PG 29:CCCLXXVIII aRead from the pageγοντες ἄτρωτοι διαμένομεν· καὶ πάλιν ἁμαρτάνοντες, ἔχομέν σε πρεσβεύουσαν· διὸ εὐχαριστοῦντες βοῶμέν σοι · Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
in you we remain unharmed, and when we sin again we have you interceding; wherefore in thanksgiving we cry aloud to you: Hail, full of grace, the Lord is with you (Luke 1:28).
Τὸ, Κύριε, ἐλέησον, μʹ. Δόξα. Καὶ νῦν. Την τιμιωτέραν τῶν χερουβίμ. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. Δι' εὐχῶν τῶν ἁγίων πατέριων. Τὰς τρεῖς μεγάλας μετανοίας μετὰ καὶ τῆς εὐχῆς τοῦ ὁσίου Ἐφραῖμ· εἶτα τὴν παροῦσαν εὐχὴν τοῦ μεγάλου Βασιλείου ·
Lord, have mercy, 40 times. Glory. Both now. More honourable than the cherubim. In the name of the Lord, bless, Father. Through the prayers of the holy fathers. The three great prostrations together with the prayer of St. Ephrem as well; then the present prayer of Basil the Great:
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν σὴν ειρήνην δεδωκὼς τοῖς ἀνθρώποις, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεὰν τοῖς σοῖς μαθηταῖς καὶ ἀποστόλοις καταπέμψας, καὶ τὰ τούτων χείλη ἐκ πυρίνων γλωσσῶν διανοίξας δυνάμει σου· διάνοιξον καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ χείλη, καὶ δίδαξον ἡμᾶς πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προσεύχεσθαι. Κυβέρνησον ἡμῶν τὴν ζωὴν, ὁ εὔδιος τῶν χειμαζομένων λιμὴν, καὶ γνώρισον ἡμῖν ὁδὸν, ἐν ᾗ πορευσώμεθα. Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις ἡμῶν, καὶ πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας ἡμῶν στήριξον ὀλισθερόν· ἵνα καθ' ἑκάστην ἡμέραν, τῷ Πνεύματί σου τῷ ἀγαθῷ πρὸς τὸ συμφέρον ὁδηγούμενοι, καταξιωθῶμεν ποιεῖν τὰς ἐντολάς σου, καὶ τῆς σῆς ἀεὶ μνημονεύειν ἐνδόξου καὶ ἐρευνητικῆς τῶν πεπραγμένων ἡμῖν τοῖς ἀνθρώποις παρουσίας, καὶ μὴ τοῖς φθειρομένοις τοῦ κόσμου τούτου συναπατᾶσθαι τερπνοῖς, ἀλλὰ τῶν μελλόντων ὀρέγεσθαι τῆς ἀπολαύσεως ἐνίσχυσον θησαυρῶν. Ὅτι εὐλογητὸς, καὶ αινετὸς ὑπάρχεις ἐν πᾶσι τοῖς ἁγίοις σου, εις τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
O Lord our God, Who hast given Thy peace unto men, and hast sent down the gift of the most holy Spirit upon Thy disciples and apostles, and by Thy power hast opened their lips through tongues of fire: open the lips of us sinners also, and teach us how we ought and for what things it behoves us to pray. Govern our life, O calm haven of the storm-tossed, and make known unto us the way wherein we should walk (Ps. 142:8). Renew a right spirit within our inward parts, and with a guiding spirit establish the slipperiness of our mind (Ps. 50:12, 14); that every day, being led by Thy good Spirit (Ps. 142:10) towards what is profitable, we may be counted worthy to do Thy commandments, and ever to remember Thy glorious coming that searches out the deeds done by us men; and strengthen us not to be beguiled along with the perishable pleasures of this world, but to reach out after the enjoyment of the treasures to come. For blessed and praised art Thou in all Thy saints, unto the ages of ages. Amen.
Ὁ προεστώς · Δεῦτε, προσκυνήσωμεν, ἐκ γ⟨…⟩ μετάνοιαι τρεῖς, καὶ ἀρχόμεθα τῆς ἕκτης ὥρας, ψάλλοντες τὸν, νγʹ, Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Καὶ ξγʹ, Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς · καὶ ϟʹ, Ὁ κανοικῶν ἐν βοηθείᾳ.
The superior: Come, let us worship, thrice; three prostrations, and we begin the Sixth Hour, chanting the 53rd, O God, in Thy name save me; and the 63rd, Hear my prayer, O God, and disdain not; and the 90th, He who dwells in the help.
Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, ἐκ γʹ. Καὶ εἰ μὲν ψάλλεται τὸ, Θεὴς Κύριος, λέγομεν τὸ τῆς ἡμέρας τροπάριον· εἰ δὲ Ἀλληλούϊα, τὸ παρὸν τροπάριον. Ἦχος βʹ.
Glory. Both now. Alleluia, thrice. And if God is the Lord is chanted, we say the troparion of the day; but if Alleluia, the present troparion. Mode 2.
Ὁ ἐν ἕκτῃ ἡμέρᾳ καὶ ὥρᾳ τῷ σταυρῷ προσηλώσας τὴν ἐν παραδείσῳ τολμηθεῖσαν τῷ Ἀδὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεὸς, καὶ σῶσον ἡμᾶς.
Thou Who on the sixth day and hour didst nail to the cross the sin dared by Adam in paradise, tear asunder also the handwriting of our offences (Col. 2:14), O Christ God, and save us.
Ἐνώτισαι, ὁ Θεὸς, τὴν προτευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.
Give ear, O God, unto my prayer, and disdain not my supplication (Ps. 54:2).
Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εισήκουσέ μου.
I cried unto God, and the Lord hearkened unto me (Ps. 54:17).
Δόξα. Καὶ νῦν. Θεοτόκιον.
Glory. Both now. Theotokion.
Ὅτι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς
Because we have no boldness on account of our many sins, do you entreat Him Who was born of you, O Virgin Theotokos; for the supplication of a Mother avails much
Notes, col. CCCLXXVIII a
On the reading
Printed πατέριων, for πατέρων.
Printed ειρήνην, for εἰρήνην.
Printed αινετὸς, for αἰνετὸς.
Printed αιώνων, for αἰώνων.
Printed κανοικῶν, for κατοικῶν.
Printed προτευχήν, for προσευχήν.
Printed εισήκουσέ, for εἰσήκουσέ.
PG 29:CCCLXXIX aRead from the pageπρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας, ἡ πάνσεμνος· ὅτι ἐλεήμων ἐστὶ καὶ σώζειν βουλόμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδέξαμενος.
towards the good-will of the Master. Do not overlook the supplications of sinners, O all-venerable one; for He is merciful and willing to save, He Who also deigned to suffer on our behalf.
Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε· ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν· ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς· καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου.
Let Thy compassions speedily anticipate us, O Lord; for we have become exceedingly poor. Help us, O God our Saviour; for the sake of the glory of Thy name, O Lord, deliver us; and be propitious to our sins for the sake of Thy name.
Τρισάγιον, Παναγία Τριὰς, Πάτερ ἡμῶν, καὶ τὰ τροπάρια ταῦτα, εἰς ἦχον δεύτερον·
Trisagion, All-holy Trinity, Our Father, and these troparia, in the second tone:
Σωτήρια εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός· ἐπὶ σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε, δόξα σοι.
Thou hast wrought salvation in the midst of the earth, O Christ God; upon the cross Thou didst stretch out Thine immaculate hands, gathering together all the nations, crying out, O Lord, glory to Thee.
Τὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν, ἀγαθὲ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ εὐδόκησας ἀνελθεῖν ἐν τῷ σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.
We venerate Thine immaculate image, O good One, asking forgiveness of our offences, O Christ God; for by Thy will Thou wast well-pleased to ascend upon the cross, that Thou mightest deliver those whom Thou didst fashion from the bondage of the enemy; whence we thankfully cry out to Thee: Thou hast filled all things with joy, O our Saviour, having come to save the world.
Καὶ νῦν. Θεοτόκιον.
Both now. Theotokion.
Εὐσπλαγχνίας ὑπάρχουσα πηγὴ, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε· βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα· δεῖξον εἰς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ, Χαῖρε, βοῶμέν σοι, ὡς ποτὲ ὁ Γαβριὴλ ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.
Being a fountain of tender mercy, deem us worthy of compassion, O Theotokos; look upon the people who have sinned; show forth your mighty power for ever; for hoping in you, we cry out to you, Hail, as once did Gabriel, the chief commander of the bodiless hosts.
Ταῦτα λέγονται τῇ δευτέρᾳ, τῇ τρίτῃ, καὶ τῇ πέμπτῃ, ὅτε οὐκ ἔχει ἡ ἡμέρα κοντάκιον· τὸ δὲ ὑποτεταγμένον λέγεται τῇ τετράδι, καὶ τῇ παρασκευῇ, ἦχος βʹ σταυροθεοτόκιον.
