ἂν ἔχῃ τὰ κειμήλια, πολλῆς ἀξιοῦται σπουδῆς καὶ ἐπιμελείας· ἐν οἴκοις ὀχυροῖς ἀποκείμενα ἐπὶ ὑψηλῶν τόπων, καὶ μοχλοὶ, καὶ κλεῖς, καὶ σφραγῖδες, καὶ φύλακες, καὶ πάντα τὰ πρὸς ἀσφάλειαν καὶ φυλακὴν ἐπινοούμενα· ἐπειδὰν δὲ κενὰ τῶν κειμηλίων ἀποδειχθῇ, ἠμελημένα καὶ παραῤῥιπτούμενα παρορᾶται. Ταῦτα καὶ ἡμᾶς ὠφελείτω, ὅτι ψυχαὶ, αἱ δεξάμεναι τοῦ θείου λόγου τὴν δωρεὰν, ἀποθῆκαι γεγόνασι τῶν τιμίων τοῦ ἐν τοῖς θείοις θησαυροῖς ἀποκεῖσθαι ἄξιαι· ἐπειδὰν δὲ κεναὶ τῶν θείων κόσμων ἀποδειχθῶσι, ταπεινωθήσονται ἀποῤῥιφεῖσαι, ἀχρηστίαν καταγνωσθεῖσαι. Διὰ τοῦτο Ἠχρειώθη, φησὶν, Ἰεχονίας, ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία. Ἵνα οὖν μένωμεν ἐν ταῖς βασιλικαῖς ἀποθήκαις, μὴ προδῶμεν τοῖς κλέπταις τὸν πολυτίμητον μαργαρίτην, ὃν ἐπιστεύθημεν.
and of costly raiment, and of precious stones, so long as they hold their treasures, are deemed worthy of much care and diligence—laid away in fortified houses upon lofty places, with bars, and keys, and seals, and guards, and everything devised for security and safe-keeping; but once they are shown to be empty of their treasures, they are overlooked, neglected and cast aside. Let these things profit us also, because souls that have received the gift of the divine word have become storehouses of precious things, worthy of being laid up in the divine treasuries; but once they are shown to be empty of the divine ornaments, they shall be humbled and cast away, condemned for uselessness. On this account Jechonias, it says, became useless, like a vessel for which there is no need. That we may abide, therefore, in the royal storehouses, let us not betray to thieves the pearl of great price with which we have been entrusted.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
133. Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι, Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς· ἄφελε τὸν ὀνειδισμὸν ἀφ' ἡμῶν. Ὡς πρὸς τὸ ῥητὸν, δοκεῖ ὀλιγότητα ἀνδρῶν ἐκ πολέμων ἢ νόσων ἐπιγενομένων τῷ λαῷ κατ' ὀργὴν τοῦ Θεοῦ ὁ λόγος σημαίνειν, ὥστε ὑπὲρ τοῦ μὴ ἄγονον εἶναι μηδὲ στεῖραν, ἅπερ ἐν κατάρᾳ τοῖς πάλαι λελόγισται, ἀπερυθριᾷν τὰς γυναῖκας καὶ ἑνὸς ἀνδρὸς πλείους ἐπιλαμβάνεσθαι, καὶ τὸν ἐπὶ τῇ προστασίᾳ πλειόνων γυναικῶν ἀγῶνα αὐτοῦ παραμυθουμένας λέγειν· Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα. Ἀφεὶς οὖν τὴν ἐπὶ τῷ πορισμῷ ἀναγκαίαν μέριμναν, τὸ ὄνομά σου χρῆσον ἡμῖν εἰς τὸ διαφυγεῖν ἡμᾶς τὸν ἐπὶ τῇ ἐρημίᾳ ὀνειδισμόν. Τὸ μὲν κατὰ λέξιν, τοῦτο· ἡ δὲ ὑπόνοια καὶ ἐπὶ μειζόνων ἔρευναν προκαλεῖται ἡμῶν τὸν νοῦν. Ὡς οὖν ἐν τόπῳ δυσθεωρήτῳ καὶ πολὺ τὸ ἐπεσκιασμένον ἐκ τῆς ἀσαφείας ἔχοντι, τοιαύτη τις ἡμῖν περὶ τῶν ἑπτὰ γυναικῶν ἔννοια ὑποπίπτει, ὅτι πολλαχοῦ καὶ ὁ βίος οὗτος καὶ ὁ κατὰ σάρκα Ἰσραὴλ ἐπὶ τοῦ ἑπτὰ λαμβάνονται. Ὁ μὲν περὶ τὰ ἐν γενέσει πράγματα χρόνος, διότι ἀπὸ ἑπτὰ ἡμερῶν ἀνακυκλουμένων πληροῦται. Ὅθεν καὶ ὁ μετὰ τὴν κατάστασιν ταύτην αἰὼν, ὀγδόη εἴρηται ἐν τῇ Γρα-
133. And seven women shall take hold of one man, saying: We will eat our own bread, and wrap ourselves in our own garments; only let your name be called upon us; take away our reproach from us. According to the letter, the word seems to signify a scarcity of men arising from wars or diseases that befell the people in the wrath of God, so that in order not to be childless or barren—things reckoned under a curse among those of old—women cast off shame and more than one lay hold of one man, and consoling his anxiety over maintaining several women they say: We will eat our own bread, and wrap ourselves in our own garments. Setting aside, therefore, the necessary care of providing sustenance, lend us your name so that we may escape the reproach of our desolation. Such is the literal sense; yet the deeper meaning invites our mind to an inquiry into greater things as well. As in a place hard to survey, therefore, and holding much that is overshadowed by obscurity, some such thought as this occurs to us concerning the seven women: that in many places both this present life and Israel according to the flesh are taken under the number seven. Time, which concerns things in generation, is so taken because it is fulfilled by seven days revolving in cycles. Hence also the age after this present state is called the eighth in Scrip-
PG 30:336Read from the page
