Migne Reading Room

PG 30 · cols. 297–308 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:297Read from the page
πολιτεύτων στρατεύωνται, οἱ ἄτιμοι τοῖς ἐντίμοις προσκόπτουσιν. Ἦ γὰρ οὐχ ὁρῶμεν ἄνδρας καθ' ἑκάστην ἡμέραν ἀπὸ μέθης καὶ γαστριμαργίας, ἀπὸ τῶν χαμαιτυπιῶν ἀνισταμένους, καὶ περὶ Θεοῦ διαλεγομένους, καὶ κρίνοντας τοὺς τιμίους τοῦ λαοῦ.
conducted take the field, the dishonoured stumble against the honoured. For indeed do we not see men every day rising up from drunkenness and gluttony, from the brothels, and discoursing concerning God, and judging the honourable men of the people.
111. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τοῦ πλησίον τοῦ πατρὸς αὐτοῦ, λέγων. Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Σαφῶς καὶ ταῦτα ἐπὶ τὸν καιρὸν φέρει τῆς Ἰουδαϊκῆς ἁλώσεως, ὅτε ἐκτετηκότες λιμῷ, ὡς καὶ εἰς ἀλληλογραφίαν αὐτοὺς ἐκπεσεῖν, τοῖς δοκοῦσιν εὐπορεῖν προσεχώρουν, τὰς προστασίας αὐτῶν ἐπικαλούμενοι. Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ. Ὁ ἀληθῶς ἄρχων οὐκ ἐκ τῶν ἔξωθεν συμβόλων γνωρίζεται, οἷον πορφύρας, χλαμίδος, καὶ διαδήματος· ἀλλ' ἐκ τοῦ ἔχειν τὴν ἀρχικὴν ἀρετήν. Ὁ γὰρ ἀρχόμενος ὑπὸ τῶν ἡδονῶν, καὶ ἀγόμενος ἐπιθυμίαις ποικίλαις, δοῦλος ὢν τῆς ἁμαρτίας, ἀνεπιτήδειός ἐστι πρὸς τὸ ἄρχειν. Ἐνταῦθα μέντοι ἡ μαρτυρία τοῦ δύνασθαι ἄρχειν οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν κεκοσμῆσθαι, ἀλλ' ἀπὸ τῆς τῶν ἱματίων περιβολῆς. Ἀλλ' ἡμεῖς εὐξώμεθα, τοὺς ἄρχοντας τῶν Ἐκκλησιῶν, καὶ καθηγουμένους τοῦ λαοῦ μὴ ἐκ τῆς ἔξωθεν περιβολῆς, καὶ τοῦ ἐπιφερομένου σχηματισμοῦ τὴν μαρτυρίαν ἔχειν, ἀλλ' ἀπ' αὐτῆς τῆς ἀληθείας, ὥστε λέγειν ἡμᾶς· Οὐκ ἐπειδὴ τὸ ἔξωθέν σου κεκόσμηται, καὶ ἱκανῶς σοι πλάσμα τῆς εὐσεβείας κατώρθωται, ἀλλ' ἐπειδή σου τὴν ψυχὴν ἐνέδυσεν ὁ Θεὸς ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, καὶ παντὶ πλούτῳ σε ἐμεγάλυνεν, ἀρχηγὸς ἡμῶν γενοῦ, ὅπως ἂν ἀπὸ τῆς ἐν λόγῳ καὶ σοφίᾳ καὶ ἔργοις ἀγαθοῖς περιουσίας εὐθηνίαν ἡμῖν ἐκ τῆς σῆς διακονίας τῶν πνευματικῶν εὕρωμεν ἀπολαύσεων. Καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω, τουτέστι, τὸ σιτομέτριον ὑπὸ σὲ ἔστω.
111. For a man shall lay hold of his brother, and of the neighbour of his father, saying, You have a garment, become our leader, and let my food be under you. Clearly these words also refer to the season of the Jewish capture, when, wasted away with famine, so that they even fell into mutual registration, they went over to those who seemed to be well off, invoking their patronage. You have a garment, become our leader. The true ruler is recognized not from outward symbols, such as purple, mantle, and diadem, but from possessing the ruling virtue. For he who is ruled by pleasures, and led by manifold desires, being a slave of sin, is unfit for ruling. Here, however, the testimony of being able to rule is not from having the soul adorned, but from the putting on of garments. Yet let us pray that the rulers of the Churches, and leaders of the people, have their testimony not from outward attire, and the assumed fashion they bear, but from the truth itself, so that we may say: Not because your outside has been adorned, and a semblance of piety has been sufficiently achieved by you, but because God has clothed your soul with a garment of salvation, and a tunic of gladness, and has magnified you with all wealth, become our leader, so that from your abundance in word and wisdom and good works we may find plenty for ourselves of spiritual enjoyments through your ministry. And let my food be under you, that is, let the measure of grain be under you.
112. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· Οὐκ ἔσομαι ἀρχηγὸς ὑμῶν. Οὐ γάρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον. Ἔτι τὰ κατὰ τὴν στάσιν, ὡς πρὸς τὴν ἱστορίαν, ὁ λόγος αἰνίσσεται, τὴν εἰς ἔσχατον πτῶσιν τοῦ λαοῦ διηγούμενος, ὡς μηδὲ μέχρις ἑνὸς ἱματίου εὐπορούντων, τῶν εἰς προστασίαν παρ' αὐτῶν ἑλκομένων. Δείκνυσι δὲ τὸ στασιαστικὸν τῆς στάσεως τῶν πραγμάτων, τὸ μὴ ἐκ σύμφώνου, μηδὲ ἐκ συμπνοίας πάντας ὁρμᾷν ἐπὶ τὴν ἐκλογὴν τοῦ δυναμένου ἄρχειν αὐτῶν, ἀλλ'
112. And answering in that day he shall say: I will not be your leader; for there is not in my house bread, nor a garment. Still the discourse hints at the matters of the faction, as regards the history, recounting the fall of the people to the uttermost, inasmuch as those dragged by them into patronage were not well off even to the extent of a single garment. And it shows the seditious character of the faction of their affairs, that not by common accord, nor with one breath, do all hasten towards the election of him who is able to rule them, but
Notes, col. 297

