Migne Reading Room

PG 29 · cols. CCCXLVIII b–CCCLIII a · Read from the page

Prolegomena: the office of the feast of the Three Hierarchs

Prolegomena: the office of the feast of the Three Hierarchs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:CCCXLVIII bRead from the page
ραν ζωὴν, καὶ νῦν ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου, καὶ ἀπεκδεχομένους τὸ παρὰ σοῦ πλούσιον ἔλεος· καὶ δὸς αὐτοῖς, μετὰ φόβου καὶ ἀγάπης πάντοτέ σοι λατρεύοντας, αἰνεῖν τὴν ἀνεκδιήγητόν σου ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
life, and now send forth Thy help upon those who stand before the face of Thy holy glory and await the rich mercy that comes from Thee; and grant to them, ever serving Thee with fear and love, to praise Thine ineffable goodness. For to Thee is due all glory, honour, and worship, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ Βʹ.
Prayer II.
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σὲ, ὁ Θεὸς ἡμῶν, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Δικαιοσύνην καὶ ἁγιασμὸν ἐπιτελεῖν ἐν τῷ φόβῳ σου συνέτισον ἡμᾶς. Σὲ γὰρ δοξάζομεν τὸν ὄντως ὄντα Θεὸν ἡμῶν. Κλῖνον τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν· καὶ μνήσθητι, Κύριε, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν πάντων κατ' ὄνομα, καὶ σῶσον αὐτοὺς τῇ δυνάμει σου. Εὐλόγησον τὸν λαόν σου, καὶ ἁγίασον τὴν κληρονομίαν σου· εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν ἡμῶν, καὶ παντὶ τῷ λαῷ σου. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Out of the night our spirit watches early unto Thee, O our God, because Thy commandments are a light upon the earth. Instruct us to accomplish righteousness and sanctification in Thy fear. For we glorify Thee, our truly existing God. Incline Thine ear and hearken unto us; and remember, O Lord, by name all those who are present together and pray together with us, and save them by Thy power. Bless Thy people, and sanctify Thine inheritance; grant peace to Thy world, to Thy Churches, to the priests, to our emperors, and to all Thy people. For blessed and glorified is Thine all-honourable and magnificent name, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ Γʹ.
Prayer III.
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου. Δίδαξον ἡμᾶς, ὁ Θεὸς, τὴν δικαιοσύνην σου, καὶ τὰς ἐντολάς σου, καὶ τὰ δικαιώματά σου. Φώτισον τοὺς ὀφθαλμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εἰς θάνατον. Ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν καρδιῶν ἡμῶν. Χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον, καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος. Κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης. Δὸς ἡμῖν ἰδεῖν τὸν ὄρθρον καὶ τὴν ἡμέραν ἐν ἀγαλλιάσει, ἵνα σοι τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία, καὶ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Out of the night our spirit watches early unto Thee, O God, because Thy commandments are a light. Teach us, O God, Thy righteousness, and Thy commandments, and Thy statutes. Illumine the eyes of our understandings, lest ever we fall asleep in sins unto death. Drive away all gloom from our hearts. Graciously bestow upon us the sun of righteousness, and guard our life unmolested in the seal of Thy Holy Spirit. Direct our footsteps into the way of peace. Grant us to see the dawn and the day in exultation, that we may send up to Thee our morning prayers. For Thine is the might, and Thine is the kingdom, and power and the glory, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ Δʹ
Prayer IV
Δέσποτα ὁ Θεὸς, ο ἅγιος καὶ ἀκατάληπτος, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ ἀναπαύσας ἡμᾶς ἐν τῷ τῆς νυκτὸς ὕπνῳ, καὶ διαναστήσας πρὸς δοξολογίαν καὶ ἱκεσίαν τῆς σῆς ἀγαθότητος, δυσωπούμενος ὑπὸ τῆς ἰδίας σου εὐσπλαγχνίας, πρόσδεξαι ἡμᾶς καὶ νῦν προσκυνοῦντάς σε, καὶ κατὰ δύναμιν εὐχαριστοῦντάς σοι· δώρησαι ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἀνάδειξον ἡμᾶς υἱοὺς φωτὸς καὶ ἡμέρας, καὶ κληρονόμους τῶν αἰωνίων σου ἀγαθῶν. Μνήσθητι, Κύριε, ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου, καὶ παντὸς τοῦ λαοῦ σου, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν, καὶ πάντων τῶν ἀδελφῶν ἡμῶν, τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου, δεομένων τῆς φιλανθρωπίας καὶ βοηθείας· καὶ πᾶσι χορήγησον τὸ μέγα σου ἔλεος, ἵνα σεσωσμένοι ψυχῇ τε καὶ σώματι πάντοτε διαμένοντες, μετὰ παῤῥησίας δοξάζωμεν τὸ θαυμαστὸν καὶ εὐλογημένον ὄνομά σου, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου
O Master God, holy and incomprehensible, Who spoke that light should shine out of darkness, Who gave us rest in the sleep of the night and raised us up for doxology and supplication of Thy goodness, being entreated by Thine own tender compassion, accept us now also as we worship Thee and give thanks to Thee according to our strength; grant to us all petitions that make for salvation. Show us forth as sons of light and of day, and heirs of Thine eternal good things. Remember, O Lord, in the multitude of Thy compassions, all Thy people as well, those who are present together and pray together with us, and all our brethren on land, at sea, and in every place of Thy dominion who stand in need of love for mankind and help; and supply to all Thy great mercy, that ever abiding saved both in soul and in body, we may with boldness glorify Thy marvellous and blessed name, of the Father, and of the Son, and of the Holy
Notes, col. CCCXLVIII b

