Migne Reading Room

PG 29 · cols. 484–493 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:484Read from the page
των τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα καὶ θερίσει. Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγαθῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου πολλαπλασίους τὰς ἀντιδόσεις. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ταύτης μεμνημένος παρὰ πάντα σου τὸν βίον τῆς ἀποφάσεως, δυνήσῃ τὰ πολλὰ τῶν ἁμαρτημάτων διαφυγεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ
the repayment of them. For whatever things each sows, such things shall he also reap. And indeed, even if some good thing has been done by you, await manifold the recompenses of those things also: Because Thou shalt render to each according to his works. Remembering this sentence throughout all your life, you will be able to escape the greater part of sins, in Christ Jesus the
ΕΙΣ ΤΟΝ ΡΙΔʹ ΨΑΛΜΟΝ.
On Psalm 114.
1. Πάλαι προκαταλαβόντες τὸν ἱερὸν τοῦτον τῶν Μαρτύρων σηκὸν, ἐκ μέσης νυκτὸς τὸν Θεὸν τῶν μαρτύρων διὰ τῶν ὕμνων ἐξιλεούμενοι, διεκαρτερήσατε μέχρι τῆς μεσημβρίας ταύτης, τὴν ἡμετέραν ἄφιξιν ἀναμένοντες. Ὑμῖν μὲν οὖν καὶ ὕπνου καὶ ἀναπαύσεως τὴν εἰς τοὺς μάρτυρας τιμὴν καὶ τὴν τοῦ θεοῦ λατρείαν προτιμῶσιν, ἕτοιμος ὁ μισθός. Ει δὲ δεῖ καὶ ἡμᾶς ὑπὲρ ἡμῶν αὐτῶν ἀπολογήσασθαι, τῆς διατριβῆς ἕνεκεν καὶ τῆς ἐπὶ πλεῖστον ἀπολείψεως ὑμῶν, ἐροῦμεν τὴν αἰτίαν, ὅτι ἄλλην ὁμότιμον ταύτῃ τοῦ Θεοῦ ἐκκλησίαν οἰκονομοῦντες, οὐκ ὀλίγῳ πρὸς ὑμᾶς διειργομένην τῷ διαστήματι, τὸν χρόνον τοῦτον τῆς ἡμέρας καταναλώσαμεν. Ἐπεὶ οὖν ἔδωκεν ὁ Κύριος κἀκείνοις πληρῶσαι τὴν λειτουργίαν, καὶ μὴ διαμαρτεῖν τῆς ὑμετέρας ἀγάπης, ἀπόδοτε μεθ' ἡμῶν τὴν εὐχαριστίαν τῷ εὐεργέτῃ, τῷ τὴν ὁρωμένην ταύτην τοῦ σώματος ἡμῶν ἀσθένειαν τῇ ἀοράτῳ αὐτοῦ δυνάμει χειραγωγοῦντι. Ὡς ἂν δὲ μὴ ἐπὶ πλεῖον παρακατέχοντες ὑμᾶς ἀνιῶμεν, βραχέα ἐξ οὗ κατελάβομεν ᾀδομένου ὑμῖν ψαλμοῦ διαλεχθέντες, καὶ τῷ λόγῳ τῆς παρακλήσεως κατὰ τὴν προσοῦσαν ἡμῖν δύναμιν τὰς ψυχὰς ὑμῶν θρέψαντες, ἐπὶ τὴν τοῦ σώματος ἐπιμέλειαν ἕκαστόν διαφήσομεν. Τί τοίνυν ἦν τὸ ᾀδόμενον; Ἠγάπησα, φησὶν, ὅτι εισακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Οὐ παντός ἐστιν εἰπεῖν τὸ, Ἠγάπησα, ἀλλὰ τοῦ τελειουμένου ἤδη καὶ ὑπερβαίνοντος τὸν τῆς δουλείας φόβον, καὶ ἐν τῷ πνεύματι γενομένου τῆς υἱοθεσίας. Οὐ πρόσκειται μὲν οὖν τῷ, Ἠγάπησα, τὸ, τινά· προσυπακούεται δὲ παρ' ἡμῶν ὅτι, τὸν Θεὸν τῶν ὅλων. Τὸ γὰρ κυρίως ἀγαπητὸν, ὁ Θεός· ἐπειδήπερ ἀγαπητὸν ὁρίζονται εἶναι, οὗ πάντα ἐφίεται. Ἀγαθὸν δὲ ὁ Θεὸς, καὶ πρῶτον καὶ τελειότατον τῶν ἀγαθῶν. Αὐτόν τε οὖν ἠγάπησα τὸν Θεὸν, τῶν ὀρεκτῶν ὄντα τὸ ἔσχατον, καὶ τὰ ὑπὲρ αὐτοῦ παθήματα μετὰ χα-
1. Having long ago occupied beforehand this sacred shrine of the Martyrs, propitiating from midnight the God of the martyrs through hymns, you have persevered until this midday, awaiting our arrival. For you, then, who prefer honour towards the martyrs and the worship of God above both sleep and rest, the reward is ready. Yet if we too must make a defence on our own behalf, on account of our delay and our very long absence from you, we shall state the cause: that in administering another church of God equal in honour to this one, separated from you by no small distance, we spent this time of the day. Since therefore the Lord has granted us both to fulfil the liturgy for them also, and not to miss your love, render thanksgiving with us to the Benefactor, Who guides by the hand this visible weakness of our body through His invisible power. And so that we may not distress you by detaining you any longer, after discoursing briefly from the psalm which we found being sung by you, and nourishing your souls with the word of exhortation according to the strength present in us, we shall dismiss each one to the care of the body. What, then, was being sung? I have loved, he says, because the Lord will hearken to the voice of my supplication. It does not belong to everyone to say, I have loved, but to one who is already being perfected and passing beyond the fear of slavery, and who has come to be in the spirit of adoption. Now there is not added to I have loved the object, whom; yet it is understood alongside it by us: the God of the universe. For that which is strictly lovable is God; inasmuch as men define as lovable that which all things desire. And God is good, both the first and the most perfect of good things. Him therefore, God Himself, I loved, Who is the ultimate of things desirable, and the sufferings on His behalf with joy
Notes, col. 484

