Migne Reading Room

PG 29 · cols. 716–725 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:716Read from the page
στέλλει· ἀποστολὴν δὲ καλεῖ τὴν πρὸς τὸ ἔργον αὐτοῦ συγκατάβασιν, οὐ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν. Ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Καὶ ὁ ἄγγελος τῇ Μαρίᾳ· Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σέ· διὸ καὶ τὸ γεννώμενον ἐκ Πνεύματος ἁγίου ἐστί. Τὸ ἔκ τινος ἢ δημιουργικῶς ἐστιν ἐξ αὐτοῦ, ὡς τὸ, Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα· ἢ γεννητικῶς, κατὰ τὸ, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον· καὶ τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Οὐχ ὅτι γαστέρα ἔχει ὁ Θεὸς, ἀλλ' ἐπεὶ τὰ γνήσια καὶ οὐ νόθα γεννήματα ἐκ γαστρὸς τῶν τοκέων πεφύκασιν ἀπογεννᾶσθαι, γαστέρα ἔχειν ἑαυτὸν ἐν τῷ γεννᾷν ὠνόμασεν ὁ Θεὸς, πρὸς ἐντροπὴν τῶν ἀσεβῶν, ἵνα, κἂν τὴν ἑαυτῶν κατανοήσαντες φύσιν, μάθωσι γνήσιον εἶναι καρπὸν τοῦ Πατρὸς τὸν Υἱὸν, ὥσπερ ἐκ τῆς ἐκείνου τυγχάνοντα γαστρός. Τὸ ἔκ τινος τοίνυν, ἢ δημιουργικῶς, ἢ γεννητικῶς, ἢ φυσικῶς ἐστιν ἐξ αὐτοῦ, ὡς ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν, ἢ ὡς τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτοῦ. Εἰ τοίνυν τὸ ὑπερκόσμιον σῶμα Χριστοῦ ἐκ Πνεύματός ἐστιν ἁγίου, οὐ δυνατὸν δὲ γέννημα αὐτοῦ ὑπάρχειν, ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. Οὐδ' αὖ πάλιν ἐξ αὐτοῦ ὡς ἐνέργεια αὐτοῦ, ὅτι ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν τῆς οὐσίας λόγον ἐπιδέχεται ἡ ἐνέργεια. Ὑπολείπεται ἄρα ἐξ αὐτοῦ εἶναι ὡς κτίσμα αὐτοῦ. Ἀλλὰ καὶ ὁ δάκτυλος τοῦ Θεοῦ ὁ μεταβαλὼν ἐν Αἰγύπτῳ τὸν χοῦν εἰς ζῶα, τὴν ἀρχῆθεν τῶν ζώων ἀναδείξας γένεσιν, ὁ Παράκλητος ἦν, τὸ Πνεῦμα τῆς ἀληθείας. Τῶν γὰρ τριῶν εὐαγγελιστῶν φησάντων πρὸς Ἰουδαίους εἰρηκέναι τὸν Κύριον· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ· ὁ Λουκᾶς φησιν εἰρηκέναι αὐτόν· Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τῶν οὐρανῶν. Οὐκοῦν καὶ τὰ διὰ Μωϋσέως γενόμενα ἐν Αἰγύπτῳ σημεῖα, ἅπερ δακτύλῳ Θεοῦ ἐγένετο, καὶ τὰ παράδοξα τοῦ Θεοῦ σημεῖα ἐτελεσιουργεῖτο σὺν τῷ Πνεύματι. Δάκτυλος δὲ Θεοῦ ἐν τούτοις τοῖς ὑπὸ Μωϋσέως καὶ τοῖς τοῦ Κυρίου σημείοις εἴρηται τὸ Πνεῦμα, οὐχ ὅτι μικρά τίς ἐστι τῷ Θεῷ συνοῦσα δύναμις, καθάπερ σώματι δάκτυλος, ἀλλ' ἐπειδὴ ἕν τι τῶν κατὰ διαίρεσιν χαρισμάτων αὐτοῦ ἐστι τὸ χάρισμα τῶν σημείων καὶ
forth; rather, He calls His condescension towards His work a sending forth, not a passing from place to place. "Because the Spirit of the Lord has filled the habitable world, and that which holds all things together has knowledge of every voice." And the angel says to Mary: "The Spirit of the Lord shall come upon you; wherefore also that which is begotten is of the Holy Spirit." That which is from something is from it either creatively, as in the saying, "One God the Father, from Whom are all things"; or by way of generation, according to the saying, "I came forth from the Father"; and the saying, "From the womb before the morning star I begot Thee." Not that God has a womb, but since genuine and non-spurious offspring are by nature born from the womb of their parents, God spoke of Himself as having a womb in begetting, to the shame of the ungodly, so that, even by considering their own nature, they might learn that the Son is the genuine fruit of the Father, as though springing from His womb. That which is from something, therefore, is from it either creatively, or by way of generation, or naturally, as our operation is from us, or as the radiance of the sun is from it. If, then, the supramundane body of Christ is from the Holy Spirit, yet cannot be its offspring, because "That which is born of the flesh is flesh; and that which is born of the spirit is spirit"; nor again is it from it as its operation, because in a simple and bodiless nature the operation admits of the same definition as the substance; it remains, therefore, that it is from it as its creature. Moreover, the finger of God too, which in Egypt turned the dust into living creatures, displaying the original generation of living creatures, was