φῇ· καὶ ψαλμοὶ ὑπὲρ τῆς ὀγδόης, ἀντὶ τοῦ, ὑπὲρ τοῦ μετὰ τὸν χρόνον τοῦτον αἰῶνος. Πολλαχοῦ δὲ καὶ οἱ ἐν τῷ φανερῷ Ἰουδαῖοι, καὶ ἡ κατὰ αὐτοὺς πολιτεία ἐπὶ τοῦ ἑπτὰ λαμβάνονται. Δὸς μερίδα, φησὶ, τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτώ· ὡς καὶ τῆς Παλαιᾶς Διαθήκης ὀφειλούσης λαβεῖν τινα μαρτυρίαν ἀπὸ τοῦ Θεοῦ ἥκειν, καὶ τῆς Καινῆς, καὶ εἰς μίαν ἀλλήλαις ἐλθεῖν συμφωνίαν. Αἱ οὖν ἑπτὰ γυναῖκες, ἡ Διαθήκη ἡ Παλαιά· ἐπιλήψεται ἀνθρώπου ἑνὸς, τοῦ Κυρίου, ὃς οὐχὶ εἷς τῶν πολλῶν ἐστιν, ἀλλ' εἷς ἐστι· λέγουσαι, ὅτι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, τουτέστι μενοῦμεν ἐπὶ τοῦ ἡμετέρου μέτρου τῆς ὑποστάσεως. Σκιὰ γὰρ ἐσόμεθα τῶν μελλόντων, καὶ εἰκόνες τῶν ἐπουρανίων. Μόνον τὸ τοῦ Χριστοῦ ὄνομα κεκλήσθω τῇ Παλαιᾷ, ἵνα ὁ ὀνειδισμὸς τῆς ἀχρηστίας ἀφαιρεθῇ. Δύναται δὲ κπὶ ἡ συναλωγὴ Ἰσραὴλ, ἀποθανόντος τοῦ νόμου ἐν ᾧ κατείχετο, ἐλευθέρα γενομένη, πρὸς τὸ ᾧ θέλει γαμηθεῖσα, μὴ χρηματίζειν μοιχαλὶς, τῷ νυμφίῳ Λόγῳ προσελθοῦσα, καὶ οἰονεὶ ἐρωτικῶς ἀντεχομένη αὐτοῦ, λέγειν· Τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς.
ture; and there are psalms for the eighth, that is, for the age after this time. And in many places too the Jews who are in the open, and the polity among them, are taken under the number seven. Give a portion, it says, to the seven, and indeed to the eight; inasmuch as both the Old Testament ought to receive a certain testimony that it comes from God, and the New as well, and both ought to come into one harmony with one another. The seven women, then, are the Old Testament; it will take hold of one man, the Lord, Who is not one of the many, but is One; saying: We will eat our own bread, that is, we shall remain in our own measure of subsistence. For we shall be a shadow of the things to come, and images of the heavenly things. Only let the name of Christ be called upon the Old, so that the reproach of uselessness may be taken away. And the synagogue of Israel also, once the law in which it was held fast has died, having become free so as not to be called an adulteress when married to whom it wills, having drawn near to the Bridegroom Word and clinging to Him as though amorously, is able to say: Let Thy name be called upon us.
134. Εἴρηται δέ τισιν, ὅτι αἱ ἑπτὰ γυναῖκες ἑπτὰ πνεύματά εἰσιν, ἃ μικρὸν ὕστερον ὁ αὐτὸς οὗτος προφήτης καταριθμεῖσθαι μέλλει, ὡς ἐπαναπαυόμενα ἐπὶ τὸν ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξανθήσειν μέλλοντα· πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ· ἅπερ διὰ τὸ πάντας ἐκκλῖναι, καὶ ἅμα ἀχρειωθῆναι, οὐκ ἔχοντα ᾧ ἐπαναπαύσεται ἀγαπητῶς, τοῦ κατὰ τὸν Κύριον ἀνθρώπου λαβόμενα, ποιεῖ τὰ ἀλαγεγραμμένα. Ἀργεῖ γὰρ τὸ πνεῦμα τῆς γνώσεως καὶ τῆς εὐσεβείας ἐν καιροῖς, ὅτε οὐκ ἔτιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· καὶ οἰονεὶ ὄνειδός ἐστι ταῖς ἀρεταῖς τὸ μηδένα εἶναι τὸν ἀντεχόμενον αὐτῶν, ἀλλ' οἰονεὶ χηρεύειν αὐτὰς ἀπορίᾳ τῆς ὑποδεχομένης αὐτὰς ψυχῆς. Τὸ γὰρ μηδένα δυνηθῆναι ἑλεῖν τῷ οἰκείῳ κάλλει, ἀλλ' ἐναπομεῖναι τῇ ἐρημίᾳ, ὥσπερ καὶ τῶν ἀρετῶν δοκεῖ καθάπτεσθαι. Ὁ δὲ ἐν ἑαυτῷ πᾶν εἶδος ἀρετῆς κατὰ τὴν ἄκραν τελείωσιν ἐπιδεικνύναι μέλλων, ἀφαιρεῖ τὸν ὀνειδισμὸν ἀπ' αὐτῶν. Καὶ ἐπειδὴ καὶ παρὰ τοῖς ἀγνοοῦσι τὸν Θεὸν δοκοῦσιν ἐπιτηδεύεσθαι γνῶσις, καὶ σύνεσις, καὶ βουλὴ, καὶ ἰσχὺς, καὶ σοφία, καὶ εὐσέβεια, ἀξιοῦσι τὸ Χριστοῦ ὄνομα ἐπικεκλῆσθαι αὐταῖς.
134. And it has been said by some that the seven women are seven spirits, which a little later this very same prophet is about to enumerate as resting upon Him Who was to blossom forth from the root of Jesse: a spirit of wisdom and understanding, a spirit of counsel and strength, a spirit of knowledge and piety, a spirit of the fear of God; which, because all had turned aside and together become useless, not having anyone upon whom they might gladly rest, laying hold of the man who pertains to the Lord, do what is written. For the spirit of knowledge and of piety is idle in times when there is none who understands, there is none who seeks after God; and it is as though a reproach to the virtues that there is no one who cleaves to them, but that they live as it were in widowhood for lack of a soul to welcome them. For to be able to win over no one by their own beauty, and instead to remain behind in solitude, seems in a way to touch the virtues themselves. But He Who was about to display in Himself every form of virtue in supreme perfection takes away the reproach from them. And since even among those ignorant of God knowledge, and understanding, and counsel, and strength, and wisdom, and piety seem to be practised, they ask that the name of Christ be invoked upon them.
135. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Κύριος ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ κπταλειφθὲν τοῦ Ισραήλ.
135. And in that day the Lord shall shine forth in counsel with glory upon the earth, to exalt and glorify the remnant of Israel.
Notes, col. 336