On the reading

Printed Ει, for Εἰ.

Printed ἕκαστόν, for ἕκαστον.

Printed εισακούσεται, for εἰσακούσεται.

PG 29:485Read from the page
ρᾶς ὑπεδεξάμην. Τίνα δέ ἐστι ταῦτα, μικρὸν ὕστερον διεξέρχεται, τὰς ὠδῖνας τοῦ θανάτου, τοὺς κινδύνους τοῦ ᾅδου, τὴν θλίψιν, τὴν ὀδύνην, ἅπερ πάντα αὐτῷ ἀγαπητὰ διὰ τὴν πρὸς Θεὸν ἀγάπην, καὶ τὴν ἐλπίδα, τὴν ἀποκειμένην τοῖς τὰ ὑπὲρ τῆς εὐσεβείας πάθη καταδεχομένοις, ἐφαίνετο. Οὐ γὰρ παρὰ προαίρεσιν, οὐδὲ βιαίως καὶ κατηναγκασμένως ὑπέμεινα, φησὶ, τοὺς ἀγῶνας, ἀλλὰ στοργῇ τινι καὶ διαθέσει ὑπεδεξάμην τὰ ἐπίπονα· ὥστε ἔχειν με λέγειν· Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν. Καὶ ἔοικε ταύτα ἰσοδυναμεῖν τοῖς τοῦ Ἀποστόλου, καὶ ἀπὸ τῆς αὐτῆς αὐτῷ διαθέσεως λέγεσθαι τὸ, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; Ἠγάπησα οὖν ταῦτα πάντα, εἰδὼς, ὅτι ὑπὸ θεατῇ καὶ ἀθλοθέτη τῷ Δεσπότῃ τῶν ὅλων τοὺς ὑπὲρ τῆς εὐσεβείας διαφέρω κινδύνους. Ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Οὕτω γὰρ καὶ ἕκαστος ἡμῶν δύναται ἑαυτοῦ πολιτείαν.
I welcomed. And what these are, he recounts a little later: the pangs of death, the perils of Hades, the tribulation, the sorrow, all of which appeared lovable to him on account of love towards God and the hope laid up for those who accept sufferings on behalf of godliness. For not contrary to deliberate choice, nor violently and under compulsion did I endure the contests, he says, but with a certain affection and disposition I welcomed the painful trials, so that I am able to say: Because for Thy sake we are put to death all the day long. And these words seem to have the same force as those of the Apostle, and from the same disposition as his is spoken that saying: Who shall separate us from the love of Christ? Tribulation? or distress? or persecution? or famine? or nakedness? or peril? or sword? I loved, therefore, all these things, knowing that beneath the Master of the universe as Spectator and Judge of the contest I bear the perils on behalf of godliness. Because the Lord will hearken to the voice of my supplication. For thus each of us also is able, his own way of life.
2. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί. Ἔκλινεν, εἶπεν, οὐχ ἵνα σωματικήν τινα ἔννοιαν λάβῃς περὶ Θεοῦ ὦτα ἔχοντος, καὶ ταῦτα πρὸς τὸ ἠρεμαῖον τῆς φωνῆς ἐπικλίνοντος, ὅπερ ἡμεῖς ποιοῦμεν πρὸς τοὺς μικρὸν φθεγγομένους προσεγγίζοντες ἡμῶν τὴν ἀκοὴν, ἵνα ἐκ τοῦ σύνεγγυς τῇ αισθήσει παραδεξώμεθα τὸ λαλούμενον, ἀλλ' Ἔκλινεν, εἶπεν, ἵνα τὸ ἑαυτοῦ ἀσθενὲς ἐπιδείξηται. Ὅτι χαμαὶ κειμένῳ μοι συγκατέβη διὰ φιλανθρωπίαν· οιονεὶ, ἀῤῥώστου τινὸς ἐκ πολλῆς