the Paraclete, the Spirit of truth. For whereas three evangelists state that the Lord said to the Jews, "But if I by the Spirit of God cast out demons, then the kingdom of God has come upon you," Luke states that He said: "But if I by the finger of God cast out demons, then the kingdom of heaven has come upon you." Therefore both the signs wrought through Moses in Egypt, which came to pass by the finger of God, and the marvellous signs of God were accomplished together with the Spirit. And in these signs wrought by Moses and those of the Lord, the Spirit has been called the finger of God, not because it is some small power coexisting with God, just as a finger belongs to a body, but since one of its gifts distributed in proportion is the gift of signs and
PG 29:717Read from the page
ἰαμάτων, τὸ ἕν τι, καὶ οὐχὶ τὰ ὅλα χαρίσματα τοῦ Πνεύματος, δάκτυλον καλεῖ. ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Εἴποι τις ἂν, ὅτι ταῦτα πάντα καὶ ὅσα ἄλλα χαρίσματά εἰσι τοῦ Πνεύματος, ὥσπερ τι σῶμα αὐτοῦ τυγχάνει, τὸ δὲ καθ' ἓν τῶν χαρισμάτων δάκτυλος. Καὶ τοῦτο δὲ τὸ χρήσιμον τῆς λέξεως μὴ παρίδοις. Πάντα γὰρ, φήσας, ταῦτα ἐνεργεῖ τὸ Πνεῦμα καθὼς βούλεται· καὶ περὶ τοῦ Θεοῦ ὁ αὐτὸς ἔφη· Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Εἰ δὲ πάντα ἐνεργεῖ Θεὸς καθὼς βούλεται, πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, πῶς ἑτερότης οὐσίας, ἐν ᾗ ταυτότης ἐνερ-
healings, He calls that single one, and not all the gifts of the Spirit together, a finger. "For to one is given through the Spirit the word of wisdom, and to another the word of knowledge, according to the same Spirit, to another gifts of healings, in the same Spirit, to another prophecy, to another discerning of spirits, to another kinds of tongues, and to another interpretation of tongues. But all these things one and the same Spirit works, distributing to each severally just as it wills." One might say that all these and whatever other gifts of the Spirit there are constitute, as it were, a kind of body of it, whereas each single one of the gifts is a finger. Nor should you overlook this profitable point of the phrasing as well. For having said, "All these things the Spirit works just as it wills," the same writer also said concerning God: "And there are distributions of workings, yet it is the same God, Who works all things in all." Now if God works all things just as He wills, and one and the same Spirit works all these things, distributing to each severally just as it wills, how can there be difference of substance wherein identity of oper-
Περὶ ἀφέσεως ἁμαρτημάτων.
Concerning the forgiveness of sins.
Ἴδιον Θεοῦ ἀφιέναι ἁμαρτίας, αὐτοῦ τοῦτο λέγοντος· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· καὶ, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Ἐπειδὴ δὲ Θεὸς Θεοῦ παῖς Ἰησοῦς ἀφίησιν ἁμαρτίας τῷ παραλυτικῷ, λέγων· Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἐφ' ᾧ δυσφημεῖν ἐνομίζετο παρὰ τοῖς μὴ εἰδόσιν αὐτὸν Θεὸν Ἰουδαίοις, λέγουσιν ὅτι, Οὗτος βλασφημεῖ· οὐδενός ἐστιν ἁμαρτίας ἀφιέναι εἰ μὴ μόνου Θεοῦ. Ὁ δὲ Κύριος, ἐμφυσῶν τοῖς ἁγίοις ἀποστόλοις, ἔφη· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς. Εἰ τοίνυν οὐδενός ἐστιν ἀφιέναι ἁμαρτίας, ὥσπερ οὐκ ἔστιν, ει μὴ μόνου Θεοῦ, ἀφίησι δὲ τὸ Πνεῦμα
It is proper to God to forgive sins, as He Himself says this: "I am He Who blots out your sins"; and, "Though your sins be as purple, I will make them white as snow; and though they be as scarlet, I will make them white as wool." Now when Jesus, God the Child of God, forgives the paralytic his sins, saying, "Child, your sins are forgiven you," on account of this He was thought to utter profanity among the Jews who did not know Him to be God, saying, "This man blasphemes; no one can forgive sins save God alone." Yet the Lord, breathing upon the holy apostles, said: "Receive the Holy Spirit; whosever sins you forgive, they are forgiven them." If, then, it belongs to no one to forgive sins—as indeed it does not—save to God alone, and yet the Spirit forgives
Notes, col. 717

