Migne Reading Room

PG 30 · cols. 264–273 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:264Read from the page
ἑαυτὸν δὲ ἀποσεμνύνει. Καὶ ἔστιν ἡ ὕβρις ὑπερηφανίας ἀρχὴ, καὶ ἡ ὑπερηφανία κακὸν ἔγγονόν ἐστι τῆς ὕβρεως. Διὰ τοῦτο ἡ ἐκδίκησις ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Αἱ συγγενεῖς γὰρ ἁμαρτίαι ὁμοιοτρόπως κολάζονται. Ἐπάξει οὖν ἡ διαβόητος ἡμέρα τοῦ Κυρίου τὴν ἐκδίκησιν ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον. Ἡμεῖς δὲ οἱ ἐλεεινοὶ, πᾶσαν ἡμέραν ἐν τοῖς κακοῖς τούτοις στρεφόμενοι, οὐδὲ συνίεμεν ὁποῖα κακὰ ἁμαρτάνομεν· Λοίδοροι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ἡμεῖς λοιδοροῦμεν, ἐν αὐτῷ τῷ λοιδορεῖν μὴ συνιέντες, ὅτι ταῦτα ἃ νῦν ἀφίημι ῥήματα ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἀντιστήσεταί μοι, καὶ διακόψει μου τὴν ὁδὸν, καὶ ὥσπερ τειχίον γενήσεται ὑπερβαθῆναι μὴ δυνάμενον. Τίς ἡμῶν ἑαυτὸν οὐχ ὑπεραίρει; τίς τὸν πλησίον οὐ διαπτύει; Ἡ δὲ ὕβρις πλέον τί ἐστι τῆς λοιδορίας. Ἡ μὲν γὰρ γλώσσης ἐστὶ μόνον ἀτιμία· ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν ἔργων ἐπ' αἰσχύνῃ τῶν ὑβριζομένων ἐπίνοιαν ἔχει. Δυνατὸν μέντοι σήμερον βουληθέντι τῷ ὑψηλῷ κατελθεῖν εἰς τὴν τῶν ταπεινῶν ταπείνωσιν· καὶ τῷ νῦν μέντοι ταπεινῷ κίνδυνος ἀντιμεταστῆναι εἰς τὸ τῶν ὑπερηφάνων ὕψωμα. Αὐτὸ γὰρ τὸ ὑπολαβεῖν περὶ ἑαυτοῦ εἰς τὸ ἄκρον τῆς ταπεινώσεως ἐληλυθέναι, ὑψώματός ἐστιν ἀφορμὴ καὶ τὸ τοῦ σφόδρα δοκοῦντος ἐν ἁμαρτίαις εἶναι κατεπαρθῆναι, ὑπερηφανία δεινὴ, ἣν ἔπαθεν ὁ Φαρισαῖος κατὰ τοῦ τελωνου.
while he magnifies himself. And insolence is a beginning of arrogance, and arrogance is an evil offspring of insolence. Wherefore vengeance is upon every insolent and arrogant man. For kindred sins are punished in like manner. That renowned day of the Lord, therefore, will bring vengeance upon every insolent and arrogant man. Yet we pitiable ones, spending the whole day turning about in these evils, do not even understand what sort of evil sins we commit: Railers shall not inherit the kingdom of God. And we rail, not understanding in the very act of railing that these words which I now utter will stand against me in the day of the Lord, and will cut off my way, and will become like a little wall that cannot be crossed over. Who among us does not exalt himself? Who does not spit upon his neighbour? Yet insolence is something more than railing. For the one is a dishonour of the tongue alone; whereas insolence comprises also contrivance through deeds to the shame of those who are treated insolently. Nevertheless, it is possible today for the lofty man, if he so wishes, to come down to the lowliness of the lowly; and yet for him who is now lowly there is a danger of shifting over to the height of the arrogant. For the very supposing concerning oneself to have arrived at the summit of humility is an occasion of exaltation, and to lift oneself up over the man who seems exceedingly to be in sins is a dreadful arrogance, which the Pharisee suffered against the tax-collector.
89. Καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον. Τῆς αὐτῆς κακίας ἐστὶ καὶ ὁ ὑψηλὸς καὶ μετάωρος, διαφέρων πρὸς τὸν ὑβριστὴν καὶ ὑπερήφανον τῆ σχέσει μόνον. Ὁ μὲν γὰρ καθ' ἑτέρων τῇ ὕβρει καὶ τῇ ὑπερηφανίᾳ κέχρηται· ὁ δὲ, καὶ μόνος ὢν, ἑαυτὸν ὑπεραίρει, καὶ μετεωρίζει τῇ ματαιότητι τοῦ νοὸς, καὶ ἀνυψοῖ. Καὶ ἵνα μοι νοήσῃς τὸν ἀκριβῶς μετέωρον, ἀνάμνησον σεαυτὸν ἐν τῇ ματαιότητι τῆς νεότητός, σου, εἴ ποτε κατὰ σαυτὸν γενόμενος ἔλαβες ἔννοιαν τοῦ βίου, καὶ τῶν ἐπιτηδευμάτων· πῶς εὐκόλως κατὰ τὴν φαντασίαν τοῦ νοῦ ἐπέδραμες ἀρχὰς ἐξ ἀρχῶν, δυναστείας ἐκ δυνὰστειῶν, πλοῦτον περιεβάλου, οἰκίας ᾠκοδόμησας, χρυσὸν καὶ ἄργυρον ἀπέθου, κτήσεις συνήγαγες, τόσα καὶ τόσα τάλαντα κατ' ἔτος προσκομιζούσας, οἰκέτας ἔσχες μυρίους, τέχνας παντοδαπὰς, τὰς ἐκ τούτων προσόδους, ἀγέλας ἵππων, ποίμνια καῖ βουκόλια, τὰ ἐκ τούτων χρήματα, γυναῖκα καὶ παῖδας, καὶ τούτων τὰ ἔκγονα, φίλους εὐεργέτησας, ἐχθροὺς ἠμύνω, ἦρξας πόλεων, εἶτα ἐθνῶν, τὸ τελευταῖον καὶ ἐβασίλευσας. Ὁρᾷς πῶς ὑπὸ κουφότητος ὁ τοιοῦτος νοῦς ὑψηλός ἐστι καὶ μετέωρος; Οὐδαμοῦ ἐστήρικται, ἀλλ' ὑπὲρ τὰ ἀδύνατα, ὑπὲρ τὴν φύσιν φέρεται. Ἀπειλεῖται εὖν καὶ τοῖς μετεώροις τὰ φοβερὰ τῆς ἡμέρας. Ἁμαρτία γάρ
89. And upon every high and lofty one. Of the same vice is also the high and lofty man, differing from the insolent and arrogant man in relation only. For the one employs insolence and arrogance against others; whereas the other, even when alone, exalts himself, and buoys himself aloft in the vanity of his mind, and lifts himself on high. And that you may grasp for me him who is strictly lofty, remind yourself in the vanity of your youth, if ever, being by yourself, you took thought of life and its pursuits: how easily in the fantasy of your mind you ran through offices after offices, lordships after lordships, invested yourself with wealth, built houses, laid away gold and silver, gathered estates bringing in so and so many talents a year, acquired ten thousand household servants, crafts of every kind, the revenues therefrom, herds of horses, flocks of sheep and droves of cattle, the riches therefrom, a wife and children, and their offspring, conferred benefits upon friends, avenged yourself upon enemies, ruled over cities, then over nations, and finally even became king. Do you see how through lightness such a mind is high and lofty? Nowhere is it planted firm, but beyond things impossible, beyond nature it is borne along. The fearful things of that day, therefore, are threatened against the lofty as well. For a sin
Notes, col. 264

