Migne Reading Room

PG 30 · cols. 309–320 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:309Read from the page
νοις εἶναι παθήμασιν ἀλλὰ πᾶς οὖν ὁ καθόλου λαὸς, τῷ ἄθροισμα εἶναι ἀνθρώπων ἐκ διαφόρων ἐπιτηδευμάτων καὶ ἡλικιῶν καὶ βίων συνειλεγμένος, ὑφ' ἕνα πίπτειν μακαρισμὸν ὁμοτίμως οὐ δύναται. Ἄλλαι γὰρ ἄλλως ἴδιαι ἕκαστον συμφοραὶ κατατρύχουσι· τὸν μὲν τὰ τοῦ γήρως ἐπίπονα· τὸν δὲ τὰ τῆς δουλείας κακά· ἄλλον πενία· ἑτέρους οἰκείων ἀποβολή· ἄλλους νόσοι. Πῶς οὖν οὐκ ἀπατηλός ἐστιν ὁ μακαρισμὸς ὁ λαῷ πατὶ προσαγόμενος; Ὁ μέντοι Κύριος, εἰ καὶ πλῆθος ἐμφαίνει διὰ τοῦ μακαρισμοῦ· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· καὶ, Μακάριοι οἱ πεινῶντες· καὶ, Μακάριοι οἱ κλαίοντες· ἀλλὰ τῷ πρὸς παρόντας ἀποτείνεσθαι δείκνυσι τὸ εὐαρίθμητον τῶν μακαριζομένων. Δῆλον γὰρ, ὅτι περὶ τῶν μαθητῶν ἐποιεῖτο τὸν λόγον, τῶν δεδιδαγμένων τὴν ἐπαινετὴν ταπεινοφροσύνην, καὶ κάτὰ τὴν πρὸς αὐτὸν ἐξομοίωσιν, τὸν δι' ἡμᾶς πτωχεύσαντα, τὴν ἐν τῷ φρονήματι πτωχείαν ἀνειληφότων. Διὰ τοῦτο φησιν, ὅτι Ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ τὸ, Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι αὐτοὶ χορτασθήσονται. Εἴ δὲ στενὴ ἡ ὁδὸς, καὶ ὀλίγοι οἱ εὑρίσκοντες αὐτὴν, ποῦ δυνατὸν πολλοὺς εἶναι τοὺς μακαριζομένονς; Ὥστε πάντως ὁ λαὸν ὅλον μακαρίζων, πλανᾷ καὶ ταράσσει αὐτὸν, μὴ ἐῶν ὁδεύειν εἰρηνικῶς. Ἔστι δὲ ῥᾴδιον ἁλῶναι τῷ πάθει τῶν ἐπαίνων τοὺς μὴ προσέχοντας, ὑπὸ φιλαυτίας ἑκάστου ῥᾳδίως ταῖς ἐκ τῶν κολακειῶν ἀπάταις ὑπαγομένου· ἀνδρὸς δὲ ὠφελημένου, μήτε ταῖς κακηγορίαις τινῶν ὑποπίπτοντα ταπεινοῦσθαι, μηδὲ συστέλλεσθαι παρὰ τοῦτο, μήτε ὑπὸ ἐπαίνων ἀγνοίᾳ τῶν καθ' ἑαυτὸν ἐξοιδαίνειν ῥᾳδίως καὶ φυσιοῦσθαι. Ἐπεὶ δὲ τρίβος ἐστὶν ἡ προτετριμμένη καὶ διωδευμένη ὑπὸ τῶν προλαβόντων ὁδὸς, ὁ μὴ ἐῶν εἰς αἴσθησιν ἐλθεῖν λυπηρὰν τοὺς ἀπολειπομένους τοῦ ζήλου τῶν προαγόντπν, ἀλλ' ὡς κατορθοῦντας μακαρίζων τοὺς ἁμαρτάνοντας, τὴν τρίβον τῶν ποδῶν αὐτῶν συνταράσσει.
sufferings to be, nay, all the people universally then, inasmuch as it is an assemblage of men gathered together out of diverse pursuits and ages and ways of life, cannot fall with equal honour under a single beatitude. For different private calamities in different ways wear each man down: one, the painful ills of old age; another, the evils of slavery; another, poverty; others, loss of kinsfolk; others, diseases. How then is not the beatitude deceptive that is applied to an entire people? The Lord, however, even if He indicates a multitude through the beatitude, Blessed are the poor in spirit; and, Blessed are those who hunger; and, Blessed are those who weep; yet by addressing Himself to those present He shows that those called blessed are easily numbered. For it is plain that He was making His discourse concerning the disciples, who had been taught praiseworthy lowliness of mind, and in assimilation to Him Who became poor for our sakes, had taken up poverty in spirit. On this account He says, Yours is the kingdom of the heavens; and the saying, Blessed are those who hunger now, because they themselves shall be filled. And if narrow is the way, and few are those who find it, how is it possible that those called blessed should be many? So that altogether he who calls a whole people blessed leads it astray and disturbs it, not suffering it to journey peacefully. And it is easy for those who do not pay heed to be caught by the passion for praises, each man through self-love being easily led away by the deceits that come from flatteries; whereas it belongs to a man who has profited neither to be cast down in succumbing to the railings of some, nor to shrink back on that account, nor through praises, in ignorance of his own state, easily to swell up and be puffed up. And since a beaten path is the road worn beforehand and travelled through by predecessors, he who does not suffer those falling short of the zeal of those who went before to come to a sorrowful sense of it, but calls sinners blessed as though succeeding rightly, throws the path of their feet into confusion.
119. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ. Πάντα κρίσει θείᾳ καὶ συνέσει κατὰ τὴν δυσδιήγητον σοφίαν ἐπιμερίζεται ἑκάστῳ πρὸς τὴν ἀξίαν· τά τε νῦν ἐπαγόμενα, τά τε κατὰ τὸν μέλλοντα αἰῶνα. Ἐπεὶ οὖν τοιαῦτα, φησὶν, ἠνόμησεν ὁ λαὸς, τοιαῦτα δὲ αὐτῷ ἐπήγαγεν ὁ Κύριος. Διὰ τὸ οἱονεὶ ἀποδειχθῆναι ὀφείλειν τὰ περὶ τῆς δικαιοσύνης τοῦ
119. Yet now the Lord shall stand forth for judgement, and shall set His people for judgement. All things by divine judgement and understanding according to unutterable wisdom are apportioned to each according to desert: both the things brought on now, and the things in the age to come. Since therefore, says he, the people committed such lawlessness, the Lord also brought such things upon them. Because the things concerning the righteousness of
Notes, col. 309