ἀσθενείας οὐδὲ φθέγγεσθαι τρανῶς δυναμένου, φιλάνθρωπος ἰατρὸς προσαγαγὼν ἑαυτοῦ τὴν ἀκοὴν ἐκ τοῦ σύνεγγυς μανθάνοι τὰ ἀναγκαῖα τῷ κάμνοντι. Ἔκλινεν οὖν τὸ οὖς αὐτοῦ ἐμοί. Ἡ γὰρ θεία ἀκοὴ οὐ φωνῆς δεῖται πρὸς αἴσθησιν· οἶδε γὰρ καὶ ἐν τῷ κινήματι τῆς καρδίας γνωρίσαι τὰ ἐπιζητούμενα. Ἢ οὐκ ἀκούεις, ὅτι Μωῦσῆς μηδὲν φθεγγόμενος, ἀλλὰ τοῖς ἀλαλήτοις ἑαυτοῦ στεναγμοῖς ἐντυγχάνων τῷ Κυρίῳ, ἠκούετο παρὰ τοῦ Κυρίου λέγοντος· Τί βοᾷς πρὸς μέ; Οἶδεν ὁ Θεὸς καὶ αἵματος ἀκοῦσαι δικαίου, ᾧ γλῶσσα οὐ πρόσεστιν, οὐδὲ φωνὴ τὸν ἀέρα περῶσα. Ἔργων δὲ δικαίων παρουσία μεγαλοφωνία ἐστὶ παρὰ Θεῷ. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ἡμεῖς μὲν, ἐν μιᾷ προσευξάμενοι ἡμέρᾳ, ἢ ἐν μιᾷ ὥρᾳ βραχύ τι ταῖς ἁμαρτίαις ἡμῶν ἐπιστυγνάσαντες, ἀμεριμνῶμεν ὡς ἤδη τι ποιήσαντες ἐφάμιλλον τῇ κακίᾳ ἡμῶν. Ὁ μέντοι ἅγιος παντὶ τῷ χρόνῳ τῆς ζωῆς ἑαυτοῦ παραμετρουμένην ἐπιδείκνυσθαι λέγει τὴν ἐξομολόγησιν· Ἐν ταῖς ἡμέραις γάρ μου,
2. Because He inclined His ear to me. He inclined, he said, not that you should form some bodily conception concerning God as having ears and inclining these towards the gentleness of the voice, which is what we do towards those who speak faintly, bringing our hearing near so that from close at hand we may receive by perception what is spoken; rather, He inclined, he said, in order to show his own weakness. Because to me, lying upon the ground, He condescended out of love for mankind: just as, when some sick man out of great weakness is not even able to utter a sound distinctly, a humane physician, bringing his own hearing near, might learn from close at hand what things are needful for the sufferer. He inclined, therefore, His ear to me. For the divine hearing has no need of a voice for perception; for it knows how even in the movement of the heart to recognize the things that are sought. Or do you not hear that Moses, uttering nothing aloud, but interceding with the Lord by his own unutterable groanings, was heard by the Lord saying: Why do you cry out towards Me? God knows how to hear even the blood of a righteous man, which possesses no tongue, nor any voice passing through the air. And the presence of righteous works is a loud voice before God. And in my days I will call upon Him. As for us, when we have prayed on a single day, or in a single hour have grieved a little over our sins, let us be free from care, as though we had already done something matching our wickedness! The saint, however, says that his confession is shown forth as measured alongside the whole time of his life: For in my days,
Notes, col. 485