These are said on Monday, on Tuesday, and on Thursday, when the day has no kontakion; and the following is said on Wednesday, and on Friday, tone 2, staurotheotokion.
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε· ὑμνοῦμέν σε· διὰ γὰρ τοῦ σταυροῦ τοῦ Υἱοῦ σου κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε. Νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν· τὸν παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες, δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.
You are glorified above all, O Virgin Theotokos; we hymn you; for through the cross of your Son Hades was cast down, and death has died. Having been put to death, we rose up, and were deemed worthy of life; we received paradise, the ancient enjoyment. Wherefore giving thanks, we glorify as mighty Christ our God, and alone plenteous in mercy.
Τὸ, Κύριε, ἐλέησον, μʹ. Ἡ εὐχὴ, Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ· μεθ' ἣν, Κύριε, ἐλέησον, γʹ. Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν. Μετάνοιαι, ὡς εἴρηται, εἰ ἔστι Τεσσαρακοστή· καὶ ἀπόλυσις.
The Lord, have mercy, 40 times. The prayer, Who at every season and every hour; after which, Lord, have mercy, 3 times. Glory. Both now. More honourable. Prostrations, as has been said, if it is Lent; and dismissal.
MESORIUM SEXTAE.
MESORIUM OF THE SIXTH HOUR.
Τὸ, Δεῦτε, προσκυνήσωμεν, ἐκ τρίτου, καὶ ὁ ψαλμοὶ, ὁ νϛʹ, Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με, ὅτι κατεπάτησέ με ἄνθρωπος. Καὶ ὁ ξθʹ, Ὁ Θεὸς εἰς βοήθειάν μου.
The Come, let us worship, thrice, and the psalms, the 56th, Have mercy on me, O God, have mercy on me, for man has trampled me down. And the 69th, O God, unto my help.
Δόξα. Καὶ νῦν. Τρισάγιον· Παναγία Τριάς. Πάτερ ἡμῶν· καὶ τὰ παρόντα τροπάρια.
Glory. Both now. Trisagion; All-holy Trinity. Our Father; and the present troparia.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν
Save, O Lord, Thy people, and bless Thy
Notes, col. CCCLXXIX a
On the reading
Printed καταδέξαμενος, for καταδεξάμενος.
Printed ὁ ψαλμοὶ, for οἱ ψαλμοὶ.
PG 29:CCCLXXX aRead from the pageκληρονομίαν σου, νίκας βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ σταυροῦ σου πολίτευμα.
inheritance, granting victories to the emperors against barbarians, and preserving through Thy cross Thy commonwealth.
Τὰς ἀλγηδόνας τῶν ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας ἴασαι, φιλάνθρωπε, δεόμεθα.
Be entreated by the sufferings of the saints, which they endured on Thy behalf, O Lord, and heal all our pains, O Lover of mankind, we pray.
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων. »
By the intercession, O Lord, of all the saints, and of the Theotokos, grant us Thy peace, and have mercy on us, as alone compassionate. »
Τὸ, Κύριε, ἐλέησον, μʹ. Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. Ὁ ἱερεύς· Δι' εὐχῶν. Εἶτα ποιοῦμεν τὰς μεγάλας τρεῖς μετανοίας, μετὰ καὶ τῆς εὐχῆς τοῦ ὁσίου Ἐφραῗμ, καὶ εὐθὺς τὴν παροῦσαν εὐχὴν τοῦ μεγάλου Βασιλείου·
The Lord, have mercy, 40 times. Glory. Both now. More honourable. In the name of the Lord bless, Father. The priest: Through the prayers. Then we make the three great prostrations, together with the prayer of Saint Ephraim, and straightway the present prayer of Basil the Great:
Θεὲ καὶ Κύριε τῶν δυνάμεων, καὶ πάσης κτίσεως δημιουργὲ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαῤῥήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους· αὐτὸς, Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας καὶ ἱκετηρίους ἐντεύξεις· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν· καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας· ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχὰς, ἵνα, πρὸς σὲ διαπαντὸς ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρὶ, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
O God and Lord of hosts, and Maker of all creation, Who through the bowels of Thine incomparable mercy didst send down Thine only-begotten Son, our Lord Jesus Christ, for the salvation of our race, and through His precious cross didst tear asunder the handwriting of our sins, and didst triumph in it over the principalities and authorities of darkness; do Thou Thyself, O Master Who lovest mankind, accept also from us sinners these prayers of thanksgiving and supplication; and deliver us from every destructive and dark transgression, and from all visible and invisible enemies who seek to harm us; nail down our flesh out of fear of Thee, and incline not our hearts unto words or unto thoughts of wickedness; but wound our souls with longing for Thee, so that, gazing steadfastly upon Thee continually, and guided by the light that is from Thee, beholding Thee, the unapproachable and everlasting light, we may send up unceasing confession and thanksgiving to Thee, the Father without beginning, together with Thine only-begotten Son, and Thine all-holy and good and life-creating Spirit, now and ever, and unto the ages of ages. Amen.