On the reading

Printed σύμφώνου, for συμφώνου.

PG 30:300Read from the page
ἕκαστον τοῦ προστυχόντος ἐπιλαμβάνεσθαι, καὶ μὴ τὸν ἄξιον αἱρεῖσθαι, ἀλλὰ τὸν αὐτῷ οἰκεῖον· μηδὲ τὸν σώζειν δυνάμενον, ἀλλὰ τὸν κατὰ γένος αὐτῷ διαφέροντα. Ἐπιλήψεται γὰρ, φησὶν, ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοϋ. Ὅπερ ἀπείη ἐν ταῖς τῶν Ἐκκλησιῶν προστασίαις γενέσθαι, ὥστε τὸν τυχόντα τοῦ τυχόντος ἐπιλαμβάνεσθαι, καὶ τὸν ἀποροῦντα γαμικῶν ἐνδυμάτων, καὶ κόσμου τοῦ πρέποντος ἐστερημένον, πτωχεύοντα βρωμάτων πνευματικῶν, καὶ οὐκ ἔχοντα ἐν τῇ οἰκίᾳ αὐτοῦ, τουτέστιν ἐν τῷ κρυπτῷ τῆς κάρδίας αὐτοῦ, ἄρτου ἀληθινὸν καὶ ζῶντα, δυνάμενον στηρίζειν τὴν καρδίαν ἀνθρώπου. Νῦν δὲ φοβοῦμαι, μὴ ἐν μὲν τῇ Ἰουδαϊκῇ στάσει ἦσάν τινες οἱ ἀναξίους ἑαυτοὺς τοῦ ἑτέρων ἄρχειν ἡγούμενοι, διὰ τὴν συναίσθησιν τῆς ἐνυπαρχούσης αὐτοῖς πτωχείας· ἐπὶ δὲ τῶν παρόντων, κἂν μὴ ὦσί τινες ἐνδεδυμένοι Χριστὸν, μηδὲ σπλάγχνα οἰκτιρμοῦ, κατὰ τὸν Ἀπόστολον, κἂν ἐπιλάβηταί τις, οὐκ ἀντιλέγουσι, κἂν μὴ ἐπιλάβηται, εἰσωθοῦνται πολλοὶ, σπουδαρχαι δὲ πολλοὶ αὐτοχειροτόνητοι, τὴτ παροῦσαν λαμπρότητα διώκοντες, τὴν δὲ μέλλουσαν κρίσιν μὴ προορώμενοι. Ἀλλ' οὐ Μωϋσῆς τοιοῦτος· ἀλλ' ὁ πάντα εὐπειθὴς καὶ εὐήκοος, ὅτι ἀπεστέλλετο πρὸς τὸν λαόν· Δέομαι, φησὶ, Κύριε, προχείρισαι ἄλλον ὃν ἀποστελεῖς. Δι' ὃ καὶ οἱονεὶ φιλονειλότερον ἀντέχεσθαι αὐτοῦ τὸν Θεὸν κατεσκεύασεν αὐτῇ τῇ παραιτήσει καὶ τῇ ὁμολογίᾳ τῆς ἀσθενείας τὸ ἄξιος εἶναι τοῦ προεστάναι δεικνύς. Διὸ καλῶς ἔχει τὸ παράγγελμα· Μὴ ζήτει γενέσθαι κριτὴς, μήπως οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας. Ὁ μέντοι προφητικὸς λόγος τὴν παραίτησιν τῶν ἑλκομένων ἄρχειν ὑπὸ τῶν στασιαζόντων οὐ καθόλου φησὶ γεγενῆσθαι. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐκ ἔσομαι ἀρχηγὸς, ἀλλὰ μετὰ προσθήκης, Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου· καὶ τὴν αἰτίαν ἐπήγαγεν.
that each lays hold of whomever he happens upon, and chooses not him who is worthy, but him who is akin to himself; nor him who is able to save, but him who belongs to himself by race. For a man shall lay hold, says he, of his brother, and of him who is of the household of his father. Which thing far be it that it should come to pass in the presidencies of the Churches, so that any chance person lays hold of any chance person, even one lacking wedding garments, and deprived of fitting adornment, begging for spiritual meats, and not having in his house, that is, in the hidden place of his heart, true and living bread, able to strengthen the heart of man. Yet now I fear lest, whereas in the Jewish faction there were some who accounted themselves unworthy of ruling others, through consciousness of the poverty existing in them, in present affairs, even if some be not clothed with Christ, nor with bowels of compassion, according to the Apostle, if someone lays hold of them, they do not gainsay it, and even if no one lays hold of them, many thrust themselves in, and many are self-ordained office-seekers, pursuing present splendour, and not foreseeing the coming judgement. Yet Moses was not such; but he who was in all things obedient and compliant, because he was being sent to the people: I beg, says he, O Lord, appoint another whom Thou wilt send. Wherefore also he caused God to cleave to him, as it were, more insistently, showing by his very refusal and confession of weakness that he was worthy of presiding. Therefore the precept is well put: Do not seek to become a judge, lest perchance you will not be strong enough to take away iniquities. The prophetic word, however, says that the refusal of those dragged to rule by the factious was not made unconditionally. For he did not say simply, I will not be a leader, but with an addition, I will not be a leader of this people; and he adduced the cause.
113. Ὅτι ἀνεῖται Ἱερουσαλὴν, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς Κύριον ἀπειθοῦσιν. Ἡ γὰρ τέως συνεχομένη ὑπὸ τῆς χειρὸς τοῦ Κυρίου Ἱερουσαλὴμ τῷ δεσμῷ τῆς συναφείας, ἀνεῖται νῦν καὶ ἐκβέβληται. Καὶ ἡ Ἰουδαία συμπέπτωκε, τῶν στηριγμάτων αὐτῆς ὑφαιρεθέντων. Καὶ οὐχὶ τὰ μὲν πάθη τοιαῦτα ι ἐπιμέλεια δὲ τίς τοῦ εὐαρεστῆσαι Θεῷ, καὶ σπουδὴ εἴς μετάνοιαν, ὥστε ἐντεῦθεν ἐλπίδα εἶναι παυθησεσθαι τὰ δεινά; Ἀλλ' Αἱ γλῶσσαι αὐτῶν τὰ πρὸς Κύριον ἀπειθοῦσιν, καὶ οὐχ ἁπλῶς ἀπειθοῦσιν, ἀλλὰ μετὰ ἀνομίας· ὡς, διὰ τὸ τὴν καρ-
113. Because Jerusalem is let go, and Judaea has collapsed, and their tongues with lawlessness disobey the things towards the Lord. For Jerusalem, hitherto held together by the hand of the Lord in the bond of union, is now let go and cast out. And Judaea has collapsed, her supports having been withdrawn from under her. And are not their calamities indeed such? Yet what care is there of pleasing God, and zeal unto repentance, so that from this there might be hope that the evils will cease? Nay, Their tongues disobey the things towards the Lord, and do not simply disobey, but with lawlessness; since, through their heart
Notes, col. 300