On the reading

Printed τελωνου, for τελώνου.

Printed μετάωρος, for μετέωρος.

Printed τῆ, for τῇ.

Printed δυνὰστειῶν, for δυναστειῶν.

Printed καῖ, for καὶ.

Printed εὖν, for οὖν.

PG 30:265Read from the page
ἐστὶ, φησὶν, ὁ μετεωρισμός. Ἄκουε γὰρ τοῦ Κυρίου λέγοντος· Καὶ μὴ μετεωρίζεσθε. Καὶ ὁ μακάριος Δαβὶδ ἐν τοῖς κατορθώμασι ἀριθμεῖ τὸ μὴ μετεωρισθῆναι, μηδὲ ὑψωθῆναι. Κύριε γὰρ, φησὶν, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Ἔστι μέντοι καὶ ἐπαινετῶς ὑψωθῆναι, ὅταν μὴ μικροπρεπὴς ᾖς, μηδὲ ταπεινὰ μεριμνῶν, ἀλλὰ διεγηγερμένος τὸ φρόνημα, καὶ τῷ ἀναστήματι τῆς ἀρετῆς ὑπὸ μεγαλοψυχίας καὶ μεγαλονοίας κεκοσμημένος. Τὸ τοιοῦτον ὕψος τῆς γνώμης ἀποδεκτὸν, τὸ ἀταπείνωτον ἐν θλίψεσι, τὸ ὑπερφρονοῦν τῶν ἐπὶ γῆς. Τοιοῦτος ὁ τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς, ὁ τὴν καρδίαν ἐπτοημένην ἔχων εἰς τοὺς ἐκεῖ θησαυρούς. Καὶ ἔοικε τοῦτο τὸ ὕψος τῆς διανοίας, πρὸς τὴν ἐκ τοῦ τύφου ἔπαρσιν, τὴν αὐτὴν ἔχειν διαφορὰν, ἣν ἀληθινὴ εὐεξία πρὸς τὴν ἐξ ὑδέρου γινομένην τῆς σαρκὸς ἐπανάστασιν. Ὤγκωται μὲν γὰρ τὸ σῶμα, ἀλλ' ὕπουλόν ἐστι καὶ νοσεῖ.
is loftiness of mind, he says. For hear the Lord saying: And be not buoyed aloft. And the blessed David reckons among right achievements not being buoyed aloft, nor being exalted. For, O Lord, he says, my heart was not exalted, nor were my eyes lifted aloft. Yet it is possible also to be exalted praiseworthily, when you are not mean-spirited, nor anxious over lowly things, but roused in spirit, and adorned with the stature of virtue by greatness of soul and greatness of mind. Such height of resolve is acceptable, unbowed in afflictions, disdaining the things upon earth. Such is he who has his citizenship in heaven, who has his heart fluttering eagerly towards the treasures there. And this height of understanding seems, in relation to the elation that comes from conceit, to have the same difference that true soundness of body has in relation to the swelling up of the flesh that arises from dropsy. For the body is puffed up indeed, yet underneath it is festering and diseased.
90. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων. Ηοία κακία, φησὶ, τῆς κέδρου, ὅτι καὶ τὸ ταύτης ὑψηλὸν, ὅπερ ἐκ φύσεως αὐτῇ πρόσεστιν, εἰς ἐξέτασιν ἄγεται; Διὰ τί δὲ ὅλως καὶ ταῖς ἐν τῷ Λιβάνῳ κέδροις ἀπειλεῖ τὴν ἡμέραν ὁ λόγος; Ὅτι μὲν οὖν περὶ ἐμψύχων ὁ λόγος τῶν πεφυσιωμένων, καὶ μετὰ ἀναισθησίας ἐχόντων τὴν ἔπαρσιν, οὐδεὶς ἀντερεῖ. Ἀλλὰ διὰ τί κέδροι; καὶ διὰ τί, τοῦ Λιβάνου; Αἱ κέδροι φυτόν εἲσιν, ἀχρήστων καρπῶν οἰστικαὶ, εἰς ὕψος μήκιστον αὐξανόμεναι, καὶ ἀεὶ ἐπιδιδοῦσαι κατὰ τὴν προσθήκην τοῦ χρόνου, οὔτε γηρῶσαι ῥᾳδίως, οὔτε εὐκόλως κατασηπόμενοι· ὁ δὲ Λίβανος ὄρος εἰδωλολατρείας τὸ παλαιὸν ἦν. Ἵνα οὖν τὰς ἐκεῖ ἐμφιλοχωρούσας