On the reading

Printed ταύτα, for ταῦτα.

Printed ἀθλοθέτη, for ἀθλοθέτῃ.

Printed αισθήσει, for αἰσθήσει.

Printed οιονεὶ, for οἱονεὶ.

Printed Μωῦσῆς, for Μωϋσῆς.

PG 29:488Read from the page
φησὶ, πάσαις ἐπικαλέσομαι. Εἶτα ἵνα μὴ οἰηθῇς, ὅτι ἐνευημερῶν τῷ βίῳ τούτῳ, καὶ πάντων αὐτῷ τῶν πραγμάτων κατὰ ῥοῦν προϊόντων, ἐπεκαλεῖτο τὸν Θεὸν, διηγεῖται τὸ μέγεθος τῶν περιστάσεων, ἐν αἷς ὢν οὐκ ἐπελάθετο τοῦ ὀνόματος τοῦ Θεοῦ. Περιέσχον γάρ με, φησὶν, ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. Κυρίως μὲν αἱ ὠδῖνες ἐπὶ τῶν κατὰ τὰς κυήσεις ὀδυνῶν εἰσι τεταγμέναι, ὅταν, πρὸς ὄγκον ἡ γαστὴρ διεγειρομένη, ὠθῇ τὸ ἔμβρυον πρὸς τὸ ἔξω· εἶτα θλιβόμενα τὰ γεννητικὰ μέρη, καὶ περιτεινόμενα τῷ κυήματι σπασμοῖς καὶ συνολκαῖς τῶν ἰνῶν, ὀξυτάτας ἀλγηδόνας καὶ δριμείας ὀδύνας ἐμποιεῖ ταῖς τικτούσαις. Μετήνεγκε δὲ τὰς ὠδῖνας καὶ ἐπὶ τοῦ θανάτου, τὰς περιϊσταμένας τὸ ζῶον ἐν τῷ μερισμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. Οὐδὲν οὖν φησι μέτριον πεπονθέναι, ἀλλὰ μέχρι καὶ αὐτῶν πεπειρᾶσθαι τῶν ὠδίνων τοῦ θανάτου, καὶ εἰς κίνδυνον τῆς καταβάσεως τοῦ ᾅδου ἀφῖχθαι. Ἆρ' οὖν καὶ μόνα ταῦτα πέπονθεν ἐφ' οἷς σεμνύνεται, ἢ ταῦτα μὲν πολλάκις καὶ ἀκούσια; Οὐδὲν δὲ τῶν ἠναγκασμένων ἐπαινετόν. Ἀλλὰ βλέπε τὸ μεγαλοφυὲς τοῦ ἀθλητοῦ. Ἐπειδὴ γὰρ Περιέσχον με ὠδῖνες θανάτου, καὶ κίνδυνοι ᾅδου εὕροσάν με, τοσοῦτον ἀπέσχον τοῖς πειρασμοῖς τούτοις ὑποπεσεῖν, ὅτι καὶ πολλῷ τούτων πλείοσι κατὰ τὸ ἑκούσιον πειρασμοῖς ἐμαυτὸν προεθέμην. Θλίψιν καὶ ὀδύνην ὥσπερ ἑκὼν ἐμαυτῷ ἐπεξεῦρον, οὐκ ἀκουσίως ὑπ' αὐτῶν κατελήφθην. Ἐν μὲν γὰρ τοῖς κατόπιν Κίνδυνοι ᾅδου εὕροσάν με· ἐνταῦθα δὲ Θλίψιν καὶ ὀδύνην εὗρον. Ἐπειδὴ γὰρ ἐκεῖ ἀνενδότως ἔχων εὑρέθην πρὸς τὰ παρὰ τοῦ πειράζοντος ἐπαχθέντα, ἵνα δείξω τὴν περιουσίαν τῆς πρὸς Θεὸν ἀγάπης, προσέθηκα θλίψιν ἐπὶ τῇ θλίψει, καὶ ὀδύνην ἐπὶ τῇ ὀδύνῃ· οὐ τῇ ἐμαυτοῦ δυνάμει τῶν ἀλγεινῶν κατεπανιστάμενος, ἀλλὰ διότι τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Ἀποστόλου λέγοντος· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Νικᾷ μὲν γὰρ ὁ μή ἐνδιδοὺς τοῖς πρὸς ἀνάγκην ἐπαγομένοις· ὑπερνικᾷ δὲ ὁ καὶ αὐθαιρέτως ὀδύνας εἰς ἐπίδειξιν τῆς ὑπομονῆς ἐπισπώμενος. Ὁ γενόμενος ἐν ἁμαρτίᾳ τινὶ τῇ πρὸς θάνατον λεγέτω· Περιέσχον με ὠδῖνες θανάτου. Πᾶς γὰρ, φησὶν, ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ὅτε οὖν ἤμην, φησὶν, ἐργάτης τῆς ἁμαρτίας, καὶ ἐκυοφορούμην ὑπὸ τοῦ θανάτου, τότε καὶ εὑρέθην ὑπὸ τῶν τοῦ ᾅδου κινδύνων. Πῶς οὖν ἐξιασάμην ἐμαυτόν; Ἐπειδὴ θλίψιν καὶ ὀδύνην εὗρον τὴν διὰ τῆς μετανοίας. Ἀναλογοῦσαν γὰρ τῷ μεγέθει τῆς ἁμαρ-