On the reading

Printed ει, for εἰ.

PG 29:720Read from the page
τὸ ἅγιον διὰ τῶν ἀποστόλων· Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τῆς αὐτῆς ἐνεργείας τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Τὰ ἔθνη φησὶ πιστεύσαντα καὶ μαθητευθέντα βαπτίζεσθαι ἐν τῷ τῆς Τριάδος ὀνόματι. Ὁ δὲ Πέτρος τοῖς συμφωνήσασιν Ἰουδαίοις εἰς τὸν κατὰ Χριστοῦ θάνατον, καὶ μεταγνοῦσι, Μετανοησάτω, ἔφη, ἕκαστος, ἀδελφοὶ, ἀπὸ τῆς κακίας ὑμῶν, καὶ ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ βαπτισθήτω εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, καὶ σωθήσεται· ὡς δυναμένου τὰ αὐτὰ ἐνεργεῖν τοῦ Υἱοῦ ἐπὶ τῇ τοῦ λουτροῦ παλιγγενεσίᾳ, ἅπερ Πατὴρ καὶ Πνεῦμα ἐνεργεῖ. Ὁ δὲ Κύριος τοῖς ἀποστόλοις ἔφη, Περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατε· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι εἰς μετάνοιαν, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Εἰ τοίνυν τὰ αὐτὰ δύναται ἐνεργεῖν ἐν τοῖς ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον, ἅπερ τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐπὶ τῶν πιστευόντων ἐξ ἐθνῶν, καὶ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ ἐπὶ τῶν μετανοησάντῶν Ἰουδαίων (οὐ γὰρ ἂν εἴποι τις ἧττον τοὺς ἀποστόλους μετεσχηκέναι τῆς διὰ τοῦ λουτροῦ χάριτος, ἤπερ τοὺς ἐξ ἐθνῶν, διὰ τὸ ἐν Πνεύματι ἁγίῳ ἐσχηκέ-
—the Holy One—through the apostles, then the Holy Spirit is God, and of the same operation with the Father and the Son. "Make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit." He says that the nations, having believed and been made disciples, are baptized in the name of the Trinity. And Peter said to the Jews who had conspired for the death against Christ and were repenting: "Let each one repent, brethren, from your wickedness, and from the evil way, and be baptized in the name of the Lord Jesus, and he shall be saved"—inasmuch as the Son is able to work the very same things in the regeneration of the laver as Father and Spirit work. And the Lord told the apostles "to await the promise of the Father, which you heard; for John indeed baptized with water unto repentance, but you shall be baptized in the Holy Spirit." If, then, the Holy Spirit is able to work the very same things in the apostles as the name of the Father and of the Son works upon believers from the nations, and the name of the Lord Jesus upon the repentant Jews (for no one would say that the apostles partook less of the grace given through the laver than those from the nations, on account of their having in the Holy Spirit rec-
Ὅτι ἡ αὐτὴ ἐξουσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.
That the authority of Father and Son and Holy Spirit is the same.
Πορεύου εἰς Δαμασκὸν, κἀκεῖ σοι λαληθήσεται, ὅτι σκεῦος ἐκλογῆς μοι εἶ, οὐρανόθεν ἐπιφανεὶς τῷ Παύλῳ ὁ Κύριος ἔφη, ὅτι περ αὐτὸν κήρυκα τοῦ Εὐαγγελίου τῇ οἰκουμένῃ κατεστήσατο. Εἰσιόντι δὲ εἰς Δαμασκὸν Ἀνανίας ἔφη· Σαὺλ ἀδελφὲ, ἀνάβλεψον· ὁ Θεὸς τῶν πατέρων προεχειρίσατό σε. Καὶ ἵνα μὴ περὶ Χριστοῦ νομισθῇ τὸ ῥῆμα, ἐπιλέγει· Τοῦ ποιῆσαι τὸ θέλημα αὐτοῦ, καὶ γνῶναι τὸν δίκαιον αὐτοῦ Ἰησοῦν. Ὅς δὴ τὴν κλῆσιν καὶ τὴν προχείρησιν ἀνάγραπτον ποιούμενος ἔφη· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος. Εἶτα καὶ ἄλλο τι πρὸς τῇ κλήσει λέγει· Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Τὸ δὲ ἀφορίσαν τὸ Πνεῦμα τυγχάνειν αἱ Πράξεις τῶν ἀποστόλων ἐδίδαξαν. Νηστευόντων γὰρ, φησὶ, τῶν ἀποστόλων καὶ προσευχομένων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Εἰ δὲ ἐκλέγεται μὲν αὐτὸν Κύριος ὁ Θεὸς τῶν πατέρων ὃν προεχειρίσατο, ὁ δὲ Υἱὸς προσεκαλέσατο, τὸν αὐτὸν δ' ἀφορίζει τὸ Πνεῦ-
"Go into Damascus, and there it shall be told you that you are a vessel of election unto Me," said the Lord to Paul when He appeared from heaven, seeing that He appointed him herald of the Gospel to the habitable world. And as he entered Damascus, Ananias said: "Brother Saul, receive your sight; the God of the fathers has fore-appointed you." And lest the saying be supposed to be about Christ, he adds: "To do His will, and to know His Righteous One, Jesus." And he himself, placing his calling and fore-appointment on written record, said: "Paul, a servant of Jesus Christ, a called apostle." Then he states something further besides the calling: "Set apart unto the Gospel of God." And that what set him apart was the Spirit, the Acts of the Apostles taught. "For while the apostles," it says, "were fasting and praying, the Holy Spirit said: Set apart now for Me Paul and Barnabas unto the work to which I have called them." Now if the Lord, the God of the fathers, chooses him whom He fore-appointed, and the Son called him to Himself, while the same man is set apart by the Spir-
Notes, col. 720