On the reading

Printed κπὶ, for καὶ.

Printed συναλωγὴ, for συναγωγὴ.

Printed ἀλαγεγραμμένα, for ἀναγεγραμμένα.

Printed ἔτιν, for ἔστιν.

Printed κπταλειφθὲν, for καταλειφθὲν.

Printed Ισραήλ, for Ἰσραήλ.

PG 30:337Read from the page
Συνᾴδει ταῦτα τοῖς προαποδεδομένοις. Οὗ γὰρ ἐπελάβοντο αἱ ἑπτὰ γυναῖκες ὡς ἀνδρὸς, οὗτος ὡς Κύριος ἐπιλάμψει. Ἐπειδὴ γὰρ ἀντεποιήθησαν τοῦ τὸ ὄνομα αὐτοῦ κεκλῆσθαι ἐπ' αὐταῖς, ἀποδεχόμενος αὐτῶν τὴν προθυμίαν ὁ Θεὸς, ἐπιλάμψει αὐταῖς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς· τουτέστι, κεκριμένως καὶ βεβουλευμένως, τὸ ἐκ τῆς κρίσεως ἀγαθὸν χαριζόμενος, καὶ οὐκ ἀβουλεύτως, οὐδὲ ἐκκεχυμένως. Ἡμέρα δὲ αὕτη ἐστὶν, ἐν ᾗ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης· αὕτη ἣν αὐτὸς ποιεῖ ὁ ἥλιος τῆς δικαιοσύνης, ὁ Κύριος ἡμῶν, ὁ διδάσκων περὶ ἑαυτοῦ, ὅτι ἕως ἐστὶν ἐν τῷ κόσμῳ, φῶς ἐστι τοῦ κόσμου· διὸ καὶ παρήνει, ἐργάζεσθαι ἕως ἡμέρα ἐστί. Σημειωτέον δὲ, ὅτι κατ' ἄλλην καὶ ἄλλην ἐπίνοιαν καὶ ἡμέρα λέγεται ὁ παρὼν βίος, καὶ νὺξ ἡ τῆς κρίσεως ἡμέρα. Καὶ πάλιν, νὺξ μὲν, ἡ παροῦσα κατάστασις, ἡμέρα δὲ, ὁ προσδοκώμενος αἰών. Τὸ μὲν γὰρ, Ἐργάζεσθε ἕως ἡμέρα ἐστὶ, σαφῶς εἰς τὸν βίον τοῦτον φέρει τὰν πεφωτισμένον τῇ Χριστοῦ ἐπιγνώσει· τὸ δὲ, Ἔρχεται τὺξ, περὶ τοῦ μέλλοντος αἰῶνος εἴρηται, διὰ τὸ σκυθρωπὸν καὶ ἐπίπονον τῶν ἐν ἁμαρτίαις εὑρισκομένων τῆς προσηγορίας ταύτης ἀξιουμένου. Καθὸ καὶ ὁ προφήτης πρὸς τοὺς ἐν ἔργοις μὲν πονηροῖς ὄντας, ἐπείγοντας δὲ τὴν ἡμέραν τῆς ἀνταποδόσεως, Ἵνα τί ὑμῖν, φησὶν, ἡ ἡμέρα Κυρίου; Καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς. Ἔμπαλιν δὲ καὶ ὁ Ἀπόστολος νύκτα μὲν λέγει τὸν βίον τοῦτον, καὶ διὰ τὴν ἐν αὐτῷ σύγχυσιν, καὶ τὴν ἐκ τῆς σαρκὸς καὶ τῶν βιωτικῶν φροντίδων ἐγγινομένην τῷ νῷ, ὡς τὰ πολλὰ, ἐπισκότησιν· ἡμέραν δὲ, τὸν χρόνον τῆς ἀναστάσεως, ἐν τῷ λέγειν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Καθ' ὁποτέραν οὖν ἐὰν βουληθῇς ἐκδοχὴν, ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς. Ἐπεὶ οὖν μετὰ βουλῆς ἐπιλάμπει, ἑαυτοὺς ἀξίους ποιήσωμεν πρὸς τὸ χωρῆσαι τὸν φωτισμὸν αὐτοῦ, ὥστε τὸν κατὰ ἀναλογίαν τῆς ἐν ἑκάστῳ ἐπιτηδειότητος τὴν ἔλλαμψιν χαριζόμενον, ἐν μείζονι τῇ κατὰ τὴν ψυχὴν ἡμῶν προθυμίᾳ, μείζονα καὶ τελειότερα καὶ τὰ παρ' αὐτοῦ παρασχεῖν. Καὶ ὑψώσει τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· τουτέστιν, ἐπάνω ποιήσει τῶν ὑλικῶν, καὶ τῇ θεωρίᾳ προσάξει τῶν ἀσωμάτων τὸ κατ' ἐκλογὴν χάριτος λεῖμμα τοῦ Ἰσραήλ. Εἰ δὲ καὶ τὴν δόξαν, ἣν δοξασθήσονται οἱ ἅγιοι. κατὰ τὸ ἀρέσκον τῇ Γραφῇ ποθεῖς μαθεῖν, νόησόν μοι τὴν περὶ τὸ ἡγεμονικὸν τῶν τὰ μεγάλα καὶ θεῖα θεωρούντων ἱεροπρεπῆ κατάστασιν, ὁποία ἦν περὶ Μωϋσέα, ὅτε κατηξιώθη ἐν