ὀλεθρίους δυνάμεις ἐνδείξηται ἡμῖν, κέδρους ὠνόμασε τοῦ Λιβάνου τὰ ὑψώματα τῆς πονηρίας, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, περὶ ὧν καὶ ὁ ψαλμός φησιν, ὅτι Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Δύναται δὲ τὰ ἐν ἀνθρώποις ἀλαζονικὰ ἤθη ἄνευ αἰτίας τινὸς ἀκολούθου πρὸς τὴν φυσίωσιν ἐπαιρόμενα διὰ τῶν κέδρων αἰνίσσεσθαι. Ἔστι γὰρ καὶ ἐν φυσιώσει ἢ πιθανή τις αἰτία τὴν ἔπαρσιν ἐμποιοῦσα, ἢ πάντη ἄλογος. Οἷον, φρονεῖ τις ἐφ' ἑαυτῷ δι' ἐγκράτειαν· φρονεῖ διὰ σωφροσύνην, φρονεῖ διὰ τὸ ἐν ταῖς προσευχαῖς ἐπίμονον· κακῶς μὲν ποιεῖ παρ' ὃ δεῖ φρονῶν, πλὴν ἀλλ' ἔχει ἀκολουθίαν τὸ ὕψωμα. Ὁ τόιοῦτος ὑψηλὸν μέν ἐστι φυτὸν, ἀλλ' ἔγκαρπον· ὁ δὲ ἄνευ ἐργασίας τινὸς ἀγαθῆς, ἢ διὰ πλοῦτον, ἢ δι' εὐγένειαν, ἢ διὰ σώματος ἰσχὺν μετεωριζόμενος, κέδρος ἐστὶν, ἀκάρπῳ ζωῇ καὶ ἀν-
90. And upon every cedar of Lebanon, of the high and lofty ones. What vice, one says, belongs to the cedar, that its height also, which belongs to it by nature, is brought under scrutiny? And why at all does the word threaten that day even against the cedars in Lebanon? Now that the word concerns animate beings who are puffed up, and who hold their elation with insensibility, no one will gainsay. Yet why cedars? And why of Lebanon? Cedars are a plant productive of useless fruits, growing up to the greatest height, and ever advancing with the addition of time, neither growing old readily, nor easily rotting away; and Lebanon of old was a mountain of idolatry. In order, therefore, to indicate to us the destructive powers haunting that place, Scripture named cedars of Lebanon the heights of wickedness that lift themselves up against the knowledge of God, concerning which the psalm also says, The Lord will crush the cedars of Lebanon. Moreover, boastful characters among men that are lifted up unto inflation without any consistent ground can be hinted at through the cedars. For even in inflation there is either some plausible cause engendering the elation, or one altogether irrational. For instance, someone thinks highly of himself on account of continence; he thinks highly of himself on account of temperance, he thinks highly of himself on account of perseverance in prayers: he does ill indeed in thinking more highly than he ought to think, yet nevertheless his exaltation has a logical sequence. Such a man is indeed a high plant, yet fruitful; whereas he who without any good work is buoyed aloft either on account of wealth, or on account of noble birth, or on account of bodily strength, is a cedar, in an unfruitful and un-
Notes, col. 265

On the reading

Printed Ηοία, for Ποία.

Printed εἲσιν, for εἰσιν.

Printed κατασηπόμενοι, for κατασηπόμεναι.

Printed τόιοῦτος, for τοιοῦτος.