On the reading

Printed μετανοησάντῶν, for μετανοησάντων.

PG 29:721Read from the page
μα, αὐθεντίᾳ φύσεως χρώμενον· πῶς ἑτερότης οὐσίας ἐν τῇ Τριάδι, ἐν ᾗ ταυτότης ἐνεργείας εὑρίσκεται; Οἱ ἐμοὶ λόγοι, Σολομών φησιν, ὑπὸ Θεοῦ εἴρηνται· καὶ ὁ Παῦλος, ὑπὸ Χριστοῦ· Ἐπεὶ δοκιμὴν γὰρ, ἔφη, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Οὐδὲν δὲ ἧττον καὶ τὸ Πνεῦμα ἐν ἀποστόλοις λαλεῖ. Ἐλάλουν γὰρ, φησὶν, οἱ ἀπόστολοι καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. Καὶ, Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ὁ Σωτὴρ ἔφη αὐτοῖς, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς, τὸ λαλοῦν ἐν ὑμῖν. Λαλεῖ δὲ καὶ ἐν προφήταις τὸ Πνεῦμα. Τίς γὰρ δῴη, Μωϋσῆς ἔφη, πάντα τὸν λαὸν τοῦτον προφητεύειν; Ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ' αὐτόν. Καὶ ὁ νέος δὲ τῆς Νέας Διαθήκης προφήτης Ἄγαβος ἀνέκραγε λέγων· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· ὅπερ συνήθως οἱ τῆς Παλαιᾶς Διαθήκης ἐβόων προφῆται, Τάδε λέγει Κύριος ὁ Θεός. Καὶ ταῦτα συνελὼν ὁ Παῦλος τὰ ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ῥηθέντα, Πᾶσα, ἔφη, Γραφὴ θεόπνευστος. Εἰ δὲ λαλεῖ ἐν ἀποστόλοις καὶ ἐν προφήταις τὸ Πνεῦμα, πᾶσα δὲ
it, exercising the authority of nature, how can there be difference of substance in the Trinity, wherein identity of operation is found? "My words," says Solomon, "have been spoken by God"; and Paul says, by Christ: "Since you seek," he said, "a proof of Christ speaking in me." Yet none the less does the Spirit also speak in the apostles. "For the apostles spoke," it says, "just as the Spirit gave them to utter forth." And, "It is not you who speak," the Saviour said to them, "but the Spirit of the Father, Who is in heaven, that speaks in you." And the Spirit speaks in the prophets as well. "For who might grant," said Moses, "that all this people should prophesy? Whenever the Lord shall give His Spirit upon them." Moreover, Agabus too, the new prophet of the New Testament, cried aloud saying: "Thus says the Holy Spirit"—the very thing which the prophets of the Old Testament were accustomed to cry, "Thus says the Lord God." And summing up these things spoken from Father and Son and Holy Spirit, Paul said: "Every Scripture is God-breathed." Now if the Spirit speaks in apostles and in prophets, and every
Ὅτι οὔτε ὀπτασία οὔτε χρησμῳδία γίνεται κεχωρισμένως Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.
That neither vision nor oracle takes place apart from Father and Son and Holy Spirit.