On the reading

Printed ο, for ὁ.

PG 29:CCCXLIX aRead from the page
Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ Εʹ.
Prayer V.
Ἀγαθῶν θησαυρὲ, πηγὴ ἀένναος, Πάτερ ἅγιε, θαυμαστοποιὲ, παντοδύναμε καὶ παντόκρατορ, πάντες σε προσκυνοῦμεν· καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐπικαλούμενοι εἰς βοήθειαν καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως. Μνήσθητι, Κύριε, τῶν σῶν ἱκετῶν. Πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινὰς δεήσεις ὡς θυμίαμα ἐνώπιόν σου, καὶ μηδένα ἡμῶν ἀδόκιμον ποιήσῃς, ἀλλὰ πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν σου. Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, καὶ τοῦ ἁγίου Πνεύματος. Γενοῦ αὐτῶν βοηθὸς καὶ ἀντιλήπτωρ. Πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
O treasury of good things, ever-flowing fountain, holy Father, worker of wonders, all-powerful and almighty, we all worship Thee; and we beseech Thee, calling upon Thy mercies and Thy compassions for the help and succour of our lowliness. Remember, O Lord, Thy suppliants. Accept the morning entreaties of us all as incense before Thee, and make none of us reprobate, rather preserve us all for Thine own through Thy compassions. Remember, O Lord, those who keep vigil and chant unto Thy glory, and that of Thine only-begotten Son and our God, and of the Holy Spirit. Become their helper and protector. Accept their supplications unto Thy supercelestial and intellectual altar. For Thou art our God, and to Thee we send up glory, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ Ϛʹ.
Prayer VI.
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διαπαντὸς πρὸς σὲ ἀποβλέπωμεν τὸν σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν· διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ, καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου. Διὸ δεόμεθά σου, Κύριε, δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετῶς, καὶ προσεύχεσθαι ἀδιαλείπτως, ἐν φόβῳ καὶ τρόμῳ τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ ἐν νυκτὶ πρὸς σὲ βοώντων. Ἐπάκουσον αὐτῶν, καὶ ἐλέησον, καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς. Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης, καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
We give thanks to Thee, O Lord, the God of our salvation, because Thou doest all things for the benefit of our life, that we may continually look unto Thee, the Saviour and benefactor of our souls; Thou hast refreshed us in the past measure of the night, and hast raised us up from our beds, and hast set us to worship Thy precious name. Wherefore we pray Thee, O Lord, grant to us grace and strength, that we may be counted worthy to chant to Thee with understanding and to pray unceasingly, working out our own salvation in fear and trembling through the succour of Thy Christ. Remember, O Lord, those also who cry unto Thee in the night. Hearken unto them, and have mercy, and crush beneath their feet the invisible and hostile enemies. For Thou art the King of peace and the Saviour of our souls; and to Thee we send up glory, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen
ΕΥΧΗ Ζʹ.
Prayer VII.
Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς· δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, καὶ πρόσδεξαι ἡμῶν τὰς κατὰ δύναμιν εὐχαριστίας, καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου· ὅτι προσεύξασθαι καθ' ὃ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σὺ, Κύριε, τῷ Πνεύματί σου τῷ ἁγίῳ ὁδηγήσῃς ἡμᾶς. Διὸ δεόμεθά σου, εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας ἐν λόγῳ, ἢ ἔργῳ, ἢ κατὰ διάνοιαν, ἑκουσίως ἢ ἀκουσίως, ἄνες, ἄφες, συγχώρησον· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις, σὺ εἶ μόνος ἅγιος βοηθὸς, κραταιὸς ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, καὶ ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διαπαντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογη-
O God and Father of our Lord Jesus Christ, Who raised us up from our beds and gathered us together at the hour of prayer: grant to us grace in the opening of our mouth, and accept our thanksgivings offered according to our strength, and teach us Thy statutes; for we do not know how to pray as we ought, unless Thou, O Lord, guide us by Thy Holy Spirit. Wherefore we pray Thee, if in anything we have sinned up to the present hour in word, or deed, or in thought, willingly or unwillingly, remit, forgive, pardon; for if Thou shouldst mark iniquities, O Lord, Lord, who shall stand? Because with Thee there is redemption, Thou alone art a holy helper, a mighty defender of our life, and in Thee is our praise continually. May the might of Thy kingdom be bless-
PG 29:CCCL bRead from the page
μένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ed and glorified, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ Ηʹ.