he says, all of them, I will call upon Him. Next, so that you may not suppose that it was while prospering in this life, and with all his affairs advancing smoothly with the stream, that he called upon God, he recounts the magnitude of the crises in which he found himself and yet did not forget the name of God. For the pangs of death, he says, encompassed me; the perils of Hades found me. Strictly speaking, birth-pangs are assigned to the pains of childbearing, when the womb, swelling to its bulk, thrusts the embryo outwards; and then the generative parts, compressed and stretched round the fetus with spasms and contractions of the sinews, produce most acute agonies and sharp pains in women giving birth. Yet he transferred the birth-pangs also to death, those that surround the living creature in the parting of the soul and the body. He says, therefore, that he has suffered nothing slight, but has experienced even the very pangs of death, and has come into peril of descending into Hades. Has he, then, suffered only these things in which he glories, or are these things in fact often involuntary as well? And nothing done under compulsion is praiseworthy. Yet behold the noble spirit of the athlete. For since The pangs of death encompassed me, and the perils of Hades found me, so far was I from succumbing to these trials that of my own free will I exposed myself to trials far more numerous than these. Tribulation and sorrow, as though willingly, I devised for myself; I was not overtaken by them involuntarily. For in what went before, The perils of Hades found me; whereas here, I found tribulation and sorrow. For since there I was found unyielding towards the assaults brought upon me by the tempter, in order to show the abundance of my love towards God, I added tribulation upon tribulation, and sorrow upon sorrow—rising up against grievous things not by my own strength, but because I called upon the name of the Lord. Such also is the saying of the Apostle when he declares: In all these things we are more than conquerors through Him Who loved us. For he conquers who does not give in to things brought upon him of necessity; whereas he is more than conqueror who even of his own accord draws sorrows upon himself for a demonstration of endurance. Let anyone who has fallen into some sin unto death say: The pangs of death encompassed me. For everyone, he says, who commits sin has been begotten of the devil. When therefore I was a worker of sin, he says, and was being carried in the womb by death, then also I was found by the perils of Hades. How then did I heal myself? Because I found tribulation and sorrow—that which comes through repentance. For in proportion to the magnitude of the
Notes, col. 488

On the reading

Printed ὁ μή ἐνδιδοὺς, for ὁ μὴ ἐνδιδοὺς.