Ἠσαΐας ὁ προφήτης, Εἶδον, ἔφη, Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ σεραφεὶμ εἰστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνί. Καὶ μετ' ὀλίγα φησί· Καὶ εἶπε Κύριος πρὸς μέ· Πορεύου καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τὰ ἑξῆς. Ὅσον μὲν οὖν κατ' αὐτὴν τὴν θέσιν καὶ τὴν ἀκολουθίαν τοῦ προφητικοῦ γράμματος, ὁ ἐπὶ πάντων ἐστὶ Πατὴρ ὁ ὀφθεὶς καὶ χρησμοδοτήσας τῷ προφήτῃ· ὁ μέντοι τῆς βροντῆς υἱὸς, ἐξαίσια φθεγξάμενος, καὶ τῆς βροντῆς εἰρηκὼς φοβερώτερα, οὗ ἴδιον οὐχὶ τὸ, Οὐκ ἦν, ἀλλὰ τὸ, Ἦν ὁ Λόγος, Υἱὸν ἔφη τὸν ὀφθέντα καὶ χρησμοδοτήσαντα τῷ προφήτῃ. Λέγει γὰρ ἐν τῷ ἰδίῳ συγγράμματι· Διὰ τοῦτο οὐκ ἠδύναντο οι Ἰουδαῖοι πιστεύειν εἰς τὸν Ἰησοῦν, διότι εἶπεν Ἠσαΐας περὶ αὐτῶν· Τετύφλωνται αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ πεπώρωται αὐτῶν ἡ καρδία, ὅπως μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ συνῶσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα εἶπεν Ἠσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Ὁ δὲ Παῦλος τοῦ Πνεύματος ἀπεφήνατο τὴν ὀπτασίαν εἶναι καὶ τὴν χρησμῳδίαν, λέγων· Καλῶς ἔφη τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἠσαΐου πρὸς τοὺς πατέρας ὑμῶν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ
Isaiah the prophet said: "I saw the Lord of Sabaoth seated upon a high and lofty throne, and seraphim stood around Him, each one having six wings." And a little further on he says: "And the Lord said to me: Go and say to this people: With hearing you shall hear, and shall in no wise understand, and seeing you shall see, and shall in no wise perceive. For the heart of this people has grown thick," and what follows. So far, then, as concerns the text itself as it stands and the sequence of the prophetic writing, it is the Father over all Who appeared and delivered the oracle to the prophet; yet the son of thunder, uttering extraordinary things, and speaking things more awesome than thunder—whose own saying is not "He was not," but "Was the Word"—declared that He Who appeared and delivered the oracle to the prophet was the Son. For he says in his own treatise: "Therefore the Jews could not believe in Jesus, because Isaiah said concerning them: Their eyes have been blinded, and their heart has been hardened, lest they see with their eyes, and understand with their heart, and turn, and I heal them. These things said Isaiah when he saw His glory." And Paul pronounced the vision and the oracle to belong to the Spirit, saying: "Well spoke the Holy Spirit through Isaiah the prophet to your fathers: With hearing you shall hear, and in no wise
Notes, col. 721

On the reading

Printed οι, for οἱ.