Prayer VIII.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥαθυμίαν ἀποσκεδάσας ἀφ' ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλήσει ἁγίᾳ, καὶ ἐν νυκτὶ ἐπᾶραι τὰς χεῖρας ἡμῶν, καὶ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις, τὰς νυκτερινὰς λατρείας· καὶ χάρισαι ἡμῖν, ὁ Θεὸς, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον. Εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις· καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας αἰνοῦντας, ὑμνοῦντας, εὐλογοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηται τὸ πάναγιόν σου ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
O Lord our God, Who scattered from us the sluggishness of sleep, and called us together by a holy calling in the night also to lift up our hands and to confess unto Thee over the judgements of Thy righteousness: accept our entreaties, our intercessions, our confessions, our nocturnal services; and graciously bestow upon us, O God, a faith unashamed, a sure hope, an unfeigned love. Bless our comings in and goings out, actions, works, words, thoughts; and grant us to attain unto the beginnings of the day praising, hymning, blessing the goodness of Thine unutterable kindness. For blessed is Thine all-holy name, and glorified is Thy kingdom, of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ Θʹ.
Prayer IX.
Λάμψον, Δέσποτα φιλάνθρωπε, ἐν ταῖς καρδίαις ἡμῶν τὸ τῆς σῆς θεογνωσίας φῶς ἀκήρατον, καὶ τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν· ἔνθες ἡμῖν καὶ τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα, πάσας τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς καὶ ὁ φωτισμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Shine forth in our hearts, O Master Who loves mankind, the undefiled light of the knowledge of Thee, and open the eyes of our mind unto the understanding of Thy Gospel proclamations; implant in us also the fear of Thy blessed commandments, that, having trampled down all carnal desires, we may pursue a spiritual way of life, both thinking and doing all things that are well-pleasing unto Thee. For Thou art our sanctification and our illumination, and to Thee we send up glory, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ Ιʹ.
Prayer X.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν διὰ μετανοίας ἄφεσιν τοῖς ἀνθρώποις δωρησάμενος, καὶ τόπον ἡμῖν ἐπιγνώσεως ἁμαρτημάτων καὶ ἐξομολογήσεως τὴν τοῦ προφήτου Δαβὶδ μετάνοιαν πρὸς συγχώρησιν ὑποδείξας· αὐτὸς, Δέσποτα, πολλοῖς ἡμᾶς καὶ μεγάλοις περιπεπτωκότας πλημμελήμασιν ἐλέησον, κατὰ τὸ μέγα σου ἔλεος καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου. Ἐξάλειψον τὰ ἀνομήματα ἡμῶν, ὅτι σοὶ ἡμάρτομεν, Κύριε, τῷ καὶ τὰ ἄδηλα καὶ κρύφια τῆς καρδίας τῶν ἀνθρώπων γινώσκοντι, καὶ μόνῳ ἔχοντι ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Καρδίαν δὲ καθαρὰν κτίσας ἐν ἡμῖν, καὶ πνεύματι ἡγεμονικῷ στηρίξας ἡμᾶς, καὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου γνωρίσας ἡμῖν, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλ' εὐδόκησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς, προσφέρειν σοι θυσίαν δικαιοσύνης, καὶ ἀναφορὰν ἐν τοῖς ἁγίοις σου θυσιαστηρίοις, ἐλέει, οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' ου εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
O Lord our God, Who bestowed upon men remission through repentance, and showed us the repentance of the prophet David as a place of acknowledgement and confession of sins unto pardon: do Thou Thyself, O Master, have mercy upon us who have fallen into many and great offences, according to Thy great mercy and according to the multitude of Thy compassions. Blot out our transgressions, for against Thee have we sinned, O Lord, Who knows even the uncertain and hidden things of the heart of men, and alone has authority to forgive sins. And having created a clean heart in us, and established us with a governing spirit, and made known to us the gladness of Thy salvation, do not cast us away from Thy face; rather be well pleased, as good and loving mankind, that up to our last breath we may offer unto Thee a sacrifice of righteousness and an oblation upon Thy holy altars, by the mercy, compassions, and love for mankind of Thine only-begotten Son, with Whom Thou art blessed, together with Thine all-holy and good and life-creating Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ ΙΑʹ.
Prayer XI.
Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ τὰς νοερὰς καὶ λογικὰς ὑποστησάμενος Δυνάμεις τῷ σῷ θελήματι· σοῦ δεόμεθα, καὶ σὲ ἱκετεύομεν, πρόσδεξαι ἡμῶν καὶ τῶν
O God, our God, Who brought into being the intellectual and rational Powers by Thy will: Thee we pray, and Thee we supplicate, accept from us and from the
Notes, col. CCCL b

On the reading

Printed ου, for οὗ.