PG 30:268Read from the page
ονήτῳ ἐπαγαλλόμενος. Διὰ τί δὲ καὶ τοῦ Λιβάνου; Ὅτι ὥσπερ τὰ ἐπὶ τῶν ὀρῶν πεπηγότα φυτὰ ὕψει ἄλλοτρίῳ συγκέχρηται, οὕτως οἱ πλοῦτον, ἢ δύναμιν, ἢ δόξαν προγόνων ὑποβαλλόμενοι, τοῖς κατ' οὐδὲν προσήκουσιν εἰς ἀφορμὴν τῆς οἰκείας ἐπάρσεως ἀποκέχρηνται. Εἰσὶ μέντοι καὶ ἐπαινούμεναι κέδροι· Χορτασθήσεται τὰ ξύλα τοῦ Κυρίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσε. Καὶ εἰς τὴν δοξολογίαν πηραλαμβάνεται ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι· ἵνα δειχθῇ, ὅτι οὐδὲν τῇ φύσει πονηρὸν, οὐδὲ ἠλλοτριωμένον Θεοῦ, ἀλλὰ παρὰ τὴν ἑαυτῶν αἰτίαν ἕκαστα ἢ ἀφίσταται ἀπὸ Θεοῦ, ἢ προσοικειοῦται αὐτῷ. Διὰ τοῦτο καὶ αἱ εἰς κατασκευὴν τοῦ ναοῦ συντελέσασαι κέδροι ἐκ τοῦ Διβάνου ἦσαν κατακεκομισμέναι, τῆς ἱστορίας παραδεικνυούσης, ὅτι δυνατὸν ἐξ εἰδωλολατρείας εἰς ἁγιασμὸν μεταβαλεῖν. Διὰ τοῦτο ποτὲ μὲν συντρίβεται κέδρος, ὅταν ἀχώριστος ᾖ τοῦ Λιβάνου· ποτὲ δὲ, ὅταν καταλιποῦσα τὰ ἀρχαῖα, ἀξία τοῦ ἁγιάζεσθαι γένηται. Καθόλου μέντοι καὶ τὰ τῶν ζώων ἤθη καὶ τὰ τῶν φυτῶν εἴδη εἰς τὸ ποικίλον τῆς πρυαιρέσεως τῶν ἀνθρώπων λαμβάνεται.
profitable life exulting. And why also of Lebanon? Because just as plants fixed upon the mountains make joint use of a height not their own, so those who put forward beneath themselves wealth, or power, or ancestral glory, misuse things in no way belonging to them as an occasion for their own elation. Nevertheless, there are also cedars that are praised: The trees of the Lord shall be satisfied, the cedars of Lebanon, which He planted. And into the doxology are received fruitful trees, and all cedars; that it may be shown that nothing is evil by nature, nor estranged from God, but through their own cause each thing either withdraws from God, or is made intimate with Him. Wherefore also the cedars that contributed towards the construction of the temple had been brought down from Lebanon, the history demonstrating that it is possible to pass over from idolatry unto sanctification. Wherefore at one time a cedar is crushed, when it is inseparable from Lebanon; and at another time, when it has left behind its ancient ways, it becomes worthy of being sanctified. Universally, however, both the habits of animals and the kinds of plants are taken to represent the variety of human choice.
91. Καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν. Ἄλλου φυτοῦ μνήμη, πρὸς ἔνδειξιν ἀνθρωπείου βίου ὑποπεσεῖν ἀπειλουμένου τῇ κρίσει. Τὰ γὰρ σκληρὰ ἤθη καὶ δύσεικτα ἀντιτύπως πρὸς πάντα καὶ ἀντιβατικῶς διακείμενα, καὶ ἡ κοικὴ συνήθεια δρυῒ παρεικάζει. Φέρει δὲ τὸ δένδρον τοῦτο καρπὸν, ἀλλὰ χοίρων τροφήν. Διὰ τοῦτο δένδρον αἰσχύνης ὠνόμασε· τὸ γὰρ Βασὰν εἰς τὴν αισχύνην μεταλαμβάνουσιν. Ὤν οὖν ἡ δόξα τῆς καρποφορίας αἰσχύνη ἐστὶ, καὶ ἐπὶ τούτοις ἔσται ἡ ἡμέρα τοῦ Κυρίου. Καὶ δὴ, καὶ τὴν εἰδωλολατρείαν αἰσχύνην εὕρομεν λεγομένην, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν Ἠλίας λέγει πρὸς τὸν Ἀχαάβ· Καὶ νῦν ἀπόστειλον καὶ συνάθροισον πρὸς μὲ πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης, καὶ τοὺς προφήτας τῶν ἀλσῶν, τετρακοσίους ἄνδρας ἐσθίοντας τράπεζαν Ἰεζάβελ. Ἐπεὶ οὖν Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται, ἡ τοῦ Κυρίου ἡμέρα καὶ τοῖς
91. And upon every acorn-tree of Bashan. Mention is made of another plant, for the indication of a human life threatened with falling under judgement. For hard and unyielding characters, stubbornly and obstinately disposed towards all things, common usage also likens to an oak. Moreover, this tree bears fruit, yet food for swine. Wherefore Scripture named it a tree of shame; for they render Bashan as shame. Upon those, therefore, whose glory of fruit-bearing is shame, upon these too shall the day of the Lord be. And indeed, we have found idolatry also called shame, as in the third book of Kingdoms Elijah says to Ahab: And now send and gather to me all Israel unto Mount Carmel, and the prophets of shame, and the prophets of the groves, four hundred men eating at the table of Jezebel. Since, therefore, Every tree not producing good fruit is cut down, and cast into the fire, the day of the Lord against the
Notes, col. 268

On the reading

Printed ἄλλοτρίῳ, for ἀλλοτρίῳ.