PG 29:724Read from the page
μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.
shall you understand, and seeing you shall see, and shall in no wise perceive; for the heart of this people has grown thick."
Ὁ προφήτης τοῦ Πατρὸς εἰσηγεῖται πρόσωπον τοῦ παρὰ Ἰουδαίοις πεπιστευμένου· ὁ εὐαγγελιστὴς τοῦ Υἱοῦ· ὁ Παῦλος τοῦ Πνεύματος· ἕνα
The prophet introduces the person of the Father believed in among the Jews; the evangelist, that of the Son; Paul, that of the Spirit: one
Ὅτι μετέχει τοῦ Δημιουργοῦ τὰ κατ' εἰκόνα· τοῦτο δὲ διὰ τοῦ Πνεύματος γινόμενον.
That things made according to the image participate in the Creator, and that this comes about through the Spirit.
Εἰ δὲ ταῦτα συνίεσαν καὶ καλῶς ὑπήκουον οἱ καθ' ἑαυτῶν κακῶς σοφιζόμενοι, οὐκ ἂν τὸ Πνεῦμα θεότητος ἠλλοτρίουν, ἵνα μὴ θεότητος ἑαυτοὺς ἀποκόψωσι, καὶ κόσμον Θεοῦ διαστήσωσι, καὶ Θεὸν τῆς ἰδίας κτίσεως ἀποστήσωσιν. Ἄθλια μὲν γὰρ πάντα τὰ πεποιημένα πρὸς τοῦ Θεοῦ, καὶ τῆς τοῦ Δημιουργοῦ δόξης ἀπολειπόμενα κατὰ τὴν κτιστὴν φύσιν, ει μὴ μετέχει θεότητος. Ἀνάξιος δὲ ὁ λόγος περὶ Θεοῦ, τὸ γυμνὴν καὶ ὥσπερ ἔρημον ἑαυτοῦ περιορᾷν τὴν κτίσιν. Ἀλλ' οὔτε ἡ κτίσις οὕτως ἀθλία, οὔτε Θεὸς οὕτως ἀδύνατος, ὥστε τὴν ἁγίαν μετάδοσιν μὴ διαπέμπειν ἐπὶ τὰ ποιήματα. Κατ' εἰκόνα γοῦν ἑαυτοῦ εὐθὺς ποιῆσαι τὸν ἄνθρωπον βεβούληται. Πάντως δὲ ἡ εἰκὼν ἡ δημιουργουμένη, μεταφερομένη ἀπὸ τοῦ πρωτοτύπου, τὴν ὁμοίωσιν εἰς τὴν ὕλην εἴληφε, καὶ μετέσχηκε τοῦ χαρακτῆρος διὰ τῆς τοῦ τεχνίτου διανοίας καὶ χειρὸς ἐναπομαχθέντος. Οὕτως ὁ ζωγράφος, οὕτως ὁ λιθογλύφος, οὕτως ὁ τὸν χρύσεον καὶ τὸν χάλκεον ἀνδριάντα δημιουργῶν, ἔλαβεν ὕλην, ἀπεῖδεν εἰς τὸ πρωτότυπον, ἀνέλαβε τοῦ τεθεωρημένου τὸν τύπον, ἐναπεσφραγίσατο τοῦτον τῇ ὕλῃ. Εἰ δὲ ἀνθρώποις οὐχ οἷόν τε πρὸς ὁμοίωσιν ἐκτυπωθῆναι τὰς ὕλας, ει μὴ τῆς ἰδέας αὐτῶν μεταλάβοιεν· πῶς Θεῷ πρὸς ὁμοίωσιν ἀναβαίη τὸ κτίσμα, μὴ μεταλαμβάνον θείου χαρακτῆρος; Θεῖος δὲ χαρακτὴρ οὐχ οἷος ὁ ἀνθρώπινος, ἀλλὰ ζῶν· καὶ ὄντως ὢν εἰκὼν εἰκονοποιὸς, ἧς πάντα τὰ μετασχόντα εἰκόνες καθίστανται Θεοῦ. Εἰκὼν μὲν Θεοῦ Χριστὸς, Ὅς ἐστι, φησὶν, εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· εἰκὼν δὲ Υἱοῦ τὸ Πνεῦμα, καὶ οἱ τούτου μεταλαμβάνοντες υἱοὶ σύμμορφοι, κατὰ τὸ γεγραμμένον, ὅτι Οὓς προέγνω καὶ προώρισε συμμόρφους, φησὶ, τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.
Now if those who devise evil sophistries against themselves understood these things and hearkened rightly, they would not estrange the Spirit from the Godhead, lest they cut themselves off from the Godhead, sever the world from God, and remove God far from His own creation. For wretched indeed would be all things made by God, and falling short of the glory of the Creator in accordance with their created nature, unless they participate in the Godhead. And unworthy concerning God is the account that makes Him overlook creation left bare and, as it were, destitute of Himself. Yet neither is creation so wretched, nor is God so powerless, as not to transmit a holy participation to His works. Straightway, therefore, He willed to make man according to His own image. Now assuredly the image that is fashioned, being transferred from the prototype, receives the likeness into its matter, and partakes of the impress stamped into it through the mind and hand of the craftsman. Thus the painter, thus the stone-carver, thus he who fashions the golden or the bronze statue takes matter, looks towards the prototype, receives the form of what he has contemplated, and stamps this upon the matter. Now if for men it is impossible that materials should be moulded into a likeness unless they partake of their form, how could the creature ascend to likeness with God without partaking of a divine impress? And a divine impress is not such as the human one, but living; and being truly an image-making image, by partaking of which all things are constituted images of God. Now Christ is the image of God—"Who is," he says, "the image of the invisible God"; and the Spirit is the image of the Son, and those who partake of it are sons conformed thereto, according to what is written: "For whom He foreknew, He also foreordained," he says, "to be conformed to the image of His Son, that He might be the firstborn among many brethren."
Notes, col. 724