On the reading

Printed αὐτοϋ, for αὐτοῦ.

Printed κάρδίας, for καρδίας.

Printed ἄρτου, for ἄρτον.

Printed σπουδαρχαι, for σπουδάρχαι.

Printed τὴτ, for τὴν.

Printed φιλονειλότερον, for φιλονεικότερον.

Printed Ἱερουσαλὴν, for Ἱερουσαλὴμ.

Printed ι, for ;.

Printed εἴς, for εἰς.

Printed παυθησεσθαι, for παυθήσεσθαι.

PG 30:301Read from the page
δίαν ἠλλοτριῶσθαι ἀπὸ Θεοῦ, καὶ ἀνυπότακτον εἶναι τοῦ θείου νόμου, τῆς γλώσσης αὐτῶν, δέον μελετᾷν νυκτὸς καὶ ἡμέρας τὸν νόμον Κυρίου, ἀντιλεγούσης καὶ ἀπειθούσης. Τίνος οὖν ἄρξω, φησί; Τῆς Ἱερουσαλήμ; Ἀλλὰ ἐκβέβληται καὶ ἀνεῖται. Τῆς Ἰουδαίας; Ἀλλ' οὐκέτι ἕστηκεν ὀρθή· συμπέπτωκε γάρ. Τῶν μετανοούντων; Ἀλλ' ἀπειθοῦσι ταῖς γλώσσαις αὐτῶν. Τάχα τοίνυν διὰ τὴν προϋπάρχουσαν δόξαν, σεμνὸν τὸ ἄρχειν τῶν τοιούτων. Ἀλλ' Ἐταπεινώθη, φησὶν, ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς. Τουτέστιν, οὐδὲ παῤῥησία αὐτοῖς ἀνανεύειν πρὸς τὸν Θεὸν, διὰ τὸ τὴν ἁμαρτίαν μὴ τὴν τυχοῦσαν εἶναι, ἀλλὰ τῇ Σοδομιτῶν ἀξίαν εἶναι παραβάλλεσθαι, ἣν οὐχὶ λάθρα οὐδὲ ἐπαισχυνόμενοι πεποιήκασιν, ἀλλ' οἱονεὶ ἐπαγαλλόμενοι τῇ ἐργασίᾳ τῶν πονηρῶν, ἀνήγγειλαν πᾶσι καὶ ἐνεφάνισαν· ὥσπερ ἐκεῖνοι, ἐπὶ τὰς παρανόμους ἡδονὰς ὁρμῶντες, οὐχὶ ῥήμασιν εὐπροσώποις τὴν ἀσέλγειαν συνεκάλυπτον. Ποῦ γάρ εἰσι, φησὶν, οἱ ἄνδρες οἱ εἰσελθόντες παρὰ σοί; Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα αὐτοῖς συγγενώμεθα. Ἐκείνην ἐμιμήσαντο τὴν ἁμαρτίαν. Τὴν γὰρ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων, ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ταῦτα ὁ ἐντυχὼν τῇ ἱστορίᾳ διηγουμένῃ τὰ πρὸ τῆς καταστροφῆς Ἱερουσαλὴμ πάθη, τῆς προφητείας τὸ ἐναργὲς ἐκπλαγήσεται. Δύο τοίνυν αἰτίαι παραιτήσεως εὐλόγου τῶν εἰς προστασίαν ἑλκομένων τοῦ λαοῦ, ἡ οἰκεία αὐτοῦ ἀδυναμία, καὶ ἡ τῶν πραγμάτων δυσκολία, δυσδιορθώτων ὄντων τῶν λαῶν διὰ τὴν πολλὴν χύσιν τῆς ἁμαρτίας· ἅπερ ἀμφότερα ὁ προκείμενος περιέχει λόγος· περὶ μὲν τῆς ἰδίας ἀδυναμίας, τοῦ τὴν ἀρχὴν ἐξομνυμένου, λέγοντος· Οὐκ ἔστιν ἄρτος ἐν τῷ οἴκῳ μου, οὐδὲ ἱμάτιον· τὸ δὲ τοῦ λαοῦ ἀνίατον, ἐκ τοῦ εἰπεῖν· Οὐκ ἔσομαι ἄρχων τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς τὸν Κύριον ἀπειθοῦσι. Τὴν γὰρ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Οὐδὲ γὰρ Σοδομίτας εἷς ἂν ἐγένετο δυνατὸς περισ⟨…⟩σθαι, ἀλλ' ἔχρηζον δικαίων δέκα τὸ ἐλάχιστον, τῶν ἐξαιτουμένων αὐτούς.
having been alienated from God, and being unsubmissive to the divine law, their tongue, when it ought to meditate night and day on the law of the Lord, contradicts and disobeys. Over whom then shall I rule, says he? Over Jerusalem? Nay, she is cast out and let go. Over Judaea? Nay, she no longer stands upright; for she has collapsed. Over those who repent? Nay, they disobey with their tongues. Perhaps, then, on account of their pre-existing glory, it is an august thing to rule over such men. Nay, Their glory, says he, has been humbled, and the shame of their face has withstood them. That is, they have not even boldness to lift their head towards God, because their sin is no ordinary one, but worthy to be compared to that of the Sodomites, which they have committed neither secretly nor with shame, but as though exulting in the working of wicked deeds, they proclaimed it to all and made it manifest; just as those men, rushing upon lawless pleasures, did not cover up their licentiousness with specious words. For where