Migne Reading Room

PG 30 · cols. 120–129 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:120Read from the page
μῶνος ἢ Σαββάτου. Σημειωτέον οὖν, ὅτι χειμῶνα ἢ Σάββατον ψεκτὸν οὐκ ἐποίησεν ὁ Θεός· γέγραπται γάρ· Θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά. Ἐν χειμῶνι δέ ἐσμεν, ὅταν τὰ πάθη τῆς σαρκὸς δυναστεύῃ ἐν ἡμῖν. Οὕτω τοίνυν νοητέον τὸ εὐαγγελικὸν ῥητὸν, μὴ γενέσθαι ἡμῶν τὴν φυγὴν, ὅταν τὰ χείρονα ἐν ἡμῖν κρατῇ, ἢ ὅταν ἀργίᾳ τὴν ζωὴν ἡμῶν παραπέμπωμεν. Τοῦτο γὰρ ὑποβάλλει νοεῖν διὰ τοῦ Σαββάτου, ἵνα τύχωμεν τῆς εὐλογίας ἐκείνης· Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντα· Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις· τάχα διὰ τὸ φρονίμως καὶ συνετῶς ἀποξύεσθαι τὸ γῆρας. Καὶ γὰρ ἐπειδάν ἀποδύεσθαι δέῃ τὴν λεδηρίδα, στενῷ τόπῳ καὶ ἀκριβῶς προσφίγγοντι αὐτοῦ τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, οὕτω διείρων ἑαυτὸν, ἀποδύεται τὸ γῆρας. Τάχα οὖν καὶ ἡμᾶς βούλεται ὁ λόγος διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ πορευομένους ἀποδύεσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν αὐτῶν ἀνακαινισθῆναι, ὡς ἀετοῦ, τὴν νεότητα. Μέγα μὲν καὶ πρῶτον χάρισμα, καὶ ψυχῆς ἄκρως κεκαθαρμένης δεόμενον, χωρῆσαι τὴν θείαν ἐπίπνοιαν πρὸς τὸ προφητεύειν τὰ τοῦ Θεοῦ. Δεύτερον δὲ μετ' ἐκεῖνο, καὶ οὐδὲ αὐτὸ μικρᾶς οὐδὲ τῆς τυχούσης ἐπιμελείας δεόμενον, τὸ κατακούειν τοῦ βουλήματος τῶν λεγομένων ὑπὸ τοῦ Πνεύματος, καὶ μὴ παραστοχάζεσθαι τῆς διανοίας τῶν λεγομένων, ἀλλ' εὐθυβόλως ἐπ' αὐτὴν ὁδηγεῖσθαι ὑπὸ τοῦ οἰκονομήσαντος Πνεύματος γραφῆναι τὴν προφητείαν, ὁδηγοῦντος καὶ τὴν διάνοιαν τῶν ὑποδεξαμένων τὸ τῆς γνώσεως χάρισμα. Διὰ τοῦτο καὶ ὁ Κύριος ἐπέφερε, λέγων· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ὁ προφήτης δὲ ὁ Ἰωήλ. Τίς σοφὸς, καὶ συνήσει ταῦτα; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτά; Καὶ ὁ Ἀπόστολος ἐν τῷ περὶ χαρισμάτων τόπῳ, τὸ μὲν τι χάρισμα προφητείαν φησὶ, τὸ δὲ διάκρισιν πνευμάτων. Ὁ μὲν γὰρ παρέχων ἑαυτὸν ἄξιον ὄργανον τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, προφήτης ἐστίν· ὁ δὲ τὴν δύναμιν τῶν ἀπαγγελλομένων συνετῶς ἐκδεχόμενος, τὸ χάρισμα ἔχει τῆς διακρίσεως τῶν πνευμάτων. Διὸ καὶ Κορινθίοις διατάσσων, Προφῆται δὲ, φησὶ, δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν.
winter or on a Sabbath. Now it must be noted that God did not make winter or Sabbath blameworthy; for it is written: Summer and spring, Thou formed them. Rather, we are in winter whenever the passions of the flesh hold sway within us. Thus, then, must the Gospel saying be understood: that our flight may not take place when worse things prevail within us, or when we let our life slip by in idleness. For this is what He suggests we understand through the Sabbath, so that we may obtain that blessing: Blessed is that slave whom the Lord, when He comes, will find keeping watch. Be wise as serpents, perhaps because the serpent wisely and prudently scrapes off its old age. For whenever it needs to strip off its slough, giving itself over to a narrow place that presses tightly around its body, drawing itself through in this way, it strips off its old age. Perhaps, then, the word wishes us too, walking along the narrow and straitened way, to strip off the old man and put on the new, so that our own youth also may be renewed like the eagle's. Now it is a great and primary spiritual gift, and one requiring a soul purified to the highest degree, to receive the divine inspiration towards prophesying the things of God. And second after that, and itself requiring no small or ordinary care, is to heed aright the intent of the things spoken by the Spirit, and not to miss the mark of the meaning of what is said, but to be guided straight towards it by the Spirit Who arranged for the prophecy to be written, guiding also the understanding of those who have received the gift of knowledge. For this reason the Lord too added, saying: He who has ears to hear, let him hear. And the prophet Joel as well: Who is wise, and will understand these things? and prudent, and will recognize them? And the Apostle, in the passage on spiritual gifts, says that one gift is prophecy, and another the discerning of spirits. For he who presents himself as a worthy instrument for the working of the Spirit is a prophet; while he who intelligently grasps the force of the things proclaimed possesses the gift of the discerning of spirits. Therefore also, in giving instructions to the Corinthians, he says: Let two or three prophets speak, and let the others discern.
2. Καὶ οὕτω μέγα, ὅτι ἐν ἀπειλῇ κεῖται ἀφελεῖν Κύριον ἀπὸ τῆς Ἰουδαίας προφήτην, καὶ στοχαστὴν,
2. And so great a thing is this, that it stands as a threat that the Lord will take away from Judea prophet, and diviner,
Notes, col. 120

On the reading

Printed ἐπειδάν, for ἐπειδὰν.

