PG 29:CCCXCV aRead from the pageθησαυρῶν ἀνάπτυξας πᾶσι, παμμάκαρ Βασίλειε.
of treasures you unfolded to all, all-blessed Basil.
Ἔθρεψας λιμῷ τακείσας ψυχὰς πάντων ἀφθόνως, καὶ τὰς τῶν πεινώντων καρδίας πάσης ἐνέπλησας, Βασίλειε, θεϊκῆς εὐφροσύνης.
You nourished unstintingly the souls of all that were wasted with famine, and filled the hearts of the hungry, O Basil, with all divine gladness.
Ἔθρεψας ψυχὰς πεινώσας τροφῇ τῇ ἐπουρανίῳ· ἄρτος γὰρ τῶν ἀγγέλων ὑπάρχει ὁ λόγος, Βασίλειε, οὗ ἄριστος σιτοδότης ἐγένου.
You nourished hungry souls with the heavenly food; for the word is the bread of angels, O Basil, of which you became a supreme dispenser of grain.
Ἤθροισας τῷ τῆς μελίσσης, Βασίλειε, φιλοπόνως ἀρετῆς ἁπάσης τὸ ἄνθος, καὶ περιδέξιος γενόμενος ἐν αὐταῖς μακαρίζει.
Industriously, after that of the bee, O Basil, you gathered the flower of every virtue, and having become accomplished in them you are called blessed.
Ἔσπευσας κόσμου ῥαγῆναι, καὶ Θεῷ συμβιοτεῦσαι· διὸ τοῖς ἀστάτοις καὶ ῥευστοῖς, Πάτερ Βασίλειε, τὰ μένοντα ὡ⟨…⟩ σοφὸ⟨…⟩ κατεκτήσω.
You hastened to break away from the world, and to live together with God; wherefore through things unstable and fleeting, Father Basil, you wisely gained the things that abide.
Εικὼν τοῦ Πνεύματος ὁ Υἱὸς, καὶ τοῦ Υιοῦ τὸ Πνεῦμα, σὺ δὲ τοῦ Πνεύματος, Βασίλειε, ἀκηλίδωτον ἔσωπτρον, οἶκος δὲ τῆς ὅλης Τριάδος· μακαρία ἡ μνήμη σου, καὶ οἱ δοξάζοντες αὐτὴν ἀντιδοξάζονται.
The Son is the image of the Spirit, and of the Son the Spirit, and you, O Basil, are an unspotted mirror of the Spirit, and a house of the whole Trinity; blessed is your memory, and those who glorify it are glorified in turn.
Βυθίσας τὸν νοῦν εἰς τὰ βάθη τοῦ Θεοῦ τὰ ἀκατάληπτα, συλλεξάμενος δὲ τὸν πολύτιμον σὺ μαργαρίτην τῆς γνώσεως, ἐπλούτισας τὸν κόσμον σοφίας, καὶ κραυγάζειν ἐδίδαξας· Εὐλογητὸς ὁ Θεὸς τῶν πατέρων ἡμῶν.
Having plunged your mind into the incomprehensible depths of God, and gathered for yourself the precious pearl of knowledge, you enriched the world with wisdom, and taught it to cry aloud: Blessed is the God of our fathers.
Ὢ σύμπνοια νοῦ ἱερά τε ξυνωρὶς, ἡ ὥσπερ μία ψυχὴ ἐν δυσὶ σώμασιν ἀδιαίρετος, ἐν Γρηγορίῳ Βασίλειος, πόθῳ θεϊκῷ συνημμένοι, ἐν Βασιλείῳ Γρηγόριος· νῦν ἱκετεύσατε Χριστὸν ὑπὲρ τῆς ποίμνης.
O harmony of mind and sacred pair, which was as one undivided soul in two bodies, Basil in Gregory, united in divine longing, Gregory in Basil: now entreat Christ on behalf of the flock.
Πατὴρ ὀρφανῶν, καὶ χηρῶν προασπιστὴς, καὶ πλοῦτος πένησι, τῶν ἀσθενούντων ἡ παράκλησις καὶ τῶν πλοιούντων κυβέρνησις, γήρους βακτηρία ἐδείχθης, παιδαγωγία νεότητος, καὶ μοναζόντων ἀρετῆς κανὼν, Βασίλειε.
Father of orphans, and defender of widows, and wealth to the poor, the consolation of the sick and pilotage of those at sea, a staff of old age were you shown to be, guidance of youth, and rule of virtue for monastics, O Basil.
