στέλλει· ἀποστολὴν δὲ καλεῖ τὴν πρὸς τὸ ἔργον αὐτοῦ συγκατάβασιν, οὐ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν. Ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Καὶ ὁ ἄγγελος τῇ Μαρίᾳ· Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σέ· διὸ καὶ τὸ γεννώμενον ἐκ Πνεύματος ἁγίου ἐστί. Τὸ ἔκ τινος ἢ δημιουργικῶς ἐστιν ἐξ αὐτοῦ, ὡς τὸ, Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα· ἢ γεννητικῶς, κατὰ τὸ, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον· καὶ τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Οὐχ ὅτι γαστέρα ἔχει ὁ Θεὸς, ἀλλ' ἐπεὶ τὰ γνήσια καὶ οὐ νόθα γεννήματα ἐκ γαστρὸς τῶν τοκέων πεφύκασιν ἀπογεννᾶσθαι, γαστέρα ἔχειν ἑαυτὸν ἐν τῷ γεννᾷν ὠνόμασεν ὁ Θεὸς, πρὸς ἐντροπὴν τῶν ἀσεβῶν, ἵνα, κἂν τὴν ἑαυτῶν κατανοήσαντες φύσιν, μάθωσι γνήσιον εἶναι καρπὸν τοῦ Πατρὸς τὸν Υἱὸν, ὥσπερ ἐκ τῆς ἐκείνου τυγχάνοντα γαστρός. Τὸ ἔκ τινος τοίνυν, ἢ δημιουργικῶς, ἢ γεννητικῶς, ἢ φυσικῶς ἐστιν ἐξ αὐτοῦ, ὡς ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν, ἢ ὡς τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτοῦ. Εἰ τοίνυν τὸ ὑπερκόσμιον σῶμα Χριστοῦ ἐκ Πνεύματός ἐστιν ἁγίου, οὐ δυνατὸν δὲ γέννημα αὐτοῦ ὑπάρχειν, ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. Οὐδ' αὖ πάλιν ἐξ αὐτοῦ ὡς ἐνέργεια αὐτοῦ, ὅτι ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν τῆς οὐσίας λόγον ἐπιδέχεται ἡ ἐνέργεια. Ὑπολείπεται ἄρα ἐξ αὐτοῦ εἶναι ὡς κτίσμα αὐτοῦ. Ἀλλὰ καὶ ὁ δάκτυλος τοῦ Θεοῦ ὁ μεταβαλὼν ἐν Αἰγύπτῳ τὸν χοῦν εἰς ζῶα, τὴν ἀρχῆθεν τῶν ζώων ἀναδείξας γένεσιν, ὁ Παράκλητος ἦν, τὸ Πνεῦμα τῆς ἀληθείας. Τῶν γὰρ τριῶν εὐαγγελιστῶν φησάντων πρὸς Ἰουδαίους εἰρηκέναι τὸν Κύριον· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ· ὁ Λουκᾶς φησιν εἰρηκέναι αὐτόν· Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τῶν οὐρανῶν. Οὐκοῦν καὶ τὰ διὰ Μωϋσέως γενόμενα ἐν Αἰγύπτῳ σημεῖα, ἅπερ δακτύλῳ Θεοῦ ἐγένετο, καὶ τὰ παράδοξα τοῦ Θεοῦ σημεῖα ἐτελεσιουργεῖτο σὺν τῷ Πνεύματι. Δάκτυλος δὲ Θεοῦ ἐν τούτοις τοῖς ὑπὸ Μωϋσέως καὶ τοῖς τοῦ Κυρίου σημείοις εἴρηται τὸ Πνεῦμα, οὐχ ὅτι μικρά τίς ἐστι τῷ Θεῷ συνοῦσα δύναμις, καθάπερ σώματι δάκτυλος, ἀλλ' ἐπειδὴ ἕν τι τῶν κατὰ διαίρεσιν χαρισμάτων αὐτοῦ ἐστι τὸ χάρισμα τῶν σημείων καὶ
forth; rather, He calls His condescension towards His work a sending forth, not a passing from place to place. "Because the Spirit of the Lord has filled the habitable world, and that which holds all things together has knowledge of every voice." And the angel says to Mary: "The Spirit of the Lord shall come upon you; wherefore also that which is begotten is of the Holy Spirit." That which is from something is from it either creatively, as in the saying, "One God the Father, from Whom are all things"; or by way of generation, according to the saying, "I came forth from the Father"; and the saying, "From the womb before the morning star I begot Thee." Not that God has a womb, but since genuine and non-spurious offspring are by nature born from the womb of their parents, God spoke of Himself as having a womb in begetting, to the shame of the ungodly, so that, even by considering their own nature, they might learn that the Son is the genuine fruit of the Father, as though springing from His womb. That which is from something, therefore, is from it either creatively, or by way of generation, or naturally, as our operation is from us, or as the radiance of the sun is from it. If, then, the supramundane body of Christ is from the Holy Spirit, yet cannot be its offspring, because "That which is born of the flesh is flesh; and that which is born of the spirit is spirit"; nor again is it from it as its operation, because in a simple and bodiless nature the operation admits of the same definition as the substance; it remains, therefore, that it is from it as its creature. Moreover, the finger of God too, which in Egypt turned the dust into living creatures, displaying the original generation of living creatures, was the Paraclete, the Spirit of truth. For whereas three evangelists state that the Lord said to the Jews, "But if I by the Spirit of God cast out demons, then the kingdom of God has come upon you," Luke states that He said: "But if I by the finger of God cast out demons, then the kingdom of heaven has come upon you." Therefore both the signs wrought through Moses in Egypt, which came to pass by the finger of God, and the marvellous signs of God were accomplished together with the Spirit. And in these signs wrought by Moses and those of the Lord, the Spirit has been called the finger of God, not because it is some small power coexisting with God, just as a finger belongs to a body, but since one of its gifts distributed in proportion is the gift of signs and