Printed λεδηρίδα, for λεβηρίδα.

Printed μὲν, for μέν.

PG 30:121Read from the page
καὶ θαυμαστὸν σύμβουλον, καὶ συνετὸν ἀκροατήν· Ἡμᾶς δὲ εὔχεσθαε χρὴ λαβεῖν τὸ τῆς σοφίας καὶ τὸ τῆς γνώσεως καὶ τὸ τῆς διδασκαλίας χάρισμα, ὥστε πάντα ὁμοῦ συνδραμόντα τῷ ἡγεμονικῷ ἡμῶν ἐντυπῶσαι τὴν πάσης τῆς προφητευομένης ἀληθείας μόρφωσιν. Ἔστι δὲ τοῦ μὲν λόγου τῆς γνώσεως χρεία πρὸς τὸ θεωρεῖν τοῦ Πνεύματος τὰ ἀπόῤῥητα· τοῦ δὲ λόγου τῆς σοφίας, πρὸς τὸ κατασκευάσαι καὶ ἐξεργάσασθαι τὰ συνεστραμμένως ἐν βραχυλογίαις ἐκδεδομένα· ἴδιον γὰρ τῆς σοφίας τὸ ἐκτείνειν λόγους. Ἐξέτεινα γὰρ, φησὶ, λόγους, καὶ οὐ προσείχετε. Ἔπειτα τὸ τῆς διδασκαλίας χάρισμα εἰς οἰκοδομὴν τῶν ἀκουόντων. Χρὴ τοίνυν τῇ ψυχῇ τοῦ μέλλοντος προφητεύειν τὴν ἐπιτηδειότητα προϋποκεῖσθαι ἐκ τοῦ ἐφ' ἡμῖν κινήματος, ἵνα ὁ ἐν τοῖς ὅλοις λόγος τὰς ἁρμονιωτέρας ψυχὰς ἐκλεγόμενος, ἐν αἷς οὐδὲ μικρόν τι κίνημα τοῦ παθητικοῦ τῆς ψυχῆς ἀσύμφωνόν ἐστι πρὸς τὸν λόγον κατὰ τὴν ἀναλογίαν τῆς ἐνυπαρχούσης εὐαρμοστίας, τὴν ἐκ τοῦ θείου Ηνεύματος ἐνέργειαν ἐπαγάγῃ. Οὐ μόνον δὲ ἡ τῶν παθῶν καταστολὴ ἀναγκαία εἰς τὸν εὐτρεπισμὸν τῆς ὑποδοχῆς τοῦ Πνεύματος, ἀλλὰ, καὶ τὸ μέτρον τῆς περὶ τὴν πίστιν διαθέσεως, καὶ τὸ συμφέρον αὐτοῦ τε τοῦ ὑποδεχομένου τὴν χάριν, καὶ τῶν κατὰ καιρὸν ἀκουοντων, ἢ καὶ εἰς ὕστερον μεθτξόντων τῆς ἐκ τῶν προφητῶν ὠφελείας. Δίδοται γὰρ, φησὶν, ἑκάστῳ ἡ φανέρωσις τοῦ Ηνεύματος πρὸς τὸ συμφέρον· καὶ πάλιν· Κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Ἀνέφικτον μέντον τὸ τῇ ἀνθρωπίνῃ φύσει παραστῆσαι τὸν λόγον τῆς διαφόρου ἐνεργείας παρὰ τοῦ θείου Πνεύματος τοῖς ἀξίοις ἐγγινομένης· καθ' ὃν ὁ μὲν προφητείαν πιστεύεται, καὶ ταύτην ἐπὶ τοσόνδε. Ὁ δὲ χαρίσματα ἰαμάτων λαμβάνει, καὶ ταῦτα τηλικάδε· καὶ ἄλλος ἐνεργήματα δυνάμεων μειζόνων ἢ μικροτέρων. Ταῦτα γὰρ μόνος οἶδεν ὁ τῇ ἑκάστου ψυχῆς ἀξίᾳ ἐνατενίζων, καὶ τοῖς ἀθεωρήτοις τῆς δικαιοσύνης μέτροις διαιρῶν ἑκάστῳ τὰ πρὸς ἀξίαν.
and wonderful counsellor, and intelligent hearer. And we must pray to receive the gift of wisdom and that of knowledge and that of teaching, so that all of them concurring together may imprint upon our governing faculty the shaping of the whole prophesied truth. Now there is need of the word of knowledge towards contemplating the mysteries of the Spirit; and of the word of wisdom, towards setting forth and working out things delivered compactly in brief utterances, for it belongs to wisdom to draw out discourses at length. For I drew out discourses, He says, and you paid no heed. Next, the gift of teaching is for the building up of those who hear. Fitness, therefore, must already lie beforehand in the soul of the one who is going to prophesy, arising from the movement that is within our own power, so that the Word Who is in all things, choosing out the more harmonious souls, in which not even a slight movement of the passionate part of the soul is out of tune with reason, may bring in the working of the divine Spirit in proportion to the harmony already present within them. Yet not only is the quelling of the passions necessary in preparing to receive the Spirit, but also the measure of one's disposition towards faith, and the benefit both of the one who himself receives the grace and of those who hear at the time, or even of those who afterwards will share in the benefit derived from the prophets. For to each, he says, is given the manifestation of the Spirit towards what is beneficial; and again: According to the proportion of faith. Yet it is beyond the reach of human nature to set forth the principle of the diverse working engendered in the worthy by the divine Spirit, according to which one man is entrusted with prophecy, and that up to a certain measure, while another receives gifts of healings, and these of such a degree, and another workings of greater or lesser mighty deeds. For He alone knows these things Who gazes intently upon the worth of each soul and apportions to each what accords with his worth by the unseen measures of justice.
3. Πῶς προεφήτευον αἱ καθαραὶ καὶ διατυγεῖς ψυχαί; Οἱονεὶ κάτοπτρα γινόμενα τῆς θείας ἐνεργείας, τὴν ἔμφασιν τρανὴν καὶ ἀσύγχυτον καὶ οὐδὲν ἐπιθολουμένην ἐκ τῶν παθῶν τῆς σαρκὸς ἐπεδείκνυντο. Πᾶσι μὲν γὰρ πάρεστι τὸ ἅγιον Ηνεῦμα· ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν τὴν ἰδίαν ἐμφαίνει δύναμιν· τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων, οὐκέτι. Δεῖ δὲ πρὸς τῇ καθαρότητι καὶ τὸ ὁμαλὸν τῆς εὐσταθοῦς καταστάσεως ἐπιδείκνυσθαι. Οὐ γὰρ ὁ ἀνωμάλως ἔχων περὶ σωφροσύνην, καθαρὸς· ἀλλ' ὁ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας τῷ Πνεύματι. Ὥσπερ γὰρ αἱ τῶν προσώπων ἐμφάσεις οὐκ ἐν πάσαις ταῖς ὕλαις γίγνογται, ἀλλὰ ἐν ταῖς λειότητά τινα καὶ διαφάνειαν κεκτημέναις· οὕτως οὐκ ἐν πάσαις ταῖς ψυχαῖς ἡ
3. How did pure and translucent souls prophesy? Becoming, as it were, mirrors of the divine working, they displayed its reflection clear and unconfused and in no way muddied by the passions of the flesh. For the Holy Spirit is present to all; yet to those who keep themselves pure from the passions He manifests His own power, whereas to those who have their governing faculty confused by the stains of sin, He does so no longer. Moreover, besides purity, one must also display the evenness of a steadfast state. For he who is uneven with regard to temperance is not pure, save he who has subjected the mindset of the flesh to the Spirit. For just as reflections of faces do not arise in every kind of matter, but only in those that possess a certain smoothness and transparency, so not in all souls does the
Notes, col. 121

