Migne Reading Room

PG 30 · cols. 285–296 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:285Read from the page
103. Καὶ πρεσβυτερον. Ἐν τοῖς ἀπειλουμένοις ἐστὶ καὶ ἡ τοῦ πρεσβυτέρου ἀφαίρεσις, ὡς ὄφελος οὐ μικρὸν ἐκ τοῦ παρεῖναι παρὲχοντος. Ἆρ' οὖν ὁ ὁπωσοῦν τῆς προεδρίας ἀξιωθεὶς, καὶ ἐγκαταλεγεὶς τῷ πρεσβυτερίῳ, οὗτος πρεσβύτερος; ἢ ὁ φέρων τὸν χαρακτῆρα τοῦ πρεσβυτέρου ἀνεγκλήτως, μάλιστα μὲν ἀπείρατος γυναικός; Εἰ δὲ ἄρα κατὰ τὸν τοῦ Κυρίου νόμον μιᾶς γυναικὸς ἀνὴρ, τέκτα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα, μὴ αὐθάδης, μὴ ὀργίλος, μὴ πάροινος, μὴ αἰσχροκερδής· ἀλλὰ φιλόξενος, φιτεχόμενος, σώφρων, ὅσιος, δίκαιος, ἐγκρατὴς, ἀντεχόμενος τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὡς δυνατὸς εἶναι καὶ παρακαλεῖν ἐν τῇ ὑγιαινούσῃ διδασκακίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν· οὗτος πρεσβύτερος, ὃν ἀπὸ τοῦ ἁμαρτάνοντος λαοῦ ἀφαιρεῖται Κύριος. Ὡς ἰσχύοντα καὶ ἰσχύουσαν, ὡς ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, ὡς πολεμιστὴν, ὡς δικαστὴν, οὕτω καὶ πρεσβύτερον. Ὅταν οὖν ἴδῃς ὄντας μέν τινας ἀξίους τοῦ ἐγκατατάσσεσθαι τοῖς πρεσβυτέροις, λανθάνοντας δὲ, ἦ ἀμελουμένους, καὶ ἀντ' αὐτῶν τοὺς ἀναξίους προβεβλημένους· γίνωσκε, ὅτι ἀπὸ τοῦ τοιούτον λαοῦ ἀφεῖλεν ὁ Κύριος πρεσβύτερον. Ἡλίκου δέ ἐστι χρεία τραπεζίτου, ὥστε μὴ διαλανθάνειν αὐτὸν τὸν ἐν τούτοις δόκιμον, ἔδειξεν ὁ Θεὸς τῷ μεγάλῳ αὐτοῦ θεράποντι Μωϋσεῖ τὴν τῶν τοιούτων ἐκλογὴν ἐπιτρέψας. Συνάγαγε γάρ μοι, φησῖ, ἑβδομήκουτα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, οὓς αὐτὸς σὺ οἶδας· ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ· καὶ συνάξεις αὐτοὺς ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ· καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπ' αὐτοὺς, καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ τούτου, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.
103. And elder. Among the things threatened is also the taking away of the elder, since he affords no small benefit by his presence. Is then anyone who in whatever way has been deemed worthy of the presidency and enrolled in the presbytery an elder? Or rather he who bears the character of an elder blamelessly, above all inexperienced of a woman; or if indeed according to the law of the Lord the husband of one wife, having faithful children, not accused of profligacy or unruly, not self-willed, not quick-tempered, not given to wine, not greedy for base gain, but hospitable, a lover of good, discreet, holy, righteous, self-controlled, holding fast the faithful word that is according to the teaching, so as to be able both to exhort in sound teaching and to refute those who contradict—is this the elder whom the Lord takes away from a sinning people? Just as He takes away the strong man and the strong woman, just as the strength of bread and the strength of water, just as the warrior, just as the judge, so too the elder. Whenever, therefore, you see that there are indeed certain men worthy to be enrolled among the elders, yet remaining unnoticed or neglected, and in their stead the unworthy put forward, know that from such a people the Lord has taken away the elder. And of how great a money-changer there is need, so that the one approved in these matters may not escape his notice, God showed when He entrusted the choosing of such men to His great servant Moses. For gather to Me, He says, seventy men from the elders of Israel, whom you yourself know that these are elders of the people; and you shall bring them to the tent of witness, and they shall stand there with you; and I will take from the spirit that is upon you, and will lay it upon them, and they shall bear together with you the rush of this people, and you shall not carry them yourself alone.
104. Τούτους δὲ χρὴ εἶναι προσήκοντας καθ' ἡλικίαν, πολλῶν μὲν πεπειραμένους διὰ τὸν χρόνον, καὶ τὸ εὐσταθὲς τῶν ἠθῶν ἐκ τῆς ἐπανθούσης αὐτοῖς πολιᾶς ὑποφαίνοντας. Δόξα γὰρ πρεσβυτέρων, πολιά. Εἰ δέ που καὶ ἐν ἡλικίᾳ νέᾳ πρεσβοτικὸν εὑρεθείη φρόνημα, οὐκ ἀτιμαστέον τὸ δῶρον; ἀλλὰ πιστευτέον τῷ λέγοντι· Πολιὰ δέ ἐστι σρόνησις ἐν ἀνθρώποιτ. Πλεῖον γὰρ τῷ ὄντι εις πρεσβυτέρου σύστασιν τῆς ἐν θριξὶ λευκότητος, τὸ ἐν φρονήσει πρεσβυτικόν. Μήποτε γὰρ τοῦτο βούλεται καὶ ὁ λόγος· Ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσ-
104. Now these ought to be of fitting age, experienced in many things through length of time, and showing forth stability of character from the grey hair blooming upon them. For the glory of elders is grey hair. Yet if somewhere even in youthful age an elder's prudence should be found, ought the gift not to go undishonoured, and credence rather be given to him who says: Grey hair is prudence among men? For in truth elderliness in prudence contributes more to the commendation of an elder than whiteness in the hair. For perhaps this is also what the word means: Before a hoary face you shall rise up, and you shall honour the face
Notes, col. 285