Printed πηραλαμβάνεται, for παραλαμβάνεται.

Printed Διβάνου, for Λιβάνου.

Printed πρυαιρέσεως, for προαιρέσεως.

Printed κοικὴ, for κοινὴ.

Printed αισχύνην, for αἰσχύνην.

Printed Ὤν, for Ὧν.

PG 30:269Read from the page
δένδροις τῆς αἰσχύνης ὡς φοβερὰ ἀπειλεῖται. Διὰ τοῦτο καὶ ὁ βασιλεὺς τῆς Βασὰν Ὤγ προσηγόρευται. Ὤγ δὲ ἑρμηνεύεται διάφραξις· ὡς τῶν ἔργων τῆς αισχύνης τὴν ὁδὸν ἡμῖν τῆς σωτηρίας ἀποφρασσόντων. Πόρνοι γὰρ, καὶ μοιχοὶ, καὶ μαλακοὶ, καὶ ἀρσενοκοῖται, καὶ πάντες τῆς αἴσχύνης ἐργάται ὑπὸ τοῦ Ὤγ βασιλεύοντος, τοῦ τὴν ἀπὸ Θεοῦ διακοπὴν ἐνεργοῦντος· ὃν συντρίβει ὁ Κύριος ἐπ' ἐλευθερίᾳ τῶν κρατουμένων. Ἐξομολογεῖσθε γὰρ τῷ Κυρίῳ, ὅτι χρηστὸς, τῷ πατάξαντι βασιλεῖς μεγάλους, καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς, τὸν Σηὼν καὶ τὸν Ὤγ.
trees of shame also is threatened as fearful. Wherefore the king of Bashan also has been called Og. Now Og is interpreted fence-barrier: inasmuch as the works of shame block off for us the way of salvation. For fornicators, and adulterers, and the effeminate, and abusers of themselves with men, and all workers of shame are under Og as king, who works severance from God; whom the Lord crushes for the freedom of those held fast. For confess to the Lord, that He is good, to Him Who struck mighty kings, and slew strong kings, Sihon and Og.
92. Καὶ ἐπὶ πᾶν ὄρος, καὶ ἐπὶ πάντα βουνὸν, καὶ ἐπὶ πάντα πύργον ὑψηλόν. Ὥσπερ τὰ ὄρη πρὸς τοὺς βουνοὺς τὴν κατὰ μέγεθος ἔχει διαφορὰν, τῷ δὲ λοιπῷ τὰ αὐτὰ ἀλλήλοις ἐστίν· οὕτω καὶ αἱ ἐναντίαι δυνάμεις τῇ μὲν προαιρέσει ἀλλήλαις ἐοίκασι, τῷ δὲ μεγέθει τῶν ἀδικημάτων διενηνόχασιν. Εἰκότως οὖν καὶ κατὰ τούτων ἡ ἡμέρα Κυρίου Σαβαὼθ ἐνστήσεται. Τί δὲ βούλεται τὸ, Καὶ ἐπὶ πάντα πύργον; Ὁ πύργος ἐντὶν ὑψηλὸν σκοπευτήριον πρὸς φυλακὴν πόλεως, καὶ γνῶσιν ἐφόδων πολεμικῶν ἐπιτήδειον. Τοιοῦτσς ἡμῖν δέδοται καὶ ὁ νοῦς, φυλακτικος τῶν ἀγαθῶν, προορατικὸς τῶν ἐπιβούλων. Τοῦτον οὐ χρὴ ἐν ἑαυτῷ οὐδὲ διὰ τῶν γηΐνων τὴν εἰς οὐρανὸν ἄνοδον πραγματεύεσθαι. Καταβαίνει γὰρ ὁ Κύριος πρὸς αὐτὸν κάτω πεσόντα διὰ τὸ φρόνημα, καὶ τὴν πρὸς τὸ κακὸν αὐτοῦ συμφωνίαν διασπᾷ ἐπ' εὐεργεσίᾳ καὶ σωτηρίᾳ. Περὶ τῆς τούτου οἰκοδομῆς κελεύει ἡμᾶς ὁ Κύριος καθίσαντας ψηφίσαι, εἰ ἔχομεν τὰ πρὸς ἀπαρτισμὸν, ὡς δηλοῖ αὐτὴ ἡ σύμφρασις τοῦ Εὐαγγελίου. Τὸν οὖν ὑψηλόφρονα νουν, καὶ ὑπέρογκον, καὶ πάντας ἐξευτελίζοντα, καὶ ἑαυτὸν μακαρίζοντα φοβεῖσθαι ὁ λόγος τὴν ἡμέραν Κυρίου βούλεται. Καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν. Πάλιν τεῖχος ἔρυμά ἐστι πρὸς φυλακὴν πόλεων πεποιημένον, καὶ τὰς προσβολὰς τῶν πολεμίων ἀποκρουόμενον· οὕτως εἰσί τινες καὶ λόγοι, οἱ μὲν ἐκ τῆς ἀληθείας αὐτῆς περικείμενοι ἡμῖν, τὸ ἀκαθαίρετον τῶν σωτηρῖων δογμάτων διατηροῦντες· οἱ δὲ ἐκ τῆς ἔξωθεν ἐπινοίας πρὸς ὀχύρωσιν ψεύδους καὶ φυλακὴν ματαιότητος