Migne Reading Room

PG 29 · cols. 680–689 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:680Read from the page
Οὐσία γὰρ οὐσίας μᾶλλον οὐ λέγεται, ποιότης δὲ ποιότητος. Ἄνθρωπος γὰρ ἀνθρώπου μᾶλλον οὐ λέγεται· ἀγαθὸς δὲ ἀγαθοῦ, καὶ δίκαιος δικαίου. Τῶν γεννητῶν ἡ αὐτὴ φύσις πρὸς τὸν γεννήσαντα, κἂν ἑτέρως ὁ γεννηθεὶς τὸ εἶναι ἔχῃ. Οὐδὲ γὰρ Ἄβελ, ὁ ἐκ συνδυασμοῦ γεννηθεὶς, ἕτερος παρὰ τὸν Ἀδὰμ, τοῦ Ἀδὰμ μὴ γεννηθέντος ἀλλὰ πλασθέντος. Εἰ τὸ αἴτιον τοῦ αἰτιατοῦ μεῖζον καὶ διάφορον κατ' οὐσίαν, πᾶς δὲ πατὴρ αἴτιος, καὶ πᾶς υἱὸς αἰτιατὸς, μείζους καὶ διάφοροι κατ' οὐσίαν οἱ πατέρες τῶν υἱῶν, καὶ οὐ μιᾶς οὐσίας. Ἀλλ' οὐκ ἀληθές. Ἐρωτῶσιν· Εἰ, γεννήσας ὁ Πατὴρ τὸν Υἱὸν, ἐπαύσατο τοῦ γεννᾷν αὐτόν· κἂν λάβωσιν, ὅτι ἐπαύσατο, ἐπάγουσιν· Οὐκοῦν καὶ ἤρξατο γεννᾷν. Πᾶν γὰρ τὸ τέλος ἔχον καὶ ἀρχὴν ἔχει· οὐκ ἄρα οὖν ἦν ἀεὶ ὁ Υἱός. Ἐροῦμεν οὖν· Εἰ τὸ παυόμενον ἀνάγκη καὶ ἀρχὴν ἔχειν, καὶ τὸ ἀρχὴν ἔχον ἀνάγκη καὶ παύεσθαι· ἄγγελοι οὖν καὶ πάντα τὰ ἀσώματα ἀρχὴν τοῦ εἶναι ἔχοντα, ἀνάγκῃ καὶ τέλος τοῦ εἶναι ἕξει. Ἀλλ' ἄτοπον. Δυνατὸν οὖν, καὶ ἀρξάμενον τοῦ εἶναι, μὴ πεπαῦσθαι, καὶ παυσάμενον, μὴ ἦρχθαι. Εἰ δὲ μὴ, καὶ αὐτὸς ὁ Υἱὸς ει ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ τέλος κατ' αὐτοὺς ἐξ ἀνάγκης ἔχει· ἐπειδὴ πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχειν βούλονται. Καὶ πῶς οὐ βλάσφημον; Καὶ ἡ πρόγνωσις δὲ τοῦ Θεοῦ, ἀρχὴν οὐκ ἔχουσα, μετὰ τὸ γενέσθαι περὶ ὧν προέγνω, τέλος ἔχει. Ὥστε οὐ τὸ τέλος ἔχον ἀνάγκη καὶ ἀρχὴν ἔχειν. Τὸ ἓν ἐπὶ τῶν ἀσωμάτων, ἢ ἐνεργείᾳ, ἢ βουλήσει, ἢ οὐσίᾳ λέγεται. Ὁ Σωτὴρ οὖν εἰπών· Ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν, καθ' ἓν τι τῶν προγεγραμμένων εἴρηκεν. Οὐκοῦν εἰ μὲν κατ' ἐνέργειαν λέγουσιν, ἀνάγκη καὶ κατ' οὐσίαν λέγειν· τῶν γὰρ ἑτερουσίων οὐκ ἂν εἴη ἡ ἐνέργεια ὁμοία· ει δὲ κατὰ βούλησιν ἓν, οὐχ ὅσα ὁ Πατὴρ βούλεται μόνον, ἀνάγκη καὶ τὸν Υἱὸν βούλεσθαι, ἀλλ' ὅσα καὶ ὁ Υἱὸς βούλεται, ἀνάγκη καὶ τὸν Πατέρα βούλεσθαι. Ἐπιτάξει οὖν καὶ ὁ Υἱὸς τῷ Πατρὶ περὶ ὧν βούλεται, εἴ γε καὶ ἐπιτάττεται. Εἰ δὲ ἐπιτάττεται μόνον, ἀναγκαζόμενος καὶ οὐχὶ βουλόμενος ὑπηρετεῖ. Εἰ δὲ οὔτε ἐνεργείᾳ οὔτε βουλήσει, λείπεται κατ' αὐτοὺς ἓν κατ' οὐσίαν εἶναι, τουτέστιν ὁμοούσιον Πατέρα καὶ Υἱόν.
For substance is not said to be more than substance, whereas quality is said to be more than quality. For a man is not said to be more man than a man; whereas a good man is better than a good man, and a righteous man more righteous than a righteous man. Things begotten have the same nature in relation to him who begot them, even if he who was begotten possesses his being in a different manner. For neither is Abel, who was begotten from union, different in nature from Adam, although Adam was not begotten but fashioned. If the cause is greater than what is caused and different in substance, and every father is a cause and every son is caused, fathers are greater than and different in substance from their sons, and not of one substance. Yet this is not true. They ask whether, having begotten the Son, the Father ceased from begetting Him; and if they obtain the concession that He ceased, they infer: "Therefore He also began to beget. For everything that has an end also has a beginning; consequently the Son was not always." We shall say then: If what ceases must of necessity also have a beginning, what has a beginning must of necessity also cease; therefore angels and all incorporeal beings, having a beginning of existence, will by necessity also have an end of existence. Yet this is absurd. It is possible, then, both for what has begun to exist not to have ceased, and for what has ceased not to have begun. Otherwise, the Son Himself also, if He has a beginning of existence, has of necessity according to them an end as well; since they wish everything that has a beginning to have an end also. And how is this not blasphemous? Moreover, the foreknowledge of God, though having no beginning, has an end after the things come to pass concerning which He foreknew. Consequently, what has an end does not of necessity also have a beginning. Unity among incorporeal beings is spoken of either in activity, or in will, or in substance. The Saviour therefore, in saying: "I and Father are one," spoke according to one of the ways written above. Therefore if they say according to activity, it is necessary to say according to substance as well; for of things different in substance the activity could not be similar; whereas if they are one according to will, it is necessary not only that whatever things the Father wills, the Son also wills, but also that whatever things the Son wills, the Father also wills. The Son then will also command the Father concerning the things He wills, if indeed He is also commanded. But if He is only commanded, He serves under compulsion and not willingly. And if neither in activity nor in will, it remains even according to them that They are one according to substance, that is, that Father and Son are consubstantial.
Ὅτι τὸ ἀγέννητος ὑπάρξεώς τινος δήλωσις, καὶ οὐκ οὐσίας.
That "unbegotten" is an indication of a mode of existence, and not of substance.
1. Εἰ τὸ ἀγέννητος οὐσία ἐστὶ, καὶ τὸ γεννητὸς οὐσία, καὶ διὰ τοῦτο οὐχ ὁμοούσιοι Πατὴρ καὶ Υἱὸς, πᾶν ἐξ ἀνάγκης γέννημα μιᾶς οὐσίας· ὁμοούσια οὖν
1. If "unbegotten" is substance, and "begotten" is substance, and on this account Father and Son are not consubstantial, every offspring is of necessity of one substance; consubstantial therefore
Notes, col. 680