On the reading

Printed εὔχεσθαε, for εὔχεσθαι.

Printed Ηνεύματος, for Πνεύματος.

Printed ἀκουοντων, for ἀκουόντων.

Printed μεθτξόντων, for μεθεξόντων.

Printed μέντον, for μέντοι.

Printed διατυγεῖς, for διαυγεῖς.

Printed Ηνεῦμα, for Πνεῦμα.

Printed καθαρὸς, for καθαρός.

Printed γίγνογται, for γίγνονται.

PG 30:124Read from the page
τοῦ Πνεύματος ἐνέργεια, ἀλλ' ἐν ταῖς μηδὲν σκολιὸν ἐχούσαις, μηδὲ στραγγαλιῶδες. Ἡ χιὼν λαμπρὰ, ἀλλ' εἰκόνας τῶν ἐγκυπτόντων οὐ δείκνυσι, διότι τραχεῖά ἐστιν ἐκ πεπηγότων ἀφρῶν συγκειμένη. Τὸ γάλα λευκὸν, ἀλλ' οὐ παραδέχεται τὰς εἰκόνας, διότι καὶ αὐτῷ μικραί τινές εἰσι πομφόλυγες. Ὕδατι δὲ καὶ μέλανι μορφὴ ἐμφαίνεται διὰ λειότητα. Οὕτως ἄρα τὸ ἀνώμαλον τοῦ βίου πρὸς ὑποδοχὴν θείας ἐνεργείας ἀνεπιτήδειον. Ὅταν οὖν ψυχὴ πάσῃ ἀσκήσει ἀρετῆς ἑαυτὴν ἐπιδοῦσα, τῷ σφοδρῷ περὶ Θεὸν φίλτρῳ διηνεκῶς μνήμην Θεοῦ ἐντυπωθεῖσαν αὐτῇ διασώζῃ, καὶ τούτῳ τῷ τρόπῳ οἱονεὶ ἔνοικον αὐτῇ τὸν Θεὸν εἶναι κατασκευάσῃ· ἐκ τῆς πρὸς τὸν Θεὸν σφοδροτάτης ἐνατενίσεως, καὶ τοῦ ἀῤῥήτου φίλτρου θεοφορουμένη, ἀξία τοῦ κατὰ τὴν προφητείαν χαρίσματος γίνεται, διδόντος θείαν δύναμιν τοῦ Θεοῦ, καὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διανοίγοντος εἰς κατανόησιν ὧν βούλεται θεαμάτων. Διὸ. καὶ οἱ προφῆται ἔμπροσθεν βλέποντες ἐκαλοῦντο, παρὰ τὸ ὡς παρόντα τὰ μέλλοντα πποορᾷν. Προσαχθησόμεθα δὲ μᾶλλον εἰς τὸ ἰδεῖν τὸ προφητικὸν κίνημα ἐκ τῶν κατ' ὄναρ φαντασμάτων. Ὥσπερ γὰρ ἐν ταῖς καθ' ὕπνον φαντασίαις τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἡμῶν τυπουμένου, πόλεων ἢ τόπων μεγέθει καὶ κάλλει διαφερόντων, ἢ ζώων ὑπὲρ τὴν φύσιν γινόμεθα θεαταί· ἢ καὶ λόγων τινῶν μνήμην διὰ τῆς ἀκοῆς ἐμπεσόντων, πολλάκις παρακατέχομεν· καὶ τοσούτων περὶ ἡμᾶς θεαμάτων τε παραδόξων καὶ ἀκουσμάτων ὄντων, οὄτε τι εἴδομεν κατὰ ἀλήθειαν σωματικῇ αἰσθήσει, οὔτε ἠκούσαμεν· οὕτω καὶ τὸν τῶν θείων καὶ μακαρίων ἀνδρῶν νυῦν, ποτὲ μὲν ὕπαρ, ἄλλοτε δὲ ὄναρ τυπούμενον, λόγων τε θείων καὶ θεαμάτων πληροῦσθαι· οὔτε δι' ὀφθαλμῶν τὰς εἰκόνας τῶν ὁρωμένων ἀναμαξάμενον, οὔτε δι' ὤτων αέρος πληγὴν ἐκ τῶν φωνητικων ὀργάνων προελθοῦσαν ὑποδεξάμενον. Οὐ γὰρ ἔξωθέν τι ὑποκείμενον ἦν ὑψηλὸς θρόνος καὶ ἐπηρμένος· οὐδὲ ὁ ἐπ' αὐτοῦ καθήμενος, ὃν εἶδεν ὁ Ἠσαΐας· οὐδὲ ἀνθοωποειδὴς, ὁ ἠλέκτρινος μὲν τὰ ἀπὸ ἀσφύος ἀνω, πύρινος δὲ ἀπὸ ὀσφύος ἐπὶ τὰ κάτω, ὁ παρὰ τῷ Ἰεζεκιήλ· ἀλλ' ὁ μὲν νοῦς αὐτῶν, δυνάμει κρείττονι, ἐν θεωρίᾳ τούτων ἐγένετο, δι' αἰνιγμάτων τοῦ Πνεύματος τὴν θείαν φύσιν παραδεικνύντος.