On the reading

Printed ει, for εἰ.

Printed ει, for εἰ.

PG 29:725Read from the page
Οτι, τὸ ἅγιον Πνεῦμα οὐ κτῆμα Θεοῦ, οὐδὲ κτίσμα.
That the Holy Spirit is not a possession of God, nor a creature.
Πῶς οὖν τὸ Πνεῦμα συμμαρτυρήσει τῷ πνεύματί σου, κατὰ τὸν Ἀπόστολον, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ, εἴπερ αὐτὸ τῆς τοῦ Υἱοῦ δόξης ἀλλότριον; Πῶς ἐν σοὶ βοήσεται, Ἀββᾶ ὁ Πατὴρ, ει μὴ μετάδοσίς ἐστιν ὄντως ἐξ Υἱοῦ; οὐ κτῆμα αὐτοῦ, παρ' αὐτοῦ πεμπόμενον, ὥσπερ τὸ πνεῦμα τὸ ἀνθρώπινον, ἢ τὸ πνεῦμα τὸ ἀνεμιαῖον, ἅπερ εἰώθασι λέγειν οἱ τὸ Πνεῦμα χωρίζοντες ἀπὸ θεότητος, ἀλλὰ Θεοῦ καὶ Υἱοῦ Πνεῦμα ἀΐδιον, ἐν τῇ θείᾳ δόξῃ τυγχάνον, καὶ γνωριζόμενον. Οὐ γὰρ τὸ πνεῦμα τὸ σὸν Χριστός· οὐδὲ τὸ πνεῦμα τοῦ ἀνέμου Κύριος· οὐδὲ τὸ πνεῦμα τὸ ἀκάθαρτον (ἐπειδὴ καὶ τοῦτο ἐτόλμησαν παραγαγεῖν τινες)· τὸ δὲ Πνεῦμα τὸ ἅγιον Χριστὸς καὶ Κύριος ὀνομάζεται, λέγοντος μὲν τοῦ Ἀποστόλου (καθάπερ ἀρτίως ἐμνήσθημεν), Εἰ δέ τις Πνεῦμα Κυρίου οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· εἰ δὲ Χριστὸς ἐν ὑμῖν· τὴν τοῦ Πνεύματος ἐνοίκησιν ἀποφαίνοντος Χριστοῦ· λέγοντος δὲ πάλιν· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία. Ὥστε τὸ Κυρίου Πνεῦμα, Κύριος· οὐκ ἄρα κτῆμα ἢ κτίσμα Κυρίου, ἀλλ' εἰκὼν, ὡς προείρηται.
How then shall the Spirit bear witness together with your spirit, according to the Apostle, that you are a Son of God, if indeed it is alien from the glory of the Son? How shall it cry in you, "Abba, Father," unless it is truly an impartation from the Son—not a possession of His sent forth from Him like the human spirit or the spirit of wind, as those who sever the Spirit from the Godhead are accustomed to say, but the eternal Spirit of God and of the Son, existing and made known in the divine glory? For your spirit is not Christ; nor is the spirit of the wind Lord; nor is the unclean spirit (seeing that certain men have dared to adduce even this); rather, the Holy Spirit is named Christ and Lord, since the Apostle says (just as we mentioned a moment ago), "But if anyone has not the Spirit of the Lord, this man is not His; but if Christ is in you"—declaring the indwelling of the Spirit to be Christ's; and since he says again: "Now the Lord is the Spirit; and where the Spirit of the Lord is, there is freedom." So that the Spirit of the Lord is Lord; therefore it is not a possession or a creature of the Lord, but an image, as has been said before.
Ὅτι εἰκὼν ἀληθὴς καὶ φυσικὴ Θεοῦ καὶ Κυρίου τὸ Πνεῦμα.
That the Spirit is a true and natural image of God and the Lord.