are, says he, the men who came in to you? Bring them out to us, that we may consort with them. That sin they imitated. For their sin, as of Sodom, they proclaimed and made manifest. Whoever lights upon the history recounting the calamities before the overthrow of Jerusalem will be struck with wonder at the clearness of the prophecy. Two, therefore, are the causes of reasonable refusal on the part of those dragged into presidency over the people: one's own inability, and the difficulty of affairs, the peoples being hard to set right on account of the great outpouring of sin; both of which the present word comprises: concerning his own inability, when he who abjures the rule says, There is not bread in my house, nor a garment; and the incurable state of the people, from his saying, I will not be ruler of this people, because Jerusalem is let go, and Judaea has collapsed, and their tongues with lawlessness disobey the things towards the Lord. For their lawlessness as of Sodom they proclaimed and made manifest. For neither would one man have been able to preserve the Sodomites, but they needed ten righteous men at the least, interceding for them.
114. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες. Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.
114. Woe to their soul, because they have counselled an evil counsel against themselves, saying, Let us bind the righteous man, because he is inconvenient to us. Therefore they shall eat the fruits of their works.
PG 30:304Read from the page
Ταῦτα λοιπὸν ὁ προφήτης μετὰ τὸ ἰδεῖν τὸν λαὸν παραπλησίως Σοδόμοις ἀπερυθριάσαντα πρὸς τὸ ἁμαρτάνειν, ὡς μηδὲ μετὰ ἐπικαλύψεως καὶ ἐπικρύψεως πταίειν, ἀλλ' ἐμπαῤῥησιάζεσθαι ἀναισχύντως, καὶ ἐπισεμνύνεσθαι τοῖς αἰσχροῖς, ἀποθρηνῶν αὐτοὺς, φησιν· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, λέγοντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Αἱ κατὰ τῶν δικαίων βουλαὶ ἐπιστρέφουσιν ἐπὶ τὰς κεφαλὰς τῶν βουλευομένων· ὥσπερ ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων σωμάτων τὰ προσπεσόντα βέλη πρὸς τοὺς ἀφιέντας ἐπάνεισι. Διὰ τοῦτό φησιν. Ἐβουλεύσαντο βουλὴν καθ' ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Ταῦτα δὲ ἐποίουν οἱ Ἰουδαῖοι ἐν τῇ ἐπιδημίᾳ τοῦ Κυρίου· δήσαντες γὰρ αὐτὸν ἤγαγον πρὸς Καϊάφαν. Ἐδέσμουν τὰς χεῖρας τὰς εὐεργετούσας, οὐ φέροντες τῆς δικαιοσύνης τὴν ἐπιδημίαν, διότι πονηρίας ὑπῆρχεν ἀφανιστική. Δύσχρηστος γὰρ τοῖς ἀδικοῦσιν ἡ δικαιοσύνη· ὥσπερ ὀφθαλμιῶσιν ὁ ἥλιος· Διό φησι· Τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Ταῦτα δὲ ἐκείνων τῶν ἔργων τὰ γεννήματα, ἡ αἰχμαλωσία, ἡ διασπορὰ, ἡ καταστροφὴ τοῦ ναοῦ, ἡ ἀπὸ τῆς δόξης κατάπτωσις, ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν, οὐκ ἐῶσα αὐτοὺς πρὸς Θεὸν ἀναβλέπειν, διὰ τὴν εἰς τὸν Μονογενῆ ἁμαρτίαν. Ἀπώλεσαν οὖν τὴν προτέραν παῤῥησίαν· μήτε προφήτας, μήτε λατρείαν ἔχοντες· δήσαντες δὲ τὸν Λόγον, δήσαντες τὴν ἀλήθειαν, δήσαντες τὸ φῶς, δήσαντες τὴν δικαιοσύνην, δήσαντες τὸν Σωτῆρα, δήσαντες τὸν ἰατρὸν, δήσαντες τὸν ἐλευθερωτήν· ἅπερ πάντα ἐστὶ, κατὰ ποικίλην τὴν περὶ αὐτοῦ ἐπίνοιαν, ὁ Χριστός. Ἐστέρηνται φωτὸς, ἐστέρηνται λόγου, ἐστέρηνται ἀληθείας· ἀδικίᾳ συζῶσιν, ἀνίατα νοσοῦσιν. Ταῦτά ἐστι τὰ γεννήματα τῶν ἔργων, ἃ ἐσθίουσιν.