On the reading

Printed πρεσβυτερον, for πρεσβύτερον.

Printed παρὲχοντος, for παρέχοντος.

Printed τέκτα, for τέκνα.

Printed φιτεχόμενος, for φιλάγαθος.

Printed διδασκακίᾳ, for διδασκαλίᾳ.

Printed ἦ, for ἢ.

Printed τοιούτον, for τοιούτου.

Printed φησῖ, for φησὶ.

Printed ἑβδομήκουτα, for ἑβδομήκοντα.

Printed πρεσβοτικὸν, for πρεσβυτικὸν.

Printed σρόνησις, for φρόνησις.

Printed ἀνθρώποιτ, for ἀνθρώποις.

Printed εις, for εἰς.

PG 30:288Read from the page
πον πρεσβυτέρου. Ἐὰν γὰρ τις ᾖ, κατὰ τὸν σοφὸν Δανιὴλ, νέος μὲν τὸ σῶμα, πολιὸς δὲ τὴν φρόνησιν, δικαιότερος προτιμᾶσθαι τῶν τὰς σωματικὰς πολιὰς ἐν ἀκολάστῳ τῇ προαιρέσει προφερόντων, κατὰ τοὺς ἐπὶ τῆς Βαβυλωνίας πρεσβυτέρους, τοὺς πεπαλαιωμένους ἡμερῶν κακῶν. Διὸ καὶ ἐπὶ τὸν Δανιὴλ παιδάριον ὄντα, καὶ νεώτερον κατὰ τὴν αἰσθητὴν ἡλοικίαν, τὴν δὲ νοητὴν πολιὰν ἐπὶ τῆς φρονήσεως ἔχοντα, μετῆλθε τοῦ πρεσβυτερίου τὸ χάρισμα. Οὐ γὰρ ἐψεύδοντο λέγοντες· Δεῦρο, καὶ κάθισον ἐν μέσῳ ἡμῶν ὅτι σοι ἔδωκεν ὁ Θεὸς τὸ πρεσβυτέριον. Οὕτως ἐνδέχεταί ποτε, πρεσβυτέρων ῥᾳθύμως καὶ ἠμελημένως βιούντων προτιμοτέρους εὑρίσκεσθαι νέους. Φευδώνυμοι τοίνυν οἱ παρὰ Ἰουδαίοις πρεσβύτεροι. Ἀφεῖλε γὰρ ὁ Θεὸς, ὡς πολεμιστὴν καὶ προφήτην, οὕτω καὶ πρεσβύτερον ἀπὸ τοῦ λαοῦ αὐτῶν. Ἡ δὲ Ἐκκλησία εὐχέσθω, μὴ ἀφαιρεθῆναι αὐτῆς πρεσβύτερον, τὸν τῆς προσηγυρίας ἄξιον ταύτης. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐπὶ τοῦ Ἀβραὰμ μεμαθήκαμεν· ὕτι πολυχρονιώτεροι μὲν αὐτοῦ πολλοὶ κατηρίθμηνται ἐν ταῖς ἄνω γενεαῖς· ἔζησε δὲ Ἀδὰμ ἐννεακόσια καὶ τπιάλοντα ἔτη, καὶ ἔζησε Μαθουσάλα ἐννεακόσια καὶ ἑβδομήκοντα ἔτη, καὶ ἀἠέθανε· καὶ ἔζησε Νῶε ἐννεακόσια ἔτη· καὶ πρεσβύτερος ἐκείνων οὐδείς. Ἀλλ' Ἀβραὰμ πρεσβύτερος κατὰ τὴν μαρτυρίαν Σάῤῥας, λεγούσης· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ο δὲ κύριός μου πρεσβύτερος. Πρεσβύτερος δὲ ἦν διὰ τὴν πολιώσασαν αὐτοῦ τὴν ψυχὴν ἀρετήν.
of an elder. For if anyone be, after the manner of the wise Daniel, young indeed in body, yet grey in prudence, he has a better right to be honoured above those who display bodily grey hairs with an intemperate disposition, like the elders in Babylon who had grown old in evil days. Wherefore upon Daniel too, while he was a lad and younger in sensible age, yet possessing intelligible greyness in prudence, the gift of the eldership passed over. For they did not speak falsely when they said: Come, and sit in our midst, because God has given you the eldership. Thus it sometimes happens that, when elders live slothfully and negligently, young men are found worthy of greater honour. Falsely so called, then, were the elders among the