PG 29:489Read from the page
τίας τὴν ἐκ τῆς μετανοίας κάκωσιν ἐμαυτῷ ἐπενόησα, καὶ οὕτως ἐτόλμησα τὸ ὄνομα Κυρίου ἐπικαλέσασθαι. Τίνα δὲ ἦν ἃ εἶπον; Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Κατέχομαι ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ, σὺ δὸς τὸ ὑπὲρ ἐμοῦ λύτρον, καὶ ῥῦσαι τὴν ψυχήν μου.
sin I devised for myself the affliction that comes from repentance, and thus I ventured to call upon the name of the Lord. And what were the words that I spoke? O Lord, deliver my soul. I am held fast in this captivity; do Thou give the ransom on my behalf, and deliver my soul.
3. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος. Πανταχοῦ συνάπτει ἡ Γραφὴ τοῖς οικτιρμοῖς τοῦ Θεοῦ τὴν δικαιοσύνην, διδάσκουσα ἡμᾶς, ὅτι οὔτε ὁ ἔλεος τοῦ Θεοῦ ἄκριτος, οὔτε ἡ κρίσις ἀνελεήμων. Ἀλλὰ καὶ ἐλεῶν, κεκριμένως τοῖς ἀξίοις ἐπιμετρεῖ τοὺς οικτιρμούς· καὶ κρίνων, ἐστοχασμένως τῆς ἀσθενείας ἡμῶν ἐπάγει τὴν κρίσιν, φιλανθρωπίᾳ μᾶλλον ἢ τῇ τοῦ ἴσου ἀντιμετρήσει ἀμυνόμενος ἡμᾶς. Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεός ἐστι πάθος ἐπὶ τοὺς παρ' ἀξίαν τεταπεινωμένους, παρὰ τῶν συμπαθῶς διατιθεμένων γινόμενον. Ἐλεοῦμεν τὸν ἐκ μεγάλου πλούτου πρὸς τὴν ἐσχάτην πενίαν μεταπεσόντα, τὸν ἐκ τῆς ἄκρας εὐεξίας τοῦ σώματος εις τὴν ἐσχάτην ἀσθένειαν καταβληθέντα, τὸν ἐπὶ κάλλει καὶ ὥρᾳ σώματος ἀγαλλόμενον, καὶ ὑπὸ τῶν αισχίστων παθῶν διαφθαρέντα. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἦμέν ποτε ἔνδοξοι ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς, ἐγενόμεθα δὲ ἄδοξοι καὶ ταπεινοὶ διὰ τὴν ἔκπτωσιν, Ὁ Θεὸς ἡμῶν ἐλεεῖ, ὁρῶν ἡμᾶς οἷοι ἀνθ' οἵων γεγόναμεν. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ ἀνεκαλεῖτο τῇ τοῦ ἐλέου φωνῇ, λέγων· Ἀδὰμ, ποῦ εἶ; Οὐ γὰρ διδαχθῆναι ἐζήτει ὁ πάντα ειδὼς, ἀλλὰ νοῆσαι αὐτὸν ἐβούλετο οἷος ἀνθ' οἵου γέγονε. Ποῦ εἶ; ἀντὶ τοῦ, Εις οἷον πτῶμα κατελήλυθας ἀπὸ τηλικούτου ὕψους;
3. Merciful is the Lord and righteous. Everywhere Scripture joins righteousness to the compassions of God, teaching us that neither is the mercy of God indiscriminate, nor is His judgement merciless. Rather, both when showing mercy, He measures out His compassions with discernment to those who are worthy; and when judging, He brings on judgement with due regard for our weakness, requiting us in love for mankind rather than by the repayment of like for like. Yea, our God shows mercy. Mercy is an affection towards those who have been humbled undeservedly, arising in those who are sympathetically disposed. We pity a man who has fallen from great wealth into extreme poverty, one cast down from peak bodily vigour into extreme infirmity, one who exulted in beauty and bloom of body and was ruined by the most shameful sufferings. Since, therefore, we too were once glorious in the way of life of paradise, yet became inglorious and lowly through the fall, Our God shows mercy, seeing what sort of beings we have become in exchange for what we were. For this reason He also called Adam back with the voice of mercy, saying: Adam, where are you? For He Who knows all things was not seeking to be taught, but He wished him to perceive what sort of man he had become in exchange for what he was. Where are you?—instead of, Into what a fall have you come down from so great a height?
4. Φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. Εἴτε κατὰ τὸν φυσικὸν λόγον, οὐκ ἂν συνέστη ἡ ἀνθρωπίνη φύσις, μὴ τῶν κομιδῆ νηπίων καὶ ἔτι βρεφῶν ὑπὸ τοῦ Κυρίου φυλασσομένων. Πῶς γὰρ ἢ τὰ ἐν τῇ μήτρᾳ κυοφορούμενα ἠδύνατο τρέφεσθαι ἢ κινεῖσθαι ἐν οὕτω στενοῖς χωρίοις, καὶ μηδεμίαν ἔχουσιν ἀναστροφὴν, ἀλλ' ἐν σκοτεινοῖς τόποις καὶ ἐνύγροις τὴν ζωήν ἔχοντα, καὶ οὔτε ἀναπνεῖν δυνάμενα, οὔτε ζῇν τὴν τῶν ἀνθρώπων ζωὴν, ἀλλὰ δίκην ἰχθύων τοῖς ὑγροῖς ἐμφερόμενα, εἰ μὴ τῇ παρὰ τοῦ Θεοῦ φυλακῇ διεκρατεῖτο; Πῶς δ' ἂν εἰς τὸν ἀήθη τοῦτον ἐκπεσόντα τόπον, καὶ ἀπὸ τῆς ἐν τῇ μήτρᾳ θερμότητος τῷ ἀέρι περιψυχόμενα κἂν πρὸς τὸ βραχὺ διήρκεσεν, εἰ μὴ παρὰ Θεοῦ διεσώζετο; Φυλάσσων οὖν τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἢ καὶ οὕτω νοήσεις τὸν λόγον· Ὅτι ἐπειδὴ ἐστράφην, καὶ ἐγενόμην ὡς τὸ νήπιον, καὶ ἐδεξάμην τὴν βασιλείαν τῶν οὐρανῶν ὡς παιδίον, καὶ διὰ τῆς ἀκακίας ἐμαυτὸν εἰς τὴν τῶν παιδίων ταπεί-
4. The Lord preserves infants; I was humbled, and He saved me. Whether according to the natural sense, human nature could not have held together unless tiny infants and babes still unborn were preserved by the Lord. For how else could embryos carried in the womb be nourished or move in such narrow spaces, having no room to turn about, but possessing life in dark and watery places, able neither to breathe nor to live the life of human beings, but borne about in the fluids after the manner of fishes, unless they were sustained by the keeping that comes from God? And how, once cast forth into this unfamiliar place and chilled all round by the air after the warmth in the womb, could they have lasted even for a brief while, unless they were kept safe by God? Therefore, The Lord preserves infants; I was humbled, and He saved me. Or you may understand the saying thus as well: Since I turned and became like an infant, and received the kingdom of the heavens like a little child, and through guilelessness brought myself down to the lowli-
Notes, col. 489