These things harmonize with what has previously been set forth. For He Whom the seven women laid hold of as a husband, this One shall shine forth as Lord. Since they earnestly sought that His name be called upon them, God, welcoming their eagerness, shall shine forth upon them in counsel with glory upon the earth—that is, with judgement and deliberation bestowing the good that comes from His judgement, and not unadvisedly nor indiscriminately. Now this day in which God shall shine forth in counsel with glory is that very day which the Sun of righteousness Himself makes, our Lord, Who teaches concerning Himself that so long as He is in the world, He is the light of the world; wherefore He also exhorted men to work while it is day. Yet it must be noted that under one conception and another both the present life is called day, and the day of judgement is called night. And again, night is the present state, whereas day is the age awaited. For the saying, Work while it is day, clearly refers to this life illuminated by the knowledge of Christ; whereas the saying, Night comes, is spoken concerning the age to come, since it is deemed worthy of this appellation on account of the gloom and distress of those found in sins. Accordingly the prophet too, addressing those who are engaged in wicked works and yet hasten on the day of recompense, says: Why do you desire the day of the Lord? And it is darkness, and not light. Conversely, the Apostle also calls this life night, both because of the confusion within it and because of the darkening that for the most part comes upon the mind from the flesh and the cares of life; and he calls the time of the resurrection day, in saying: The night is advanced, and the day has drawn near. Whichever interpretation you may choose, therefore, God shall shine forth in counsel with glory upon the earth. Since, then, He shines forth with counsel, let us make ourselves worthy to receive His illumination, so that He Who bestows radiance in proportion to the fitness present in each person may, in the greater eagerness of our soul, grant greater and more perfect gifts from Himself as well. And He shall exalt the remnant of Israel; that is, He will set above material things and bring to the contemplation of incorporeal things the remnant of Israel according to the election of grace. And if you also long to learn, in accordance with what pleases Scripture, the glory wherewith the saints shall be glorified, conceive with me the sacred state surrounding the governing faculty of those who contemplate great and divine things, such as was around Moses when he was deemed worthy in
Notes, col. 337

On the reading

Printed τὰν, for τὸν.

Printed τὺξ, for νὺξ.