On the reading

Printed ει, for εἰ.

PG 29:681Read from the page
τὰ γεννήματα τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ πῶς οὐ βλάσφημον; εἰ ὁ ἀγέννητος πρὸς τὸν γεννητὸν Υἱὸν ἀντιδιαστελλόμενος οὐσία ἐστὶ, καὶ ὁ ἄκτιστος πρὸς τὴν κτίσιν ἀντιδιαστελλόμενος οὐσία ἐστίν. Ἔσται οὖν καὶ ἀγέννητος οὐσία, καὶ ἄκτιστος οὐσία. Δύο οὖν ὁ Θεὸς, καὶ οὐ μία οὐσία. Ἔτι δὲ καὶ πᾶσα ἡ κτίσις ἔσται οὐσία μία. Ψευδὲς δὲ τοῦτο· μία μὲν γὰρ κτίσις, διάφοροι δὲ οὐσίαι. Οὕτω δὲ καὶ τὸ ἄτρεπτον αὐτοῦ, καὶ τὸ ἄναρχον, καὶ πολλὰ ἕτερα οὐσίαι ἔσονται. Εἰ ἀγέννητον τὸν Πατέρα καὶ γεννητὸν τὸν Υἱὸν εἰπών τις, τὰς οὐσίας ἐδήλωσε, τὸν τρόπον τῆς ὑπάρξεως αὐτῶν εἰπεῖν τις θελήσας, πῶς ἂν ἑτέρως εἰπεῖν δυνήσεται ἢ οὕτως; Ὑπάρξεως οὖν τρόπος τὸ ἀγέννητος, καὶ οὐκ οὐσίας ὄνομα. Εἰ τὰ διάφορον τὴν ὕπαρξιν τοῦ εἶναι ἔχοντα διάφορον ἔχει καὶ τὴν οὐσίαν, οὐδὲ οἱ ἄνθρωποι ὁμοούσιοι. Ἄλλη γὰρ ὕπαρξις Ἀδὰμ ἐκ γῆς πλασθέντος, ἄλλη δὲ Εὔας ἐκ πλευρᾶς γενομένης, ἄλλη δὲ Ἄβελ, ἐκ συνδυασμοῦ γάρ· ἄλλη δὲ τοῦ ἐκ Μαρίας, ἐκ παρθένου μόνης. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πτηνῶν καὶ τετραπόδων. Εἰ ἀγέννητος ὁ Πατὴρ, ὅτι μὴ ἐγεννήθη, ὁ δὲ Υἱὸς γεννητὸς, διὰ τοῦ γεννηθῆναι, μετὰ τὸν γεννηθέντα ὁ ἀγέννητος. Οὐ γὰρ εἶχε πρὸς ὃν ἀγέννητος κληθήσεται. Τῶν γὰρ ὄντων αἱ ἀντιδιαστολαὶ, οὐ τῶν μὴ ὄντων. Εἰ Θεὸς ἦν ποτε, Πατὴρ δὲ οὐκ ἦν, γενόμενος Πατὴρ προσείληφε τὸ, πατήρ. Ὥστε Θεὸς μὲν ἀγέννητος, γεννητὸς δὲ Πατήρ· γεννητὸς ἄρα καὶ ἀγέννητος ὁ αὐτὸς ἁπλοῦς ὤν.
[are] the offsprings with the Son of God. And how is this not blasphemous? If the Unbegotten contrasted with the begotten Son is substance, the Uncreated too contrasted with creation is substance. There will be, then, both an unbegotten substance and an uncreated substance. God therefore will be two, and not one substance. And furthermore, all creation will be one substance. Yet this is false; for creation is one, whereas its substances are diverse. And thus too His immutability, and His being without beginning, and many other attributes will be substances. If someone, in calling the Father unbegotten and the Son begotten, indicated Their substances, how else will someone wishing to state the mode of Their existence be able to speak than thus? "Unbegotten" is therefore a mode of existence, and not a name of substance. If things that have a diverse mode of existence of their being have a diverse substance as well, not even human beings are consubstantial. For one is the mode of existence of Adam fashioned from earth, another that of Eve formed from a rib, and another that of Abel, for it was from union; and another that of Him Who was from Mary, from a virgin alone. And likewise also in the case of birds and quadrupeds. If the Father is unbegotten because He was not begotten, and the Son is begotten through having been begotten, the Unbegotten comes after Him Who was begotten. For He did not have One in relation to Whom He would be called unbegotten. For contradistinctions belong to things that exist, not to things that do not exist. If God existed at some time, while He was not Father, upon becoming Father He took on the title "father." Consequently as God He is unbegotten, while as Father He has come into being; both begotten and unbegotten, then, is the Same Who is simple.
2. Εἰ τὸ ἀδύνατον ἐναντίον τῷ δυνατῷ, καὶ τὸ ἄσοφον τῷ σοφῷ, καὶ πάντα τὰ ἀντιδιαστελλόμενα ἐναντία ἀλλήλοις, ἐναντίον καὶ τὸ ἀγέννητον τῷ γεννητῷ. Ἐναντίος οὖν ὁ Πατὴρ τῷ Υἱῷ κατ' οὐσίαν, εἴ γε μὴ τρόπος ὑπάρξεως τὸν ἀγέννητον, ἀλλ' οὐσία. Εἰ κτίσμα καὶ οὐ γέννημα ὁ Υἱὸς, καὶ πάντα δὲ τὰ ὄντα κτίσματα, μάτην ἀγέννητος ὁ Πατὴρ λέγεται, οὐκ ὄντος ὅλως γεννήματος πρὸς ὃ καλεῖται ἀγέννητος. Δικαιότερον οὖν ἄκτιστος ἢ ἀγέννητος λέγοιτο ἄν. Τὸ ἀγέννητος εἰ ὄνομα, οὐκ οὐσία. Τῶν γὰρ οὐσιῶν σημαντικὰ τὰ ὀνόματα, οὐκ αὐτὰ οὐσία. Εἰ δὲ αὐτοουσία τὸ ἀγέννητος, λεγέτωσαν τὸ ὄνομα αὐτῆς. Οὐ γὰρ ἐκ τῶν οὐσιῶν, ἀλλ' ἐκ τῶν ὀνομάτων καὶ τῶν ἐνεργειῶν γνωρίζομεν, καὶ μάλιστα τὰ
2. If the impossible is contrary to the possible, and the unwise to the wise, and all things set in contradistinction are contrary to one another, the unbegotten also is contrary to the begotten. The Father is therefore contrary to the Son according to substance, if indeed "unbegotten" is not a mode of existence, but substance. If the Son is a creature and not an offspring, and all existing things too are creatures, in vain is the Father called unbegotten, since there is no offspring at all in relation to which He is called unbegotten. More justly, then, would He be called uncreated than unbegotten. If "unbegotten" is a name, it is not substance. For names are significative of substances, not themselves substance. But if "unbegotten" is substance itself, let them state its name. For not from substances, but from names and activities do we recognize things, and especially things
Notes, col. 681