Καὶ εἰ μὲν, Θεὸς Κύριος, ἔψαλτο, τὰ τυπικὰ λέγομεν· εἰ δὲ Ἀλληλούϊα, ὑπέρθες αὐτὰ μετὰ τὴν ἐννάτην ὥραν.
And if God is the Lord was sung, we say the Typica; but if Alleluia, defer them until after the ninth hour.
Μετὰ τὸ, Εὐλογητὸς, Βασιλεῦ οὐράνιε, Τρισάγιον, Παναγία Τριὰς, Πάτερ ἡμῶν, Κύριε, ἐλέησον, ιβʹ, τὸ, Δεῦτε, προσκυνήσωμεν, ἐκ γʹ. Εἶτα ὁ ψαλμὸς ὁ πγʹ· Ὡδ ἀγάπητὰ τὰ σκηνώματα· καὶ ὁ πδʹ, Εὐλόγησας, Κύριε, τὴν γῆν· καὶ πεʹ. Κλῖνον, Κύριε, τὸ οὖς σου. Πάλιν, Ποίησον μετ' ἐμοῦ
After Blessed, O heavenly King, Trisagion, All-holy Trinity, Our Father, Lord, have mercy, 12 times, Come, let us worship, 3 times. Then the 83rd psalm: How beloved are the tabernacles; and the 84th, Thou hast blessed, O Lord, the land; and the 85th. Incline, O Lord, Thine ear. Again, Work with me
Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, ἐκ γʹ. Κύριε, ἐλέησον, γʹ. Καὶ εἰ μὲν Θεὸς Κύριος ἔψαλτο, ἐπᾴσεις τὸ τῆς ἡμέρας τροπάριον· εἰ δὲ Ἀλληλούϊα, τὸ παρὸν εἰς ἦχον πλ. δʹ.
Glory. Both now. Alleluia, 3 times. Lord, have mercy, 3 times. And if God is the Lord was sung, you shall sing in addition the troparion of the day; but if Alleluia, the present one in plagal tone 4.
Notes, col. CCCLXXX a
On the reading
Printed ἀγάπητὰ, for ἀγαπητὰ.
PG 29:CCCLXXXI aRead from the pageΟ ἐν τῇ ἐννάτῃ ὥρᾳ δι' ἡμᾶς σαρκὶ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σῶσον ἡμᾶς
O Thou Who at the ninth hour for our sake in the flesh tasted death, mortify the mindset of our flesh, O Christ our God, and save us.
Ἐγγισάτω ἡ δέησις μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
Let my supplication draw near before Thee, O Lord; according to Thy word deliver me.
Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
May my petition enter before Thee, O Lord; according to Thy word deliver me.
Δόξα. Καὶ νῦν. Θεοτόκιον.
Glory. Both now. Theotokion.
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας, ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεὸς, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου. Δεῖξον τὴν φιλανθρωπίαν σου, ἐλεῆμον. Δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν· καὶ σῶσον, Σῶτερ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
O Thou Who for our sake was born of a Virgin, and endured crucifixion, O good One; Who by death despoiled death, and showed resurrection as God, do not overlook those whom Thou formed with Thy hand. Show Thy love for mankind, O merciful One. Accept the Theotokos who bore Thee, interceding on our behalf; and save, O our Saviour, a despairing people.
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου τὸ ἅγιον· καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν δι' Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου.
Do not hand us over utterly for Thy holy name's sake; and do not scatter Thy covenant, and do not withdraw Thy mercy from us for the sake of Abraham who was beloved by Thee, and for the sake of Isaac Thy servant, and Israel Thy holy one.