Jews. For God took away from their people, just as warrior and prophet, so also the elder. Let the Church pray, however, that there be not taken away from her an elder worthy of this appellation. How great a thing this is, we have learned in the case of Abraham: that many longer-lived than he are reckoned in the earlier generations—for Adam lived nine hundred and thirty years, and Methuselah lived nine hundred and seventy years, and died; and Noah lived nine hundred years—and none of them was called elder. Yet Abraham was an elder according to the testimony of Sarah, when she said: It has not yet happened to me until now, and my lord is an elder. And he was an elder because of the virtue that had made his soul grey.
105. Καὶ πεντηκόνταρχον. Ἀφαιρήσειν μετὰ τῶν λοιπῶν ἀπειλεῖ Κύριος Σαβαὼθ καὶ πεντηκόνταρχον τῶν Ἰουδαίων. Τί τοῦτο λέγων; Ὅτι πᾶσαν τὴν εὔτακτον περὶ αὐτοὺς οἰκονομίαν καὶ διοίκησιν ἀφίησι συγχυθῆναι, ἀπὸ μέρους τὸ ὅλον λέγων. Χιλιάρχων γὰρ καὶ ἑκατοντάρχων καὶ πεντηκοντάρχων καὶ δεκάρχων, κατὰ τὴν συμβουλὴν Ἰοθὼρ, ὑπὸ Μωϋσέως καταστάντων· ὥστε διαβαστάζειν αὐτοὺς τὸν λαὸν, καὶ τὰ ἥσσονα κρίματα τῶν δεομένων κρίσεως ἐφ' ἑαυτοὺς ἀναδέχεσθαι, ἡ ἀπειλὴ αὐτοῖς ἐστι, τὴν διακόσμησιν ταύτην ἀφαιρεθήσεσθαι. Διὰ τοῦτο ἀφαιρεθήσεσθαι αὐτῶν καὶ πεντηκόνταρχον ἀπειλεῖ· πολεμιστὴν, καὶ δικαστὴν, καὶ στοχαστὴν, καὶ προφήτην καὶ πρεσβύτερον.
105. And captain of fifty. Together with the rest, the Lord of Sabaoth threatens that He will take away the captain of fifty also from the Jews. Why does He say this? Because He suffers all the well-ordered arrangement and administration among them to be thrown into confusion, expressing the whole from a part. For whereas captains of thousands, captains of hundreds, captains of fifties, and captains of tens were appointed by Moses according to the counsel of Jethro, so that they might bear the burden of the people and take upon themselves the lesser judgements of those in need of judgement, the threat against them is that this ordering will be taken away. On this account He threatens that the captain of fifty too will be taken away from them: warrior, and judge, and diviner, and prophet, and elder.
106. Καὶ θαυμαστὸν σύμβουλον. Πολὺ τὸ ἀναγκαιον καὶ χρήσιμον ἐκ τῆς συμβουλῆς τῷ βίῳ τῶν ἀνθρώπων, διὰ τὸ ἕνα μηδένα ἑαυτῷ ἐξαρκεῖν πρὸς πάντα, ἀλλὰ δεῖσθαι κοινωνῶν πλέον κατὰ τὴν τῶν
106. And marvellous counsellor. Great is the necessity and usefulness arising from counsel for the life of men, because no single man is sufficient unto himself for all things, but needs partners more in the
Notes, col. 288