On the reading

Printed τὸν ἀγέννητον, for τὸ ἀγέννητον.

PG 29:684Read from the page
ἀσώματα. Εἰ τὸ ἀγέννητος ὄνομα τῆς οὐσίας τοῦ Θεαῦ, ἢ την οὐσίαν την ιδίαν εἰδὼς ὁ Θεὸς τὸ ὄνομα τῆς οὐσίας ἠγνόησεν, ἢ καὶ τὸ ὄνομα εἰδὼς τοὺς ἀκούοντας ἠπάτησε. Κύριος γάρ φησιν· Παντοκράτωρ ὄνομά μου. Καὶ παρὰ Μωσέως ἐρωτηθεὶς, τί ὄνομα αὐτῷ, φησίν· Ἐγώ ειμι ὁ ὤν· καὶ πάλιν· Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ· τοῦτό μοι ὄνομα αἰώνιον· καὶ Δαβίδ· Κύριος ὄνομά σοι. Ἀγέννητον δὲ ὄνομα οὔτε αὐτὸς ἑαυτῷ, οὔτε τις τῶν ἁγίων εἴρηκεν. Εἰ δὲ οὔτε ἠπάτησεν, οὔτε ἠγνόησεν (ἀσεβὲς γάρ τι τούτων εἰπεῖν), τὸ ἀγέννητος οὐκ ὄνομα αὐτοῦ. Τὸ ἀγέννητος ἢ οὐσία ἐστὶν, ἢ συμβεβηκὸς (παρὰ ταῦτα γὰρ οὐδὲν ἂν εἴη)· ἀλλ' οὐσία μὲν οὐκ ἔστιν, οὔτε γὰρ τὸ ἀντιδιαστελλόμενον αὐτῷ· γεννητὸς γὰρ ὁ Υἱὸς, οὐ καθὸ οὐσία, ἀλλὰ καθὸ ἐγεννήθη· εἰ δὲ συμβεβηκὸς, ἢ συμπέφυκεν, ἢ ἐνδέχεται ὑπάρχειν καὶ μὴ ὑπάρχειν. Ἀλλ' εἰ μὲν συμπέφυκεν, ἀνάγκη τῷ Θεῷ καὶ οὐσίαν καὶ συμβεβηκὸς εἶναι. Ἐξ ἀνάγκης γὰρ τὰ τοιαῦτα συμβαίνει οἷς συμβέβηκεν. Εἰ δὲ ἐνδεχομένως, ἔσται καὶ ἀγέννητός ποτε καὶ γεννητός. Εἰ ἀγέννητον λέγουσι τὸν Θεὸν, ὅτι μὴ ἐγεννήθη, οὐ τί ἐστιν ἡ οὐσία αὐτοῦ, λέγουσιν, ἀλλὰ τί οὐκ ἔστιν. Οὐδεμία δὲ οὐσία ἐξ ὧν οὐκ ἔστι γνωρίζεται, ἀλλ' ἐξ ὧν ἐστι. Καὶ τὸ ἀθάνατος γὰρ, καὶ τὸ ἄφθαρτος καὶ τὸ ἄτρεπτος, οὐ τὴν οὐσίαν αὐτοῦ, ἀλλ' ὅτι μὴ ἀποθνήσκει, μήτε φθείρεται, μήτε τρέπεται ὡς τὰ κτίσματα, δηλοῖ. Διδασκέτωσαν οὖν τί ὁ Θεός ἐστιν, οὐ τί οὐκ ἔστιν. Εἰ τὸ ἀγέννητος οὐκ ὄνομα οὐσίας, ἀλλ' αὐτοουσία, οὐσία δὲ καὶ ὁ Υἱός· ἀγέννητος καὶ ὁ Υἱὸς, καὶ πᾶσα δὲ οὐσία ἀγέννητος. Εἰ τὸ ἀγέννητον οὐσία τοῦ Θεοῦ, καὶ τὸ γέννημα οὐσία τοῦ Υἱοῦ· τὸ κτίσμα οὖν ἢ ποίημα οὐκ οὐσία αὐτοῦ. Μία γὰρ καὶ οὐ πολλαὶ οὐσίαι ὁ Υἱός. Ἄνθρωπόν τις εἰπὼν, ἢ λίθον, ἢ ξύλον, οὐσίαν τινὰ δηλοῖ· γέννημα δὲ εἰπὼν, οὐκ οὐσίαν ἁπλῶς δηλοῖ· ἐπεὶ πᾶν γέννημα οὐσία μία. Εἰ δὲ οὐκ οὐσίας τινὸς τὸ γέννημα σημαντικὸν, οὐδὲ τὸ ἀγέννητος δηλονότι. Εἰ ἀγέννητός ἐστιν ὁ Θεὸς, ὅτι μὴ ἐγεννήθη· οὕτω καὶ ἄφθαρτος, ὅτι μὴ φθείρεται. Ὥσπερ οὖν τὸ ἄφθαρτον τὸ ἀτελεύτητον αὐτοῦ δηλοῖ, οὕτω καὶ τὸ ἀγέννητον τὸ ἄναρχον. Εἰ δὲ ἀγέννητος μὲν, οὐκ ἄφθαρτος δὲ, ἔσται μὲν ἄναρχος, οὐκ ἀτελεύτητος δέ· ὅπερ ἄτοπον. Οὐκ οὐσία οὖν τὸ ἀγέννητος, ἀλλὰ δήλωσις τοῦ μὴ γεγεννῆσθαι. Εἰ φύσει ἀγέννητος ὁ Πατὴρ, φύσει γεννητὸς καὶ ὁ Υἱός. Εἰ δὲ φύσει γέννημα, οὐκέτι κτίσμα. Ὄντος οὖν τοῦ φύσει γεννήματος, ἀνάγκη καὶ τὸν γεννήσαντα εἶναι· γέννημα