These things, then, after seeing the people shameless like Sodom towards sinning, so as not even to stumble with covering and concealment, but to speak out brazenly without shame, and to pride themselves upon base deeds, the prophet says, lamenting them: Woe to their soul, because they have counselled an evil counsel against themselves, saying: Let us bind the righteous man, because he is inconvenient to us. Counsels against the righteous turn back upon the heads of those who counsel them; just as missiles striking against firm and resistant bodies return upon those who shoot them. On this account he says, They counselled a counsel against themselves, saying: Let us bind the righteous man, because he is inconvenient to us. And these things the Jews did at the sojourn of the Lord; for having bound Him they led Him to Caiaphas. They bound the hands that worked benefits, not bearing the sojourn of righteousness, because it was destructive of wickedness. For righteousness is inconvenient to wrongdoers, just as the sun is to those with diseased eyes; Wherefore he says: They shall eat the fruits of their works. And these are the fruits of those works: captivity, dispersion, the overthrow of the temple, the fall from glory, the shame of their face, not suffering them to look up towards God, on account of their sin against the Only-begotten. They lost, therefore, their former boldness, having neither prophets nor worship; and having bound the Word, having bound the truth, having bound the light, having bound righteousness, having bound the Saviour, having bound the physician, having bound the liberator: all which things Christ is, according to the manifold conception concerning Him. They have been deprived of light, they have been deprived of word, they have been deprived of truth; they live with unrighteousness, they are incurably sick. These are the fruits of the works which they eat.
115. Οὐαὶ τῷ ἀνόμῳ! Πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ· Περὶ τῆς θείας κρίσεως, τῆς ἀνταποδιδούσης ἑκάστῳ τὰ πρὸς ἀξίαν, ταῦτα εἰρῆσθαί φαμεν. Εἰ δὲ διὰ τοῦτο Οὐαὶ τῷ ἀνόμῳ, ὅτι Πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ, ᾧ μὴ προεχώρησεν εἰς ἔργον ἡ ἀδικία, ἀλλ' ἐν τῷ κρυπτῷ τῆς καρδίας συνετελέσθη· ἄρα οὐκ ἐπαχθήσεται ἡ κόλασις, ὥστε ἐφαρμόσαι τὸ Οὐαὶ καὶ αὐτῷ; Ἢ τὸ τέλειον εἰπὼν ἐν κακίᾳ, σοὶ νοεῖν τὸ λεῖπον ἐξ ἀναλογίας κατέλιπε. Τελεία μὲν γὰρ κακία, τὸ καὶ γνώμῃ καὶ πράξεσιν ἁμαρτάνειν· ἥμισυ δὲ τοῦ κακοῦ, ἐπὶ τῆς ὁρμῆς τῆς κατὰ διάνοιαν στῆναι τὴν ἁμαρτίαν. Οὐ πάντη οὖν ἀτιμώρητος ὁ κατὰ διάνοιαν ἁμαρτάνων, ἀλλ' ὅσον ἐλλείπε,
115. Woe to the lawless man! Evils according to the works of his hands shall befall him. Concerning the divine judgement, which renders to each what accords with his desert, we say these things have been spoken. Yet if on this account it is Woe to the lawless man, because Evils according to his works shall befall him, then upon him whose unrighteousness did not advance to deed, but was consummated in the hidden place of the heart, will punishment not be brought, so as to fit the Woe to him also? Or having stated what is complete in wickedness, did he leave to you to understand what is lacking by analogy. For complete wickedness is to sin both in intent and in actions; whereas half of the evil is for the sin to halt at the impulse in thought. Not altogether unpunished, therefore, is he who sins in thought, but by so much as he falls short,
Notes, col. 304