ἐπιτετηδευμένοι. Ἡ γὰρ τῆς διαλεκτικῆς δύναμις τεῖχός ἐστι τοῖς δόγμασιν, οὐκ ἐῶσα αὐτὰ εὐδιάρπαστα εἶναι καὶ εὐάλωτα τοῖς βουλομένοις. Διὰ τοῦτο τὰ μὲν τῆς Ἱερουσαλὴμ τείχη ἀνάγραπτά ἐστιν ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου· τὰ δὲ Ἱεριχοῦντος ὑπὸ Ἰησοῦ καθαιρεῖται, φωνῇ μόνῃ διαλυόμενα. Ἄνω μὲν οὖν μόνα τὰ ὑψηλὰ κατηγορεῖται· ἐνταῦθα δὲ καὶ τὰ ἰσχύν τινα μετὰ τοῦ ὕψους ἔχοντα· τὴν ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις πιθανότητα ἐπὶ πολὺ κραταιωθεῖσαν καὶ ὑψωθεῖσαν τεῖχος ὑψηλὸν τροπικῶς λέγοντνς τοῦ προφήτου, καὶ
92. And upon every mountain, and upon every hill, and upon every high tower. Just as mountains have their difference from hills in size, while in other respects they are the same as one another; so too the opposing powers resemble one another in purpose, while they have differed in the magnitude of their offences. Rightly, therefore, against these also will the day of the Lord Sabaoth set in. And what does this mean: And upon every tower? A tower is a high lookout suited for the guarding of a city, and for the detection of hostile incursions. Of such a kind has the mind also been given to us, observant to guard good things, foreseeing against plotters. This mind ought not in itself nor through earthly things to contrive its ascent into heaven. For the Lord comes down to it when it has fallen low through pride, and tears apart its agreement towards evil for its benefit and salvation. Concerning the building of this tower the Lord commands us to sit down and calculate whether we have what is needed for completion, as the very context of the Gospel makes plain. The word wills, therefore, that the high-minded mind, swollen with pride, disparaging all men, and pronouncing itself blessed, should fear the day of the Lord. And upon every high wall. Again, a wall is a bulwark made for the guarding of cities, and warding off the assaults of enemies; thus there are also certain arguments, some encompassing us from the truth itself, preserving the impregnability of saving doctrines; and others contrived from external ingenuity for the fortification of falsehood and the guarding of vanity. For the power of dialectic is a wall for doctrines, not allowing them to be easily plundered and easily captured by whoever wishes. Wherefore the walls of Jerusalem are inscribed upon the hands of the Lord; whereas those of Jericho are pulled down by Joshua, dissolved by a shout alone. Above, accordingly, only high things are arraigned; whereas here, those things also that possess a certain strength along with height, the prophet figuratively calling a high wall the persuasiveness in demonstrative methods when greatly strengthened and exalted, and
Notes, col. 269