incorporeal. If "unbegotten" is the name of the substance of God, either God, knowing His own substance, was ignorant of the name of His substance, or knowing the name as well, He deceived His hearers. For the Lord says: "Almighty is My name." And when asked by Moses what His name was, He says: "I am He Who is"; and again: "The God of Abraham, and the God of Isaac, and the God of Jacob; this is My eternal name"; and David: "The Lord is Thy name." But the name "unbegotten" neither has He Himself spoken of Himself, nor has any of the saints. And if He neither deceived nor was ignorant (for it is impious to say either of these things), "unbegotten" is not His name. "Unbegotten" is either substance or accident (for there could be nothing besides these); yet substance it is not, for neither is what is set in contradistinction to it—for the Son is begotten, not insofar as He is substance, but insofar as He was begotten; while if it is an accident, either it is connatural, or it is capable of belonging and not belonging. Yet if it is connatural, there must of necessity be in God both substance and accident. For of necessity such things belong as accidents to those in which they occur. Whereas if contingently, He will at some time be both unbegotten and begotten. If they call God unbegotten because He was not begotten, they state not what His substance is, but what it is not. Yet no substance is made known from the things it is not, but from the things it is. For both "immortal," and "incorruptible" and "immutable," indicate not His substance, but that He does not die, nor suffer corruption, nor undergo change like creatures. Let them teach, therefore, what God is, not what He is not. If "unbegotten" is not the name of a substance, but substance itself, and the Son too is substance; the Son too is unbegotten, and every substance as well is unbegotten. If the unbegotten is the substance of God, the offspring too is the substance of the Son; creature then or thing made is not His substance. For the Son is one substance and not many substances. When someone says "man," or "stone," or "wood," he indicates a particular substance; whereas when he says "offspring," he does not indicate a substance simply; otherwise every offspring would be one substance. And if "offspring" is not significative of a particular substance, plainly neither is "unbegotten." If God is unbegotten because He was not begotten, so also is He incorruptible because He does not suffer corruption. Just as, therefore, "incorruptible" indicates His being endless, so also "unbegotten" indicates His being without beginning. And if He is unbegotten indeed, yet not incorruptible, He will be without beginning indeed, yet not endless; which is absurd. "Unbegotten," therefore, is not substance, but an indication of not having been begotten. If the Father is unbegotten by nature, the Son also is begotten by nature. And if an offspring by nature, He is no longer a creature. Since, then, there exists the offspring by nature, of necessity He also Who begot exists; [for] an offspring
Notes, col. 684

On the reading

Printed Θεαῦ, for Θεοῦ.