Τὸν ἀφράστῳ προνοίᾳ δωρησάμενον Βασίλειον τῷ κόσμῳ, φῶς εὐσεβείας σάλπιγγά τε τῆς θεολογίας [ὑμνοῦντες λέγομεν]· Εὐλογεῖτε, τὰ ἔργα τοῦ Κυρίου, τὸν Κύριον.
Him Who by ineffable providence bestowed Basil upon the world, a light of piety and trumpet of theology, [hymning we say]: Bless the Lord, O works of the Lord.
Τὸν δαψιλεῖ ἐνεργείᾳ ἐνοικήσαντα τῷ σοφῷ Βασιλείῳ, καὶ δι' αὐτοῦ εὐσεβῶς θεολογηθέντα· Εὐλογεῖτε, τὰ ἔργα τοῦ Κυρίου, τὸν Κύριον.
Him Who with abundant working dwelt in the wise Basil, and through him was piously proclaimed as God: Bless the Lord, O works of the Lord.
Οἱ τῶν θείων σου λόγων ἀπολαβόντες, Βασίλειε, ἀπαύστως ἐν τῇ σου μνήμῃ πανηγυρίζοντες βοῶμεν· Εὐλογεῖτε, τὰ ἔργα τοῦ Κυρίου, τὸν Κύριον.
We who have partaken of your divine words, O Basil, ceaselessly keeping festival in your memory cry aloud: Bless the Lord, O works of the Lord.
Τὰς ἀκτῖνας τῶν λόγων ἐξαπέστειλας, Βασίλειε, τῷ κόσμῳ, φωταγωγούσας μίαν σέβειν Τριάδος φύσιν· Εὐλογεῖτε, τὰ ἔργα τοῦ Κυρίου τὸν Κύριον.
You sent forth the rays of your words, O Basil, to the world, guiding it with light to revere one nature of the Trinity: Bless the Lord, O works of the Lord.
Notes, col. CCCXCV a
On the reading
Printed Εικὼν, for Εἰκὼν.
Printed ἔσωπτρον, for ἔσοπτρον.
Printed πλοιούντων, for πλεόντων.
PG 29:CCCXCVI bRead from the pageΤοῦ ἀρχιποιμένος ὡς πρόβατον πιστὸν Χριστοῦ, Βασίλειε, τοῖς ζωηφόροις ἴχνεσιν ἐπηκολούθησας· τῷ τυράννῳ γὰρ τὴν σαυτοῦ ψυχήν, Πάτερ, προδέδωκας, προκινδυνεύων ἄριστα τῆς Ἐκκλησίας, παμμακάριστε.
Like a faithful sheep of Christ the Chief Shepherd, O Basil, you followed in His life-bearing footsteps; for to the tyrant, Father, you gave over your own soul, braving danger most nobly on behalf of the Church, O all-blessed one.
Τὸ τῆς Ἐκκλησιας πανιερὸν Χριστοῦ κατιδὼν συστημα, ὑπὸ τῆς σῆς κοσμούμενον ἱεραρχίας, σοφὲ, ὁ πανώλης ἐμβροντισθεὶς καταπέπτωκε τύραννος, τὴν γὰρ ἐν σοὶ τοῦ Πνεύματος αἴγλην οὐκ ἤνεγκε, Βασίλειε.
Beholding the all-sacred assembly of the Church of Christ adorned by your hierarchic rule, O wise one, the utter wretch of a tyrant fell down thunderstruck, for he could not bear the radiance of the Spirit within you, O Basil.
Τῆς τῶν ἀποστόλων καθέδρας, τῆς χορείας τε τῶν ἀθλοφόρων Χριστοῦ, πατριαρχῶν συνηνῆς καὶ τῶν δικαίων τρυφῆς, τῆς χαρᾶς τε τῶν προφητῶν ἠξιώθης, Βασίλειε, τῆς Θεοτόκου λατρεὺς γὰρ καὶ τῆς Τριάδος μύστης γέγωνας.
Of the chair of the apostles, and of the choir of the prize-bearers of Christ, of union with the patriarchs and of the delight of the righteous, and of the joy of the prophets were you counted worthy, O Basil, for you have become a worshipper of the Mother of God and an initiate of the Trinity.
Notes, col. CCCXCVI b
On the reading
Printed Ἐκκλησιας, for Ἐκκλησίας.
Printed συστημα, for σύστημα.
Printed ἐμβροντισθεὶς, for ἐμβροντηθεὶς.
Printed συνηνῆς, for συναφῆς.