On the reading

Printed ἐλλείπε, for ἐλλείπει.

PG 30:305Read from the page
τοῦ κακοῦ, τοσοῦτον αὐτῷ τῶν πόνων ὑφαιρεθήσεται. Οὐαὶ οὖν τῷ ἀνόμῳ, ὅτι πονηρὰ αὐτῷ κατὰ τὰ ἀνομήματα, καὶ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ· διότι αἱ χεῖρες ὄργανά εἰσι τῆς ἐννοίας. Ὡς ἂν οὖν κινῇ τὸ κατάρχον, οὕτω κινεῖται τὸ ἐνεργοῦν.
of the evil, by so much will there be subtracted for him from the pains. Woe therefore to the lawless man, because evils shall befall him according to his lawless deeds, and according to the works of his hands; because the hands are instruments of the thought. In whatever way, then, the ruling principle moves, so is the operative part moved.
116. Δαός μού, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Ἀνακαλουμένου τὸν λαὸν ἡ φωνὴ, καὶ συναλγοῦντος τοῖς κακσυμένοις, Λαός μου. Πρὶν δῆσαι τὸν δίκαιον, πρὶν τὴν χρῆσιν αὐτοῦ παραιτήσασθαι, τί πεπόνθατε; Νῦν κατάχρεοι γεγένησθε πολλῶν ὀφλημάτων. Διὰ τοῦτο τοῖς ἐκπράσσουσιν ὑμᾶς τὴν ὀφειλὴν ἔκδοτοι γεγένησθε· οἳ ἐπειδὴ δράγματα ἐν ὑμῖν οὐχ εὑρίσκουσιν, οὐδὲ καρπῶν εὐθηνίαν, καλαμῶνται ὑμάς μικροὺς καὶ εὐτελεῖς, κατακεκλασμένους καρποὺς τῶν ψυχῶν ὑμῶν ἐκλέγοντες. Τοιοῦτοι δέ ἐσμεν, μικροπρεπῶς καὶ εὐτελῶς καὶ ἀκάρπως μετανοοῦντες. Ὃ γὰρ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὁ τοίνυν τῇ ἀξιολόγῳ μεταμελείᾳ πλουσίως σπείρων εἰς τὸ Πνεῦμα, ἐλεημοσύνην, εὐσπλαγχνίαν, ἱκεσίαν, δικαιοσύνην, δάκρυον διηνεκές· οὗτος σπείρων ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσει, αἴρων τῆς μετανοίας τὰ δράγματα, ὥστε τῷ πράκτορι ὅλον ἀποτῖσαι τὸ χρέος. Ὁ δὲ μεταμελείᾳ τῶν προημαρτημένων μικρὰ σπείρων, ἐν ἐλεημοσύνῃ, ἐν προσευχῇ, ἔρημον καρποῦ καλάμην τρέφων, οὐδὲ ταύτην ὑπὸ τοῦ πράκτορος ἔχειν συγχωρηθήσεται. Τίς δὲ ὁ πράκτωρ οὗτος, ἐκ τῆς κατὰ τὸ Εὐαγγέλιον παραινέσεως διδαχθῶμεν, τυῦ Κυρίου λέγοντος· Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι αὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι· καὶ ὁ πράκτωρ σε βάλῃ εἰς φυλακήν. Νόησον γὰρ ἐκεῖ τὸν ἀντίδικον καὶ τὴν ὁδόν· εἶτα τὸν ἄρχυντα τὸν προεστῶτα τοῦ ἀντιδίκοο ἡμῶν. Ὁδὸς μὲν γὰρ, ὁ βίος ἡμῶν· ἀντίδικος δὲ, ἡ ἀντιπαλαίουσα ἡμῖν δύναμις καὶ παρεπομένη τῷ βίῳ, πάσῃ μεθοδείᾳ μηχανωμένη ἐκτρέψαι ἡμᾶς τῆς πρὸς Θεὸν ἀγούσης ὁδοῦ· ἄρχων δὲ, ὁ τοῦ κόσμου τούτου ἄρχων, περὶ οὗ ὁ Κύριος εἴρηκε· Νῦν ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Ἀλλ' ἐν μὲν τῷ Κυρίῳ εὗρεν οὐδὲν, διότι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· τῷ πεπειραμένῳ κατὰ πάντα καθ' ὁμοιότητα. χωρὶς ἁμαρτίας.
116. My people, your exactors glean you, and those who demand payment hold dominion over you. The voice is that of one calling back the people, and grieving together with those who are afflicted: My people. Before binding the righteous man, before refusing the benefit of him, what did you suffer? Now you have become deep in debt with many obligations. On this account you have been delivered up to those who exact the debt from you; who, since they find no sheaves among you, nor plenty of fruits, glean you as small and paltry, picking out broken fruits of your souls. And such we are, when we repent in a petty and paltry and fruitless way. For whatever a man sows, this he shall also reap. He, therefore, who through noteworthy remorse richly sows unto the Spirit almsgiving, tender mercy, supplication, righteousness, continual weeping: this man, sowing in tears, shall reap in exultation, taking up the sheaves of repentance, so as to pay off the whole debt to the exactor. Whereas he who in remorse for past sins sows little, in almsgiving, in prayer, nourishing stubble bare of fruit, will not be permitted by the exactor to keep even this. And who this exactor is, let us be taught from the exhortation in the Gospel, when the Lord says: For as you go with your adversary before a ruler, on the way take pains to be rid of him; lest perchance he drag you away to the judge, and the judge hand you over to the exactor; and the exactor cast you into prison. Understand there, then, the adversary and the way; next the ruler who presides over our adversary. For the way is our life; the adversary is the power wrestling against us and accompanying our life, contriving by every wile to turn us aside from the way leading towards God; and the ruler is the ruler of this world, concerning whom the Lord has said: Now comes the ruler of this world, and in me he will find nothing. Yet in the Lord indeed he found nothing, because He committed no sin, nor was guile found in His mouth; Who was tempted in all things according to likeness, without sin.
Notes, col. 305