On the reading

Printed οικτιρμοῖς, for οἰκτιρμοῖς.

Printed οικτιρμούς, for οἰκτιρμούς.

Printed εις, for εἰς.

Printed αισχίστων, for αἰσχίστων.

Printed ειδὼς, for εἰδὼς.

Printed Εις, for Εἰς.

Printed ζωήν ἔχοντα, for ζωὴν ἔχοντα.

PG 29:492Read from the page
νωσιν κατήγαγον· Ὁ φυλάσσων τὰ νήπια Κύριος, ἐπειδὴ ἐταπεινώθην, ἔσωσέ με.
ness of little children: The Lord Who preserves infants, since I was humbled, saved me.
5. Ἐπίστρεψον, ψυχή μου, εις τὴν ἀνάπαυσιν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ἑαυτῷ προσάγει τοὺς παρακλητικοὺς λόγους ὁ καλὸς ἀγωνιστὴς, παραπλησίως τῷ Παύλῳ λέγων· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ταῦτα λέγει καὶ πρὸς ἑαυτὸν ὁ Προφήτης· Ἐπειδὴ ἱκανῶς τοῦ βίου τούτου τὸν δολιχὸν ἐξεπλήρωσας, Ἐπίστρεψον λοιπὸν εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Πρόκειται γὰρ ἀνάπαυσις αἰωνία τοῖς νομίμως τὸν ἐνταῦθα διαθλήσασι βίον, οὐ κατὰ ὀφείλημα τῶν ἔργων ἀποδιδομένη, ἀλλὰ κατὰ χάριν τοῦ μεγαλοδώρου Θεοῦ τοῖς εἰς αὐτὸν ἠλπικόσι παρεχομένη. Εἶτα, πρὶν τὰ ἐκεῖ ἀγαθὰ διηγήσασθαι, τὴν ἀποφυγὴν τῶν τοῦ κόσμου ὀχληρῶν διηγούμενος, ἐπὶ τούτοις εὐχαριστεῖ τῷ ἐλευθερωτῇ τῶν ψυχῶν, τῷ τῆς ποικίλης αὐτὸν καὶ ἀπαραιτήτου δουλείας τῶν παθημάτων ἐξαιρουμένῳ. Τίνα δέ ἐστι ταῦτα; Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Συγκρίσει τῶν ὧδε τὴν μέλλουσαν ἀνάπαυσιν διαγράφει. Ἐνταῦθα γάρ με, φησὶ, περιέσχον ὠδῖνες θανάτου· ἐκεῖ δὲ ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου. Ἐνταῦθα οι ὀφθαλμοὶ τὸ ἐκ τῆς θλίψεως προχέουσι δάκρυον· ἐκεῖ δὲ οὐκέτι δάκρυον ἐπισκοτοῦν ταῖς κόραις τῶν εὐφραινομένων τῇ θεωρίᾳ τοῦ κάλλους τῆς δόξης τοῦ Θεοῦ. Ἀφεῖλε γὰρ ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ἐνταῦθα πολὺς ὁ κίνδυνος τοῦ ὀλισθήματος· διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Ἐκεῖ δὲ πάγιοι αἱ βάσεις· ἀπερίτρεπτος ἡ ζωή· οὐκέτι κίνδυνος πρὸς ἁμαρτίαν ὑπενεχθῆναι. Οὔτε γὰρ σαρκὸς ἐπανάστασις, οὔτε γυναικὸς συνεργία πρὸς ἁμαρτίαν. Διότι οὐκ ἔνι ἄρσεν καὶ θῆλυ ἐν τῇ ἀναστάσει, ἀλλὰ μία τίς ἐστι ζωὴ καὶ μονότροπος, εὐαρεστούντων τῷ ἑαυτῶν Δεσπότῃ τῶν κατοικούντων ἐν τῇ χώρᾳ τῶν ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ὄντες, μέρη ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν. Διὰ τοῦτο καὶ πρὶν θανάτῳ τὴν ψυχὴν διαζευχθῆναι τοῦ σώματος, ἀποθγήσκομεν πολλάκις οἱ ἄνθρωποι. Καὶ μὴ παράδοξον
5. Return, my soul, into your rest, because the Lord has dealt bountifully with you. The noble contestant addresses words of exhortation to himself, speaking in much the same way as Paul: I have fought the good fight, I have finished the course, I have kept the faith; henceforth there is laid up for me the crown of righteousness. These things the Prophet also says to himself: Since you have sufficiently completed the long course of this life, Return henceforth into your rest, because the Lord has dealt bountifully with you. For eternal rest is set before those who have lawfully contended through life here, not rendered as a debt owed to works, but granted by the grace of the munificent God to those who have hoped in Him. Next, before recounting the good things that are there, recounting his escape from the troubles of the world, he gives thanks for these things to the Liberator of souls, Who rescues him from the manifold and inescapable slavery of the passions. And what are these? Because He delivered my soul from death, my eyes from tears, and my feet from slipping. By comparison with things here he delineates the rest to come. For here, he says, the pangs of death encompassed me; whereas there He delivered my soul from death. Here the eyes pour forth the tear born of tribulation; whereas there no tear any longer darkens the pupils of those who rejoice in the contemplation of the beauty of the glory of God. For God has wiped away every tear from every face. Here great is the peril of slipping; wherefore Paul also used to say: Let him who thinks that he stands take heed lest he fall. There, however, firm are the footsteps; unshaken is the life; there is no longer any peril of being carried away into sin. For there is neither rebellion of the flesh, nor a woman's cooperation towards sin. Because there is neither male nor female in the resurrection, but there is one single, uniform life, as those who dwell in the land of the living are well-pleasing to their own Master. This world is both mortal in itself and a place of the dying. For since the constitution of visible things is composite, and everything composite is by nature subject to dissolution, we who exist in the world, being parts of the world, necessarily partake of the nature of the whole. For this reason, even before the soul is severed from the body by death, we human beings die many times over. And let not what is said
Notes, col. 492

On the reading

Printed εις, for εἰς.

Printed ἀνάπαυσιν σου, for ἀνάπαυσίν σου.

Printed οι ὀφθαλμοὶ, for οἱ ὀφθαλμοὶ.

Printed ἀποθγήσκομεν, for ἀποθνήσκομεν.