working of the Spirit arise, but in those that have nothing crooked or knotted. Snow is bright, yet it does not show images of those who bend over to look into it, because it is rough, being composed of frozen foam. Milk is white, yet it does not admit reflections, because in it too there are certain tiny bubbles. Yet even in dark water a shape appears because of its smoothness. Thus, therefore, unevenness of life is unsuited towards receiving the divine working. When, then, a soul, giving itself over to every practice of virtue, continually preserves through intense love for God the remembrance of God imprinted within it, and in this way makes God, as it were, an indweller within it, borne by God through its most intense gaze towards God and its ineffable love, it becomes worthy of the gift of prophecy, as God grants divine power and opens the eyes of the soul to understand whatever visions He wills. Wherefore the prophets of old were also called seers, from their foreseeing future things as though present. And we shall be led closer to perceiving the prophetic movement from visions seen in dreams. For just as when the governing faculty of our soul receives impressions in the imaginations of sleep, we become beholders of cities or places surpassing in size and beauty, or of creatures beyond nature, or often retain the memory of certain words that have fallen upon our hearing, and although there are so many marvellous sights and sounds around us, in truth we neither saw anything by bodily sense nor heard it; so too the mind of divine and blessed men, receiving impressions sometimes waking and at other times in sleep, is filled with divine words and visions, neither taking in through the eyes the images of things seen nor receiving through the ears a stroke of air proceeding from vocal organs. For the high and lofty throne was no external object lying outside, nor He Who sat upon it, Whom Isaiah saw; nor was He human in form, gleaming like amber from the loins upwards, and like fire from the loins downwards, Who is in Ezekiel; rather, their mind came to contemplate these things by a higher power, while through riddles the Spirit was pointing out the divine nature.
4. Ὁρῶσι δὲ οἱ προφῆται οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τῶν παρόντων τὰ λανθάνοντα, ὥς φησι Ηαῦλος· Ἐὰν δὲ προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· ἢ ὡς ὁ Ἐλισσαῖος· Οὐχὶ ἡ καρ-
4. Moreover, the prophets see not future things alone, but also what lies hidden in things present, as Paul says: But if you prophesy, and some unbeliever or uninstructed person enters, the secrets of his heart become manifest; or as Elisha said: Was not my heart-
Notes, col. 124

On the reading

Printed Διὸ., for Διὸ.

Printed πποορᾷν, for προορᾷν.

Printed οὄτε, for οὔτε.

Printed νυῦν, for νοῦν.

Printed αέρος, for ἀέρος.

Printed φωνητικων, for φωνητικῶν.

Printed ἀνθοωποειδὴς, for ἀνθρωποειδὴς.

Printed ἀσφύος, for ὀσφύος.

Printed ἀνω, for ἄνω.

Printed Ηαῦλος, for Παῦλος.