Printed την, for τὴν.

Printed ιδίαν, for ἰδίαν.

Printed ειμι, for εἰμι.

PG 29:685Read from the page
γὰρ χωρὶς γεννήσαντος οὐκ ἂν εἴη. Λεγέτωσαν οὖν τὸν γεννήσαντα, εἰ ὁ Πατὴρ οὐκ ἐγέννησεν. Εἰ ὁ Θεὸς ἀγέννητος οὐσίᾳ, καὶ ὁ Υἱὸς γεννητὸς οὐσίᾳ, καὶ ὁ Παράκλητος κτίσμα οὐσίᾳ, τὸ, Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ὀνόματα μόνον χωρὶς οὐσιῶν. Βαπτιζέτωσαν οὖν εἰς ἀγέννητον, καὶ γεννητὸν, καὶ κτίσμα. Τὰ γὰρ πράγματα τῶν ὀνομάτων ισχυρότερα, καὶ τὰ ὄντα τῶν λεγομένων πρὸς ἐνέργειαν ὠφελιμώτερα. Εἰ ἀγέννητος, φασὶν, ὁ Πατὴρ, γεννητὸς δὲ ὁ Υἱὸς, οὐ τῆς αὐτῆς οὐσίας. Ἀγέννητος γὰρ καὶ γεννητὸς οὐκ ἂν εἴη μιᾶς οὐσίας. Ἀλλ' οὐκ οὐσίας ἡμεῖς ταῦτα λέγομεν, ὀνόματα δὲ δηλοῦντα τὴν ἑκάστου αὔτῶν ὕπαρξιν. Οὐδὲν δὲ κωλύει διαφόρων ὀνομάτων μίαν οὐσίαν εἶναι, ὡς καὶ τὸ ἐναντίον διαφόρων οὐσιῶν τῆς κτίσεως ἓν ὄνομα.
apart from one who begot could not exist. Let them state, therefore, who begot Him, if the Father did not beget Him. If God is unbegotten in substance, and the Son begotten in substance, and the Paraclete a creature in substance, then "Father and Son and Holy Spirit" are names alone apart from substances. Let them baptize, therefore, into unbegotten, and begotten, and creature. For realities are stronger than names, and existing things more profitable for efficacy than words spoken. If the Father, they say, is unbegotten, and the Son begotten, They are not of the same substance. For unbegotten and begotten could not be of one substance. Yet we do not call these substances, but names indicating the mode of existence of each of Them. And nothing prevents there being one substance of different names, just as conversely there is one name of the diverse substances of creation.
3. Εἰ ὁμοούσιος, φασὶν, ὁ Υἱὸς τῷ Πατρὶ ὁ Πατὴρ δὲ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητός· ἡ αὐτὴ ἄρα οὐσία ἀγέννητος καὶ γεννητή. Ἀλλ' οὐ μέρος φαμὲν τὸν Υἱὸν τοῦ Πατρὸς, ὡς διαιρουμένην τὴν οὐσίαν ἀγέννητον καὶ γεννητὸν εἶναι, ἀλλ' ὅλον ὅλου γεννητὸν ἐξ ἀγεννήτου, τέλεια δύο, καὶ οὐ δύο μέρη ἐξ ἑνός τινος. Εἰ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐλήλυθεν ὁ Σωτὴρ, ὡς αὐτός φησιν, Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου· πάντα ὅσα ὁ Πατὴρ λέγεται, ἀνάγκη καὶ τὸν Υἱὸν λέγεσθαι. Λεχθήσεται οὖν καὶ ἀγέννητος, εἰ καὶ τοῦτο ὄνομα τοῦ Πατρός. Εἰ δὲ τιμὴ τοῦ Πατρός ἐστι τὸ ἀγέννητος ὄνομα, ὁμοίως δὲ καὶ τὸν Υἱὸν τιμᾷν δεῖ, κατὰ τὴν αὐτοῦ φωνὴν τὴν λέγουσαν· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἀνάγκη καὶ τὸν Υἱὸν ἀγέννητον λέγειν, ἵνα μία τιμὴ Πατρὸς καὶ Υἱοῦ σώζηται. Εἰ ἐφανέρωσεν ὁ Υἱὸς τὸ ὄνομα τοῦ Πατρὸς τοῖς ἀνθρώποις, ὡς αὐτός φησιν, Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, κύριον δὲ τῆς οὐσίας αὐτοῦ ὄνομα τὸ ἀγέννητος· δεικνύτωσαν ποῦ ἀγέννητον αὐτὸν ὁ Σωτὴρ εἴρηκεν. Εἰ μείζων πάντων ἐστὶν ὁ Θεὸς, πότερον ἢ οὐσίᾳ μείζων ἐστὶν, ἢ τῷ πάντων αὐτὸν αἴτιον εἶναι, αὐτὸν δὲ μηδενὸς γεγεννῆσθαι; Εἰ μὲν γὰρ ᾗ οὐσία, καὶ πᾶσα ἡ οὐσία μείζων πάντων ἐστίν· εἰ δὲ ᾗ ἀγέννητος, οὐ ταὐτὸν ἄρα οὐσία καὶ ἀγέννητος. Εἰ τὸ ἀγέννητον ἔστι τι, καὶ τὸ ἀθάνατον, καὶ τὸ ἀτελεύτητον, καὶ τὸ ἄνοσον, καὶ τὸ ἀγήρων ἔσται τι. Οὐκοῦν τῷ μὲν ἀγέννητος εἶναι ὑπερ-
3. If, they say, the Son is consubstantial with the Father, while the Father is unbegotten and the Son begotten, then the same substance is unbegotten and begotten. Yet we do not call the Son a part of the Father, as though the substance were divided into unbegotten and begotten, but whole of whole, begotten from Unbegotten, two perfect [Persons], and not two parts from some one thing. If the Saviour has come in the name of the Father, as He Himself says, "I have come in the name of My Father," all things whatsoever the Father is called, of necessity the Son also is called. He will therefore be called unbegotten as well, if this too is a name of the Father. And if the name "unbegotten" is an honour of the Father, and one must honour the Son in like manner, according to His own voice which says: "That all may honour the Son, just as they honour the Father," it is necessary to call the Son also unbegotten, so that one honour of Father and Son may be preserved. If the Son manifested the name of the Father to men, as He Himself says, "I have manifested Thy name to men," and the proper name of His substance is "unbegotten," let them show where the Saviour has called Him unbegotten. If God is greater than all, is He greater either in substance, or by His being the cause of all while He Himself has been begotten of none? For if insofar as He is substance, then every substance too is greater than all; whereas if insofar as He is unbegotten, then substance and unbegotten are not the same thing. If the unbegotten is something, then the immortal too, and the endless, and the diseaseless, and the ageless will be something. Therefore by being unbegotten He will
Notes, col. 685