On the reading

Printed πατὶ, for παντὶ.

Printed κάτὰ, for κατὰ.

Printed τοῦτο φησιν, for τοῦτό φησιν.

Printed Εἴ, for Εἰ.

Printed μακαριζομένονς, for μακαριζομένους.

Printed προαγόντπν, for προαγόντων.

PG 30:312Read from the page
Θεοῦ, ὅτι οὐχ ὑπερέβη τὸ μέτρον τῶν ἀδικημάτων ἐν τῷ πλήθει τῆς τιμωρίας, εἴρηται τὸ, Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος· ἵνα τὸ νῦν τοῦτο τῷ μέλλοντι αἰῶνι ἀντιδιαστέλληται. Ἢ μήποτε τὸ, νῦν, ἐφ' ἡμῶν μὲν τὸ ἀκαριαῖον καὶ τὸ ἀδιαίρετον τοῦ χρόνου σημαίνει· ἐπὶ δὲ Θεοῦ πάντα κατὰ τὴν τοῦ, νῦν, αἴσθησιν παράκειται. Οὐδὲν γὰρ αὐτῷ παρῆλθεν, οὐδὲ μέλλει, ἀλλὰ πάντα ἐνέστηκε, καὶ τὰ πόῤῥωθεν ἡμῖν προσδοκώμενα, ὡς ἤδη παρόντα ὑπὸ τοῦ θείου ὀφθαλμοῦ καθορᾶται, ὥστε ἐπὶ Θεοῦ τὸ, νῦν, καὶ τὸν μέλλοντα αἰῶνα, συμπαραλαμβάνειν. Ἐπεὶ οὖν οὐ μακράν ἐστιν ὡς πρὸς τὸν Θεὸν, ὁ ὡρισμένος τῆς κρίσεως καιρὸς, ἐπὶ τὴν καθολικὴν κρίσιν ἀναφέρεσθαι τὸ νῦν ἐξειλήφαμεν. Καταστήσεται δὲ εἰς κρίσιν, ἐξαπλῶν τοὺς λόγους τῆς δικαιοσύνης αὐτοῦ, καθ' οὓς ἐπὶ τοῖς αὐτοῖς ἔργοις δικαίαν ποιεῖται τῶν τοιῶνδε κολάσεων τὴν ἀνταπόδοσιν, ὥστε καὶ τοὺς καταδικαζομένους συντίθεσθαι τὴν κατ' αὐτῶν ἀποφανθεῖσαν κρίσιν ὡς δικαιοτάτην.
of God, that He did not exceed the measure of their offences in the multitude of the punishment, there is said: But now the Lord will stand forth for judgement; so that this now may be contrasted with the age to come. Or perhaps with us the word now signifies the instantaneous and indivisible point of time; whereas with God all things lie present according to the perception of the now. For nothing has passed away for Him, nor is still to come, but all things stand present, and even the things awaited by us from afar off are beheld by the divine eye as already present, so that with God the word now comprehends also the age to come. Since therefore the appointed season of judgement is not far off in relation to God, we have understood the word now to refer to the universal judgement. And He will stand forth for judgement, unfolding the principles of His righteousness, according to which for those very deeds He makes a righteous requital of punishments of such a kind, so that even those who are condemned assent to the sentence pronounced against them as most righteous.