Τρισάγιον, Παναγία Τριὰς, Πάτερ ἡμῶν. Καὶ εἰ μὲν ἔστιν ἑορτὴ, λέγε τὸ κοντάκιον αὐτῆς· εἰ δ' οὔ, ταῦτα
Trisagion, All-holy Trinity, Our Father. And if it is a feast, say the kontakion thereof; if not, these:
Βλέπων ὁ λῃστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς ἐπὶ σταυροῦ κρεμάμενον ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθεὶς ὁ σὺν ἡμῖν σταυρωθεὶς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο· ἀλλ' ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Seeing the Author of life hanging upon a cross, the robber said: Were He Who was crucified with us not God incarnate, the sun would not have hidden its rays, nor would the earth have heaved in quaking; but O Thou Who bear with all things, remember me, O Lord, in Thy kingdom.
Ἐν μέσῳ δύο λῃστῶν ζυγὸς δικαιοσύνης εὑρέθη ὁ σταυρός σου· τοῦ μὲν καταγομένου εἰς ᾅδην τῷ βάρει βλασφημίας· τοῦ δὲ κουφιζομένου πταισμάτων πρὸς γνῶσιν θεολογίας. Χριστὲ ὁ Θεὸς, δόξα σοι.
In the midst of two robbers Thy cross was found a balance-beam of righteousness: the one being dragged down to Hades by the weight of blasphemy, the other being lightened of offences unto the knowledge of theology. O Christ God, glory to Thee.
Τὸν Ἀμνὸν, καὶ Ποιμένα, καὶ Σωτῆρα τοῦ κόσμου, ἐν τῷ σταυρῷ θεωροῦσα ἡ τεκοῦσα, ἔλεγε δακρύουσα· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν· τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.
Beholding upon the cross the Lamb, and Shepherd, and Saviour of the world, she who bore Him said weeping: The world indeed rejoices on receiving redemption; yet my inward parts burn as I see the crucifixion which Thou endurest on behalf of all, O my Son and my God.
Κύριε, ἐλέησον, μʹ. Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ. Κύριε ἐλέησον, γʹ. Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. Ὁ ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς. Καὶ εἰ ἔστι Τεσσαρακοστὴ, τὰς τρεῖς μεγάλας μετανοίας ποιητέον.
Lord, have mercy, forty times. Thou Who at every season and every hour. Lord, have mercy, thrice. Glory. Both now. More honourable. In the name of the Lord, bless, Father. The priest: May God have compassion on us. And if it is Lent, the three great prostrations are to be made.
Τὸ, Δεῦτε, προσκυνήσωμεν, γʹ. Καὶ οἱ ψαλμοί ὁ ριβʹ, Αἰνεῖτε, παῖδες, Κύριον· καὶ ὁ θʹ, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· καὶ ρλθʹ, Ἐξέλου με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.
Come, let us worship, thrice. And the psalms: the 112th, Praise the Lord, you servants; and the 9th, I will give thanks unto Thee, O Lord, with my whole heart; and the 139th, Deliver me, O Lord, from an evil man.
Notes, col. CCCLXXXI a
On the reading
Printed δέησις, for δέησίς.
Printed ψαλμοί, for ψαλμοὶ.
PG 29:CCCLXXXII aRead from the pageΔόξα. Καὶ νῦν. Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν, καὶ τὰ τροπάρια ταῦτα·
Glory. Both now. Trisagion. All-holy Trinity. Our Father, and these troparia:
Ὁ φωτίσας τὰ ἐπίγεια διὰ σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλοὺς, μὴ χωρίσῃς με τῆς ποίμνης σου, ὁ Ποιμὴν ὁ καλός· ἀλλὰ ζήτησόν με, Δέσποτα, τὸν πλανώμενον, καὶ ἁγίᾳ σου ποίμνῃ συναρίθμησον, ὡς μόνος ἐλεήμων καὶ φιλάνθρωπος.
O Thou Who didst illumine things earthly through the cross, and didst call sinners to repentance, separate me not from Thy flock, O Good Shepherd; but seek me out, O Master, who am gone astray, and number me together with Thy holy flock, as alone merciful and Lover of mankind.
Ὡς ὁ ληστὴς ὁμολογῶν ἀναβοῶ σοι τῷ ἀγαθῷ· Ἐν τῇ βασιλείᾳ σου μνήσθητί μου, Κύριε· καὶ σὺν αὐτῷ με ἀρίθμησον, ὁ ἑκουσίως τὰ πάθη ὑπὲρ ἡμῶν καταδεξάμενος.
Confessing like the thief, I cry aloud to Thee, the good One: Remember me in Thy kingdom, O Lord; and number me together with him, O Thou Who willingly accepted sufferings on our behalf.