On the reading

Printed γὰρ τις, for γάρ τις.

Printed ἡλοικίαν, for ἡλικίαν.

Printed Φευδώνυμοι, for Ψευδώνυμοι.

Printed προσηγυρίας, for προσηγορίας.

Printed ὕτι, for ὅτι.

Printed τπιάλοντα, for τριάκοντα.

Printed ἀἠέθανε, for ἀπέθανε.

Printed ο, for ὁ.

Printed ἀναγκαιον, for ἀναγκαῖον.

PG 30:289Read from the page
συμφερόντων ἐκλογὴν, ἢ κατὰ τὰς ἐνεργείας τὰς σωματικάς. Ὥστε ἀσυμβούλευτος ἄνθρωπος πλοῖόν ἐστιν ἀκυβέρνητον, ὡς ἔτυχε ταῖς φοραῖς τῶν πνευμάτων ἐκδεδομένον. Εἰ τοίνυν ἐν ταῖς περὶ τῶν τυχόντων σκέψεσι συμβούλους παραλαμβάνομεν ὅταν ὑπὲρ ψυχῆς καὶ τῶν διαφερόντων αὐτῇ βουλευώμεθα, πῶς οὐχὶ τοὺς θαυμαστοὺς συμβούλους ἐπιζητητέον ἡμῖν; Ἰουδαῖοι τοίνυν ἀφ' οὗ τὸ πονηρὸν συμβούλιον ἐποιήσαντο τὸ πῶς παραδώσουσι τὸν Κύριον, ἀφεῖλεν αὐτῶν ὁ Κύριος τὸν θαυμαστὸν σύμβουλον, οὗ τὰς μὲν συμβουλὰς ἐθαύμαζον· Ἐξεπλήσσοντο γὰρ ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ταῖς δὲ παραινέσεσιν οὐ προσεῖχον. Πῶς δὲ οὐ θαυμαστὸς σύμβουλος, ὁ ἀντὶ τοῦ, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, σημβουλεύων, τῷ ῥαπίζοντι τὴν δεξιὰν σιαγόνα, στρέφειν αὐτῷ καὶ τὴν ἄλλην· μὴ ὀργίζεσθαι, μὴ δικάζεσθαι, μὴ ἐπιθυμεῖν τῶν αἰσχρῶν, ἐχθρὸν μὴ ἡγεῖσθαι, ἀλλ' ἀγαπᾷν τοὺς μισοῦντας, μὴ μεριμνᾷν περὶ τῶν φθαρτῶν· μὴ μετεωρίζεσθαι τὴν διάνοιαν, μὴ ζητεῖν παρὰ Θεοῦ τὰ μικρά· ἐν οὐρανῷ τὴν καρδίαν ἔχειν, ἐκεῖ μετατιθέντα τοὺς θησαυροὺς, Θεῷ συνειναι, φιλάδελφον εἶναι, συμπαθῆ, κοινωνικὸν ὧν ἔχει, μὴ ἐν βρώμασι τὸ μιαρὸν, ἀλλ' ἐν καρδίᾳ καὶ προαιρέσει τίθεσθαι; Τοῦτον τὸ τὰ τοιαῦτα συμβουλεύοντα, οὕτω θεῖα καὶ θαυμαστὰ, διὰ τὸ μὴ δεχθῆναι παρ' αὐτῶν, ἀφεῖλεν ὁ Κύριος. Οὐκέτι οὖν θαυμαστὸς παρ' αὐτοῖς σύμβουλος. Εὐξώμεθα δὲ μὴ ἀποστερηθῆναι θαυμαστοῦ συμβούλου τὴν Ἐκκλησίαν ταύτην, ἵνα, ἐπειδὰν καταλάβῃ τινὰ καιρὸς τῆς ὑπὲρ τῶν ἀναγκαίων βουλῆς, ἀπαντήσας εἰς τὸν οἶκον τοῦτον τὸ κοινὸν τῶν ψυχῶν βουλευτήριον, εὕρῃ λόγον παρακλήσεως, οἷόν τι φῶς πρὸς τὴν εὕρεσιν τῶν ἀναγκαίων ταῖς ψυχαῖς ἐμποιοῦντα. Ὁ δὲ, παρούσης συμβουλῆς ἀγαθῆς, τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορευόμενος τῆς ματαίας, ὅμοιός ἐστι τῷ Ῥοβοὰμ, ὃς ἀτιμάσας τὴν σώζουσαν γνώμην τῶν πρεσβυτέρων, ἠκολούθει τοῖς νεωτέροις τοῖς συνεκτραφεῖσιν αὐτῷ, δι' οὓς καὶ τῶν δέκα φυλῶν τῆς βασιλείας ἐξέπεσεν.
choosing of what is advantageous than in bodily activities. Thus an uncounselled man is an unsteered vessel, given over at random to the blasts of the winds. If, then, in deliberations about ordinary matters we call in counsellors, when we take counsel concerning the soul and the things that matter to her, how should we not seek out marvellous counsellors? From the time, therefore, when the Jews formed their wicked counsel as to how they might deliver up the Lord, the Lord took away from them the marvellous Counsellor, Whose counsels indeed they marvelled at—for