PG 30:125Read from the page
δία μου ἐπορεύετο μετὰ σοῦ, ἡνίκα ἀνέστρεψεν ὁ ἀνὴρ, μετὰ τοῦ ἅρματος αὐτοῦ, εἰς συνάντησίν σοι; Ἔστι δὲ προφητεία καὶ ἡ δι' ὀνείρων πρόγνωσις, ὡς τῷ Ἰωσὴρ ἐν Αἰγύπτῳ, καὶ τῷ Δανιὴλ ἐπὶ τῆς Βαβυλωνίας, ἐδείκνυτο. Ηῶς οὖν καὶ Φαραὼ, καὶ Ναβουχοδονόσορ; Ὅτι περὶ τῶν κοσμικῶν καταστάσεῶν τοὺς κρατοῦντας, ἔδει προβλέπειν, ἵνα πιστεύηται. Ηῶς δὲ καὶ Βαλαὰμ προφητεύει καὶ Καϊάφας; Ὅτι κακεῖνοι τοὺς πειθομένους εἶχον· καὶ ὁ μὲν ὡς ἀρχιερεὺς, ὁ δὲ ὡς μάντις. Οὐ γὰρ ψυχῆς καθαρότης ἐνταῦθα, οὐδὲ διαύγεια νοῦ ἐνορῶντος Θεὸν, καὶ τὴν ἐκεῖθεν δύναμιν ἐπισπῶντος· ἀλλ' οἰκονομικῶς ἐν αὐτοῖς ὁ λόγος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ πρὸς τὸν καιρόν. Ζητήσεις δὲ εἰ τὰ παρά τῷ Ἠσαΐᾳ καὶ τῷ Ἰεζεκιὴλ ὀπτασίαι εἰσὶ, διὰ τοιῶνδε φαντασιῶν ἑωραμέναι, ἢ θεολογίαι, δι' αἰνιγμάτων τοῦ Πνεύματος τὰ τῆς θεότητος ἡμῖν ἰδιώματα καταγγέλλουσαι;
going with you when the man turned back with his chariot to meet you? Foreknowledge through dreams is also prophecy, as was shown to Joseph in Egypt and to Daniel in Babylonia. How, then, did Pharaoh too, and Nebuchadnezzar, foresee? Because concerning worldly affairs it was needful that those who held rule should foresee, so that it might be believed. And how do Balaam too and Caiaphas prophesy? Because those men also had people who obeyed them, the one as high priest, and the other as diviner. For here there was neither purity of soul nor translucence of a mind beholding God and drawing power from there; rather, the word was in them by dispensation, not according to their worth, but for the occasion. And you will inquire whether the things in Isaiah and Ezekiel are visions seen through imaginations of this sort, or theological teachings proclaiming to us the properties of the Godhead through riddles of the Spirit?
5. Φασὶ δέ τινες ἐξεστηκότας αὐτοὺς προφητεύειν, ἐπικαλυπτομένου τοῦ ἀνθρωπείου νοῦ παρὰ τοῦ Πνεύματος. Τοῦτο δὲ παρὰ τὴν ἐπαγγελίαν ἐστὶ τῆς θείας ἐπιδημίας, ἔκφρονα ποιεῖν τὸν θεόληπτον, καὶ ὅτε πλήρης γέγονε τῶν θείων διδαγμάτων, τότε καὶ τῆς οἰκείας ἐξίστασθαι διανοίας, καὶ ἄλλους μὲν ὠφελοῦντα δι' ἑαυτοῦ, αὐτὸν δὲ τῆς ἐκ τῶν ἰδίων λόγων ἀπολείπεσθαι ὠφελείας. Ὅλως δὲ, τίνα λόγον ἀκόλουθον ἔχει, ἐκ τοῦ τῆς σοφίας Πνεύματος μεμηνότι παραπλήσιον γίνεσθαι, καὶ ἐκ τοῦ τῆς γνώσεως Πνεύματος τὸ παρακολουθητικὸν ἀποβάλλειν; Ἀλλ' οὔτε τὸ φῶς τυφλότητα ἐμποιεῖ, ἀλλὰ τὴν ἐκ φύσεως ἐνυπάρχουσαν ὁρατικὴν δύναμιν διεγείρει· οὔτε τὸ Πνεῦμα σκότωσιν ἐμποιεῖ ταῖς ψυχαῖς, ἀλλὰ πρὸς τὴν τῶν νοητῶν θεωρίαν τὸν ἀπὸ τῶν τῆς ἁμαρτίας κηλίδων καθαρεύοντα νοῦν διανίστησι. Πονηρὰν μὲν οὖν δύναμιν συγχυτικὴν εἶναι διανοίας, ἐπιβουλεύουσαν τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἀπίθανον· θείου δὲ Πνεύματος παρουσίαν ταὐτὸ τοῦτο λέγειν ἐνεργεῖν, ἀσεβές. Ἔπειτα, εἰ σοφοὶ οἱ ἅγιοι, πῶς σὐκ ἐπηκολούθουν τοῖς προφητευομένοις; Σοφὸς γὰρ, φησὶ, νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος· ἐπὶ δὲ χείλεσι φορεῖ ἐπιγνωμοσύνην. Εἰ δὲ ὅτι ἐξέστη Ἰσαὰν ἐπὶ τῇ εἰσὄδῳ τοῦ υἱοῦ σύτοῦ, καὶ Δαβὶδ εἶπεν ἐν τῇ ἐκστάσει αὐτοῦ, διὰ τοῦτο τὴν παραφορὰν καταψεύδονται τῶν ἁγίων, γινωσκέτωσαν τὴν ἔκπληξιν ἔκστασιν εἰρῆσθαι· ὡς τὸ, Ἐξέστη ὁ οὐρανὸς, καὶ
5. Yet some say that they prophesy out of their senses, while the human mind is veiled over by the Spirit. But this is contrary to the promise of the divine visitation: to make the God-inspired man out of his mind, and just when he has become full of divine teachings, then to depart even from his own understanding, and while benefiting others through himself, to be deprived himself of the benefit from his own words. Indeed, what consistent sense does it make that from the Spirit of wisdom one should become like a madman, and from the Spirit of knowledge lose the power of comprehension? Rather, neither does light produce blindness, but awakens the visual faculty naturally present within; nor does the Spirit produce darkening in souls, but rouses the mind cleansed from the stains of sin towards the contemplation of intelligible realities. That an evil power, plotting against human nature, should be productive of mental confusion is not implausible; but to say that the presence of the divine Spirit works this very same thing is impious. Next, if the saints are wise, how did they not follow what was being prophesied? For a wise man, it says, will understand the things from his own mouth, and upon his lips he wears discernment. And if, because Isaac was astonished at the entrance of his son, and David spoke in his ecstasy, on this account they falsely impute derangement to the saints, let them know that amazement has been called ecstasy, as in the saying, The heaven was astonished, and
Notes, col. 125