Καὶ νῦν. Θεοτόκιον.
Both now. Theotokion.
Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε, πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.
Come, let us all hymn Him Who was crucified for our sake; for Mary beheld Him upon the tree, and said: Even though Thou endurest the cross, Thou art my Son and God.
Τὸ, Κύριε, ἐλέησον, μʹ. Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν, καὶ αἱ τρεῖς μετάνοιαι. Εἶτα λέγομεν τὴν εὐχὴν ταύτην τοῦ Μεγάλου Βασιλείου·
The Lord, have mercy, 40 times. Glory. Both now. More honourable, and the three prostrations. Then we say this prayer of Basil the Great:
Δέσποτα, Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι ληστῇ τὴν εἰς τὸν παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας· ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου· ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ· διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης σου, καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα, φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν· ἐξέλου ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρὸς, καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα· ἵνα, τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ συζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι· καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
O Master, Lord Jesus Christ, our God, Who hast been long-suffering over our transgressions, and hast brought us even unto the present hour, in which, hanging upon the life-creating tree, Thou didst make a way into paradise for the grateful thief, and by death didst destroy death; be propitious to us sinners and Thine unworthy servants; for we have sinned and committed iniquity, and are not worthy to lift up our eyes, and look unto the height of heaven; because we have forsaken the way of Thy righteousness, and have walked in the desires of our hearts. But we beseech Thine incomparable goodness, spare us, O Lord, according to the multitude of Thy mercy, and save us, for Thy holy name's sake, because our days have failed in vanity; rescue us out of the hand of the adversary, and forgive us our sins, and mortify our carnal mind; so that, having put off the old man, we may put on the new, and live unto our Master and Guardian; and thus following Thy commandments, may attain unto eternal rest, where is the dwelling of all who rejoice. For Thou art the truly genuine gladness and exultation of those who love Thee, O Christ our God, and to Thee we send up glory together with the Father without beginning, and Thine all-holy and good, and life-creating Spirit, now and ever, and unto the ages of ages. Amen.
Modo ante, modo post Nonam recitanda.
To be recited sometimes before, sometimes after the Ninth Hour.
256. COMM. Horologium quidem exhibet Typica ante Nonam ejusque mesorium; sed cum (ut ex num. 50 colligitur) Typica modo ante, modo post Nonam ejusque mesorium recitari debeant, satius esse existimavi magisque consultum, ea hocce loco legenda proponere: sic enim et ponuntur in Typico S. Sabae, et Horarum minorum series atque ordo minus interrumpitur. Vox autem, Typica, multiplici significatione gaudet in ecclesiasticis Graecorum voluminibus. Unam dedimus num. 56, hic daturi aliam. De hac igitur voce, prout hic accipitur, ita philosophatur Goarus in Euchologio fol. 124 ad illam vocem, τὰ τυπικά. « Psalmum vicesimum secundum (voluit scribere 102) praesens vox suggerit intelligendum, qui et πρῶτα τυπικά, ad discrimen inter ipsum et 145, δεύτερα τυπικά vocatum ponendum dicitur. Ambo vero τυπικά audiunt, vel quia κατὰ τοὺς τύπους juxta normam et rubricas cantari, vel potius quia in officio τῶν τυπικῶν legi consuescunt. Ut enim Graeci post μέγα ἀπόδειπνον, Completorium magnum,
256. COMMENTARY. The Horologion indeed presents the Typica before the Ninth Hour and its mesorium; but since (as is gathered from no. 50) the Typica ought to be recited sometimes before, sometimes after the Ninth Hour and its mesorium, I judged it better and more advisable to set them forth to be read in this place: for thus too they are placed in the Typicon of Saint Sabas, and the sequence and order of the lesser Hours is less interrupted. Moreover, the word Typica enjoys a manifold meaning in the ecclesiastical volumes of the Greeks. One we gave at no. 56, being about to give another here. Concerning this word, therefore, according as it is taken here, Goar reasons thus in his Euchologion, fol. 124, at the term τὰ τυπικά. « The present term suggests that the twenty-second psalm (he meant to write 102) is to be understood, which is also called πρῶτα τυπικά, to distinguish it to be placed apart from 145, called δεύτερα τυπικά. Now both are called τυπικά, either because they are wont to be sung κατὰ τοὺς τύπους, according to the rule and rubrics, or rather because they are wont to be read in the office τῶν τυπικῶν. For just as the Greeks after the μέγα ἀπόδειπνον, Great Compline,