they were astonished at His teaching—yet to Whose exhortations they paid no heed. And how was He not a marvellous Counsellor, Who instead of, An eye for an eye, counsels one to turn the other cheek also to him who strikes the right cheek; not to be angry, not to go to law, not to desire base things, not to count anyone an enemy, but to love those who hate, not to be anxious about perishable things; not to be puffed up in mind, not to ask small things from God; to have one's heart in heaven, transferring one's treasures thither, to be with God, to love the brethren, to be compassionate, generous in sharing what one has, and to place defilement not in foods, but in the heart and moral choice? This One Who counselled such things, so divine and marvellous, the Lord took away because He was not received by them. No longer, therefore, is there a marvellous counsellor among them. Yet let us pray that this Church may not be deprived of a marvellous counsellor, so that whenever a season of taking counsel concerning needful things overtakes anyone, on coming to this house, the common council-chamber of souls, he may find a word of consolation, implanting as it were a light for souls towards the discovery of things needful. Whereas he who, when good counsel is at hand, walks in the will of his vain heart, is like Rehoboam, who, dishonouring the saving judgement of the elders, followed the young men who had been brought up with him, on whose account he also fell away from the kingdom of the ten tribes.
107. Καὶ σοφὸν ἀρχιτέκτονα. Μετὰ τὸ ἀρθῆναι ἀπὸ τῶν Ἰουδαίων τὴν ὠφέλειαν τοῦ θαυμαστοῦ συμβούλου, ὃς ἐδείκνυτο ὢν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἤρθη ἀπ' αὐτῶν καὶ ὁ σοφὸς ἀρχιτέκτων, καὶ ἐγένετο ἀπόστολος ἐθνῶν, ὁ Ἑβραῖος ἐξ Ἑβραίων, ὁ κατὰ νόμον Φαρισαῖος, Παῦλος δαῦλος γενόμενος Ἰησοῦ Χριστοῦ, ὃν ἐδίωκε. Τίς ἡ τῆς ἀρχιτεκτονικῆς αὐτοῦ ἐπιστήμης ἀπόδειξις; Αὐτὸς γάρ φησιν· Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα. Οἶμαι δὲ, ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀρχιτεκτονεῖ Ἐκκλησίαν Θεοῦ, κατ' αὐτὸν τὸν Παῦλον λέγοντα. Συν-
107. And wise master-builder. After the benefit of the marvellous Counsellor, Who was shown to be our Lord Jesus Christ, was taken away from the Jews, the wise master-builder too was taken away from them, and became an apostle of the Gentiles—the Hebrew of Hebrews, as touching the law a Pharisee, Paul, having become a servant of Jesus Christ, Whom he had persecuted. What is the proof of his master-builder's science? He himself says: As a wise master-builder I have laid a foundation. And I think that the Holy Spirit also builds the Church of God as master-builder, according to Paul himself when he says. Together
Notes, col. 289

On the reading

Printed σημβουλεύων, for συμβουλεύων.