On the reading

Printed Ἰωσὴρ, for Ἰωσὴφ.

Printed Ηῶς, for Πῶς.

Printed καταστάσεῶν, for καταστάσεων.

Printed κακεῖνοι, for κἀκεῖνοι.

Printed παρά, for παρὰ.

Printed σὐκ, for οὐκ.

Printed Ἰσαὰν, for Ἰσαὰκ.

Printed εἰσὄδῳ, for εἰσόδῳ.

Printed σύτοῦ, for αὐτοῦ.

PG 30:128Read from the page
ἡ γῆ ἔφριξε. Χρὴ δὲ ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὡρμημένους, περὶ Θεοῦ τὰ ἐναντιούμενα, ὅσον ἐπὶ τῇ λέξει, ὁμολογεῖν, μὴ νοεῖν. Οἷον, κατὰ τὰς κοινὰς προλήψεις ἐστὶ τὴν θείαν φύσιν ἀγαθὴν, καὶ ἀόργητον καὶ δικαίαν ὁμολογεῖν.
the earth shuddered. Setting out from common notions, we must confess not to understand in regard to God things that contradict them, so far as the literal wording goes. For instance, it accords with common preconceptions to confess that the divine nature is good, and free from anger, and just.
6. Ἐὰν οὖν ὀργιζόμενον, ἢ λυπούμενον, ἢ μεταμελόμενον, ἢ μὴ κατ' ἀξίαν τινὶ χρώμενον ἡ Γραφὴ λέγει, ζητεῖν προσήκει τὸ τῆς λέξεως βούλημα, καὶ μεριμνᾷν, τίνα τρόπον ἀποκαταστῆσαι δυνηθῶμεν· οὐχὶ δὲ ἀνατρέπειν τὰς ἀξιολόγους περὶ Θεοῦ ὑπολήψεις. Καὶ οὕτως ἀπροσκόπως ἐντευξόμεθα ταῖς Γραφαῖς, ἀπὸ μὲν τῶν εὐλήπτων ὠφελούμενοι, ἐκ δὲ τῶν ἀσαφεστέρων οὐ παραβλαπτόμενοι. Ἐὰν δέ τις ἐγκαλῇ τῇ θείᾳ Γραφῇ, ὡς οὐ διδασκαλικῇ οὐδὲ ἐνεργητικῇ τῶν ὠφελείσθαι δυναμένων, καταμανθανέτω πᾶσαν τὴν τῶν ἀνθρωπίνων διακόσμησιν, οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ὑποδεεστέροις καὶ τοῖς κατὰ τὸν βίον πράγμασιν· ὅτι τοῖς μὲν ἀλόγοις εὔκολον ἔδωκε τὴν πρὸς τὸ ζῆν ἀφορμήν· τροφὰς αὐτομάτους, καὶ σκέπην αὐτοφυᾶ· καὶ τὰ ἐκ τριχῶν καὶ πτερῶν ἐνδύματα ἡ τὰ σύμπαντα οἰκονομοῦσα δύναμις ἐχαρίσατο· τὸν δὲ ἄνθρωπον γυμνὸν παραγαγοὺσα, λόγον ἔδωκεν ἀντὶ πάντων, δι' οὗ αἵ τε ποριστικαὶ συνέστησαν τέχναι, οἰκοδομικὴ, ὑφαντικὴ, γεωργία; χαλκευτική· τὸ τοῖς σώμασιν ἐνδέον ἀναπληρούσης τῆς ψυχῆσ τῇ παρουσίᾳ τοῦ λόγου. Ὥσπερ οὖν ἐν τούτοις, οὐχὶ βασκαίνων ἡμῖν πρὸς τὸ ζῆν ἀφορμῶν, παραπλησίως τοῖς ἀλόγοις συναπογεννηθῆναι πάντα ὁ δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἔνδειαν τῶν ἀναγκαίων, γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο· οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσάφειαν ἐπ' ὠφελείᾳ τοῦ νοῦ διεγείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε. Πρῶτον μὲν, ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλόν πως ἀγαπᾶται, καὶ τὰ διὰ μακροῦ χρόνου προσγενομενα μονιμώτερον παραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπολαυσις. Εὐκαταφρονητος γὰρ ἡ τῶν προχείρων παρουσία, καὶ οὐδεμιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσι. Διὰ τοῦτο καὶ ἡ τῶν ὀνείρων φύσις ἀσαφὴς καὶ πλαγία, καὶ οὐ μικρᾶς δεομένη τῆς ἐκ τοῦ νοῦ ἐντρεχείας· καὶ πολλὴ συγγένεια πρὸς τὰ ἐκ τῶν ὀνείρων αἰνίγματα τοῖς κατὰ ἐπίκρυψιν ἐν τῇ Γραφῇ δηλουμένοις. Ὅθεν καὶ Ἰωσὴφ καὶ Δανιὴλ τῷ προφητικῷ χαρίσματι τὰ ὀνείρατα διεγίνωσκον, ἐπειδὴ οὐκ αὐεάρκη τὰ τῶν ἐννοιῶν πρὸς τὴν θήραν τῆς ἀληθείας. Πρὸς δὴ τοῦτο χρεία τῆς ἐν τῷ βίῳ καθαρότητος, ὥστε καὶ πρὸς τὴν τῆς ἠθικῆς ἀρετῆς ἐπιτήδευσιν τὸ ἐν ταῖς Γραφαῖς κεκαλυμμένον διαγνωσθῆναι. Χρεία δὲ πρὸς τῇ καθαρότητι τοῦ βιου καὶ τῆς ἐν ταῖς Γραφαῖς διατριβῆς, ἵνα τὸ σεμνοπρεπὲς καὶ μυστικὸν τῶν θείων λογίων ἐκ τῆς συνεχοῦς μελέτης ἐντυπωθῇ τῇ ψύχῇ. Ὅτι δὲ βίου ὅλου δεῖται ἡ τῶν θείων λόγων μελέτη, συν-