120. Καὶ στήσει εἰς κρίσιν τὸν λαὸν τὸν Ἰσραηλιτικὸν (Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται), τοὺς δὲ λοιποὺς λαοὺς οὐκέτι· διότι Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ, Οἱ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, ἀλλ' ἐν κατακρίσει. Παντὶ δὲ νομοθέτῃ πρὸς τοὺς κατὰ τὸν ὑπ' αὐτοῦ γεγραμμένον νόμον κρινομένους κρίσις ἐστὶν ἐν τῇ παρεξετάσει τῆς τε πράξεως καὶ τοῦ βουλήματος τοῦ νομοθέτου. Διὸ καὶ ὁ Κύριος. Ὁ λόγος, φησὶν, ὃν ἐλάλησα, αὐτὸς ὑμᾶς κρινεῖ· ὅτι οἱ λογισμοὶ ἀλλήλοις ἀντικαθίστανται· ὅ τε παρὰ τοῦ Κυρίου ὑποβληθεὶς, καὶ ὁ πρὸς τὴν ἁμαρτίαν ἐκκαλεσάμενος. Κατὰ γὰρ τὸν Ὡσηὲ, κυκλώσει ἕκαστον τὰ διαβούλια αὐτοῦ. Ὠψόμεθα γὰρ ἅμα πάντα οἱονεὶ παρεστῶτα ἡμῖν τὰ ἔργα διὰ τῆς μνήμης, καὶ φαινόμενα ἀντιπρόσωπα τῇ διανοίᾳ ἡμῶν μετὰ τῶν ἰδίων τύπων, ὡς ἕκαστον πέπρακται, ἢ ὡς λελάληται. Ἐπειδὰν γὰρ ἐπιδείξῃ τὰ καθ' ἑαυτὸν πάντα ἀνελλιπῶς πεποιηκότα περὶ τὴν ὧν εἴληφεν ἐθνῶν ἐπιμέλειαν ὁ Κύριος, νικᾷν λέγεται ἐν τῷ κρίνεσθαι πρὸς ἡμᾶς. Οὐ μὴν χρόνους γε προσήκει νομίζειν καταναλωθήσεσθαι εἰς τὸ ἕκαστον ἰδεῖν ἑαυτὸν μετὰ τῶν ἑαυτοῦ πράξεων, καὶ τὸν κριτὴν καὶ τὰ ἀκόλουθα τῷ θείῳ δικαστηρίῳ ἀφάτῳ δυνάμει ἐν ῥοπῇ καιροῦ φαντασιουμένου τοῦ νοῦ, καὶ πάντα ἀναζωγραφοῦντος ἑπυτῷ, καὶ οἱονεὶ ἐν κατόπτρῳ τῷ ἡγεμονικῷ ἐνορῶντὲς τοὺς τύπους τῶν πεπραγμένων.
120. And He will set His Israelite people for judgement (For as many as have sinned in the law shall be judged through the law), yet no longer the remaining peoples; because As many as have sinned without law shall also perish without law; and, The ungodly shall not rise up in judgement, but in condemnation. Now for every lawgiver towards those who are judged according to the law written by him, judgement consists in the examination side by side of both the action and the intention of the lawgiver. Wherefore the Lord also says: The word that I spoke, that very word shall judge you; because the thoughts stand opposed to one another, both that suggested by the Lord and that which provoked unto sin. For according to Hosea, his own counsels shall encompass each man. For we shall behold all our deeds at once as though standing beside us through memory, and appearing face to face before our mind with their own forms, according as each thing has been done, or as it has been spoken. For whenever the Lord displays Himself as having done without defect all things on His part concerning the care of the nations which He has taken, He is said to prevail when He is judged before us. Yet one must surely not suppose that long periods of time will be spent in order for each man to see himself together with his own deeds, and the Judge and the things attendant upon the divine tribunal, since by an ineffable power in a moment of time the mind forms the representation and depicts all things anew unto itself, and as though in the ruling faculty as in a mirror they behold therein the impressions of the things that have been done.
Notes, col. 312