PG 29:CCCLI aRead from the page
κτισμάτων σου πάντων την κατὰ δύναμιν δοξολογίαν, καὶ ταῖς πλουσίας τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς· ὅτι σοὶ κάμπτει πᾶν γόνυ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν· μόνος γὰρ εἶ Θεὸς ἀληθινὸς καὶ πολυέλεος. Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
the glorification according to their power of all Thy creatures, and requite [us] with the rich gifts of Thy goodness; for to Thee bends every knee, of heavenly, and earthly, and subterranean beings, and every breath and creation hymns Thine incomprehensible glory; for Thou alone are the true and plenteous-in-mercy God. For all the Powers of the heavens praise Thee, and to Thee we send up glory, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ΕΥΧΗ ΙΒʹ.
Prayer XII.
Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν καὶ εὐχαριστοῦμέν σοι, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτὸς, καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀγαθότητα, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ· ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν. Λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου, φώτισον τὸν νοῦν ἡμῶν, καὶ τὰς αἰσθήσεις ὅλας διατήρησον, ἵνα, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον, ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς· καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτὸς, ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
We praise, we hymn, we bless, and we give thanks unto Thee, O God of our fathers, because Thou made the shadow of the night to pass away, and showed us again the light of day. But we beseech Thy goodness: be propitious to our sins, and accept our supplication in Thy great tender mercy; because unto Thee do we flee for refuge, the merciful and almighty God. Shine in our hearts the true Sun of Thy righteousness, illumine our mind, and preserve all our senses, so that, walking becomingly as in the day along the way of Thy commandments, we may attain unto life eternal—for with Thee is the fountain of life—and may be counted worthy to come into the enjoyment of the unapproachable light; because Thou art our God, and to Thee we send up glory, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
Εἶτα λέγει τὴν μεγάλην συναπτήν. Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλεται· Ὁ Θεὸς Κύριος.
Then he says the Great Synapte. And after the exclamation, there is chanted: God is the Lord.
COMM. Magna illa collecta et exclamatio eadem est, quam dedimus supra num. 72, in majoribus Vesperis, adeoque supervacaneum esset eam hic totam repetere. Ad τὸ, Ὁ Θεὸς Κύριος, quod attinet, forte illi subnectendum est ex Horologio : καὶ ἐπέφανεν ἡμῖν εὐλογήμενος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου : « Et apparuit nobis, benedictus qui venit in nomine Domini. » Typicum autem S. Sabae dicit illud cani, non a sacerdote, sed a designato monacho : verba haec sunt :
Commentary. That great litany and exclamation is the same one that we gave above at no. 72 in Great Vespers, and therefore it would be superfluous to repeat it entire here. As regards the God is the Lord, perhaps there should be subjoined to it from the Horologion: and has shone upon us; blessed is He Who comes in the name of the Lord: « And has shone upon us; blessed is He Who comes in the name of the Lord. » Now the Typikon of St Sabas says that it is chanted not by the priest, but by an appointed monk; the words are these:
Εἶθ' οὕτως ὁ ταχθεὶς μοναχὸς ἀφ' ἑσπέρας εἰς τὸ προκείμενον τῆς ἡμέρας, ποιήσας τὴν συνήθη μετάνοιαν τῷ ἡγουμένῳ, ψάλλει τὸ, Θεὸς Κύριος.
Then thus the monk appointed from the evening before for the prokeimenon of the day, having made the customary prostration to the hegumen, chants the God is the Lord.
COMM. Post στιχολογιαν sequuntur stichera sanctorum, quorum festa lux agitur. Est autem hic notandum, quod ea troparia quae in Menaeis vocantur καθίσματα, non eo sensu hic vocentur, quo illa accepimus supra num. 85, sed longe alio. Hoc nimirum, quod sint cantica, quae sedendo persolvuntur, ut cantoribus aliquid levaminis concedatur. Potest itaque κάθισμα Latine reddi sessio. Habe igitur hujus officii cathismata.
Commentary. After the stichologia follow the stichera of the saints whose festal day is being kept. Now it is to be noted here that those troparia which in the Menaia are called kathismata are not called so here in the sense in which we took them above at no. 85, but in a far different one: namely, that they are chants which are performed sitting, so that some relief may be granted to the chanters. Kathisma can therefore be rendered in Latin as sitting. Take then the kathismata of this office.
Μετὰ τὴν αʹ στιχολογίαν κάθισμα.
After the 1st stichologia, kathisma.
Ἦχος δʹ, πρὸς Ταχὺ προκατάλαβε.
Tone 4, to the melody Quickly anticipate.
Φωστῆρες ὑπέρλαμπροι τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε ταῖς διδαχαῖς ὑμῶν· Πατέρες θεόσοφοι, πήξαντες τὰς αἱρέσεις πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις τῶν βλασφήμων συγχύσεις. Διὸ, ὡς ἱεράρχαι Χοιστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Supremely radiant luminaries of the Church of Christ, you illumined the world by your teachings, divinely wise Fathers, bringing to a standstill the heresies of all the heterodox, quenching the fiery confusions of the blasphemers. Wherefore, as hierarchs of Christ, intercede that we may be saved.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Glory. The same. Both now.
Θεοτόκιον ὅμοιον.
Theotokion, in like metre.
Παρθένε πανύμνητε, Μῆτερ Χριστοῦ του Θεοῦ, θεόνυμφε καὶ ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις, ῥῦσαι παντὸς κινδύνου καὶ παντοίας ἀνάγκης, δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει πόθῳ τῇ σκέπῃ σου προσφεύγοντας, μόνη θεόνυμφε.
All-hymned Virgin, Mother of Christ our God, bride of God and unwedded, help of the faithful, deliver from every danger and every kind of necessity, O Sovereign Lady Theotokos, those who in faith flee with longing to your shelter, O sole bride of God.
Μετὰ τὴν βʹ στιχολογίαν κάθισμα.
After the 2nd stichologia, kathisma.
Notes, col. CCCLI a