6. Even if, then, Scripture says that God is angry, or grieved, or repents, or deals with someone otherwise than according to desert, it is fitting to seek out the intent of the wording and to take care how we may set it right, and not to overturn worthy conceptions concerning God. And thus we shall read the Scriptures without stumbling, gaining benefit from what is easy to grasp while suffering no harm from what is more obscure. Now if anyone finds fault with divine Scripture as neither instructive nor effective for those capable of being benefited, let him consider the whole ordering of human affairs, not only in spiritual matters, but also in lower things and the business of this life: how the power that administers all things granted irrational creatures easy means towards living, spontaneous food and natural shelter, and garments made of hair and feathers, whereas bringing man forth naked, it gave him reason in place of all those things, through which the productive arts were established, building, weaving, farming, metalworking, as the soul supplies what is lacking to our bodies through the presence of reason. Just as in these matters, therefore, our Creator, not begrudging us the means towards living, did not permit everything to be born along with us as with irrational creatures, but devised the lack of necessities as a training-ground for our mind, so too He purposefully arranged the obscurity in the Scriptures for the benefit of the mind, arousing its activity: first, so that being occupied with these things it may be drawn away from worse things; and next, because things acquired with toil are somehow loved more, and things that come after a long time abide more lastingly, whereas when acquisition is easy, enjoyment is not eagerly prized. For what is ready to hand is easily despised when present, and deemed worthy of no guarding by those who possess it. On this account the nature of dreams too is obscure and indirect, requiring no small mental agility; and things set forth veiledly in Scripture have a close kinship with the riddles that come from dreams. Hence both Joseph and Daniel discerned dreams through the prophetic gift, since mere human notions are not self-sufficient towards hunting down the truth. Towards this, indeed, there is need of purity in life, so that what lies veiled in the Scriptures may also be discerned towards the practice of moral virtue. And besides purity of life there is need also of constant study in the Scriptures, so that the solemnity and mystery of the divine oracles may be imprinted upon the soul through continual meditation. And that the meditation on divine words requires a whole lifetime is estab-
Notes, col. 128