On the reading

Printed Ὠψόμεθα, for Ὀψόμεθα.

Printed ἑπυτῷ, for ἑαυτῷ.

Printed ἐνορῶντὲς, for ἐνορῶντες.

PG 30:313Read from the page
121. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Πῶς καὶ σφοδροτέραν τὴν συγκίνησιν ὁ λόγος ἐμφαίνει ἐν τῷ, Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει; Ἐπὶ μὲν γὰρ τοῦ λαοῦ εἴρηται τὸ, Καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· ἐπὶ δὲ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχόντων τὸ, Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει. Πρῶτον μὲν, ἵνα διδαχθῶμεν, ὅτι ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι κριθησόμεθα, ὁ λαὸς, οἱ πρεσβύτεροι, οἱ ἄρχοντες. Ὁ μὲν γὰρ ἐλάχιστος, συγγνωστός ἐστίν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Δῆλον δὲ, ὅτι εἰς κρίσιν ἐρχόμενος, οὐκ ἐπὶ τῷ κρῖναι, ἀλλ' ἐπὶ τῷ διακρῖναι ἥξει. Οὐ γὰρ τοῦ κρίνοντός ἐστι μετὰ τῶν κρινομένων ἔρχεσθαι πρὸς τὴν κρίσιν, ἀλλὰ τῶν κρινομένων μετ' ἀλλήλων ἀπαντᾷν πρὸς τὸν κρίνοντα. Ἐλθὼν δὲ εἶς κρίσιν μετ' αὐτῶν, εὐθὺς καὶ ἐγκαλέσει ἐλεγκτικῶς, λέγων· Ὑμεῖς δέ τί ἐνεπυρίσατέ μου τὸν ἀμπελῶνα καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου; Βουλευσώμεθα, οἱ πρεσβύτεροι καὶ οἱ ἄρχοντες τοῦ λαοῦ, τί ἀποκρινώμεθα τῷ ἐγκαλοῦντι· μᾶλλον δὲ εὐξώμεθα, μὴ ἐφευρεθῆναι τὰ ἄξια τοῦ ἐγκαλεῖσθαι τὰ τοιαῦτα. Δῆλον γὰρ, ὅτι πρὸς ἡμᾶς ὁ λόγος· τοὺς μὲν ἐν πρεσβυτερίῳ, τοὺς δὲ ἐν μείζονι τιμῇ τοῦ λαοῦ προεστῶτας. Ἐπίστευσα ὑμῖν ἄμπελον εὐθηνοῦσαν, πᾶσαν ἀληθινὴν, εἰς τὸ ποιεῖν αὐτὴν τοὺς δέοντας καρποὸς διὰ τῆς ἐπιμελείας ὑμῶν· ὑμεῖς δὲ οὐ μόνον ἀπεχερσώσατε αὐτὴν, ἀλλὰ καὶ προσενεπρήσατε. Τοῦτο δὲ γίνεται, ὅταν πρὸς τῷ μὴ διδάσκειν τὰ δέοντα, ἔτι καὶ τὸν ἐκ τῆς δυσσεβείας εμπρεσμὸν, οἷόν τινα φλόγα ἕρπουσαν πανταχοῦ, καὶ ἀεὶ τὰ συνεχῆ ἐπιλαμβανομένην, καὶ εἰς τὸν ἀμπελῶνα παραδεξώμεθα. Οἱ τὰ τέως θάλλοντα καὶ εὐθηνοῦντα τὰ κλήματα ξηρὰ καὶ ἀπρεπῆ καὶ ἄκαρπα ἐπιδεικνύοντες, καὶ οἱ τὰ ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐγγινόμενα πάθη μὴ σβεννύντες, ἀλλὰ τῇ ἐκλύσει τοῦ βίου τοῦ καθ' ἑαυτοὺς πολλὰ γίνεσθαι συγχωροῦντες, ἐμπυρίζουσι τὸν ἀμπελῶνα. Ἀλλὰ καὶ ὁ διὰ τῆς ἡδείας πλεονεξίας πολλοὺς εἰς τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν προκαλούμενος, ἐμπυρίζει τὸν ἀμπελῶνα. Ἐπισυνάπτει γοῦν τὸ, Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Ὥστε καὶ οἱ ἄδικον κτῆσιν ἀπὸ ἁρπαγῆς καὶ βίας συλλέγοντες, αἰτίαν τοῦ ἐμπρησμοῦ τῷ ἀμπελῶνι παρέχουσιν. ἐκ τοῦ πονηροῦ ὑποδείγματος τοῦ κατὰ τοὺς προεστῶτας καὶ τοῦ λαοῦ παντὸς εἰς τὴν κατ' ἀλλήλων πλεονεξίαν παι-
121. The Lord Himself will come into judgement with the elders of the people, and with their rulers. How does the word indicate a yet more vehement commotion in the saying, The Lord Himself will come into judgement? For concerning the people it has been said, The Lord will stand forth for judgement, and will set His people for judgement; whereas concerning the elders and the rulers, The Lord Himself will come into judgement. First indeed, that we may be taught that we shall each be judged in our own rank, the people, the elders, the rulers. For the least man is pardonable in mercy, whereas the mighty shall be mightily searched out. And it is plain that in coming into judgement, He will come not in order to be judged, but in order to discern in judgement. For it belongs not to Him Who judges to come to the judgement together with those who are judged, but to those who are judged to come together with one another before Him Who judges. And having come into judgement with them, straightway He will also bring accusation in a convicting manner, saying: Why have you set fire to My vineyard, and why is the spoil of the poor man in your houses? Why do you wrong My people? Let us take counsel, we who are the elders and the rulers of the people, what we shall answer to Him Who brings accusation; or rather let us pray that things worthy of our being accused of such charges may not be found in us. For it is plain that this word is addressed to us: both those in the presbyterate and those who preside over the people in a greater honour. I entrusted to you a flourishing vine, wholly genuine, that it might bring forth the due fruits through your care; yet you have not only reduced it to waste land, but have even burned it down besides. And this comes to pass whenever, in addition to not teaching the things that are needful, we also admit into the vineyard the conflagration arising from ungodliness, like some flame creeping everywhere and ever laying hold of what adjoins it. Those who render the branches that hitherto were blooming and flourishing dry and unseemly and fruitless, and those who do not quench the passions engendered by the fiery darts of the devil, but by the laxity of their own personal life suffer many evils to arise, set fire to the vineyard. Moreover, he too who through sweet covetousness provokes many to the desire of what belongs to others sets fire to the vineyard. Accordingly it subjoins: And the spoil of the poor man is in your houses. Wherefore those also who gather unjust possessions from robbery and violence furnish cause for the burning to the vineyard, since from the wicked example seen among those who preside even the whole people unto mutual covetousness against one another is being tr-
Notes, col. 313

On the reading

Printed ἐστίν, for ἐστὶν.

Printed εἶς, for εἰς.

Printed δέ τί, for δὲ τί.

Printed καρποὸς, for καρποὺς.

Printed εμπρεσμὸν, for ἐμπρησμὸν.