On the reading

Printed αισχύνης, for αἰσχύνης.

Printed αἴσχύνης, for αἰσχύνης.

Printed ἐντὶν, for ἐστὶν.

Printed Τοιοῦτσς, for Τοιοῦτος.

Printed φυλακτικος, for φυλακτικὸς.

Printed νουν, for νοῦν.

Printed σωτηρῖων, for σωτηρίων.

Printed λέγοντνς, for λέγοντος.

PG 30:272Read from the page
καθαιρεθήσεσθαι αὐτὸ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου διεβεβαιουμένου.
affirming positively that it shall be pulled down in the day of the Lord.
93. Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης. Αἰνίγματά ἐστι πρὸς τὴν γυμνασίαν τοῦ νοῦ ἡμῶν προβεβλημένα, μὴ ἀργῶς ἀκούωμεν τῆς Γραφῆς, ἵνα μὴ χαμαὶ τὸν νοῦν καταβάλωμεν. Εἰπὼν περὶ τοῦ νοῦ τοῦ τὰ ὑψηλὰ φρονοῦντος, καὶ μὴ τοῖς ταπεινοῖς συναπαγομένου, ἀκολούθως ἐν τῷ αὐτῷ εἴδει τῆς ἐπικρύψεως καὶ περὶ σωμάτων διαλέγεται. Οὐ γὰρ φοβερὰ τοῖς ἀψύχοις πλοίοις ἡ τοῦ Κυρίου ἡμέρα, ἀλλὰ τοῖς διὰ τῶν σωμάτων ἐό τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένοις. Ὥσπερ γὰρ τὰ πλοῖα καταβαρυνόμενα τῷ φόρτῳ, δυσάγωγά ἐστι, καὶ εὔκολα πρὸς ναυάγιον· οὕτω καὶ τὰ σώματα, ὅσα πολλῇ καὶ δαψιλεῖ τῇ τρυφῇ εἰς πολυσαρκίαν καταπεφόρτισται, διὰ φιληδονίαν, τῷ βυθῷ τῆς ἀπωλείας ἐπινηχόμενα, πλοῖα θαλάσσης λέγεται. Ἔστι μέντοι καὶ ἐπαινούμενα πλοῖα τὰ ὑπηρετοῦντα τοῖς καταβαίνουσιν εἰς τὴν θάλασσαν ἐπὶ τῷ ποιῆσαι ἐργασίαν ἐν ὕδασι πολλοῖς, καὶ πέρι ὧν ἐν τῷ ψαλμῷ τῆς δοξολογίας εἴρηται, ὅτι Ἐκεῖ πλοῖα διαπορεύονται. Τὰ γὰρ διαβαίνοντα τὴν θάλασσαν πλοῖα, ἀλλὰ μὴ ἐναπομένοντα αὐτῇ, μηδὲ καταβαπτιζόμενα τοῖς κύμασιν, ἐπαινεῖται· καὶ οἱ ἐν σαρκὶ δὲ ζῶντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου, καὶ ὑψηλότεροι αὐτοῦ ὄντες, ποιοῦσιν ἐργασίαν ἐν ὕδασι πολλοῖς· ὅσοι συγκαταβαίνουσι τῷ βίῳ ἐπὶ τῷ κερδῆσαί τινας τῶν βεβυθισμένων. Διὰ τοῦτο εἴδοσαν τὰ ἔργα Κυρίου, μισθὸν τῆς ἐργασίας τὴν σύνεσιν τῶν ἔργων Κυρίου καὶ τῶν ἐν τῷ βυθῷ θαυμασίων λαμβάνοντες. Καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους· Ἀκουέτωσαν οἱ περὶ τὸν καλλωπισμὸν τοῦ σώματος ἔχοντες, καὶ οἱ περὶ τὴν τούτων θέαν περιέργως ἐσχολακότες. Οὐ γὰρ ἡ τῶν πλοίων θέα βλαβερά· ἀλλ' ἡ πρὸς ἐπιθυμίαν τοῦ σώματος κατανόησις. Ἔσται οὖν ἡ ἡμέρα Κυρίου ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους, διότι ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἐν τῇ καρδίᾳ αὐτοῦ ἐμοίχευσε· καὶ ἡ καλλωπιζομένη γυνὴ πρὸς τὸ τὰς ἐπιθυμίας ἐφ' ἑαυτὴν τῶν ἀκολάστων κινῆσαι, ἐν τῇ καρδίᾳ αὐτῆς ἤδη μεμοίχευται.
93. And upon every ship of the sea. Riddles are set forth for the exercise of our mind, lest we hear Scripture idly, that we may not cast our mind down upon the ground. Having spoken concerning the mind that thinks lofty things and is not carried along with the lowly, consequently in the same form of veiled speech he discourses concerning bodies as well. For the day of the Lord is not fearful to inanimate ships, but to those who through their bodies are tossed in the briny surge of this life. For just as ships weighed down by their cargo are hard to steer, and prone to shipwreck; so also whatever bodies are heavily laden unto corpulence through much and lavish luxury, swimming through love of pleasure upon the deep of perdition, are called ships of the sea. Yet there are also ships that are praised, those serving men who go down to the sea to do business in many waters, and concerning which in the psalm of doxology it has been said, There go the ships. For ships that cross over the sea, yet do not remain in it, nor are sunk beneath its waves, are praised; and those too who live in the flesh, yet do not wage war according to the flesh, treading down the surge of life, and being higher than it, do business in many waters: as many as go down together into life in order to gain some of those who have been plunged in the deep. Wherefore they saw the works of the Lord, receiving as the reward of their business the understanding of the works of the Lord and of His wonders in the deep. And upon every sight of the beauty of ships: Let those hear who busy themselves with the embellishment of the body, and those who curiously devote their leisure to the sight of such things. For it is not the sight of ships that is harmful; but the eyeing of the body unto lust. The day of the Lord, therefore, shall be upon every sight of the beauty of ships, because he who looks upon a woman to lust after her has committed adultery in his heart; and the woman who embellishes herself in order to stir up towards herself the lusts of the licentious has already been defiled with adultery in her heart.
94. Καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος. Ἐκ τούτων ἔδειξεν ὁ λόγος, ὅτι τὰ προάγοντα πάντα ἐν αἰνίγματι καὶ περικεκαλυμμένως περὶ ἀνθρώπων εἴρητο. Μετὰ γὰρ τὸν ὑβριστὴν καὶ ὑπερήφανον, καὶ μετὰ τὸν ὑψηλὸν καὶ μετέωρον, μετὰ πᾶσαν κέδρον τοῦ Λιβάνου, μετὰ πᾶν δένδρον βαλάνου Βα-
94. And every man shall be humbled. From these words Scripture showed that all the preceding things had been spoken in a riddle and under a veil concerning men. For after the insolent and arrogant man, and after the high and lofty man, after every cedar of Lebanon, after every acorn-tree of Ba-
Notes, col. 272

On the reading

Printed ἐό, for ἐν.

Printed πέρι, for περὶ.