Printed συνειναι, for συνεῖναι.

Printed τὸ, for τὸν.

Printed δαῦλος, for δοῦλος.

PG 30:292Read from the page
οικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι· καὶ τὸ διὰ τῆς ἐπιχορηγίας τοῦ Πνεύματος συνοικοδομεῖσθαι καὶ αὔξειν εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Τοὺς οὖν ἀποβάλλοντας τὸν θαυμαστὸν σύμβουλον, τὸν Θεὸν Λόγον, ἐρήμους ἐποίησε τοῦ σοφοῦ ἀρχιτέκτονος, τοῦ ἁγίου Πνεύματος. Διὰ τοῦτο μὴ ἔχοντες τὸν συναρμολογοῦντα αὐτοὺς καὶ συμβιβάζοντα, λελυμένοι εἰσὶ καὶ ἐσχισμένοι ἀπ' ἀλλήλων, γενέσθαι ναὸς Θεοῦ διὰ τῆς πνευματικῆς οἰκοδομῆς μὴ δυνάμενοι, Ἀλλ' ἡμεῖς εὐξώμεθα, ἔχειν τὴν Ἐκκλησίαν τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος ὥστε ἀναδείκνυσθαι ἡμῖν τοὺς πνευματικοὺς ἀρχιτέκτονας, ὁποῖος ἦν ὁ Βεσελεὴλ, ὃν ἐνέπλησεν ὁ Θεὸς Πνεῦμα θεῖον, Πνεῦμα συνέσεως καὶ ἐπιστήμης, ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας. Καὶ συνετὸν ἀκροατήν. Εἰ κατὰ τὸν Σολομῶντα, Λόγος πολυτελὴς εἰς οὖς εὐήκοον, ὅπου λόγος οὐκ ἔστιν, οὐδὲ ἀκοῆς χρεία. Ἐπεὶ οὖν ἤρθη ὁ θαυμαστὸς σύμβουλος, ἀκολούθως συναφηρέφη καὶ ὁ συνετὸς ἀκροατής. Ὅπου γὰρ ἀργύριον οὐκ ἔστι, τραπεζίτης ἀργεῖ. Λυπηρὸν δὲ καὶ ὅταν λόγος μὲν ᾖ πλήρης νοημάτων, καὶ κατὰ πραγμάτων φερόμενος, ὁ δὲ συνετῶς αὐτῶν ἐπαισθανόμενος μὴ παρῇ, τῷ μὴ ἔχειν τὰ ὦτα τῆς ψυχῆς, ἃ ὁ Κύριος πρὸς τὴν τῶν ἰδίων λόγων ἀκρόασιν ἐπιζητεῖ λέγων· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
you are being built into a dwelling-place of God in the Spirit; and He says that through the supply of the Spirit the Church is built together and grows into a holy temple in the Lord. Those, therefore, who cast away the marvellous Counsellor, God the Word, He left destitute of the wise Master-builder, the Holy Spirit. On this account, not having Him Who fits them together and knits them into one, they are dissolved and rent asunder from one another, unable to become a temple of God through spiritual building. Yet let us pray that the Church may have the supply of the Spirit, so that spiritual master-builders may be raised up for us, such as Bezalel was, whom God filled with a divine Spirit, a Spirit of understanding and knowledge, to act as master-builder in all works of master-building. And prudent hearer. If according to Solomon, Precious is speech to an obedient ear, where speech is not, neither is there need of hearing. Since, therefore, the marvellous Counsellor was taken away, consequently the prudent hearer too was taken away with Him. For where there is no silver, the money-changer is idle. Yet it is grievous also when speech indeed is full of meanings and bears upon realities, while there is no one present who prudently perceives them, through lacking the ears of the soul which the Lord seeks for the hearing of His own words when He says: He who has ears to hear, let him hear.
108. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεὺσουσιν αὺτῶν. Διπλῆ τιμωρία, καὶ ἀφαιρεθῆναι τὰ ἀγαθὰ, καὶ παραδοθῆναι τοῖς χείροσι. Μετὰ γὰρ τὸ ἀφελεῖν τὸν Δεσπότην Κύριον ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ στοχαστὴν, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν· τότε ἠπείλησεν ὁ λόγος αὐτοῖς ἐπιπεμφθήσεσθαι νεανίσκους ἄρχοντας· οὕτω χαλεπωτάτην οἶδε τιμωρίαν, ὑπὸ νεανίσκων ἄρχεσθαι καὶ διοικεῖσθαι πόλιν. Κοῦφον γὰρ ἡ νεότης καὶ εὐκίνητον πρὸς τὰ φαῦλα· ἐπιθυμίαι δυσκάθεκτοι, ὀργαὶ θηριώδεις, προπέτειαι, ὕβρεις, ὑπερηφανίαι καὶ φυσιώσεις, σύντροφα τῇ νεότητι πάθη· φθόνοι πρὸς τὸ ὑπερέχον, ὕποψίαι πρὸς τὸ οἰκεῖον. Μυρίων κακῶν ἑσμὸς συνέζευκται τῇ νεότητι· ὧν πάντπν ἀνάγκη ἀπολαύειν τοὺς ἀρχομένους, διότι τὰ τῶν ἀρχόντων κατὰ συμφοραὶ τοῖς ἀρχομένοις γίγνονται. Ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν. Τὰ μὲν ἀγαθὰ ἑνικῶς ἀπηγγέλλετο, ἰσχύοντα καὶ ἰσχύουσαν πολεμιστὴν δικαστὴν, προφήτην, στοχαστὴν, πεντηκόνταρχον θαυ-
108. And I will set youths as their rulers, and mockers shall lord it over them. Double is the punishment: both to be deprived of good things, and to be delivered over to the worse. For after the Sovereign Lord took away from Judaea and from Jerusalem the strength of bread and the strength of water, giant and strong man, and man of war, and judge, and diviner, and captain of fifty, and marvellous counsellor, and wise master-builder, and prudent hearer, then the word threatened that youthful rulers would be sent upon them; so grievous a punishment does it know it to be for a city to be ruled and governed by youths. For youth is light-minded and easily moved towards base things: ungovernable desires, beastly rages, rashness, insolence, arrogance, and conceit are passions bred up together with youth; envy towards what excels, suspicion towards one's own. A swarm of countless evils is yoked to youth, of all of which those who are ruled must needs partake, because the evils of rulers become calamities for those who are ruled. I will set youths as their rulers. The good things were proclaimed in the singular—strong man and strong woman, warrior, judge, prophet, diviner, captain of fifty, a marvellous
Notes, col. 292