PG 29:493Read from the page
φανῇ σοι τὸ λεγόμενον, ἀλλὰ σκόπει τοῦ πράγματος τὴν ἀλήθειαν. Ἐν τρισὶ γὰρ ἑβδομάσιν ἐτῶν τρεῖς ὑφίστασθαι πέφυκεν ἀλλοιώσεις καὶ μεταβολὰς ἡλικιῶν καὶ βίων ὁ ἄνθρωπος, καὶ καθ' ἑκάστην ἑβδομάδα ἴδιος ὅρος περιγράφων τὰ παρελθόντα, καὶ ἐναργῆ παρέχων τὴν μεταποίησιν. Τοῦ παιδίου ἡ ἡλικία ἐν τῇ τῶν ὀδόντων ἀποβολῇ κατὰ τὴν πρώτην ἑβδομάδα περιορίζεται. Τοῦ παιδὸς λοιπὸν τοῦ πρὸς τὰς μαθήσεις ἐπιτηδείου ἡ προθεσμία ἐστὶ μέχρι τῆς ἐφηβείας. Ὁ ἔφηβος, μέχρι πρώτου καὶ εἰκοστοῦ ἔτους συμπληρωθεὶς, ὅταν ἰούλοις ἄρξηται κατασκιάζειν τὰς παρειὰς, ἀφανίζεται λεληθότως, πρὸς τὸν ἄνδρα ἤδη τοῦ νεανίσκου μεθισταμένου. Ὅταν τοίνυν ἴδῃς ἄνδρα ἀποθέμενον μὲν τὴν ἐπίδοσιν τῆς καθ' ἡλικίαν αὐξήσεως, βεβηκότα δὲ ἤδη τοῖς λογισμοῖς, καὶ μηδὲν ἴχνος τῆς νεότητος φέροντα, οὐχὶ τεθνηκέναι ἐν αὐτῷ λογίσῃ τὰ παρελθόντα; Πάλιν ὁ πρεσβύτης, πρὸς ἕτερον σχῆμα καὶ ψυχῆς διάθεσιν μεθαρμοσθεὶς, ἕτερός ἐστι προδήλως παρὰ τοὺς προτέρους. Ὥστε καὶ ἡ ζωὴ τῶν ἀνθρώπων διὰ πολλῶν θανάτων συμπληροῦσθαι πέφυκεν, οὐ μόνον ἐν τῇ κατὰ τὰς μεθηλικιώσεις μεταβολῇ, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἁμαρτίαν πτώμασι τῶν ψυχῶν. Ὅπου δὲ οὐκ ἔστιν ἀλλοίωσις οὔτε σώματος οὔτε ψυχῆς (οὐδὲ γάρ ἐστι λογισμοῦ παρατροπὴ, οὐδὲ μετάθεσις γνώμης, οὐδεμιᾶς περιστάσεως τὸ εὐσταθὲς καὶ ἀτάραχον τῶν λογισμων ἀφαιρουμένης), χώρα ἐστὶν ἐκείνη τῷ ὄντι ζώντων, ὁμοίων ὄντων ἀεὶ αὐτῶν ἑαυτοῖς. Ἐν ᾗ μάλιστα εὐαρεστήσειν τῷ Θεῷ τῶν ὅλων ὁ Προφήτης κατεπαγγέλλεται, ὡς ὑπ' οὐδενὸς μέλλων τῶν ἔξωθεν διακόπτεσθαι πρὸς τὸν σκοπὸν τῆς ἀληθινῆς καὶ ὁμοτίμου τοῖς ἀγγέλοις δουλείας. Φιλοτιμούμεθα, φησὶν, εἴτε ἐνδημοῦντες ἐν τῷ σώματι, εἴτε ἐκδημοῦντες ἀπὸ τοῦ σώματος, εὐάρεστοι αὐτῷ εἶναι. Ζώντων ἐκείνη χώρα, ἐν ᾗ οὐκ ἔνι νὺξ, οὐκ ἔνι ὕπνος τὸ τοῦ θανάτου μίμημα· ἐν ᾗ οὐκ ἔνι βρῶσις, οὐκ ἔνι πόσις, τὰ τῆς ἀσθενείας ἡμῶν ὑπερείσματα, οὐκ ἔνι νόσος, οὐκ ἔνι ἀλγήματα, οὐκ ἰατρεία, οὐ δικαστήρια, οὐκ ἐμπορίαι, οὐ τέχναι, οὐ χρήματα, τῶν κακῶν ἡ ἀρχὴ, ἡ τῶν πολέμων ὑπό-
appear paradoxical to you, but consider the truth of the matter. For in three hebdomads of years a human being is by nature subject to undergoing three alterations and changes of ages and modes of life, and in each hebdomad there is its own boundary circumscribing what has passed and exhibiting a manifest transformation. The age of the little child is bounded within the first hebdomad by the shedding of the teeth. Thereafter, the appointed term of the boy who is fit for studies extends until puberty. The youth, having reached completion up to the twenty-first year, when he begins to shade his cheeks with the first down, disappears imperceptibly, as the young man passes over already into the adult man. Whenever, therefore, you see a man who has laid aside the increase of growth according to age, and is already settled in his reasonings, bearing no trace of youth, will you not reckon that what is past has died in him? Again, the old man, refashioned into another form and disposition of soul, is manifestly another person beside his former selves. Consequently, the life of human beings is by nature brought to completion through many deaths, not only in the change that takes place through transitions of age, but also in the falls of souls through sin. Where, however, there is alteration neither of body nor of soul (for there is neither aberration of reasoning nor change of purpose, since no circumstance takes away the stability and untroubled calm of the thoughts), that land is truly the land of the living, who are always like unto themselves. In it above all the Prophet promises that he will be well-pleasing to the God of the universe, since he will be interrupted by nothing external with respect to the aim of true service equal in honour to the angels. We make it our ambition, he says, whether at home in the body or away from the body, to be well-pleasing to Him. That is the land of the living, in which there is no night, there is no sleep, the imitation of death; in which there is no eating, there is no drinking, the props of our weakness; there is no disease, there are no pains, no medical treatment, no lawcourts, no commerce, no crafts, no money—the beginning of evils, the occasion of wars,
Notes, col. 493

On the reading

Printed λογισμων, for λογισμῶν.