PG 29:CCCLXXXIII aRead from the pagealiud μικρόν minns habent: et post Primam, Tertiam, Sextam, et Nonam medias horas sibi praescripserunt, μεσώρια vocatas..... sic, quasi his ad divinas laudes non facientibus satis, post Sextam et μεσώριον ejus, ἀκολουθίαν τῶν τυπικῶν, Typicorum officium subjunxerunt: in quo cum inter alias preces, etiam psalmi XXII (corrige iterum CII), et CXLV reperiantur, ut e Typicis extracti eorum primus dicitur, πρῶτα τυπικά et secundus δεύτερα τυπικά. » Et fol. 186 his, ex mente eruditissimi Leonardi Phyllarae Areopagitae, addendum censet idem Goarus: « Psalmos illos duos jam memoratos, τυπικῶν nomen solos non mereri; sed et quaecunque in liturgiae principio, Christi in mundum venturi figuram, τύπον, gerunt: psalmos autem illos hoc nomine maxime dignos, quod expressiorem, ut Patribus placuit, Christi figuram exhibeant. »
have another μικρόν, lesser one, and after the First, Third, Sixth, and Ninth Hours prescribed for themselves intermediate hours, called μεσώρια..... so, as though these did not suffice for divine praises, after the Sixth Hour and its μεσώριον they subjoined the ἀκολουθίαν τῶν τυπικῶν, the office of the Typica: in which, since among other prayers psalms 22 (correct again to 102) and 145 are also found, as extracted from the Typica, the first of them is called πρῶτα τυπικά and the second δεύτερα τυπικά. » And at fol. 186 the same Goar judges that to these things, according to the mind of the most learned Leonard Philaras the Areopagite, one should add: « Those two psalms already mentioned do not alone deserve the name of τυπικῶν; but also whatever things at the beginning of the liturgy bear the figure, τύπον, of Christ Who is to come into the world; yet those psalms are most worthy of this name, because, as pleased the Fathers, they exhibit a more expressive figure of Christ. »
257. Hactenus Goarus. Restat ut nos Typica ipsa ex Horologio integra exprimamus. Dicuntur autem, ut ait S. Sabae Typicum, χύμα, id est, sine cantu et modulatione, hoc modo: Postquam dictum est, Εὐλόγει, ψυχή μου, τὸν Κύριον· Εὐλογητὸς εἶ, Κύριε. « Benedic, anima mea, Dominum; Benedictus es, Domine, » recitatur psalmus CII, et clauditur cum Δόξα, Gloria. Deinde succedit psalmus CXLV, et dicitur, Καὶ νῦν. « Et nunc: » sequiturque hoc troparium.
257. Thus far Goar. It remains for us to set out the Typica themselves in full from the Horologion. Now they are said, as the Typicon of Saint Sabas says, χύμα, that is, without chant and melody, in this manner: After Bless the Lord, O my soul; Blessed art Thou, O Lord, « Bless the Lord, O my soul; Blessed art Thou, O Lord, » has been said, psalm 102 is recited, and closed with Δόξα, Glory. Then follows psalm 145, and Καὶ νῦν, « Both now: » is said, and there follows this troparion.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι, ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεὸς, θανάτῳ θάνατον πατήσας· εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
O only-begotten Son and Word of God, Who art immortal, and Who deigned for our salvation to become incarnate, having without change become man of the holy Theotokos and ever-virgin Mary, and having been crucified, O Christ God, trampling down death by death; being One of the Holy Trinity, glorified together with the Father and the Holy Spirit, save us.
Εἰδέναι χρὴ, ὅτι τῇ μεγάλῃ Τεσσαρακοστῇ οὐ λέγομεν τοὺς τῶν τυπικῶν ψαλμούς· ἀλλὰ μετὰ τὴν εὐχὴν τὴν, Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ἄρχεται ὁ τεταγμένος χορὸς οὕτως· Μνήσθητι ἡμῶν, Κύριε, μετὰ μέλους εἰς ἦχον πλ. δʹ, καὶ εὐθύς· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Μετὰ δὲ τὸ τέλος τῶν στίχων ἑνούμενοι οἱ δύο χοροὶ λέγουσιν οὕτως·
One must know that in Great Lent we do not say the psalms of the Typica; but after the prayer, O Master, Lord Jesus Christ, our God, the appointed choir begins thus: Remember us, O Lord, with melody in plagal tone 4, and straightway: Blessed are the poor in spirit. And after the end of the verses, the two choirs uniting say thus:
Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Remember us, O Lord, in Thy kingdom. Remember us, O Lord, when Thou comest in Thy kingdom.