On the reading

Printed την, for τὴν.

Printed πλουσίας, for πλουσίαις.

Printed εὐλογήμενος, for εὐλογημένος.

Printed στιχολογιαν, for στιχολογίαν.

Printed Χοιστοῦ, for Χριστοῦ.

Printed του, for τοῦ.

PG 29:CCCLII aRead from the page
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ.
Tone 4. Joseph was amazed.
Ἐν λειμῶνι τῶν Γραφῶν, καθάπερ μέλισσαι σοφοὶ, προσιπτάμενοι ὑμεῖς, περιεθρέψασθε καλῶς καὶ τῶν ἀνθέων τὰ ἄριστα, καὶ τὸ μέλι πᾶσι τοῖς πιστοῖς τῶν διδαγμάτων ὑμῶν προτίθεσθε ὁμοῦ εἰς πανδαισίαν αὐτῶν· καὶ διὰ τοῦτο ἅπας γλυκαινόμενος μετ' εὐφροσύνης κραυγάζει· Πάρεστε πάλιν καὶ μετὰ πότμον τοῖς ὑμᾶς εὐφημοῦσι, μακάριαι.
Flying unto the meadow of the Scriptures like wise bees, you gathered nobly around you even the choicest of the flowers, and you set forth together before all the faithful the honey of your teachings for their banquet; and therefore everyone, sweetened therewith, cries out with gladness: You are present again even after death to those who acclaim you, O blessed ones.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Glory. The same. Both now.
Θεοτόκιον ὅμοιον.
Theotokion, in like metre.
Τρικυμίαις τῶν παθῶν ἀσυνείδητως ἐγω χειμαζόμενος, ἁγνὴ, ἐπικαλοῦμαί σε θερμῶς· μή με παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα. Πλὴν σοῦ γὰρ ἄλλην ἐλπίδα οὐ κέκτημαι. Μὴ οὖν ἐχθροῖς ἐπίχαρμα καὶ γέλως ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.
Tempest-tossed unawares by the triple waves of the passions, O pure one, I fervently call upon you: do not overlook me, wretched one, to perish, you who bore the abyss of mercy. For apart from you I possess no other hope. Let me not then, who have put my trust in you, appear a laughing-stock and mockery to enemies; for indeed you have power to do whatsoever you will, as being Mother of the God of all.
160. COMM. Antequam fiat tertia sessio, recitatur psalmus CXXXIV : Αἰνεῖτε τὸ ὄνομα Κυρίου, « Laudate nomen Domini, » et in fine cujuslibet versiculi annectitur, « Alleluia. » Hic psalmus a Graecis dicitur πολυέλεος, quia dum canitur, et accinitur psalmus alius, CXXXV videlicet, Ἐξομολογεῖτε τῷ Κυρίῳ τὸν Κύριὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. « Confitemini Domino Dominum, quoniam in saeculum misericordia ⟨e⟩jus. » Quemadmodum igitur hymnus ille, in quo vox ἅγιος ter repetitur, dicitur τρισάγιον; ita etiam psalmus CXXXIV, solitus copulari cum psalmo CXXXV, in quo saepe, imo in singulis versiculis repetitur vox ἔλεος, sibi πολυελέου nomen merito ascivit. Haud equidem scio, quid passus sit Allatius, dum agens de origine ac radice hujus nominis, locutus est sub disjunctione : Πολυέλεος (inquit Dissert. 1 de libris Eccles. Graec. pag. 13 et 14), nomen habet ab eo quod eodem tempore psalmus alius (jam dictus) accinitur; vel quod tunc cereis et luminibus lampadis, in medio Ecclesiae ante Sancta sanctorum appensae, quae vocatur πολυέλεος, psalmus ille recitatur. Hic, bonus dormitat Homerus. Etenim, quanquam Allatio gratis concederem πολυκάνδηλον, id est, coronam illam quae ex templi fornice pendet, compluribus lychnis instructa, appellari apud Graecos etiam πολυέλαιον; tamen psalmus ille nomen Polyelei inde trahere non potest; quia Ἔλαιον, « oleum, » scribitur per ai, quomodo Polyeleos non scribit ipse Allatius. Quapropter non relinquitur locus dubitationi, quin polyeleos proveniat ab Ἔλεος « misericordia, » adeoque a jam dicto psalmo, in quo Ἔλεος, « misericordia, » tam frequenter iteratur. Quando autem non est tanta solemnitas, tunc loco psalmi πολυελέου, dicitur psalmus ἄμωμος « Immaculatus, » de quo vide num. 60, et, ἐν ᾧ (ut dicit Typicum), θυμιᾷ ὁ ἱερεὺς, καὶ καθ' ἓν Δόξα ποιεῖ συναπτὴν μικράν. « Et in quo sacerdos thus adolet, et ad unumquodque Gloria facit collectam minorem, » num. 88 propositam. Hoc ipsum et in psalmo qui Πολυέλεος dicitur, fieri existimo, cum hic in majori solemnitate recitetur.