PG 30:340Read from the page
θεωρίᾳ τοῦ Θεοῦ γενέσθαι. Ἐπεὶ οὖν ἐοιλὰμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης, πρὸς δύο ταῦτα δύο ἐπήγαγε, τὸ ὑψωσαι, καὶ δοξάσαι· ὡς νοεῖσθαι βουλῆς μὲν ἔργον τὴν ὕψωσιν, δόξης δὲ τὸ δοξάσαι.
the contemplation of God to come to be. Since, therefore, God shall shine forth in counsel with glory, to these two things He joined two, to exalt and to glorify, so that exaltation is understood to be the work of counsel, and glorifying the work of glory.
136. Καὶ ἔσται τὸ ὑπολειφθεν ἐν Σιὼν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Τὸ κατ' ἐκλογὴν χάριτος λεῖμμα τοῦ Ἰσραὴλ ἅγιοι κληθήσονται· καὶ ἐγγραφήσονται εἴς ζωὴν ἐν Ἱερουσαλὴμ οἱ φωτισθέντες τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ, καὶ ὑψωθέντες τῇ δόξῃ αὐτοῦ. Οὗτοι ἅγιοι κληθήσονται, οὓς καὶ κατέλιπεν ἑαυτῷ ὁ Θεὸς, κατὰ μίμησιν τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ. Διὰ τί δὲ τοὺς μὲν ἐν Σιὼν, τοὺς δὲ ἐν Ἱερουσαλήμ; Ὅτι καὶ τῶν σωζομένων ἐστὶ διαφορὰ, ἑκάστου ἐν τῷ ἰδίῳ τάγματι τῆς ἀπολαύσεως τῶν παρὰ Θεοῦ ἀγαθῶν μεθέξοντος. Ἐπειδὴ δὲ ὀλίγοι οἱ σωζόμενοι, οὐ πληθυντικῶς, ἀλλ' ἑνικῶς ὁ λόγος ἐξέδωκεν. Οὐ γὰρ εἶπεν, Οἱ καταλειφθέντες, ἀλλὰ, Τὸ καταλειφθέν. Ἔοικε δὲ τὸ μὲν ὑπολειφθὲν ἐν Σιὼν, τὸ ὑποδεέστερον εἶναι τάγμα, οἰονεὶ ἐναφεθὲν ὑπὸ τῶν ἐπειγομένων εἰς τὸ ἔμπροσθεν· τὸ δὲ τελειότερον, διὰ τὴν τῶν ἔργων ἀξίαν, τῆς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ καθιδρύσεως ἠψιῶσθαι. Ὑποβάλλει δὲ ἡμῖν καὶ ἡ ἱστορία τῶν ταγμάτων τὸ διάφορον, ἐκ τοὸ τὴν μὲν Σιὼν τὴν ἀρχαίαν εἶναι πόλιν, καὶ ὑποδεεστέραν· τὴν δὲ Ἱερουσαλὴμ, τὴν βασιλεύουσαν, ἐν ᾗ τὸ ἁγίασμα. Ηάντες μέντοι οὗτοι γραφήσονται εἰς ζωὴν ἐν Ἱερουσαλήμ· καὶ μακάριος ὁ τῆς ἐν Ἱερουσαλὴμ καταγραφῆς ἀξιούμενος. Ἐν ἐκείνῃ γὰρ ἔοικεν εἶναι τῇ Ἱερουσαλὴμ ἡ βίβλος τῶν ζώντων, ἐν ᾗ γράφονται οἱ μαθηταὶ τοῦ Χριστοῦ. Χαίρετε γὰρ, φησὶν, ὅτι τὰ ὀνόματα ὑμῶν γεγραμμενα ἐστὶν ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ δὲ πρόσκειται τῷ, Οἱ γραφέντες ἐν Ἱερουσαλὴμ, τὸ, Εἰς ζωὴν, ἐπιστῆσαι ἀναγκαῖον, μήποτέ εἰσί τινες οἱ γραφόμενοι μὲν, οὐκ εἰς ζωὴν δὲ, κατὰ τὸν Ἱερεμίαν λέγοντα· Ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν· ὥστε κατὰ τοῦτο δύο τινὰς καταγραφὰς νοεῖσθαι· τῶν μὲν εἰς ζωὴν, τῶν δὲ εἰς ἀπώλειαν· καὶ εἶναι πολλάκις καὶ μεταβολὴν τῆς Γραφῆς, ὅταν καὶ ἡμεῖς εἴς κακίαν ἀπὸ ἀρετῆς μεταπέσωμεν. Τὸ γὰρ, Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν· καὶ τὸ, Ἐξάκειψον κἀμὲ ἀπὸ τῆς βίβλου σου· ὡς ἤδη τῆς ἐν τῇ βίβλῳ τοῦ Θεοῦ καταγραφῆς ἠξιωμένων λέγεται.
136. And it shall be that what is left behind in Sion, and what is left remaining in Jerusalem, holy shall all those be called who are written unto life in Jerusalem. The remnant of Israel according to the election of grace shall be called holy; and those illuminated by the manifestation of God and exalted by His glory shall be inscribed unto life in Jerusalem. These shall be called holy, whom God also left for Himself, in imitation of those who did not bow the knee to Baal. Yet why are some in Sion, and others in Jerusalem? Because among those who are saved also there is a difference, each in his own order being about to partake in the enjoyment of the good things from God. And since few are those who are saved, Scripture rendered it not in the plural, but in the singular. For it did not say, Those left remaining, but, What is left remaining. Moreover, what is left behind in Sion seems to be the inferior order, left behind as it were by those pressing forward to what lies ahead; whereas the more perfect order, on account of the worth of its works, seems to have been deemed worthy of settlement in Jerusalem itself. History too suggests to us the difference between the orders, from the fact that Sion is the ancient and inferior city, whereas Jerusalem is the royal one, in which is the sanctuary. All these, however, shall be written unto life in Jerusalem; and blessed is he who is deemed worthy of enrolment in Jerusalem. For in that Jerusalem seems to be the book of the living, in which the disciples of Christ are written. Rejoice, He says, because your names are written in the heavens. Yet since to the words, Those written in Jerusalem, there is added, Unto life, it is necessary to consider whether perhaps there are some who are written indeed, yet not unto life, according to Jeremiah when he says: Let those who have departed be written upon the earth; so that according to this two certain enrolments are understood: of some unto life, and of others unto perdition; and oftentimes there is even an alteration of the record, whenever we too fall away from virtue into wickedness. For the saying, Let them be blotted out of the book of the living, and not be written with the righteous; and the saying, Blot me also out of Thy book, are spoken of those already deemed worthy of enrolment in the book of God.
137. Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ρύπον τῶς υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὺ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως, καὶ ἐν πνεύματι καύσεως. Τρανῶς τὰ αὐτὰ τῷ Ἰωάννῃ ὁ λόγος προαγορεύει, περὶ τοῦ Κυρίου λέγοντι, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι
137. Because the Lord will wash away the filth of the sons and of the daughters of Sion, and will purge out the blood of Jerusalem from their midst, in a spirit of judgement and in a spirit of burning. Clearly the word foretells the same things as John, when he says concerning the Lord that He Himself will baptize you in the Spirit
Notes, col. 340