On the reading

Printed συναφηρέφη, for συναφῃρέθη.

Printed κυριεὺσουσιν, for κυριεύσουσιν.

Printed αὺτῶν, for αὐτῶν.

Printed ὕποψίαι, for ὑποψίαι.

Printed πάντπν, for πάντων.

Printed κατὰ, for κακὰ.

PG 30:293Read from the page
μαστὸν σύμβουλον, σοφὸν ἀρχιτέκτονα, τὸν συνετὸν ἀκροατήν· τῶν δέ κακῶν ἡ ἀπειλὴ εἰς πλῆθος ηὔξησε· Νεανίσκους ἄρχοντας, καὶ, Ἐμπαῖκται κυριεύσουσιν ὑμῶν. Οὐχ ὁ τὴν ἡλικίαν νέος κατηγορεῖταί, ἀλλ' ὁ νεαρὸς τὸ ἦθος. Οὐ γὰρ ὁ τῷ χρόνῳ ἐλλείπων πάντως ψεκτός· ἀλλ' ὁ κατὰ πάθος ζῶν. Ὁποῖος ἦν ὁ Ῥοβοὰμ, περὶ οὗ γέγραπται, ὅτι Καὶ Ῥοβοὰμ ἦν νεώτερος, καὶ δειλὸς τῇ καρδίᾳ. Διὰ τοῦτο καὶ ὁ Ἐκκλησιαστὴς, Οὐαί σοι, πόλις, φησὶν, ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου πρωὶ ἐσθίουσιν. Οὐ γὰρ ὁ τὴν ἡλικίαν νέος, ἀλλ' ὁ τὴν ψυχὴν ἀτελὴς, νεώτερος καὶ ἐνταῦθα λέγεται. Ἐπεὶ τό γε τῆς ἡλικίας ὅτι οὐκ ἐμπόδιον τῷ βουλομένῳ ζῆν κατ' ἀρετὴν, ἐν τοῖς πρὸς Ἱερεμίαν λόγοις ὁ Κύριος ἔδειξεν, εἰπών Μὴ λέγε· Ὅτι νεώτερός εἰμι. Οὐ γὰρ ἠρνήσατο αὐτὸν εἶναι νεώτερον· φλλ' ἔφη, μὴ εἶναι ἐμπόδιον αὐτῷ τὴν νεότητα διὰ τὴν τελείωσιν τῆς ψυχῆς· Ὅτι πρὸς πάντας, πρὸς οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ. Τῷ γὰρ φρονήμάτι ἑώρακα πρεσβυτικὸν τυγχάνοντα, ὁ βλέπων τὴν σεμνότητα τῆς ἐν τῷ κρυπτῷ πολιᾶς.
counsellor, wise master-builder, the prudent hearer; whereas the threat of evils grew into a multitude: Youths as rulers, and, Mockers shall lord it over you. Not he who is young in age is accused, but he who is juvenile in character. For he who falls short in years is not altogether blameworthy, rather he who lives according to passion; such as Rehoboam was, concerning whom it is written, And Rehoboam was young, and cowardly in heart. On this account Ecclesiastes also says, Woe to you, O city, whose king is young and whose rulers eat in the morning. For not he who is young in age, but he who is immature in soul, is here too called young. Indeed, that age at least is no hindrance to one who wishes to live according to virtue, the Lord showed in His words to Jeremiah, saying, Say not: I am too young. For He did not deny that he was young, but said that youth was no hindrance to him because of the perfection of his soul: For to all to whomsoever I shall send you, you shall go. For in prudence I have seen that you are elderly—I Who behold the gravity of the greyness that is in secret.
109. Ἐμπαῖκται δὲ κυριεύσουσιν· τῶν παραστησάντων ἑαυτοὺς δούλους τῇ ἁμαρτίᾳ. Ἐὰν γὰρ γένηται κύριος αὐτῶν ὁ κοινὸς ἐχθρὸς, οὐχὶ ὡς ἰδίοις κέχρηται, ἀλλὰ οαρακέχρηται ὡς ἀλλοτρίοις. Ἐμπομπεύει γὰρ τῷ παγιδευθέντι ὑπο τῆς ἁμαρτίας ὁ κοινὸς ἡμῶν πολέμιος, ἐπεμβαίνων καὶ κατεπαιρόμενος ἡμῶν, καὶ οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τοῦ Κυρίου ἡμῶν, οὗ ἀπεστασίασεν ἡμᾶς, καὶ δημοσιεύων ἡμῶν τὴν ἀσχημοσύνην, οὐ παύται θριαμβεύων τοὺς αἰχμαλώτους, καὶ ἐμπαίζων τοῖς ὑποχειρίοις. Ἐπειδὴ γὰρ αὐτὸς πεποίηται εἰς τὸ ἐγκαταπαίζεσθαι (Τοῦτο γὰρ ἐστι, φησὶν, ἀρχὴ πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ· καὶ ὁ ψαλμός· Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ), περιτρέψας ἡμῖν ἅπερ αὐτὸς πάσχειν ὤφειλεν, κυριεύει ἡμῶν διὰ τῶν ἐμπαιγμῶν. Ὅθεν ὁ τῆς ἐκ τοῦ διαβόλου ἐνεργηθείσης εἰς αὐτὸν ἁμαρτίας αἰσθόμενος, Ὅτι αἱ ψόαι μου, θησὶν, ἐπλήσθησαν ἐμπαιγμάτων. Καὶ σχεδὸν ὥσπερ ὁ Σαμψὼν λάφυρον γενόμενος διὰ τῆς πορείας τοῖς ἀλλοφύλοις, ἀποτυφλωθεὶς παρ' αὐτῶν, πρόήχθη τοῦ ἐμπαιχθῆναι· οὕτω καὶ
109. And mockers shall lord it over them: namely, over those who have presented themselves as slaves to sin. For if the common enemy becomes their master, he does not use them as his own, but abuses them as strangers. For our common foe makes a show over him who has been ensnared by sin, trampling upon us and exalting himself against us—and not against us alone, but also against our Lord, from Whom he drew us into revolt—and making a public spectacle of our shame, he does not cease triumphing over the captives and mocking those under his hand. For since he himself was made to be mocked at (For this is, it says, the beginning of the Lord's creation, made to be mocked at by His angels; and the psalm: This dragon whom Thou hast formed to mock at him), turning round upon us the very things he himself ought to have suffered, he lords it over us through mockeries. Whence he who perceived the sin wrought against him by the devil says, Because my loins have been filled with mockeries. And almost just as Samson, having through fornication become booty to the Philistines and been blinded by them, was brought forth to be mocked; so too
Notes, col. 293