On the reading

Printed ὠφελείσθαι, for ὠφελεῖσθαι.

Printed παραγαγοὺσα, for παραγαγοῦσα.

Printed γεωργία;, for γεωργία,.

Printed ψυχῆσ, for ψυχῆς.

Printed προσγενομενα, for προσγενόμενα.

Printed ἀπολαυσις, for ἀπόλαυσις.

Printed Εὐκαταφρονητος, for Εὐκαταφρόνητος.

Printed αὐεάρκη, for αὐτάρκη.

Printed βιου, for βίου.

Printed ψύχῇ, for ψυχῇ.

PG 30:129Read from the page
ίστησιν ὁ Μωϋσέως βίος· ὃς ἐπὶ μὲν τῇ πρώτῃ τεσσαρακονταετηρίδι ἐπαιδεύθη τὰ Αἰγυπτίων, ἐπὶ δὲ τῇ δευτέρᾳ τεσσαρακονταετηρίδι ἐπὶ προφάσει τοῦ ποιμαίνειν ἐπὶ τὰς ἐρημίας ἀναχωρήσας, τῇ θεωρίᾳ τῶν ὄντων ἀπεσχόλασε. Καὶ οὕτω λοιπὸν τῆς τοῦ Θεοῦ ἐπιφανείας ἀξιωθεὶς μετὰ τὴν δευτέραν τεσσαρακονταετηρίδα, ἄκων, ὑπὸ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, πρὸς τὴν τῶν ἀνθρώπων ἐπιμέλειαν κατηνέχθη. Καὶ οὐδὲ τότε διηνεκῶς τῷ πρακτικῷ παρέμενε βίῳ, ἀλλὰ καὶ πρὸς τὸν ἐποπτικὸν ἐπανήει πολλάκις. Ὅθεν καὶ εἰς τὴν Αἰγυπτιακὴν εἰδωλομανίαν ὅλα ὑπηνέχθη τὰ πλήθη, τῷ Θεῷ συνόντος τοῦ ἁγίου ἀνδρὸς ἐν τῷ ὄρει.
lished by the life of Moses, who in his first forty-year period was educated in the learning of the Egyptians, and in his second forty-year period, withdrawing to the wilderness on the pretext of tending flocks, devoted himself to the contemplation of realities. And thus at last counted worthy of the manifestation of God after his second forty-year period, unwillingly, through the loving-kindness of God, he was brought down towards the care of human beings. And not even then did he remain continually in the active life, but returned many times also towards the contemplative. Hence the whole multitude was carried away into Egyptian idol-madness while the holy man was communing with God on the mountain.
7. Τοιοῦτος δέ τις καὶ ὁ Ἠλίας, τὸν τῶν ἀνθρώπων ὄχλον ἀποδιδράσκων, καὶ περὶ τὰς ἐρημίας φιλοχωρῶν. Εἰ τοίνυν τοῖς ἁγίοις μετὰ πάσης εὐσταθείας τοῦ ἡγεμονικοῦ ἐπονεῖτο τῆς ἀληθείας ἡ ζήτησις, πῶς οὐκ ἄλογον τοὺς καρποὺς τῶν μυρίων καμάτων ἄνευ τινὸς πραγματείας ἐπιζητεῖν; Τήρει γὰρ καὶ Ἠλίαν, μεφ' ὅσας ἀναχωρήσεις καὶ ἡσυχίας καὶ καμάτους ἰδεῖν Θεὸν ἠξιώθη. Ὑπόθεσις τοῦ βιβλίου, ἡ φανερὰ, καὶ αὐτόθεν ληπτή. Ἐπειδὴ κατὰ χρόνους γέγονεν ὁ προφήτης, ἐν οἷς ἐπλεόνασεν ἡ κακία, τὰ μεγέθη τῶν ἀποκειμένων αὐτοῖς κακῶν διηγεῖται, καὶ τὴν αἰτίαν τῆς ὀργῆς τοῦ Θεοῦ προτάσσει, ἵνα εἰς μετάνοιαν αὐτοὺς ἐναγάγῃ. Πρῶτον μὲν ἄρχεται τῶν κατὰ τῆς Ἰουδαίας λόγων· ἐπειδὴ, κατὰ τὸν Ηέτρον, Ὁ καιρὸς ἦν τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· φυσικῶς γὰρ τοῖς οἰκειοτάτοις μάλιστα χαλεπαίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσι. Καὶ ἐν τῷ Ἰεζεκιὴλ, ὁ Κύριος προστάσσων κολάζεσθαι τοὺς ἡμαρτηκότας. Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε, φησί. Διὰ τοῦτο ἀπὸ τῆς ἐκλεκτῆς τοῦ Θεοῦ χώρας ἤρξατο, καὶ ἀπὸ τῆς πόλεως ἐν ᾗ τὸ ἁγιαστήριον, ἀπαγγέλλων τὰ ἐπικείμενα, δεύτερον Βαβυλῶνος, εἶτα τῆς Μωαβίτιδος, εἶτα Δαμασκοῦ, πέμπτον Αἰγύπτου, εἶτα τῆς ἐρήμου, εἶτα τῆς Ἰδουμαίας, εἶτα τῆς φάραγγος Σιὼν, εἶτα Τύρου, εἶτα τῶν τετραπόδων. Ἐφεξῆς τούτοις ἐστὶ τὰ περὶ τὸ τεσσαρεσκαιδέκατον ἔτος τῆς βασιλείας Ἐζεκίου γεγενημένα· μεθ' ἃ προφητεῖαί εἰσιν ἄνευ τινὸς προγραφῆς, πάθη τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας προαγγέλλουσαι, καὶ τὰ περὶ τῶν ἐν τῇ διασπορᾷ, καὶ περὶ τῆς τούτων ἐπανόδου, μετὰ τὸ ἐκπληρωθῆναι τὴν δίκην, καὶ τὰ περὶ Χριστοῦ πάση τῇ προφητείᾳ ἐνεσπαρμένα· ἑκάστου τῶν καθ' ἱστορίαν λεγομένων, καὶ τοῦ μυστικοῦ συγκαταπεπλεγμένων.
7. Such a man too was Elijah, fleeing the crowd of men and loving to dwell in the wilderness. If, therefore, the search for truth was laboured at by the saints with all steadfastness of their governing faculty, how is it not unreasonable to seek the fruits of ten thousand toils without any effort? For observe Elijah as well, after how many withdrawals and periods of stillness and toils he was counted worthy to see God. As for the subject of the book, it is plain and immediately graspable. Since the prophet lived in times when wickedness abounded, he recounts the magnitude of the evils laid up for them, and sets forth first the cause of God's wrath, so as to lead them to repentance. First he begins with the discourses against Judea, since, according to Peter, It was the time for judgement to begin from the house of God; for naturally we are most indignant with those closest to us when they sin against us. And in Ezekiel, the Lord, commanding those who had sinned to be punished, says: Begin from My holy ones. Therefore he began from God's chosen land and from the city in which the sanctuary stood, announcing the things impending over them; second concerning Babylon, then Moab, then Damascus, fifth Egypt, then the desert, then Idumea, then the valley of Sion, then Tyre, then the quadrupeds. Next after these come the events that took place around the fourteenth year of the reign of Hezekiah; after which there are prophecies without any superscription, foretelling the sufferings of Jerusalem and Judea, and the things concerning those in the dispersion, and concerning their return after the penalty had been fulfilled, and the things concerning Christ sown throughout the whole prophecy, each of the things spoken historically having the mystical sense woven together with it as well.
Notes, col. 129

On the reading

Printed μεφ', for μεθ'.

Printed Ηέτρον, for Πέτρον.

Printed πάση, for πάσῃ.