Καὶ εἰκὼν ἀληθής· οὐκ ἐξ εἰκόνος θείας, καθάπερ ἡμεῖς. Διὰ τοῦτο γὰρ ἐξεικονίζον οὐκ ἐξεικονίζεται, καὶ τὸ χρίσμα οὐ χρίεται. Χρίσμα δὲ τὸ Πνεῦμα ἐφ' ἡμῖν, ὡς Ἰωάννης λέγει. Καὶ τί εἶπον, ἐφ' ἡμῖν; Ἤδη γὰρ καὶ ἐν αὐτῷ τῷ Κυρίῳ κατὰ τὴν σάρκα. Ἰησοῦν, φησὶ, τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει. Χριστὸς ἄρα διὰ τὸ Πνεῦμα καὶ τὴν χρίσιν τὴν ἐν τῷ Πνεύματι. Οὐ δὴ οὖν διὰ τοῦ ἀλλοτρίου τῆς θεότητος ἡ τοῦ Κυρίου χρίσις, καὶ τὸ Χριστὸς ὄνομα, καὶ οἱ ἀπ' αὐτοῦ καλούμενοι Χριστιανοί. Οἰμώξειε γάρ τις ἀληθῶς, ει καὶ τὸ ὄνομα τῆς σωτηρίας ἡμῶν ἀπὸ κτίσεως ἄρχεται, καὶ ἀπὸ κτίσεως κατάγεται, καὶ εἰ διὰ δούλου τὴν υἱοθεσίαν ἔχομεν. Κτίσις οὐχ ἁγιάζει κτίσιν, ἀλλ' ὑπὸ τοῦ ἑνὸς ἁγίου τὰ πάντα ἁγιάζεται, τοῦ λέγοντος περὶ ἑαυτοῦ· Ἐγὼ ἁγιάζω ἐμαυτόν. Ἁγιάζει δὲ διὰ τοῦ Πνεύματος, ὡς προαποδέδεικται. Τὸ Πνεῦμα ἄρα οὐ κτίσις, ἀλλὰ τῆς ἁγιότητος τοῦ Θεοῦ χαρακτὴρ, καὶ πηγὴ τοῖς πᾶσιν ἁγιασμοῦ. Ἐν ἁγιασμῷ τοῦ Πνεύματος ἐκλήθημεν, ὡς ὁ Ἀπόστολος διδάσκει. Τοῦτο ἡμᾶς ἀνακαινοῖ, καὶ πάλιν εἰκόνας ἀναδείκνυσι Θεοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου
And a true image—not derived from a divine image, just as we are. For on this account, while fashioning into an image, it is not itself fashioned into an image, and the anointing is not anointed. Now the Spirit is the anointing upon us, as John says. And why did I say, upon us? For already it was so even in the Lord Himself according to the flesh: "Jesus of Nazareth," it says, "how God anointed Him with the Holy Spirit and with power." He is Christ, therefore, on account of the Spirit and the anointing that is in the Spirit. Surely, then, it is not through one alien from the Godhead that the Lord's anointing comes, and the name Christ, and Christians who are called after Him. For one might truly groan aloud if the very name of our salvation both begins from a creature and is derived from a creature, and if through a servant we hold adoption as sons. Creation does not sanctify creation; rather, all things are sanctified by the One Holy One, Who says concerning Himself: "I sanctify Myself." And He sanctifies through the Spirit, as has been demonstrated beforehand. Therefore the Spirit is not creation, but the impress of the holiness of God, and the fountain of sanctification for all. In sanctification of the Spirit we were called, as the Apostle teaches. This renews us, and renders us once again images of God, and through the laver of regeneration and renewal of the Holy Spirit
Notes, col. 725

On the reading

Printed Οτι,, for Ὅτι.

Printed ει, for εἰ.

Printed ει, for εἰ.