On the reading

Printed δέ, for δὲ.

Printed κατηγορεῖταί, for κατηγορεῖται.

Printed φλλ', for ἀλλ'.

Printed φρονήμάτι, for φρονήματι.

Printed οαρακέχρηται, for παρακέχρηται.

Printed ὑπο, for ὑπὸ.

Printed παύται, for παύεται.

Printed γὰρ ἐστι, for γάρ ἐστι.

Printed θησὶν, for φησὶν.

Printed πορείας, for πορνείας.

Printed πρόήχθη, for προήχθη.

PG 30:296Read from the page
πᾶς, ὃν ἂν ἀποτυφλώσῃ ἡ ἁμαρτία, ἐμπαίζεται παρὰ τῶν ἀλλοτρίων. Τούτους δὲ τοὺς ἐμπαίζοντας οὐκ αὐτὸς ἐπιστήσειν ὁ Κύριος ἀπετλεῖ, ὥσπερ τοὺς νεανίσκους ἄρχοντας, ἀλλ' ἀφ' ἑαυτῶν ἔφη κυριεύσειν, ἐξ ὧν ἂν ἕκαστος ἑαυτῷ διὰ τῶν ἔργων τὸ κυριευθῆναι παρ' αὐτῶν ἐπισπάσηται. Τάχα οὖν διὰ τὸ ἐμπαῖξαι τῷ Κυρίῳ πρὸ τοῦ σταυροῦ τοὺς μέλλοντας σταυροῦν, παρεδόθησαν νεωτέρᾳ ἀρχῇ τῇ τῶν Ῥωμαίων· ἐμπαῖκται δὲ κατεκυρίευσαν αὐτῶν, οἱ τὴν ἀλήθειαν μή ἔχοντες παρ' ἑαυτοῖς. Κἂν Ἐκκλησίαν δὲ ἴδῃς ὑπὸ τῶν ἐν πανουργίᾳ δουλούντων τὸν λόγον ἀγομένην, καὶ ὑπὸ τῶν ἐν ὑποκρίσει ψευδολόγων, γίνωσκε ὅτι ἐμπαῖκται κυριεύουσιν αὐτῆς, οἱ διὰ τῆς χρηστολογίας καὶ πιθανολογίας ἐξαπατῶντες τοὺς ἀκεραιοτέρους.
everyone whom sin has blinded is mocked by strangers. Yet the Lord threatens that He will not Himself set these mockers over them, just as the youthful rulers, but said that they would hold dominion of themselves, inasmuch as each man draws upon himself through his works the being lorded over by them. Perhaps, therefore, because those who were about to crucify mocked at the Lord before the cross, they were handed over to a newer rule, that of the Romans; and mockers exercised dominion over them, men not having the truth among themselves. And even if you see a Church led by those who in craftiness enslave the word, and by speakers of falsehood in hypocrisy, know that mockers hold dominion over her, who through fair speech and plausible speech deceive the more guileless.
110. Καὶ συμπεσεῖται ὁ λαὸς, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ. Ἄντικρυς τὰ πρὸ τῆς ἁλώσεως Ἱεροσολύμων, τῆς τελευταίας ταύτης μεθ' ἣν τῇ διασπορᾷ παρεδόθησαν, διηγεῖται ὁ προφήτης· οὐκέτι δι' αἰνιγμάτων προφητικῶν προάγων τὸν λόγον· ἀλλὰ γυμνῶς καὶ ἀναφανδὸν αὐτὰ τὰ πράγματα διηγούμενος· ὅτε συμπεσόντες ἀλλήλοις, στάσεως καὶ φόνου τὴν πόλιν ἐνέπλησαν, οὐδὲ ὑπὸ τῶν περιεστοιχισμένων αὐτοῖς πολεμίων εἰς τὴν ἀναγκαίαν ὁμόνοιαν συνελαυνόμενοι, ἀλλὰ περὶ τῶν ἐσχάτων ἀγωνιῶντες, τῆς πόλεως ἤδη λαμβανομένης, τῶν τειχῶν καταῤῥιπτομένων, τῶν πολεμίων εἰσχεομένων, ὑπὸ φιλαρχίας καὶ φιλοπρωτείας ἀλλήλοις ἀντεπήεσαν. Καὶ ταῦτα ἔπασχον διὰ τὸ ἀρθῆναι ἀπ' αὐτῶν προφήτην, καὶ στοχαστήν, καὶ πρεσβύτερον, καὶ θαυμαστὸν σύμβουλον· ἐπιστῆναι δὲ αὐτοῖς ἄρχοντας νεανίσκους, καὶ ἐμπαίκτας αὐτῶν κυριεῦσαι. Καὶ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην. ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Ἐπεξέρχεται τοῖς τῆς συγχύσεως ἰδιώμασιν. Ἴδιον γὰρ στάσεως, τὸ μηδὲν διακρίνειν· ἀλλὰ καὶ τὸν παῖδα δυσαρεστεῖσθαι τῷ πρεσβύτῃ, καὶ προσκόπτειν αὐτοῦ τοῖς διδάγμασι· καὶ ὁ ἄτιμος διὰ τὸ ἐν πάθει ἀτιμίας ἐνυβρίσθαι, σεμνότερον ἑαυτὸν βουλήσεται νομίζεσθαι τοῦ τιμίου. Φοβοῦμαι δὲ μὴ καὶ ἐφ' ἡμᾶς φθάνῃ ταῦτα, καὶ ἐπὶ τοῦ παρόντος καιροῦ ὦσιν αἱ προφητεῖαι αὗται· ὅτε παῖδες νέοι τὴν ἡλικίαν, νεαρώτεροι τὸν τρόπον, τοῖς πρεβυτέροις τῆς Ἐκκλησίας προσκόπτουσι, μήτε τὰς ἱερουργίας αὐτῶν προσιέμενοι, μήτε τὴν πρέπουσαν εὐταξίαν τῆς Ἐκκλησίας φυλάσσοντες. Καὶ ὅταν δὲ οἱ κακῶς βεβιωκότες κατὰ τῶν εὐ-
110. And the people shall fall together, man against man, and a man against his neighbour. Downrightly does the prophet recount the events before the capture of Jerusalem, this final one after which they were handed over to the dispersion; no longer advancing his discourse through prophetic riddles, but nakedly and openly recounting the very events themselves: when, falling upon one another, they filled the city with faction and slaughter, not even driven together into necessary concord by the enemies surrounding them, but while struggling for their very last extremity, the city already being taken, the walls being thrown down, the enemies pouring in, out of love of rule and love of primacy they marched against one another. And they suffered these things because prophet, and diviner, and elder, and marvellous counsellor had been taken away from them; and youthful rulers were set over them, and mockers gained dominion over them. And the child shall stumble against the elder, the dishonoured against the honoured. He goes through the characteristics of the confusion. For it is proper to faction to make no distinction, but for even the boy to be displeased with the elder, and to stumble at his teachings; and the dishonoured man, through having been outraged in the passion of dishonour, will wish himself to be accounted more venerable than the honourable man. Yet I fear lest these things reach even unto us, and these prophecies belong to the present season: when boys young in age, and more juvenile in manner, stumble against the elders of the Church, neither admitting their sacred ministrations, nor keeping the fitting good order of the Church. And whenever those who have lived wickedly, against the well-
Notes, col. 296

On the reading

Printed ἀπετλεῖ, for ἀπειλεῖ.

Printed μή, for μὴ.

Printed πρεβυτέροις, for πρεσβυτέροις.