160. Commentary. Before the third sitting takes place, Psalm 134 is recited: Praise the name of the Lord, « Praise the name of the Lord, » and at the end of every verse is added, « Alleluia. » This psalm is called by the Greeks polyeleos, because while it is sung there is sung along with it another psalm, namely 135, Confess unto the Lord the Lord, because His mercy is forever. « Confess unto the Lord the Lord, because His mercy is forever. » Just as therefore that hymn in which the word holy is thrice repeated is called the trisagion, so also Psalm 134, accustomed to be coupled with Psalm 135, in which often—nay, in every single verse—the word mercy is repeated, has deservedly claimed for itself the name of polyeleos. I truly do not know what came over Allatius when, treating of the origin and root of this name, he spoke disjunctively: Polyeleos (says he in Dissertation 1 on the Ecclesiastical Books of the Greeks, pp. 13 and 14) has its name from the fact that at the same time another psalm (already mentioned) is sung along with it; or because at that time, with the wax tapers and lights of the chandelier hung in the middle of the church before the Holy of Holies, which is called polyeleos, that psalm is recited. Here good Homer nods. For indeed, although I might freely grant to Allatius that the polykandelon, that is, that crown which hangs from the vault of the church furnished with many lamps, is also called among the Greeks polyeleion, nevertheless that psalm cannot draw the name of Polyeleos thence, because Elaion, « oil, » is written with ai, in which way Allatius himself does not write Polyeleos. Wherefore no room is left for doubt that polyeleos comes from Eleos, « mercy, » and consequently from the aforesaid psalm in which Eleos, « mercy, » is repeated so frequently. When however there is not so great a solemnity, then in place of the polyeleos psalm is said the amomos psalm, « Blameless, » concerning which see no. 60, and during which (as the Typikon says) the priest censes, and at each Glory makes a Little Synapte, « And in which the priest burns incense, and at each Glory makes a lesser litany, » set forth at no. 88. This very same thing I judge to take place also in the psalm called Polyeleos, when it is recited here on a greater solemnity.
Μετὰ τὸν πολυέλεον κάθισμα.
After the Polyeleos, kathisma.
Ἦχος δʹ, Ἐπεφάνης σήμερον.
Tone 4, Thou appeared today.
Οἱ σοφοὶ διδάσκαλοι τῆς οἰκουμένης, οἱ Θεὸν δοξάσαντες ἔργοις καὶ λόγοις ἐπὶ γῆς, μεγαλυνέσθωσαν σήμερον, ὡς σωτηρίας ἡμῖν ὄντες πρόξενοι.
Let the wise teachers of the inhabited earth, who glorified God by deeds and words upon earth, be magnified today, as being procurers of salvation for us.
Δόξα. Ὅμοιον.
Glory. In like metre.
Ἑορτάζει σήμερον ἡ Ἐκκλησία τὴν σεπτὴν πανήγυριν τῶν διδασκάλων τῶν τριῶν· καὶ γὰρ αὐτοὶ ἐστερέωσαν τὴν Ἐκκλησίαν τοῖς θείοις δόγμασι.
Today the Church celebrates the venerable festival of the three teachers; for indeed they themselves established the Church with divine doctrines.
Καὶ νῦν. Θεοτόκιον ομοιον.
Both now. Theotokion, in like metre.
Προστασία ἄμαχε τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις τῶν πεποιθότων ἐπὶ σὲ, ἀπὸ κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρξεις ἡ πάντων βοήθεια.
Invincible protection of the afflicted, and fervent help of those who have put their trust in you, ransom me from dangers; for you will be the aid of all.
Οἱ ἀναβαθμοί.
The Anabathmoi.
Τὸ αʹ ἀντίφωνον τοῦ τετάρτου ἤχου.
The 1st antiphon of the fourth tone.
162. COMM. Quid sit Antiphonum in Ecclesia Graecorum, sat fuse, opinor, num. 87 declaravimus. Hic accipe ibidem promissum exemplum. Prius tamen ex Typico annotabo, a candelapte pulsari semanterium ferreum, tempore quo illi psalmi graduales concinuntur. Verba Typici haec sunt : Οἱ ἀναβαθμοὶ, ἐν οἷς ἀπέρχεται ὁ κανδηλάπτης, καὶ σημαίνει τὸ σιδηροῦν. Absolutis autem hisce psalmis, succedit Antiphonum primum, propositum diei sive versiculus, troparium Πᾶσα πνοὴ dictum.
162. Commentary. What an Antiphon is in the Church of the Greeks we have explained fully enough, I think, at no. 87. Here take the example promised in that same place. First however I shall note from the Typikon that the iron semantron is struck by the lamp-lighter at the time when those gradual psalms are sung together. The words of the Typikon are these: The Anabathmoi, during which the lamp-lighter goes off and strikes the iron [semantron]. Now when these psalms are finished, there follows the first Antiphon, the prokeimenon or versicle of the day, [and] the troparion called Let every breath.
ΑΝΤΙΦΩΝΟΝ Αʹ.
Antiphon I.
Ἀγαθὸν τὸ ἐξομογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
It is good to give thanks unto the Lord, and to sing psalms unto Thy name, O Most High. Through the intercessions of the Theotokos, O Saviour, save us.
Τοῦ ἀναγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ
To proclaim in the morning Thy mercy, and
Notes, col. CCCLII a