On the reading

Printed Δαός, for Λαός.

Printed μού, for μου.

Printed κακσυμένοις, for κακουμένοις.

Printed ὑμάς, for ὑμᾶς.

Printed τυῦ, for τοῦ.

Printed ἄρχυντα, for ἄρχοντα.

Printed ἀντιδίκοο, for ἀντιδίκου.

PG 30:308Read from the page
117. Ἐπειδὰν οὖν εὕρῃ ἐν ἡμῖν πολλὰ, πολλαῖς ἡμᾶς σειραῖς, αἷς ἑαυτοὺς κατεδήσαμεν, τῶν ἑαυτοῦ ἁμαρτιῶν ἐπισυρόμενος, παραδώσει τῷ κριτῇ. Ὁ δὲ κριτὴς, ᾧ πᾶσαν κρίσιν ἔδωκεν ὁ Πατὴρ, παρὰ τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ ἐλεγχθέντας ἐπὶ πολλοῖς ἐγκλήμασι παραλαβὼν, παραδώσει τῷ πράκτορι τῷ ἐπὶ τῶν κολάσεων τεταγμένῳ· ὃς βαλεῖ εἰς τὴν φυλακήν· τουτέστιν, εἰς τὸν τόπον τῆς κολάσεως, δἰ ἐπιπόνων μαστίγων ἀπαιτῶν καὶ ἐκπράσσων μέχρι καὶ τῶν μικροτάτων καὶ μετὰ καταφρονήσεως παρ' ἡμῶν ἁμαρτανομένων. Διὸ συμβουλεύει ὁ Κύριος, ἕως ἐσμὲν ἐν τῇ ὁδῷ μετὰ τοῦ ἀντιδίκου, δοῦναι ἐργασίαν ἀπηλλάχθαι αὐτοῦ, τουτέστι ποιεῖν τὰ ἔργα πρὸς ἀπαλλαγὴν τοῦ ἐχθροῦ, καὶ μὴ ἀναμένειν ποτὲ ἀχθῶμεν, ὁπότε ἔλθῃ ἡ τελευταία ὥρα· ἐν ᾗ ἐπιστὰς ὁ ἄρχων διερευνήσεται ἡμᾶς· ὃς ἐὰν πολλὰ τῶν ἑαυτοῦ ἐν τῷ βίῳ ἡμῶν εὕρῃ, παραδώσει ἡμᾶς τῷ κριτῇ, ἐλέγχων ἡμᾶς, καὶ τὴν ἄρνησιν μὴ συγχωρῶν, ὑπομιμνήσκων ἡμᾶς τοῦ τόπου ἐν ᾧ ἐποιοῦμεν τὴν ἁμαρτίαν, ὡς μεθ' ἡμῶν ὑπάρχων, καὶ συνεργῶν ἡμῖν τὸ κακὸν, τοῦ τρόπου ὃ ἐπετηδεύσαμεν, τῆς διαθέσεως μεθ' ἧς ἡμάρτομεν. Ἕως οὖν ἐσμεν κύριοι τοῦ ἐργάζεσθαι, δῶμεν ἐργασίαν ἀπηλλάχθαι τοῦ ἀντιδίκου. Καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Οἱ τοὺς πένητας πολλοῖς ὀφλήμασιν ὑποκειμένους ἀπαιτοῦντες, ἕλκουσιν εἰς δουλείαν. Καλὸν μὲν οὖν, μὴ ὀφλισκάνειν· δεύτερον δὲ, τὸ μὴ ἀπορεῖν πρὸς τὴν διάλυσιν τοῦ ὀφλήματος. Εἰ δὲ μὴ, πᾶσα ἀνάγκη, δοῦλον εἶναι τῶν ἐπαγομένων αὐτῷ ἀπαιτήσεων. Ταῦτα διὰ τὸ, Οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.
117. Whenever, therefore, he finds many things in us, dragging us along by the many cords of his sins wherewith we have bound ourselves down, he will hand us over to the Judge. And the Judge, to Whom the Father has given all judgement, receiving us convicted upon many charges from the enemy and avenger, will hand us over to the exactor appointed over punishments; who will cast us into prison: that is, into the place of punishment, through painful scourges demanding payment and exacting even down to the smallest things sinned by us even with contempt. Wherefore the Lord counsels that while we are on the way with the adversary, we take pains to be rid of him, that is, do the works that tend towards deliverance from the enemy, and never wait until we are led away, whenever the final hour comes; in which the ruler, standing by, will search us through: who, if