On the reading

Printed ισχυρότερα, for ἰσχυρότερα.

Printed αὔτῶν, for αὐτῶν.

PG 29:688Read from the page
έξει πάντων, τοῖς δὲ ἄλλοις ταὐτὸν ἔσται ἀγγέλοις καὶ πνεύμασι καὶ ψυχαῖς. Καὶ γὰρ ταῦτα ἀθάνατα καὶ ἀτελεύτητα. Εἰ δὲ μὴ ἀφ' ὧν οὐκ ἔστιν, ἀλλ' ἀφ' ὧν ἐστιν ὑπερέχει (οὐδὲ γὰρ ἄνθρωπος ἀλόγου βελτίων τῷ μὴ εἶναι ἄψυχος καὶ ἀναίσθητος· ταῦτα γὰρ καὶ τὸ ἄλογον, ἀλλὰ τῷ εἶναι λογικός)· οὕτω καὶ ὁ Θεὸς, οὐ τῷ ἀγέννητος, ἀλλὰ τῷ πάντων αἴτιος εἶναι, ἔσται μείζων. Εἰ ἀντιδιαστέλλεται ὁ ἀγέννητος τῷ γεννητῷ· ὁ δὲ ἀγέννητος οὐσία ἁπλῆ· καὶ τῷ ἄτρεπτος καὶ ἀθάνατος καὶ ἀσχημάτιστος, καὶ πᾶσιν ἀντιδιασταλήσεται πρὸς τὴν γεννητόν. Εἰ γὰρ τινὶ μὲν ἀντιδιαστέλλεται, τοῖς δὲ λοιποῖς οὔ, σύνθετος καὶ οὐχ ἁπλοῦς. Εἰ ὁ γνοὺς, ὅτι ἀγέννητός ἐστιν ὁ Θεὸς, ὅ τι ποτέ ἐστιν ὁ Θεὸς ἀκριβῶς ἔγνω, μεῖζον δὲ οὐδέν ἐστι τοῦ τὸν Θεὸν κατὰ τὴν αὐτοῦ φύσιν γνῶναι, ἀλλ' αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ὁ διδάξας ἡμᾶς, ὅτι ἀγέννητός ἐστιν ὁ Θεὸς, μείζων εὑρεθήσεται ὧν ὁ Θεὸς ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνων γὰρ οὐδὲν δυνατὸν ἄνθρωπον ὄντα γνῶναι· ὧν οὔτε ὀφθαλμός τις εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἀλλὰ μὴν καὶ ἁμαρτωλοὶ τὸ ἀγέννητος ὄνομα ἤκουσαν. Τὸ μεῖζον οὖν ἢ δι' ἑαυτοῦ ἢ δι' ἑτέρου ὁ Θεὸς τοὺς ἁμαρτωλοὺς διδάξας, τὸ ἧττον καὶ μηδὲν εἰς ζωὴν αἰώνιον συντελοῦν τοῖς δικαίοις ἐφύλαξε. Καὶ πῶς οὐκ ἄτοπον; Τὸ ἀγέννητος οὔτε ὅρος ἐστὶ Θεοῦ, οὔτε ἴδιον. Ταῦτα γὰρ ἀντιστρέφει ἐκείνοις ὧν ὅρος ἢ ἴδιον τυγχάνουσιν. Ἄνθρωπος γὰρ ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· καὶ εἴ τι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἄνθρωπος τοῦτο· ἴδιον δὲ ἀνθρώπου τὸ γελαστικὸν, καὶ εἴ τι γελαστικὸν, ἄνθρωπος. Τὸ δὲ ἀγέννητος εἴ τις συγχωρήσει ἐπὶ μόνου Θεοῦ λέγεσθαι, οὐχ ἅμα καὶ εἴ τι Θεὸς, τοῦτο ἀγέννητον. Ὁ οὖν Υἱὸς, Θεὸς ὢν, οὐκ ἀγέννητός ἐστιν. Οὔτε γοῦν ὅρος οὔτε ἴδιον τὸ ἀγέννητος· οὐ γὰρ ἀντιστρέφει.
surpass all, whereas in the other things He will be the same as angels and spirits and souls. For these too are immortal and endless. But if He surpasses not by the things He is not, but by the things He is (for neither is a human being better than an irrational creature by not being inanimate and insensate—for the irrational creature has these things too—but by being rational); so also God will be greater, not by being unbegotten, but by being the cause of all. If the Unbegotten is set in contradistinction to the begotten, and the Unbegotten is a simple substance, then by being immutable and immortal and formless, and in all respects, He will be set in contradistinction to the begotten. For if in some respect He is set in contradistinction, while in the remaining respects not so, He is composite and not simple. If he who has come to know that God is unbegotten has known accurately whatever God is, and nothing is greater than knowing God according to His nature, rather this is eternal life, then he who taught us that God is unbegotten will be found greater than the things God has prepared for those who love Him. For none of those things is it possible for one who is human to know—things which no eye has seen, nor ear heard, nor have they entered into the heart of man. Yet surely even sinners have heard the name "unbegotten." Having taught sinners, then, either through Himself or through another, what is greater, God kept for the righteous what is lesser and contributes nothing towards eternal life. And how is this not absurd? "Unbegotten" is neither a definition of God, nor a property. For these are convertible with those things of which they are a definition or a property. For man is a rational, mortal living being, receptive of mind and knowledge; and if anything is a rational, mortal living being, receptive of mind and knowledge, that thing is man; and the capacity for laughter is a property of man, and if anything has the capacity for laughter, it is man. Whereas even if someone shall grant that "unbegotten" is predicated of God alone, it does not at the same time follow that if anything is God, that thing is unbegotten. The Son, therefore, though being God, is not unbegotten. Neither a definition, then, nor a property is "unbegotten"; for it is not convertible.
Ὅτι οὐ κτίσμα ὁ Υἱός.
That the Son is not a creature.
1. Εἰ κτίσμα Θεοῦ ὁ Υἱὸς, πᾶν δὲ κτίσμα δοῦλον τοῦ κτίστου· δοῦλος ὁ Χριστὸς, καὶ οὐχ Υἱὸς τοῦ Θεοῦ. Οὐκ ἔλαβεν οὖν μορφὴν δούλου, Κύριος ὢν, ἀλλ' ἦν δοῦλος. Τὸ ποίημα τῷ ποιητῇ τῆς αὐτῆς δυνάμεως οὐ κοινωνεῖ· οὐδὲν ἄρα κοινόν ἐστιν Υἱοῦ καὶ Πατρός· οὐδὲ ἡ κτίσις, εἴπερ ποίημα καὶ οὐ γέννημα ὁ Υἱός. Εἰ γέννημα ὁ Υἱὸς, ὡς ἓν τῶν γεννη-
1. If the Son is a creature of God, and every creature is a servant of its Creator; Christ is a servant, and not the Son of God. He did not, therefore, take the form of a servant while being Lord, but was a servant. What is made does not share the same power with its Maker; there is nothing in common, then, between Son and Father—not even creation, if indeed the Son is a thing made and not an offspring. If the Son is an offspring, as one of the off-
Notes, col. 688