On the reading

Printed μακάριαι, for μακάριοι.

Printed ἀσυνείδητως, for ἀσυνειδήτως.

Printed ἐγω, for ἐγὼ.

Printed Κύριὸν, for Κύριον.

Printed ομοιον, for ὅμοιον.

Printed ὑπάρξεις, for ὑπάρχεις.

Printed ἐξομογεῖσθαι, for ἐξομολογεῖσθαι.

Printed Ὕψιστε.., for Ὕψιστε..

Printed ἀναγέλλειν, for ἀναγγέλλειν.

PG 29:CCCLIII aRead from the page
τὴν ἀλήθειάν σου κατα νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου.
Thy truth by night. Through the intercessions of the Theotokos.
Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου.
Because upright is the Lord our God, and there is no unrighteousness in Him. Through the intercessions of the Theotokos.
Δόξα καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου.
Glory, both now. Through the intercessions of the Theotokos.
163. COMM. Hoc, ταῖς πρεσβείαις, etc., ultima vice dicitur a duobus choris simul et maiore contentione vocis, ut habet Pentecostarium.
163. Commentary. This Through the intercessions, etc., is said the last time by the two choirs together and with greater exertion of voice, as the Pentecostarion has it.
ΠΡΟΚΕΙΜΕΝΟΝ.
Prokeimenon.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύνονται δικαιοσύνην.
Thy priests, O Lord, clothe themselves with righteousness.
Τὸ στόμα μου λαλήσει σοφίαν.
My mouth shall speak wisdom.
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθωμεν.
The deacon: Let us pray to the Lord.
Ὁ ἱερεὺς ἐκφώνως· Ὅτι ἅγιος ὁ Θεὸς ἡμῶν, καὶ ἁγίοις ἐπαναπαύει· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀει, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
The priest aloud: Because holy is our God, and rests among the saints; and to Thee we send up glory, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον· αἰνεῖτε ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Let every breath praise the Lord; praise [Him] from the heavens, praise Him in the highest. To Thee belongs a hymn, O God.
Καὶ ποιεῖ ὁ ἱερεὺς μικράν συναπτήν.
And the priest makes a Little Synapte.
COMM. Qualem scilicet habes in majoribus Vesperis num. 88. Post hanc autem exclamans, diaconus quidem secundum S. Germanum; secundum Typicum vero ipse sacerdos, ait :
Commentary. Such namely as you have in Great Vespers at no. 88. And exclaiming after this, the deacon indeed according to St Germanus, whereas according to the Typikon the priest himself, says:
Ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς ἀκούειν τοῦ ἁγίου Εὐαγγελίου, τοῦ Κυρίου δεηθῶμεν.
That we may be counted worthy to hear the holy Gospel, let us pray to the Lord.
COMM. Hic legitur evangelium occurrens. Sed prius, saltem secundum Philotheum. dicitur a diacono Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Sapientia, recti audiamus sanctum Evangelium. Sacerdos autem dicto Εἰρήνη πᾶσι, Pax omnibus, subinfert : Τοῦ κατὰ τόνδε ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Evangelii secundum N. lectio. Respondet populus : Δόξα σοι, Κύριε, δόξα σοι. Gloria tibi, Domine, gloria tibi. Diaconus, Προσέχωμεν. Attendamus. Quibus autem diebus unumquodque Evangelium legatur, docet Typicum cap. 8, et Evangelistarium, sive liber, in quo ad hunc usum exarata sunt Evangelia. Post lectionem Evangelii.
Commentary. Here the appointed Gospel is read. But first, at least according to Philotheos, there is said by the deacon: Wisdom, standing upright let us hear the holy Gospel. Wisdom, standing upright let us hear the holy Gospel. And the priest, having said Peace be to all, Peace be to all, subjoins: The reading from the holy Gospel according to N. The reading of the Gospel according to N. The people respond: Glory to Thee, O Lord, glory to Thee. Glory to Thee, O Lord, glory to Thee. The deacon: Let us attend. Let us attend. Now on what days each Gospel is read, the Typikon teaches in Chapter 8, as well as the Evangelistarion, or book in which the Gospels are written out for this use. After the reading of the Gospel:
Δόξα. ⟨Ἦ⟩χος βʹ.
Glory. Tone 2.
Ταῖς τῶν διδασκάλων πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἡμῶν ἐγκλημάτων. Καὶ νῦν.