Καὶ εἰ μὲν ἔστι Τεσσαρακοστὴ, ἑνούμενοι οἱ δύο γοροὶ ψάλλουσι μετὰ μέλους τὸ, Μνήσθητι ἡμῶν· καὶ μετάνοιαν αʹ εἰς τὸ καθέν· εἰ δ' οὔ, χύμα.
And if it is Lent, the two choirs uniting chant with melody Remember us; and 1 prostration at each; if not, plain.
258. COMM. Ne hac haereat lector, sciendum est, quatuor apud Graecos celebrari Quadragesimas: primam Paschae, alteram Apostolorum, tertiam Assumptionis, quartum denique Nativitatis; eam autem quae Pascha antecedit, μεγάλην, magnam appellari: id quod colligitur ex Symeone Thessalonicensi, sic pronuntiante in responso LVII: Καὶ διὰ τοῦτο μᾶλλον τῶν ἄλλων μεγάλη λέγεται, ὅτι καὶ ἕτεραί εἰσιν· αὐτὴ δὲ τούτων ὑπερέχει. « Et propterea haec potius quam aliae magna vocitatur, quod aliis omnibus excellat. » Imo vero, ut observat Cangius, jejunia septem aut plurium dierum, ante festa Sanctorum observari solita, eamdem nomenclaturam obtinent. Atque id probare nititur Cangius ex Joanne Jejunatore qui in Poenitentiali pag. 89, sic habet: Τὰς δύο τεσσαρακοστὰς τοῦ ἁγίου Φιλίππου καὶ τῶν ιβʹ ἀποστόλων κρέατος μὲν μὴ μετέχειν τοὺς κοσμικοὺς ὁρίζομεν. » In duabus Quadragesimis, S. Philippi videlicet et duodecim apostolorum, saecularibus esum carnis interdicimus. » Haec observatio dispellit tenebras, quas superior Horologii locus comparatus ad alios affundere potuisset. Nunc ergo videamus, quomodo in minoribus illis Quadragesimis sive jejuniis concinatur istud, Μνήσθητι ἡμῶν. Memorato nostri.
258. COMMENTARY. Lest the reader be perplexed at this point, it must be known that four Lents are celebrated among the Greeks: the first of Pascha, the second of the Apostles, the third of the Assumption, and finally the fourth of the Nativity; whereas that which precedes Pascha is called μεγάλην, great: which is gathered from Symeon of Thessalonica, declaring thus in response 57: Καὶ διὰ τοῦτο μᾶλλον τῶν ἄλλων μεγάλη λέγεται, ὅτι καὶ ἕτεραί εἰσιν· αὐτὴ δὲ τούτων ὑπερέχει. « And therefore this one rather than the others is called great, because there are others also, while this one surpasses them. » Nay indeed, as Du Cange observes, fasts of seven or more days, wont to be observed before the feasts of Saints, obtain the same nomenclature. And Du Cange endeavours to prove this from John the Faster, who in his Penitential, p. 89, has it thus: Τὰς δύο τεσσαρακοστὰς τοῦ ἁγίου Φιλίππου καὶ τῶν ιβʹ ἀποστόλων κρέατος μὲν μὴ μετέχειν τοὺς κοσμικοὺς ὁρίζομεν. » In the two Lents, namely of Saint Philip and of the twelve apostles, we ordain that laymen abstain from the eating of flesh. » This observation dispels the darkness which the preceding passage of the Horologion, when compared with others, might have cast. Now therefore let us see how in those lesser Lents or fasts there is sung together that verse, Μνήσθητι ἡμῶν. Remember us.
Δόξα. Καὶ νῦν.
Glory. Both now.
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Remember us, O Lord, when Thou comest in Thy kingdom.
Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. »
Remember us, O Master, when Thou comest in Thy kingdom. »
Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Remember us, O Holy One, when Thou comest in Thy kingdom.
Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
The heavenly choir hymns Thee and says: Holy, holy, holy, Lord Sabaoth; heaven and earth are full of Thy glory.
Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθετε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
Draw near unto Him, and be enlightened, and your faces shall in no wise be put to shame.
Notes, col. CCCLXXXIII a
On the reading
Printed minns, for minus.
Printed γοροὶ, for χοροὶ.
Printed quartum, for quartam.
Printed φωτίσθετε, for φωτίσθητε.