he finds many of his own things in our life, will hand us over to the Judge, convicting us, and not permitting denial, reminding us of the place in which we committed the sin, as having been with us and working the evil together with us, of the manner which we practised, of the disposition wherewith we sinned. While, therefore, we are masters of working, let us take pains to be rid of the adversary. And those who demand payment hold dominion over you. Those who demand payment from poor men subject to many debts drag them into slavery. It is good, therefore, not to incur debt; and second, not to lack means towards the discharge of the debt. Otherwise, there is every necessity that a man be a slave to the demands brought upon him. These things are on account of the words, Your exactors glean you, and those who demand payment hold dominion over you.
118. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Οἱ ὑπὸ νεανίσκων ἀρχόμενοι, καὶ ὑπὸ ἐμπαικτῶν κυριευόμενοι, οἱ ὑπὸ τῶν πρακτόρων καλαμώμενοι, καὶ διὰ τὸ ἀπορεῖν πρὸς τὴν διάλυσιν εἰς δουλείαν ἀγόμενοι, καὶ ρὴν ἐλευθερίαν ὑπὸ τῆς ἄγαν πενίας ἀπολωλεκότες, τοῦ ἐλεεῖσθαι ἀξίως πράσσουσι μᾶλλον ἢ τοῦ μακαρίζεσθαι. Ὁ οὖν μακαρίζων τοὺς τοιούτους, κόλακος ποιῶν ἔργον, καταχαριζόμενος παρὰ τὸ προσῆκον, πλανᾷ βλάπτων οὐ μέτρια, τὴν ἐπὶ τοῖς ἁμαρτήμασιν αἴσθησιν ἀφαιρούμενος· τῶν δὲ ἀπατωμένων ἐπὶ τῷ παρὰ τὴν ἀξίαν μακαρισμῷ καὶ ἡ τρίβος τῶν ποδῶν συνταράσσεται. Διότι αἱ μὲν θλίψεις ἐπὶ ταπείνωσιν προκαλοῦνται· ὁ δὲ μακαρισμὸς φυσίωσιν ἐμποιεῖ. Καθόλου δὲ εἶπεν. Λαός· δηλῶν, ὅτι οὐχὶ οὗτος μόνον ταπεινῶς διακείμενος, ὡς ἐν τοῖς ἀπηριθμημέ-
118. My people, those who call you blessed lead you astray, and disturb the path of your feet. Those who are ruled by youths, and lorded over by mockers, those who are gleaned by exactors, and through lacking means towards the discharge are led into slavery, and have lost their freedom through extreme poverty, fare in a manner worthy of being pitied rather than of being called blessed. He, therefore, who calls such men blessed, doing the work of a flatterer, gratifying them contrary to what is fitting, leads them astray while harming them in no moderate degree, taking away their sense of their sins; and when men are deceived at being called blessed beyond their desert, the path of their feet also is thrown into confusion. Because afflictions summon to humility, whereas being called blessed produces puffing up. And He said universally, People: showing that not only this one, lowly disposed, as in the enumerated
Notes, col. 308

On the reading

Printed δἰ, for δι'.

Printed ρὴν, for τὴν.