Through the intercessions of the teachers, O Merciful One, blot out the multitudes of our offences. Both now.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλέησόν με, ὁ Θεός.
Through the intercessions of the Theotokos, have mercy on me, O God.
Καὶ τὸ στιχηρὸν τῶν ἁγίων. Ἦχος πλ. βʹ.
And the sticheron of the saints. Plagal Tone 2.
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, ὅσιοι Πατέρες· καὶ γεγόνατε ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα πιστεύειν εἰς Τριάδα ὁμοούσιον ἐν μιᾷ θεότητι.
Grace has been poured out upon your lips, O venerable Fathers, and you have become shepherds of the Church of Christ, teaching the rational sheep to believe in a consubstantial Trinity in one Godhead.
Πᾶσα πνοή. Εὐαγγέλιον κατὰ Λουκᾶν. Εἶπεν ὁ Κύριος· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει.
Let every breath. Gospel according to Luke. The Lord said: He who hears you hears Me.
165. COMM. Hinc videtur posse colligi : diebus festis duplex in Matutino legi apud Graecos Evangelium, alterum occurrens, quod ἑωθινὸν appellatur, alterum quod ὁσιακόν. Sed quaeres, diaconusne legat Evangelium, an sacerdos ipse? Typicum, dum dicit, λέγομεν τὸ ἑωθινὸν Εὐαγγέλιον, dicimus matutinum Evangelium, loquitur obscurius, quam ut hanc quaestionem inde possimus dirimere. Patriarcha Philotheus quoque et S. Germanus, in contrarias partes distrahuntur. Hic enim a diacono evangelium recitari affirmat, ille a sacerdote. Locum Philothei commentans Goarus sic fatur : « In missa diaconus, in matutinis evangelium sacerdos recitat, ut quos in missa sacramentis est cibaturus, prius verbo Dei pascat. Utrobique vero curam omnium coelesti cibo pascendorum in se suscipere profitetur, ad Christi exemplum, qui prius verbo, quam corporis sacramento, Ecclesiam pavit. Nec usus iste ab Ecclesia Latina omnino alienus est : adhuc enim mos iste viget inter D. Benedicti filios et sequaces, ut finitis matutinis lectionibus, abbas vel superior, evangelium integrum pronuntiet. » Nunc redeamus ad Typicum, tamen ante observa apud Graecos, in liturgia sive missa non legi idem evangelium quod in horis canonicis : nam hoc die in missa legitur evangelium secundum Matthaeum, quod incipit, Vos estis lux mundi.
165. Commentary. Hence it seems possible to gather that on feast days a twofold Gospel is read at Matins among the Greeks: the one appointed in course, which is called matutinal, the other which [is called] of the venerable saints. But you will ask whether the deacon reads the Gospel, or the priest himself? The Typikon, while saying, we say the matutinal Gospel, we say the matutinal Gospel, speaks too obscurely for us to be able to settle this question thence. Patriarch Philotheos also and St Germanus are drawn in opposite directions: for the latter affirms that the Gospel is recited by the deacon, the former by the priest. Commenting on the passage of Philotheos, Goar speaks thus: « At Mass the deacon recites the Gospel, at Matins the priest, so that those whom he is about to feed with the sacraments at Mass he may first pasture with the word of God. In both cases indeed he professes to take upon himself the care of pasturing all with heavenly food, after the example of Christ, Who pastured the Church with the word before the sacrament of His body. Nor is this custom altogether foreign to the Latin Church; for even to this day this practice flourishes among the sons and followers of St Benedict, that when the morning lessons are ended, the abbot or superior pronounces the entire Gospel. » Now let us return to the Typikon, yet observe beforehand that among the Greeks the same Gospel is not read in the liturgy or Mass as in the canonical hours; for on this day at Mass is read the Gospel according to Matthew which begins, You are the light of the world.
Notes, col. CCCLIII a

On the reading

Printed κατα, for κατὰ.

Printed δεηθωμεν, for δεηθῶμεν.

Printed ἀει, for ἀεὶ.

Printed μικράν, for μικρὰν.

Printed Philotheum., for Philotheum,.