PG 30:273Read from the page
σὰν, μετὰ πάντα πύργον ὑψηλὸν, μετὰ πᾶν τεῖχος ὑψηλὸν, μετὰ πᾶσαν θέαν πλοίων κάλλους· τότε φησί· Ταπεινωθήσεται πᾶς ἄνθρωπος· τουτέστι πᾶσα ἰδέα τῶν ἐν ἀνθρώποις κακῶν καταπεσεῖται. Εἰσήχθημεν δὲ ὥσπερ εἰς κοινὸν διδασκαλεῖον τὸν κόσμον τοῦτον οἱ ἄνθρωποι, καὶ ἐκελεύσθημεν, νοῦν τε λαβόντες, καὶ ὀφθαλμοὺς εἰς κατανόησιν ἔχοντες, οἷον ἀπὸ γραμμάτων τινῶν τῶν κατὰ τὴν οἰκονομίαν καὶ διοίκησιν τοῦ παντὸς τὸν Θεὸν ἀναγνῶναι· ἵνα οἱ θέλοντες περὶ τὴν τῆς ἀληθείας ζήτησιν καταγίνεσθαι, ἐξ ὧν εἰλήφασιν ἀφορμῶν, ἱκανῶς παρασκευσάμενοι, καὶ τῆς πρόσωπον πρὸς πρόσωπον θέας τῶν καλῶς ζητηθέντων ἀξιωθῶσιν, ἢ παραπολὺ τῆς ἀληθείας παρενεχθέντες, ἐπ' αὐτῆς τῆς ἀληθείας ἐπὶ τῷ ψεύδει καταισχυνθῶσιν· Ὅτι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρίστησαν. Τῶν μὲν γὰρ ἁγίων ὁ νοῦς οὐχ ὁρᾷ μόνον, ἀλλὰ καὶ ἀκούει τῆς κτίσεως τὰ περὶ δόξης Θεοῦ διηγουμένης· Οἱ οὐρανοὶ γὰρ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ. Οἱ δὲ τῶν φαινομένων πλέον μηδὲν συνιέντες. Ἐματαιώθησαν, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.
shan, after every high tower, after every high wall, after every sight of the beauty of ships: then he says: Every man shall be humbled; that is, every form of evils among men shall fall down. Now we men were brought into this world as into a common school, and were commanded, having received a mind, and possessing eyes for comprehension, to read God as it were from certain letters set in the dispensation and governance of the universe; so that those willing to occupy themselves with the search for the truth, having adequately prepared themselves from the starting-points they have received, might also be deemed worthy of the face-to-face vision of the things rightly sought, or, if carried far astray from the truth, might in the presence of the truth itself be put to shame over falsehood: Because, having known God, they glorified Him not as God, nor gave thanks. For the mind of the saints not only sees, but also hears creation recounting the things concerning the glory of God: For the heavens, it says, recount the glory of God. Whereas those who understand nothing beyond visible things. Became vain, and revered, and served the creature rather than the Creator.
95. Καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Φωτὸς ἀναφανέντος, ἀφανίζεται σκότος, καὶ ὑγείας παρούσης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας ἀποδειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται. Καὶ τοῦ ἀληθινῶς ὑψηλοῦ γνωρισθέντος, ὅσον ἐστὶν ὑπὲρ πάντα νοῦν ὑψηλὸν καὶ μετέωρον· καὶ πάσης τῆς ἀληθινῆς θεωρίας καταληφθείσης, τὸ πρότερον ὑψηλὰ καὶ μετέωρα εὐκαταφρόνητα δόξει. Μόνῳ οὖν Θεῷ τὸ ἀληθινῶς ὑψηλὸν καὶ μέγα παρὰ πάσης λογικῆς φύσεως μαρτυρηθήσεται, τῶν τέως ἠπατημένων τὰς ἐπὶ τοῖς καθέκαστον ψευδοδοξίας ἀποθεμένων.
95. And the Lord alone shall be exalted in that day. When light has shone forth, darkness vanishes, and when health is present, the troublesome things of disease have ceased; and when truth has been demonstrated, the nature of falsehood is exposed. And once He Who is truly high has been made known, how far He surpasses every high and lofty mind, and once all true contemplation has been apprehended, the things formerly deemed high and lofty will appear contemptible. To God alone, therefore, will what is truly high and great be attested by every rational nature, when those hitherto deceived have laid aside their false opinions regarding particular things.
96. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἐπειδὴ πολλάκις ἡ Γραφὴ ὁμοίως περί τε τῆς ἐν σαρκὶ ἐπιδημίας τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐν τῇ κρίσει διαλέγεται, καὶ περὶ τῶν δύο παρουσιῶν ἐπιπεπλεγμένως ἀπαγγέλλει ἐνίοτε· ἡγούμεθα τὰ νυνὶ ταῦτα περὶ τῆς ἐνανθρωπήσεως λέγεσθαι· εἰ καὶ ὅτι μηδὲ πρὸς τὰ μέλλοντα καὶ προσδοκώμενα ἀπᾴδει τῶν προκειμένων ἡ ἔννοια. Μετὰ γὰρ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν ἡ περὶ τὰ χειροποίητα σπουδὴ παρέῤῥιπται. Οὐκέτι μὲν ἀγαλματοποιοὶ σπουδάζον-
96. And they shall hide all things made with hands, having brought them into the caves, and into the clefts of the rocks, and into the hollows of the earth, from before the fear of the Lord, and from the glory of His strength, when He arises to shatter the earth. Since Scripture oftentimes discourses in like manner both concerning the sojourn of Christ in the flesh and concerning that in the judgement, and at times announces concerning the two comings intertwinedly, we consider these present words to be spoken concerning the Incarnation, albeit not even towards the things to come and awaited is the sense of what lies before us out of harmony. For after the sojourn of Christ, zeal concerning things made with hands has been cast aside. No longer, indeed, are statue-makers zealously pur-
Notes, col. 273

On the reading

Printed παρασκευσάμενοι, for παρασκευασάμενοι.