τὸ σὸν κτῆμα. Πάντως γὰρ του κτισαντος δοῦλον ὑπάρχει τὸ ἐκτισμένον. Ὥστε οὐ προαιρέσει δοῦλος μόνον, ἀλλὰ καὶ φύσει. Υἱὸς γάρ εἰμι τῆς παιδίσκης σου, ἣν νηπιάζουσαν καὶ κομιδῆ παῖδα παραγαγὼν ὁ ἐχθρὸς, καὶ ἀποστήσας τῆς σῆς δουλείας, δούλην τῆς ἁμαρτίας ἐποίησεν. Ἀλλ' ἐπιστρέφω καὶ ἐπανατρέχω πρὸς τὸν ἐξ ἀρχῆς Δεσπότην, καὶ ἐπιγινώσκω τὴν ἀρχαίαν δουλείαν. Διέῤῥηξας τοὺς δεσμούς μου. Ἐπειδή με τῶν δεσμῶν τῆς ἁμαρτίας ἠλευθέρωσας, κατελθὼν εἰς ᾅδου, καὶ λύσας τὴν ἀνθρωπότητα δεσμῶτιν οὖσαν τοῦ θανάτου, καὶ ἐν ταῖς ἀφύκτοις εἱρκταῖς τοῦ ᾅδου κατεχομένην, διὰ τοῦτό σοι θύσω, οὐχὶ τετράποδα διχηλοῦντα καὶ μηρυκίζοντα, οὐδὲ πτηνὰ καθαρὰ, ἢ σεμίδαλιν ἀναπεποιημένην ἐλαίῳ, ἢ λίβανον διαφανῆ, ἢ τὸ τῆς συνθέσεως ἐκεῖνο θυμίαμα (ταῦτα γάρ σοι παρὰ τῆς γῆς προσφέρεται τῷ Δεσπότῃ)· ἀλλ' ὅ ἐστιν ἐμὸν ἴδιον κτῆμα, καὶ καρδίας γέννημα τῆς ἐμῆς, τὴν σὴν δοξολογίαν ἐξ αὐτῆς ἀνοίσω, ὥσπερ ἀπὸ θυσιαστηρίου τινὸς τῆς ἐμαυτοῦ διανοίας. Καὶ ἱερουργήσω σοι τὴν τῆς αἰνέσεως θυσίαν, μυρίων ὁλοκαυτωμάτων προτιμοτέραν σοὶ τῷ ἀπροσδεεῖ καὶ τελείῳ Θεῷ, ὃς οὐκ ἀπαιτεῖς σωματικὰς θυσίας, ἐν αἷς πλεονεκτοῦσιν οἱ εὐπορώτεροι, ἀλλὰ τὴν ἀπὸ διαθέσεως, καὶ καρδίας ἀληθινῆς ἐξομολόγησιν, ἧς μέτεστι πᾶσιν ἐξ ἴσου τοῖς βουλομένοις. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Θύων δέ σοι νὴν αἴνεσιν, οὐχ ὡς ἐπαισχυνόμενος, λάθρα που καὶ ἐν παραβύστῳ θύσω, φεύγων τὰς μέμψεις τῶν ἀσεβῶν· ἀλλὰ πάνδημόν τινα θυσίαν ἐπιτελέσω, τὸν λαὸν ὅλον κοινωνὸν τῆς λατρείας παραλαβών. Τόπος δὲ ἡμῖν τῆς θυσίας ἀποδειχθήσεται τὰ μέσα καὶ περιφανέστατα τῆς Ἱερουσαλήμ. Ἀκούσατε, οἱ τὴν Ἐκκλησίαν καταλιμπάνοντες, καὶ ἐλ οἴκοις κοινοῖς συστρεφόμενοι, τὰ ἄθλια τοῦ τιμίου σώματος ἀποῤῥήγματα, ὅτι χρὴ τάς εὐχὰς ἀποδιδόναι ἐν μέσῳ τῆς Ἱερουσαλήμ· τουτέστι, τῆς Ἐκκλησίας τοῦ Θεοῦ. Οὐδὲ γὰρ κατὰ τὴν παλαιὰν λατρείαν ἴδιον ἐξῆν ἑκάστῳ πήγνυσθαι θυσιαστήριον, ἀλλ' ἓν ἀποδέδεικτο τοῖς θυσιάζειν προαιρουμένοις. Σὺ δὲ ἀντεγείρεις τῷ τῶν πατέρων θυσιαστηρίῳ βωμὸν, καὶ πῦρ ἀνάπτεις ἀλλότριον ἐπ' αὐτοῦ, μηδὲ τῷ παλαιῷ παραδείγματι σωφρονιζόμενος, ἀνθρώπους κατεφθαρμένους τὸν νοῦν ἐπισπώμενος, καὶ συμμιαίνων αὐτοῖς ἑαυτόν. Ὧν φύγοιτε τὴν μίμησιν, ὑμεῖς ὁ λαὸς τοῦ Κυρίου,
Thy own possession. For assuredly what has been created is the slave of Him Who created it; so that I am a slave not by choice alone, but also by nature. For I am the son of Thy handmaid, whom, while she was childish and altogether a girl, the enemy led astray and, drawing her away from Thy service, made a slave of sin. Yet I turn back and run home again towards my original Master, and I recognize my ancient servitude. Thou broke my bonds. Since Thou freed me from the bonds of sin, having descended into Hades and loosed humanity when she was a prisoner of death and held fast in the inescapable dungeons of Hades, therefore I will sacrifice to Thee, not cloven-hoofed and cud-chewing quadrupeds, nor clean birds, nor fine flour kneaded with oil, nor translucent frankincense, nor that compounded incense (for these things are offered to Thee, the Master, from the earth); rather, what is my own possession and the offspring of my own heart, praise of Thy glory, I will offer up out of it, as from a kind of altar of my own mind. And I will minister to Thee as priest the sacrifice of praise, preferable to ten thousand whole burnt offerings before Thee, the self-sufficient and perfect God, Who do not demand bodily sacrifices, in which the wealthier have the advantage, but confession from a right disposition and a true heart, in which all who wish have an equal share. I will pay my vows to the Lord in the presence of all His people. And in sacrificing praise to Thee, I will not sacrifice secretly somewhere and in a corner, as though ashamed and fleeing the reproaches of the ungodly; rather, I will perform a public sacrifice, taking the whole people as partner in the worship. And the middle and most conspicuous parts of Jerusalem will be appointed for us as the place of sacrifice. Hear, you who abandon the Church and gather together in ordinary houses, wretched fragments broken off from the precious body, that one must pay one's vows in the midst of Jerusalem; that is, of the Church of God. For not even under the ancient worship was each man permitted to set up his own altar, but a single one had been appointed for those who chose to sacrifice. Yet you raise up a rival altar against the altar of the fathers, and kindle strange fire upon it, not even sobered by the ancient example, drawing after yourself men corrupted in mind and defiling yourself along with them. May you flee the imitation of these men, you who are the people of the Lord,