PG 30:316Read from the page
δοτριβουμένου. Πρεσβύτεροι οὖν καὶ ἄρχοντες, οἱ μὴ διὰ τῆς ὑγιαινούσης διδασκαλίας καὶ τῶν κατὰ τὸν ἴδιον βίον ἀγαθῶν ὑποδειγμάτων τὸν ἀμπελῶνα γεωργοῦντες, ταῦτα ἐγκληθησόμεθα· εὐλόγως δὲ καὶ ἀκουσόμεθα τὸ, Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν, ἐὰν τὰ εἰς λόγον τῆς ἀναπαύσεως τῶν πενήτων διδόμενα, ἐν τοῖς οἴκοις ἔχωμεν, ἀποστεροῦντες τοὺς ἐνδεεῖς.
ained. As presbyters, therefore, and rulers who do not cultivate the vineyard through sound teaching and good examples in our own life, we shall be accused of these things; and with good reason we shall also hear the words, And the spoil of the poor man is in your houses, if the things given on account of the relief of the needy we keep in our houses, defrauding those in want.
122. Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; Ἔθος τοῖς ἀδικοῦσι καὶ ἀποστεροῦσιν, ἐπειδὰν ἐγκαλῶνται παρὰ τῶν ἠδικημένων, ὕβρεσι καὶ λοιδορίαις καταισχύνειν αὐτοὺς ἐξευτελίζοντες, καὶ πληγὰς ἀπειλοῦντες, καὶ ὡς φιλοπράγμονας διαβάλλοντες. Οὐ μόνον οὖν φησιν, Ἀδικεῖτε τὸν πένητα, εὐδιάρπαστον ὄντα, καὶ εὐεπιβούλευτον, διὰ τὴν ἐρημίαν· ἀλλὰ καὶ, Καταισχύνετε τὰ πρόσωπα τῶν πτωχῶν. Τὴν ὑμῖν προσήκουσαν ἐκ τῆς ἀδικίας αισχύνην, ταύτην ἐκ τῆς τυραννίδος ὑμῶν τοίς πτωχοῖς περιτρέπετε, μάρτυρας ἀναπείθοντες, συνηγόρους μισθούμενοι, τοὺς δικάζοντας παραπείθοντες, ἕως ἂν πρὸς τῇ λοιπῇ ἀδικίᾳ καὶ τὴν ἐκ τῆς συκοφαντίας αἰσχύνην τοῖς πένησι περιστήσητε. Γίνεται δὲ καὶ ἄλλως ἡμέτερον τὸ ἔγκλημα, ὅταν ἐν τοῖς ὁμοίοις πταίσμασι τῶν μὲν πενήτων σφοδρῶς καθαπτώμεθα, δημοσιεύοντες μὲν αὐτῶν τὰ πταίσματα, καὶ μηδενὸς ὀνείδους φειδόμενοι, ἐνεπιδεικνύμενοι δὲ τὸν τοῦ Θεοῦ ζῆλον τοῖς πένησι, καὶ ἐκ τούτου τὰ πρόσωπα αὐτῶν καταισχύνοντες. Ἐπεὶ δέ εἰσί τινες πτωχοὶ μακαριζόμενοι, οἱ διὰ τὴν θεοσέβειαν πάντων καταφρονήσαντες, καὶ ἐπ' ἐλπίδι τοῦ κατὰ Θεὸν πλούτου, τῆς κοσμικῆς περιουσίας ὑπεριδόντες, οἱ κακῶς προεστῶτες τοῦ λαοῦ, ἀντὶ τοῦ μακαρίζειν τοὺς οὕτω πτωχεύοντας, διαβάλλοντες, καὶ ἐξουθενοῦντες, καὶ τὴν ἐπαινετὴν αὐτῶν ταπεινοφροσύνην ἐξευτελίζοντες, εἰκότως ἐγκαλοῦνται· μάλιστα ἐὰν πρεσβύτεροι ὦσιν ἢ ἄρχοντες, ὡς τὰ πρόσωπα τῶν ἁγίων πτωχῶν καταισχύνοντες. Ὁποῖος ἦν πτωχὸς Ἰωάννης, μὴ οἶκον ἔχων, μὴ οἰκέτην, μὴ βοῦν ἀροτῆρα, μὴ γήδιον, μὴ κλίνην, μὴ τράπεζαν, μὴ ἄρτον. Ὁποῖος Ἠλίας. Ὁποῖος τῶν ἁγίων ἕκαστος, οἳ Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι.
122. Why do you wrong My people, and put the face of the poor to shame? It is customary for those who commit wrong and defraud, whenever they are called to account by those who have been wronged, to put them to shame with insults and revilings, demeaning them, and threatening blows, and slandering them as quarrelsome meddlers. Therefore He not only says, You wrong the needy man, who is easy to plunder and easy to plot against because of his defencelessness; but also, You put the faces of the poor to shame. That shame which properly belongs to you from your injustice, this out of your tyranny you turn back upon the poor, suborning witnesses, hiring advocates, corrupting those who sit in judgement, until in addition to the rest of your injustice you bring round upon the needy the shame arising from false accusation as well. Moreover, the charge becomes ours in another way also, whenever in like faults we assail the needy vehemently, making public their faults and sparing no reproach, making a display of zeal for God upon the needy, and thereby putting their faces to shame. Furthermore, since there are certain poor men who are pronounced blessed, who on account of godliness have despised all things and in hope of the riches that are according to God have disdained worldly substance, those who preside wickedly over the people, when instead of calling blessed those who thus embrace poverty they slander them, and set them at naught, and demean their praiseworthy humility of mind, are with good reason accused; above all if they be presbyters or rulers, inasmuch as they put the faces of the holy poor to shame. Such a poor man was John, having no house, no domestic servant, no ploughing ox, no plot of land, no couch, no table, no bread. Such was Elijah. Such was each of the saints, who went about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated.
123. Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, καὶ ἐν νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι· καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών. Εἰ καὶ μείζονά τινα προηγουμένως ἐμφαίνει ὁ λόγος, ἀλλ' ὅμως ἔχει τι καὶ αὐτόθεν τοῖς πλήθεσι χρήσιμον καὶ ἐπιστρεπτικὸν τὰ λεγόμενα. Συστέλλει γὰρ ἀκολάστων γυναικῶν τὴν ζωὴν, καὶ σχήματι, καὶ βλέμματι, καὶ βαδίσματι, καὶ στολῇ τὴν πρὸς πορνείαν εὐκολίαν ἐπι-
123. Thus says the Lord: Because the daughters of Sion have been lifted up, and have walked with an outstretched neck and with winkings of the eyes, and in the gait of their feet dragging their tunics along at the same time, and playing with their feet at the same time; therefore God will humble the ruling daughters of Sion. Even though the word primarily indicates certain greater matters, nevertheless what is said possesses immediately on the face of it something profitable for the multitudes and conducive to amendment. For it checks the life of licentious women, who by bearing, and glance, and gait, and attire ex-
Notes, col. 316