On the reading

Printed ἐοιλὰμψει, for ἐπιλάμψει.

Printed ὑψωσαι, for ὑψῶσαι.

Printed ὑπολειφθεν, for ὑπολειφθὲν.

Printed εἴς, for εἰς.

Printed ἠψιῶσθαι, for ἠξιῶσθαι.

Printed τοὸ, for τοῦ.

Printed Ηάντες, for Πάντες.

Printed γεγραμμενα, for γεγραμμένα.

Printed Ἐξάκειψον, for Ἐξάλειψον.

Printed ρύπον, for ῥύπον.

Printed τῶς, for τῶν.

Printed τὺ, for τὸ.

PG 30:341Read from the page
ἁγίῳ καὶ πυρί· περὶ δὲ ἑαυτοῦ, ὅτι Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· Ἐπεὶ γοῦν ἀμφότερα συνῆψεν ὁ Κύριος, τό τε Ἐξ ὕδατος εἰς μετάνοιαν, καὶ τὸ Ἐκ Πνεύματος εἰς ἀναγέννησιν, καὶ ὁ λόγος αἰνίσσεται ἀμφότερα τὰ βαπτίσματα. Μήποτε τρεῖς εἰσιν αἱ ἐπίνοιαι τοῦ βαπτίσματος, ὅ τε τοῦ ῥόπου καθαρισμὸς, καὶ ἡ διὰ τοῦ Ηνεύματος ἀναγέννησις, καὶ ἡ ἐν τῷ πυρὶ τῆς κρίσεως βάσανος, ὥστε τὸ μὲν ἔκπλύνειν πρὸς τὴν ὧδε ἀποθεσιν τῆς ἁμαρτίας λαμβάνεσθαι· τὸ δὲ πνεύματι κρίσεως, καὶ πνεύματι καύσεως, πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι διὰ τοῦ πυρὸς δοκιμασίαν. Δέονται δὲ αἱ μὲν κατ' ἄγνοιαν ἁμαρτίαι, οἰνεὶ ῥύπος τις οὖσαι, τὴν ἐπιφάνειαν τῆς ψυχῆς ἀφανίζουσαι, καὶ τῷ φυσικῷ κάλλει αὐτῆς λυμαινόμεναι, τοῦ ἐκ τῆς πλύσεως καθαρισμοῦ· αἱ δὲ πρὸς θάνατον ἁμαρτίαι τῶν ἑκουσίως ἐξαμαρτανόντων, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν, αἷμα προσαγορεύονται, δεόμεναι τῆς ἐν τῳ καύματι κρίσεως. Ἐπεὶ οὖν ὁ ἐξομολογούμενος καὶ πλυθῆναι ἀξιοῖ καὶ καθαρισθῆναι, καὶ τὴν μὲν ἀνομίαν πλύσεώς φησι δεῖσθαι, τὴν δὲ ἁμαρτίαν καθαρισμοῦ, λέγων. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Οἱ μὲν πάντη ἀνήκοοι τῶν θείων μαθημάτων, πρὶν μαθεῖν τὸν λόγον ἡμαρτηκότες, οἰονεὶ ἐῤῥυπωμένοι, τοῦ ἀπὸ τοῦ ὕδατος δέονται καθαρισμοῦ· οἱ δὲ μετὰ τὸ λαβεῖν τὴν ζωὴν ἐπιβουλεύοντες ἑαυτοῖς, αἵματι ὄντες ἔνοχοι, τοῦ ἐκ τοῦ πυρὸς δέονται καθαρισμοῦ. Ἔστι δὲ καὶ ἁπλούστερον ἐκλαβεῖν. Ὅτι τὰ μὲν ἐπιπόλαια τῶν ἁμαρτημάτων ῥύπῳ τινὶ ἔοικε· τὰ δὲ διὰ βάθους ἐκ διαθέσεως τῆς πρὸς τὸ κακὸν τῶν πλημμελούντων ἁμαρτανόμενα αἵματι παρεικάζεται. Διὸ καὶ ἐκ μέσου τῶν ἡμαρτηκότων διὰ τῆς τοῦ πνεύματος καύσεως εκκαθαρίζεσθαι τὸ αἷμα λέγεται.
Holy and in fire; and concerning himself, that I indeed baptize you in water unto repentance; Since, then, the Lord joined both together, both that from water unto repentance and that from the Spirit unto regeneration, Scripture too hints at both baptisms. Perhaps there are three conceptions of baptism: the cleansing of filth, the regeneration through the Spirit, and the testing in the fire of judgement, so that washing away is taken with reference to the putting off of sin here, whereas in a spirit of judgement and in a spirit of burning refers to the proving through fire in the age to come. Sins committed in ignorance, being as it were a certain filth that obscures the surface of the soul and mars its natural beauty, stand in need of the cleansing that comes from washing; whereas mortal sins of those who sin wilfully after receiving full knowledge are termed blood, standing in need of the judgement in burning. Since, therefore, he who confesses asks both to be washed and to be cleansed, and says that iniquity needs washing while sin needs cleansing, saying: Wash me yet more from my iniquity, and cleanse me from my sin. Those altogether unacquainted with the divine teachings, having sinned before learning the word, being as it were soiled, need the cleansing from water; whereas those who plot against themselves after receiving life, being guilty of blood, need the cleansing from fire. Yet one may also take it more simply: that superficial offences resemble a kind of filth, whereas sins committed deeply out of the disposition towards evil of those who transgress are likened to blood. Wherefore also the blood is said to be purged out from the midst of those who have sinned through the burning of the spirit.
138. Καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν, καὶ πάντα τὰ περὶ κύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ, καὶ ὡς φωτὸς καιομένου νυκτὸς, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ, καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Μετὰ την ὑπὸ τοῦ λουτροῦ κάθαρσιν, καὶ τὴν ἐκ μετανοίας ἀποκάθαρσιν, ἥξει, φησὶ, καιρὸς, ὅτε πᾶς τόπος οἰκειωθήσεται τῷ ὄρει Σιών· τουτέστιν, ὑψηλὸς, καὶ τῶν οὐρανίων εἶναι σκοπευτικὸς καταξιωθήσεται. Μετὰ τὸ ἐπιλαβέσθαι ἀνδρὸς τὰς ἑπτὰ γυναῖκας, καὶ ἐπιλάμψαι Κύριον μετὰ δόξης ἐν βουλῇ, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ
138. And He shall come, and every place of Mount Sion shall be, and all the parts round about her a cloud shall overshadow by day, and as of smoke, and as of a burning light by night, with all glory shall it be sheltered. And it shall be for a shade from the heat, and in shelter and in a hidden place from harshness and rain. After the cleansing by the laver and the thorough purging out of repentance, a time will come, he says, when every place will be made akin to Mount Sion—that is, will be deemed worthy to be lofty and contemplative of heavenly things. After the seven women have taken hold of one man, and the Lord has shone forth with glory in counsel to exalt and glorify the remnant of
Notes, col. 341

