τῷ Ἰακώβ. Παντὶ οὖν δῆλον, ὅτι ἔνθα καὶ ἄγγελος καὶ Θεὸς ὁ αὐτὸς προσηγόρευται, ὁ Μονογενής ἐστι δηλούμενος, ἐμφανίζων ἑαυτὸν κατὰ γενεὰν τοῖς ἀνθρώποις, καὶ τὸ θέλημα τοῦ Πατρὸς τοῖς ἁγίοις ἑαυτοῦ διαγγέλλων. Ὥστε καὶ ἐπὶ τοῦ Μωϋσέως ὄντα ἑαυτὸν ὀνομάσας, οὐκ ἄλλος τις παρὰ τὸν Θεὸν Λόγον, τὸν ἐν ἀρχῇ ὄντα πρὸς τὸν Θεὸν, νοηθείη.
to Jacob. To everyone, therefore, it is clear that wherever the very same One is addressed as both angel and God, it is the Only-begotten Who is signified, manifesting Himself generation by generation to mankind, and announcing the will of the Father to His own saints. So that He Who in the time of Moses also named Himself Him Who is could be understood as none other beside God the Word, Who was in the beginning with God.
19. Ἀλλ' οἱ τὴν ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες μὴ ὄντα προσειπεῖν τὸν Υἱὸν οὐκ ἀπώκνησαν. Καὶ Ὁ μὲν ἄφρων ἐν καρδίᾳ αὐτοῦ εἶπεν, Οὐκ ἔστι Θεός· οἱ δὲ οὐ διενοήθησαν μόνον, ἀλλὰ καὶ ἐλάλησαν ἐν πονηρίᾳ, καὶ γραφῇ παραδοῦναι εἰς τὸν ἔπειτα χρόνον οὐ παρητήσαντο, μὴ ὄντα τολμήσαντες τὸν Θεὸν ὀνομάσαι. Καὶ ἐπειδή γε ὁρῶσιν οὐδὲ τοὺς δαίμονας αὐτοὺς ἀπαρνουμένους τὸ εἶναι Θεὸν, οὗτοι, εἰς τὸν κατόπιν χρόνον ἐπανελθόντες τῷ λόγῳ, ἐκεῖ τὴν ἀσεβῆ ἑαυτῶν ἐπιθυμίαν ἀποπληροῦσι, μὴ εἶναί ποτε τὸν Υἱὸν βλασφημοῦντες, ὡς τῇ μὲν ἑαυτοῦ φύσει μὴ ὄντα, χάριτι δὲ εἰς τὸ εἶναι ὑπὸ τοῦ Θεοῦ παραχθέντα. Εἶτα ἣν ὁ Παῦλος περὶ τῶν εἰδώλων ἀφῆκε φωνὴν, εἰπών· Ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· καὶ ὁ Ἱερεμίας· Καὶ ὤμνυσαν ἐν τοῖς μὴ οὖσι θεοῖς· καὶ ἡ σοφωτάτη Ἐσθήρ· Μὴ παραδῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσι· ταύτην οὗτοι περὶ τοῦ ἀληθινοῦ Θεοῦ εἰπόντες, πῶς ἂν δικαίως ἔτι τῆς Χριστιανῶν προσηγορίας μεταποιοῖντο; Καὶ γάρ που καὶ ἑτέρωθι ὁ αὐτὸς οὗτος Ἀπόστολος, ὁ ἐν Πνεύματι Θεοῦ λαλῶν, μὴ ὄντα ὀνομάζει τὰ ἔθνη διὰ τὸ τῆς γνώσεως τοῦ Θεοῦ ἐστερῆσθαι, εἰπὼν, ὅτι Τὰ μὴ ὄντα ἐξελέξατο ὁ Θεός. Ἐπεὶ γὰρ ὢν καὶ ἀλήθεια καὶ ζωὴ ὁ Θεὸς, οἱ τῷ Θεῷ τῷ ὄντι μὴ ἡνωμένοι κατὰ τὴν πίστιν, τῇ δὲ ἀνυπαρξίᾳ τοῦ ψεύδους οἰκειωθέντες διὰ τῆς περὶ τὰ εἴδωλα πλάνης, εἰκότως, οἶμαι, διὰ τὴν στέρησιν τῆς ἀληθείας, καὶ τὴν ἀπὸ τῆς ζωῆς ἀλλοτρίωσιν, μὴ ὄντες προσηγορεύθησαν. Ἀλλὰ καὶ τοῖς Ἐφεσίοις ἐπιστέλλων ὡς γνησίως ἡνωμένοις τῷ ὄντι δι' ἐπιγνώσεως, ὄντας αὐτοὺς ἰδιαζόντως ὠνόμασεν, εἰπών· Τοῖς ἁγίοις τοῖς οὖσι, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Οὕτω γὰρ καὶ οι πρὸ ἡμῶν πα-
19. Yet those who speak iniquity unto the height did not shrink from addressing the Son as non-existent. And whereas The fool said in his heart, There is no God, these men not only thought it, but also spoke in wickedness, and did not decline to hand it down in writing for time hereafter, daring to name God non-existent. And since indeed they see not even the demons themselves denying that God exists, these men, returning in argument to past time, there fulfil their own impious desire, blaspheming that at some time the Son was not, as being by His own nature non-existent, while brought forth into being by grace by God. Then the utterance which Paul let fall concerning idols, saying, You served those that by nature are not gods; and Jeremiah, And they swore by those that are not gods; and most wise Esther, Deliver not, O Lord, Thy sceptre to those that are not — when these men have spoken this utterance concerning the true God, how could they still justly lay claim to the appellation of Christians? For somewhere elsewhere too this very same Apostle, speaking in the Spirit of God, names the Gentiles things that are not, because of their having been deprived of the knowledge of God, saying, God chose the things that are not. For since God is He Who is, and truth, and life, those not united through faith to the God Who is, but made akin to the non-existence of falsehood through error concerning idols, reasonably, I think, because of the privation of truth and alienation from life, were addressed as non-existent. Moreover, writing to the Ephesians also as genuinely united through full knowledge to Him Who is, he specially named them existent, saying: To the saints who are, and the faithful in Christ Jesus. For thus also those before us have