On the reading

Printed αισχύνην, for αἰσχύνην.

Printed τοίς, for τοῖς.

PG 30:317Read from the page
δεικνυμένων. Ὅταν γὰρ ἐπὶ τῷ κάλλει τοῦ σώματος μεγαλοφρονοῦααι ὑπεραίρωσιν ἑαυτὰς τῶν λοιπῶν, ματαίῳ φρυάγματι κεχρημέναι, καὶ ἐπαιρόμεναι πράγματι ταχὺ ἀπανθοῦντι καὶ ἀποῤῥέοντι· εἶτα ὑψηλὸν μὲν τὸν τράχηλον φέρουσιν, ὑπὲρ τοῦ πᾶσιν αὐτῶν τὰ πρόσωπα εἶναι καταφανῆ. Ἡ μὲν γὰρ σεμνὴ γυνὴ καὶ κοσμία, εἰς γῆν κατανεύουσα ὑπὸ αἰδοῦς, ἐπὶ τὸ κάτω καθελκόμενον ἔχει τὸ πρόσωπον· ἡ δὲ πολλοὺς ἀγρεῦσαι τῇ παγίδι τοῦ κάλλους προαιρουμένη, πορεύεται ὑψηλῷ τραχήλῳ. Καὶ ἐν νεύμασιν ὀφθαλμῶν. Γυναικὸς πορνείας πνεούσης τὸ κατηγόρημα, περίεργα βλέπειν τῷ ὀφθαλμῷ, τὴν ἀσέλγειαν τῆς ψυχῆς καταμηνύειν τῷ βλέμματι, ἐμμειδιᾷν, τοῖς ὀφθαλμοῖς ἐρεθίζειν πορνικῶς, ἰόν τινα φθαρτικὸν ἐξαποστέλλειν τοῖς ὄμμασιν· ὁποῖον δή τι καὶ ὁ περὶ τοῦ βασιλίσκου κατέχει λόγος, ὅν φασι καὶ ἐκ μόνης τῆς ὄψεως διαφθείρειν τοὺς θεαθέντας. Δικαίως οὖν ἀγανακτεῖ ὁ λόγος κατὰ τῶν πορευομέτων ὑψηλῷ τραχήλῳ· τουτέστιν, ἀπερυθριασμένῳ προσώπῳ, καὶ ἐν νεύμασιν ὀφθαλμῶν. Τὸ δὲ ὑψηλὸν τοῦ τραχήλου, δεῖγμα τοῦ μηδὲ τῷ ζυγῷ τῆς σωφροσύνης ὑποκεῖσθαι· ἁβρυνογένης δὲ καὶ χλιδώσης, τὸν χιτῶνα ἐπισυρομένην βαδίζειν, καὶ τὸ βάδισμα μὴ κατὰ φύσιν ποιεῖσθαι, ἀλλὰ πρὸς ῥυθμὸν ἐκμελῆ ἐπιτετηδευμένον ἐκλότως. Ἀντὶ οὖν τούτων Ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών. Ἐπειδὴ ἑκουσίως τὸ ταπεινὸν οὐχ εἵλοντο ἀλλ' ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ, ταπεινώσει, φησὶ, τὰς ἀρχηγοὺς αὐτῶν, τὰς θυγατέρας Σιών. Ἔτι καὶ νῦν ἔξεστιν ὁρᾷν πολλαχοῦ τὰς Ἰουδαίας γυναῖκας τοῖς ἑκάστου ποσὶν ἐπιπαιζούσας, καὶ μὴ ἐντρεπομένας τὴν τοῦ προφήτου φωνήν. Εἴθε δὲ μὴ καὶ τῆς Ἐκκλησίας αἱ θυγατέρες τὰ αὐτὰ ἐγκαλοῖντο. Πολλαὶ γὰρ ὡς ἐν πλήθει ἐπὶ τῶν προσιόντων τῷ θείῳ λόγῳ, ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν, οὐκ εἰδυῖαι εὐφροσύνην πνευματικὴτ, παιδιαῖς ἀσέμνοις ἑαυτὰτ ἐπιδιδοῦσαι, κώμοις καὶ μέθαις ἐγκαγινδοῦνται· καὶ μὴ τηροῦσαι τὸ παράγγελμα τὸ λέγον, ὅτι Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· ὑπολοξοῦσαι τὸ ὄμμα καὶ παρεκκλίνουσαι, δεῖγμα πονηρᾶς ἐκφέρουσι προαιρέσεως. Πολλαχοῦ δὲ τὰ νεύματα τῶν ὀφθαλμῶν διαβέβληται· ὡς ἐν Παροιμίαις ἐπὶ τοῦ κακοῦ παρατετήρηται, ὅτι Ὁ δὲ αὐτὸς ἐννεύει μὲν ὀφθαλμῷ, σημαίνει δὲ ποδί· καὶ πάλιν· Ὁ ἐννεύων ὀφθαλμῷ μετὰ δόλου, συνάγει ἀνδράσι λύπας· καὶ τὸ, Οἱ μισοῦντές, με δωρεὰν,
hibit their readiness for fornication. For when, priding themselves upon the beauty of the body, they exalt themselves above the rest, indulging in vain arrogance and lifted up over a thing that quickly fades and flows away, they then carry their neck high, in order that their faces may be conspicuous to all. For the modest and orderly woman, bending her gaze down to the earth out of shamefastness, keeps her countenance drawn downwards; whereas she who purposes to ensnare many in the trap of her beauty walks with an outstretched neck. And with winkings of the eyes. It is the mark of accusation against a woman breathing fornication to cast curious glances with the eye, to betray the wantonness of her soul by her look, to smile alluringly, to provoke harlot-like with her eyes, to dart forth from her eyes a certain destructive venom: just such a thing indeed as report holds concerning the basilisk, which they say destroys those beheld by it even by its mere look alone. Justly therefore is the word indignant against those who walk with an outstretched neck, that is to say, with an unblushing countenance, and with winkings of the eyes. Now the loftiness of the neck is a token of not submitting even to the yoke of sobriety; while it belongs to a dainty and luxurious woman to walk trailing her tunic behind her, and to make her gait not according to nature, but dissolutely contrived to a discordant rhythm. In requital for these things, therefore, God will humble the ruling daughters of Sion. Since of their own will they did not choose what is lowly, but walked with an outstretched neck, He will humble, he says, their leaders, the daughters of Sion. Even to this day one may see in many places Jewish women sporting at every man's feet, and paying no heed to the voice of the prophet. And would that the daughters of the Church too might not be accused of the very same things! For many women, as in a crowd before those approaching the divine word in the days of the feasts, knowing not spiritual gladness, giving themselves over to unseemly pastimes, wallow in revelries and drunkenness; and not keeping the precept which says, Let your eyes look straight ahead, looking askance with the eye and turning it aside, they bring forth a token of a wicked purpose. And in many places the winkings of the eyes are censured; as in Proverbs it has been observed concerning the wicked man, that The same winks indeed with the eye, and makes signs with the foot; and again: He who winks with the eye deceitfully gathers sorrows for men; and the saying, Those who hate me without cause,
Notes, col. 317