On the reading

Printed ῥόπου, for ῥύπου.

Printed Ηνεύματος, for Πνεύματος.

Printed ἔκπλύνειν, for ἐκπλύνειν.

Printed ἀποθεσιν, for ἀπόθεσιν.

Printed οἰνεὶ, for οἰονεὶ.

Printed τῳ, for τῷ.

Printed εκκαθαρίζεσθαι, for ἐκκαθαρίζεσθαι.

Printed την, for τὴν.

PG 30:344Read from the page
Ἰσραήλ· ὅτε καὶ ἅγιοι ἐκλήθησαν, διὰ τὸ ἐκπλυθῆναι τὸν ῥύπεν τῶν θυγατέρων Σιὼν, καὶ ἐκκαθαρισθῆναι τὸ αἷμα αὐτῶν ἐκ μέσου, τότε σκιάσει τὰ περὶ κύκλῳ τῆς Ἱερουσαλὴμ νεφέλη ἡμέρας, ὥστε παρασχεῖν σκιὰν ἀπὸ καύματος, καὶ σκέπην ἀπὸ σκληρότητος καὶ ὑετοῦ· τὴν δὲ νύκτα ὑπὸ φωτὸς κατέχεσθαι καιομένου, καὶ εἶναι τὴν δόξαν οἰονεὶ καπνόν τινα τὰ πάντα ἐπιλαμβάνουσαν. Αογιζόμεθα δὲ ταῦτα ἐπαγγέλλεσθαι τοῖς ἀξίοις τῆς ἀναπαύσεως. Διότι πολλῶν μονῶν οὐσῶν ἐν τῇ οἰκίᾳ τοῦ Ηατρὸς, καὶ διαφόρου κληροδοσίας ἀποκειμένης ἐν τῇ γῇ τῆς κληρονομίας, ἣν κληρονομήσουσιν οἱ πραεῖς, εῆλον, ὅτι τινὲς μὲν ἐν τῇ φαιδρότησι τῆς τοῦ Θεοῦ ἐπιφανείας, τινὲς δὲ ὑπὸ τὴν σκέπην τῶν οὐρανίων δυνάμεων ἀναπαύσονται, καὶ ἄλλοι ἐν τῇ δόξῃ τῇ ἀπὸ τοῦ φωτὸς ὡς ἀπὸ καπνοῦ καλυφθήσονται. Τάχα δὲ αὐτῇ μὲν τῇ Σιὼν ἐπιλάμψει τὸ φῶς· τὰ δὲ περὶ κύκλῳ αὐτῆς ἐπιλάμψει νεφέλη ἡμέρας. ἥτις οὐκ ἄλλοθεν ἔχει τὴν γένεσιν, ἢ ἀπ' αὐτοῦ τοῦ φωτός· ὥσπερ καπνὸς ἀπὸ πυρὸς, οὕτως αὕτη ἄπὸ τοῦ φωτὸς τὴν σύστασιν ἔχουσα, ὑφ' ἣν οἱ διαιτώμενοι μεγάλης τῆς δόξης ἀπολαύσουσιν, ὡς ὑπ αὐτῆς τῆς νεφέλης καταλαμπόμενοι, ἐν καύματι μὲν ὑπερηπλωμένης τῶν κεφαλῶν αὐτῶν, καὶ ἡδεῖαν ἐκ τοῦ ἐπισκιασμοῦ παρεχομένης ἀναπνοήν· ὄμβρων δὲ σκληρῶν καταῤῥηγνυμένων, τὴν τῶν στεγανῶν σκεπασμάτων χρείαν ἀναπληρούσης, καὶ τοὺς διαλαθεῖν δεομένους ἱκανῶς περισκεπούσης, καὶ τῇ πυκνότητι τῇ παρ' ἑαυτῆς διειργούσης τὰς ὄψεις. Ὁποία τις ἦν κατὰ τὴν μεταμόρφωσιν τοῦ Κυρίου ἡ φωτεινὴ νεφέλη τοὺς μαθητὰς περιστείλασα. Ἐπειδὴ δὲ ἡ στάσις καὶ οἷον ἡ σύμπηξις τῆς νεφέλης νηνεμίας ἐστὶ σημεῖον, τὸ ἀτάραχον τῆς τότε καταστάσεως διὰ τῆς κατὰ τὴν νεφέλην σκέπης ἐνδείκνυται. Ἔτι ὑπὲρ τοῦ τρανότερον ἰδεῖν, τί ἐστι τὸ, Ἐν ἀποκρύφῳ σκέπης γενέσθαι, τοιούτῳ τινὶ παραδείγματι προσαγόμεθα. Ἔστω τις ζητούμενας μὲν ὑπὸ τῶν πολεμίων, ὑπὸ δὲ τῶν οἰκείων ἔν τινι οἰκίσκῳ δυσευρέτῳ φρουρούμενος. Τοιοῦτον οὖν τι νοητέον γίνεσθαι περὶ τὸν ἅγιον, ὑπὸ τῆς θείας ἐκείνης νεφέλης σκεπαζούσης αὐτὸν πρὸς τὸ μὴ εὐεπιχείρητον εἶναι τοῖς πολεμίοις. Τοσαῦτα, εἰς τὸ σαφέστερον νοηθῆναι τοῖς κύκλῳ Σιὼν τὴν γινομένην βοήθοιαν, εἴς τὸ ἡμέρας μὲν σκιάζειν αὐτοὺς τὴν νεφέλην, ἵνα ῥυσθῶσιν ἀπὸ καύματος· νυκτὸς δὲ, φῶς πυρὸς αὐτοῖς καίεσθαι, φωτίζον αὐτούς· ἀμφοτέροις δὲ τοῖς καιροῖς τὴν ἀπὸ τῶν ἐπιβουλευόντων ἀσφάλειαν ὑπάρχειν αὐτοῖς.