On the reading

Printed τὴν γεννητόν, for τὸν γεννητόν.

PG 29:689Read from the page
μάτων, πᾶν δὲ γέννημα κτίσμα, οὐ κτίσμα ὁ Υἱός· οὐδὲ γὰρ γέννημα ὡς ἐκεῖνα. Εἰ ἐλάττονα ὁ Θεὸς δημιουργεῖν οὐκ ἠδύνατο τοῦ ἑνὸς Υἱοῦ, διὰ τὸ μὴ πεφυκέναι· οὐδὲ ὁ Υἱὸς ἄρα διάφορα δημιουργήσει, ἀλλὰ ἕν τι. Εἰ τὰ ἐλάττω ὑπὸ ἐλάττονος δημιουργεῖται, καὶ τὰ μείζονα δὲ ὑπὸ μείζονος· διὰ πολλῶν ἄρα ἡ κτίσις, ἐπεὶ οὐ πᾶσα ἴση. Εἰ δημιουργικὸς ὁ Θεὸς φύσει, οὐχ ἑνὸς ἔσται, ἀλλὰ πολλῶν. Ἢ γὰρ ἀσθενείᾳ ἄλλο οὐ δημιουργεῖ, ἢ φθόνῳ καὶ βασκανίᾳ. Εἰ διὰ Υἱοῦ Πατρὸς δύναμις ἐδημιούργησε, Πατὴρ καὶ οὐχ Υἱὸς ὁ δημιουργὸς, ὥσπερ οὐδὲ τὸ ἐργαλεῖον ὁ τεχνίτης Οὐκ ἄρα οὖν ταπεινότερον ἢ κατὰ τὸν Πατέρα τὸ δημιουργεῖν τὰ ὑπὸ τοῦ Υἱοῦ γενόμενα. Εἰ τὴν δημιουργίαν τῆς οὔσης κτίσεως ἐπῃσχύνθη δι' ἑαυτοῦ ποιῆσαι ὁ Θεὸς, καὶ τὴν δοξολογίαν αὐτῆς οὐ προσίεται. Ἃ γὰρ ποιῆσαι ἐπησχύνετο, γενόμενα ἴδια νομισθῆναι οὐ θελήσει. Εἰ ταὐτὸν κτίζειν καὶ γεννᾷν τὸν Θεὸν, ἐπειδὴ ἁπλοῦς· ταὐτὸν καὶ τὸ σώζειν αὐτὸν καὶ ἀπολλύειν, καὶ ζωογονεῖν καὶ ἀποκτείνειν. Εἰ δὲ τοῦτο, ταὐτὸν ἄρα σωτηρία καὶ ἀπώλεια, καὶ ζωὴ καὶ θάνατος. Εἰ Θεοῦ Χριστὸς δύναμις καὶ σοφία, ταῦτα δὲ ἄκτιστα καὶ συναΐδια Θεῷ (οὐ γὰρ ἦν ποτε ἄσοφος καὶ ἀδύναμος)· ἄκτιστος καὶ συναΐδιος Χριστὸς Θεῷ· ει δὲ, καθὸ ἐνέργεια, δύναμις, καὶ σοφία Θεοῦ λέγεται, καὶ ἡμεῖς δύναμις καὶ σοφία Κυρίου λεγοίμεθα ἂν, ὡς αὐτὸς Θεοῦ. Ἀλλ' ἄτοπον. Εἰ μὴ ἀΐδιος Θεὸς ὁ Υἱὸς, ἐξ ἀνάγκης πρόσφατος· εἰ μὴ ἀληθινὸς, ψευδής· ει μὴ φύσει, θέσει. Ἀσεβῶν δὲ προσφάτοις καὶ ψευδέσι καὶ μὴ φύσει λατρεύειν. Οὐκ ἔσται γάρ σοι, φησὶ, Θεὸς πρόσφατος· καὶ ὁ Παῦλος· Ἀλλὰ τότε μὴν, οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς. Ἢ ἀσεβεῖς οἱ οὕτω Χριστῷ λατρεύοντες· ἢ φύσει καὶ ἀληθινὸς Θεὸς, καὶ εὐσεβεῖς. Εἰ ὁ Υἱὸς ἐνέργημα, καὶ οὐ γέννημα, οὔτε ὁ ἐνεργήσας, οὔτε μὴν τὸ ἐνεργηθὲν αὐτός ἐστιν (ἕτερον γὰρ ἦν ἡ ἐνέργεια παρὰ ταῦτα), ἀλλὰ καὶ ἀνυπόστατος· οὐδεμία γὰρ ἐνέργεια ἐνυπόστατος. Εἰ δὲ τὸ ἐνεργηθὲν, τρίτος ἐκ Πατρὸς, καὶ οὐκ ἀμεσίτευτος. Ὁ ἐνεργήσας γὰρ πρῶτος, εἶτα ἡ ἐνέργεια, καὶ οὕτω τὸ ἐνεργηθέν. Εἰ μονογενὴς ὁ Υἱὸς, διὰ τὸ μόνος ἐκ μόνου γεγεννῆσθαι· μονόκτιστος κυριώτερον ἂν λέγοιτο, κτίσμα μὲν ἀληθῶς κατ' Εὐνόμιον ὢν, γέννημα δὲ ψευδωνύμως καλούμενος. Εἰ ὁ Υἱὸς δημιούργημα τοῦ Πατρὸς μόνος, τὰ δὲ πάντα τοῦ Υἱοῦ, εἰπὼν, Τὰ ἐμὰ πάντα σά ἐστι, δυνατὸν εἰπεῖν· ἐπαγαγὼν δὲ, Καὶ τὰ σὰ ἐμὰ, κατ' Εὐνό-