On the reading

Printed μεγαλοφρονοῦααι, for μεγαλοφρονοῦσαι.

Printed πορευομέτων, for πορευομένων.

Printed ἁβρυνογένης, for ἁβρυνομένης.

Printed ἐκλότως, for ἐκλύτως.

Printed πνευματικὴτ, for πνευματικὴν.

Printed ἑαυτὰτ, for ἑαυτὰς.

Printed ἐγκαγινδοῦνται, for ἐγκαλινδοῦνται.

PG 30:320Read from the page
καὶ διανεύοντες ὀθθαλμοῖς. Φθάνει δὲ ποτε καὶ ἐπ' ἄνδρας τὰ τοιαῦτα ἐγκλήματα, τοὺς φρονήματι μὲν ἀλαζονικῷ ὑπερφρονοῦντας τῶν ὑποδεεστέρων, ὑπτιὰζοντας δὲ τῷ σχήματι, καὶ τῷ νεόματι τῶν ὀφρύων τὴν ἀλαζονείαν ἐνδεικνυμένους. σοβαρῷ δὲ καὶ διηρμένῳ βαδίσματι εὔρυθμα βαίνοντας, τὸ ἱμάτιον καθιέντας μέχρι τῶν σφυρῶν, ἀλαζονείαν ἐνδεικνυμένους, καὶ παιδιαῖς ἑαυτοὺς ἀμέτροις ἐκδεδωκότας, οὓς μένει τὸ ἀπειληθὲν πτῶμα τὸ διὰ τῆς ταπεινώσεως τῆς ἀπὸ τοῦ ὕψους.
and wink with their eyes. Moreover, such charges at times reach even unto men, those who with an arrogant spirit look down upon their inferiors, leaning backwards in their bearing, and displaying their arrogance by the nod of their eyebrows; striding rhythmically with a haughty and uplifted gait, letting their cloak hang down to their ankles as they display their arrogance, and having given themselves over to immoderate pastimes, whom there awaits the threatened fall through humiliation from on high.
124. Καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν. Τοῦτο τὸ σχῆμα τὸ ὑπερήφανον, καὶ πεποιημένον πρὸς ἔκλυσιν καὶ πᾶσαν ἀκόλαστον ἔννοιαν, ταῖς καρδίαις τῶν ἀφυλάκτων ἐνεργαζόμενον, ἀνακαλύψει Κύριος, ὅταν ἐν τῇ φανερώσει τῶν κρυπτῶν τὰ μὲν τῆς σαρκὸς παραπετάσματα περιαιρεθῇ, γυμνὴ δὲ καὶ καθ' ἑαυτὴν μετὰ τῶν ἔργων τῆς ἀσχημοσύνης παραδειγματίζεται ἡ ψυχή. Ἐνεργεῖται δέ ποτε καὶ ἐνταῦθα ἡ ἀποκάλυψις τοῦ σχήματος ἐπὶ καλῷ τῶν περὶ οὓς ἡ ἐνέργεια, ὥστε γυμνωθέντων, ἃ τέως πολλοὺς διαλανθάνει, καὶ εἰς γοῶσιν τοῖς πολλοῖς ἐλθούσης τῆς ἐπὶ τοῖς ἁμαρτήμασιν ἀσχημοσύνης, ἐπιστρέψαι καταιδεσθέντας τοὺς τέως διὰ τὸ λανθάνειν ἐπιμέννντας τῷ κακῷ. Τοῦ Κυρίου οὖν ἔργον, ἀνακαλύψαι τὸ σχῆμα τὸ ἐπίπλαστον, καὶ κατεσχηματισμένον. Ὥστε καὶ εἴ τινες ἡμῶν τῶν τιμωμένων προσχήματι βίον ἄσεμνον ὑποκρύπτουσι, σοβηθήτωσαν τὸν ἀνακαλύπτειν ἡμῶν τὸ σχῆμα μέλλοντα, καὶ φανεροῦντα τὰς βομλὰς τῶν καρδιῶν ἡμῶν, ἐν ταῖς πάντων προκεῖσθαι ὄψεσι τοὺς ἐν ἑκάστῳ γινομένους χείρονας λογισμούς. Κυκλώσει γὰρ ἕκαστον ἡμῶν τὰ διαβούλια αὐτοῦ, καὶ αἱ πράξεις ἐν τοῖς ἰδίοις γνωρίσμασι περιστήσονται, αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον ἡμῖν ἐπάγουσαι, ὅταν ἐλέγχωνται ἐναντίως ἔχουσαι πρὸς τὸν λόγον· ὥστε τὸν κηρύσσοντα μὴ κλέπτειν, κλοαῆς ἐφευρίσκεσθαι· τὸν λέγοντα μὴ μοιχεύειν, ἐν τοῖς μοιχοῖς ἔχοντα τὴν μερίδα φωρᾶσθαι· τὸν βδελυσσόμενον τὰ εἴδωλα, ἱεροσυλίας τοῦτον μὴ ἀπεχόμενον. Οὐδὲν γὰρ κρυπτὸν, ὃ οὐ φανερωθήσεται· οὐδὲ κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται.