Israel—when they also were called holy, because the filth of the daughters of Sion had been washed away and their blood purged out from the midst—then a cloud by day will overshadow the parts round about Jerusalem, so as to afford shade from heat, and shelter from harshness and rain; while the night will be held by a burning light, and the glory will be as it were a certain smoke encompassing all things. Now we reckon that these things are promised to those worthy of rest. Because, since there are many mansions in the house of the Father, and a diverse allotment of inheritance is laid up in the land of inheritance which the meek shall inherit, it is clear that some will rest in the brightness of the manifestation of God, others under the shelter of the heavenly powers, and still others will be covered in the glory coming from the light as though from smoke. And perhaps upon Sion herself the light will shine forth, while upon the parts round about her a cloud will shine forth by day, which has its origin from nowhere else than from the light itself; just as smoke comes from fire, so this cloud holds its substance from the light, beneath which those who dwell will enjoy great glory, being illumined by the cloud itself, which in heat is spread out above their heads and affords a pleasant breathing from its overshadowing, while when harsh rains burst forth it fulfils the need of watertight coverings, sufficiently sheltering those who need to lie hidden and by its own density shutting out onlookers' gaze. Of such a kind at the transfiguration of the Lord was the bright cloud that enveloped the disciples. And since the standing still and, so to speak, condensing of a cloud is a sign of calm weather, the untroubled character of the state at that time is indicated through the shelter of the cloud. Further, in order to see more clearly what it means to come to be in a hidden place of shelter, we are led on by some such example as this. Suppose someone is being sought by enemies, yet is guarded by his own household in some hard-to-find chamber. Something of this sort, then, must be understood to take place around the saint, with that divine cloud sheltering him so that he may not be easy for enemies to attack. So much, in order that the help coming to those round about Sion may be more clearly understood: to the end that by day the cloud overshadows them, that they may be delivered from heat; while by night a light of fire burns for them, illuminating them; and in both seasons safety from those who plot against them belongs to them.
Notes, col. 344

On the reading

Printed ῥύπεν, for ῥύπον.

Printed Αογιζόμεθα, for Λογιζόμεθα.

Printed Ηατρὸς, for Πατρὸς.

Printed εῆλον, for δῆλον.

Printed φαιδρότησι, for φαιδρότητι.

Printed ἄπὸ, for ἀπὸ.

Printed ὑπ, for ὑπ'.

Printed ζητούμενας, for ζητούμενος.

Printed βοήθοιαν, for βοήθειαν.

Printed εἴς, for εἰς.