springs, and every offspring is a creature, the Son is not a creature; for neither is He an offspring as those are. If God could not create things inferior to the one Son, because it was not in His nature; then neither will the Son create diverse things, but some one thing. If lesser things are created by a lesser, and greater things by a greater; creation then is through many, since it is not all equal. If God is creative by nature, He will be the Creator not of one, but of many. For either through weakness He does not create another, or through envy and grudging. If through the Son the Father's power created, the Father and not the Son is the Creator, just as the tool is not the craftsman. It is not, therefore, more lowly than befits the Father to create the things that came into being by the Son. If God was ashamed to make the creation that exists by Himself, He does not accept its doxology either. For the things He was ashamed to make, once they have come into being He will not wish to be reckoned His own. If for God to create and to beget are the same thing, since He is simple; then for Him to save and to destroy are also the same thing, and to give life and to kill. And if this is so, then salvation and destruction are the same thing, and life and death. If Christ is the power and wisdom of God, and these are uncreated and coeternal with God (for never was He unwise and powerless); Christ is uncreated and coeternal with God; whereas if, insofar as He is an effect of activity, He is called the power and wisdom of God, we too might be called the power and wisdom of the Lord, just as He Himself is of God. Yet this is absurd. If the Son is not eternal God, of necessity He is recent; if not true, false; if not by nature, by convention. Yet it belongs to the impious to worship gods that are recent and false and not by nature. "For there shall not be in you," He says, "a recent god"; and Paul: "But at that time, not knowing God, you served those that by nature are not gods." Either those who thus worship Christ are impious; or He is by nature and true God, and they are pious. If the Son is an effect of activity, and not an offspring, He Himself is neither He Who acted, nor yet what was effected (for the activity was something other alongside these), and He is also without hypostasis; for no activity is enhypostatic. Whereas if He is what was effected, He is third from the Father, and not unmediated. For He Who acted is first, next the activity, and thus what was effected. If the Son is only-begotten through having been begotten alone from Alone; He would more properly be called only-created, being truly a creature according to Eunomius, while falsely styled an offspring. If the Son alone is the work of the Father, and all things are the work of the Son, when He said, "All Mine are Thine," it is possible to say this; but when He added, "And Thine are Mine," according to Euno-
Notes, col. 689

On the reading

Printed τεχνίτης Οὐκ, for τεχνίτης. Οὐκ.

Printed ει, for εἰ.