124. And the Lord will uncover their guise. This haughty guise, contrived unto laxity and working every licentious thought in the hearts of the unguarded, the Lord will uncover, when in the manifestation of hidden things the veils of the flesh are stripped away, while naked and by itself together with the works of its indecency the soul is exposed to public shame. Yet at times the uncovering of this guise is wrought here also for the good of those upon whom the working takes place, so that when the things which hitherto escaped the notice of many have been laid bare, and the indecency over their sins has come to the knowledge of the many, those who hitherto persisted in evil because they escaped notice may be put to shame and turn back. It is therefore the work of the Lord to uncover the feigned and artificial guise. Wherefore even if any of us who are held in honour secretly hide an unseemly life beneath an outward pretext, let them fear Him Who is about to uncover our guise and Who manifests the counsels of our hearts, so that the worse thoughts arising in each man are set forth before the eyes of all. For his own counsels shall encompass each one of us, and our actions shall stand round about us in their own distinctive marks, bringing upon us everlasting shame and reproach, when they are convicted of standing contrary to our word: so that he who preaches not to steal is found guilty of theft; he who says not to commit adultery is caught having his portion among adulterers; he who abhors idols is found not abstaining from sacrilege. For there is nothing hidden which shall not be made manifest; nor covered up which shall not be uncovered.
125. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τὸν κόσμον αὐτῶν. Ἐπειδὴ παρὰ τὸ πρέπον ἐχρήσαντο τοῖς διδομένοις εἰς χρῆσιν, Ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, ὃν ἐπὶ κακῷ ἑαυτῶν καὶ τῶν ἐντυγχανόντων αὐταῖς περιεβάλλοντο. Ὥστε πᾶσα γυνὴ κακῶς κεχρημένη τῇ περιβολῇ τῆς ἐσθῆτος, τὴν ἀφαίρεσιν ἀπειλεῖται. Ἐπειδὴ καὶ ἐπορεύοντο, φησὶν, ἅμα σύρουσαι τοὺς χιτῶνας ὡς μὴ χρώμε-
125. In that day the Lord will take away the glory of their raiment, and their adornment. Since contrary to what is fitting they used the things given for use, The Lord will take away the glory of their raiment, wherewith they clothed themselves to the harm of themselves and of those who met them. Wherefore every woman who uses the investing of her attire amiss is threatened with its removal. For since they walked, he says, dragging their tunics along at the same time as though not us-
Notes, col. 320

On the reading

Printed ὀθθαλμοῖς, for ὀφθαλμοῖς.

Printed δὲ ποτε, for δέ ποτε.

Printed ὑπτιὰζοντας, for ὑπτιάζοντας.

Printed νεόματι, for νεύματι.

Printed γοῶσιν, for γνῶσιν.

Printed ἐπιμέννντας, for ἐπιμένοντας.

Printed σοβηθήτωσαν, for φοβηθήτωσαν.

Printed βομλὰς, for βουλὰς.

Printed κλοαῆς, for κλοπῆς.