καὶ μὴ χωρισθείητε τῆς μερίδος τῶν σωζομένων, διαμένοντες ἐν τῇ πίστει, τελειούμενοι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
and may you not be parted from the portion of those who are being saved, abiding in the faith, being perfected in the commandments of the Lord, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
Ἄκουε τοῦ μακαρίου Δαβὶδ λέγοντες διὰ τοῦ ψαλμοῦ· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Οὐ μόνον γὰρ ἐπὶ τοῖς οἰκείοις κατορθώμασιν ἔχαιρεν, ἀλλὰ καὶ τῇ τῶν ἄλλων ἐπευφραίνετο εὐνομίᾳ· ὥς που αὐτὸς, τὴν σπουδὴν τῶν ἐπὶ τὴν λατρείαν σπευδόντων θεασάμενος, διὰ τοῦ Ψαλμῳδοῦ ἔλεγεν· Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς κὐλαῖς σου, Ἱερουσαλήμ. Πάντως οὖν ἐπὶ τὸ αὐτὸ τὴν παρουσίαν ἰδὼν, καὶ τῇ ἀδελφικῇ διαθέσει τερφθεὶς, ἐβόα, λέγων· Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ἡ μὲν ὑπόθεσις τῶν ἀδελφῶν συγκροτήσεως ἐκ θείου προστάγματος ἀνυπέρβλητον εἶχε τὸ καλόν· τούτου δὲ τοῦ καλοῦ οὐδὲ τὸ τερπνὸν κεχώρισται. Ἕκαστοι γὰρ τῶν παρόντων ἀπολαύοντες τῆς ἐκ τοῦ πλησίον ἀγάπης ἐν πολλῇ καθεστήκειμεν τῇ θυμηδίᾳ. Ὥστε καὶ ἀκολούθως ἔλεγεν· Τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών. Τῆς χάριτος ἄνωθεν ἐξ οὐρανοῦ παρὰ τοῦ Σωτῆρος ἐπὶ τὴν Ἐκκλησίαν ἐκχεομένης, εἰκότως μεταλαμβάνουσι τῆς ἀσωμάτου καὶ πνευματικῆς χωρηγίας αἱ τῶν ἁγίων ψυχαί. Ὡς δρόσος ἡ Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὥσπερ γὰρ ἡ δρόσος ἡ ἐπὶ τὸν Ἀερμὼν κατιοῦσα ὄρος, πολλὴν αὐτὸ ποιεῖται τὴν λαμπρότητα· οὕτως καὶ ἡ νοητὴ δρόσος, ἀοράτως κατιοῦσα ἐπὶ τὰ ὄρη Σιὼν, ἔνθα ἡ συνέλευσις τῶν πανταχόθεν ἀδελφὼν ἐγίγνετο, τὴν ἀνάλογον ταῖς ψυχαῖς αὐτῶν περιεποίει ὠφέλειαν. Περὶ ταύτης οἶμαι τῆς θείας δρόσου, τῆς ἀπεικασμένης ταῖς ἐνεργείαις τοῦ ἁγίου Πνεύματος, ὁ Ἠσαΐας διαλεγόμενος φάσκει· Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ, ἴαμα αὐτοῖς ἐστιν. Ἡ δρόσος οὖν Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωήν. Πολλαχοῦ ἐπηγγείλατο ὁ Θεὸς, ὡς εἶπε Μωϋσῆς· Καὶ διαφυλάξει Κύριος τὴν διαθήκην καὶ τὸ ἔλεος, ὡς ὤμωσε τοῖς πατράσι σου, καὶ ἀγαπήσει σε, καὶ εὐλογήσει σε, καὶ πληθυνεῖ τὰ ἔκγονα τῆς κοιλίας σου, καὶ τὸν καρπὸν τῆς γῆς σου. Καὶ ἐπήνεγκε λέγων· Ζωὴν ἕως τοῦ αἰῶνος. Ἰδοὺ δὴ, τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ
Hear the blessed David speaking through the psalm: Behold now, what is good, or what is pleasant, for brothers to dwell together? For he rejoiced not only over his own virtuous achievements, but also took delight in the good order of others; just as he himself somewhere, beholding the eagerness of those hastening to worship, said through the Psalmist: I was glad at those who said to me, Let us go into the house of the Lord. Our feet were standing in your courts, O Jerusalem. Altogether, then, seeing their coming together into one place and delighted by their brotherly disposition, he cried aloud, saying: Behold now, what is good, or what is pleasant, save for brothers to dwell together? Now the very foundation of the gathering of brothers by divine command possessed an unsurpassable goodness; and from this goodness pleasure too is not separated. For as each of us present enjoyed the love coming from his neighbour, we were set in great gladness of heart. So accordingly he said: What is good, or what is pleasant, save for brothers to dwell together? Like ointment upon the head, that runs down upon the beard, the beard of Aaron. As grace is poured out from above out of heaven from the Saviour upon the Church, the souls of the saints fittingly partake of the bodiless and spiritual supply. Like the dew of Hermon, that comes down upon the mountains of Sion. For just as the dew coming down upon Mount Hermon gives it great brilliance, so too the intelligible dew, coming down invisibly upon the mountains of Sion, where the assembly of brothers from everywhere was taking place, procured a corresponding benefit for their souls. Speaking of this divine dew, I think, which is likened to the workings of the Holy Spirit, Isaiah declares: For the dew that comes from Thee is healing to them. Therefore the dew of Hermon, that comes down upon the mountains of Sion; because there the Lord commanded the blessing, life. In many places God promised this, as Moses said: And the Lord will keep the covenant and the mercy, as He swore to your fathers, and He will love you, and bless you, and multiply the offspring of your womb, and the fruit of your land. And he added, saying: Life forevermore. Behold now, what is good, or what is pleasant, save for brothers to dwell upon