Migne Reading Room

PG 29 · cols. 608–617 · Read from the page

Against Eunomius, five books

Against Eunomius, five books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:608Read from the page
οὖν τοῦ Εὐαγγελίου λάβωμεν τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἐκ δὲ τοῦ ψαλμοῦ ὡς ἐκ προσώπου τοῦ Πατρὸς ειρημένον τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε· καὶ συνθέντες ἀμφότερα, εἴπωμεν, ὅτι καὶ ἦν καὶ γεγέννηται. Ἀλλὰ τὸ μὲν, Γεγέννηκα, τὴν αἰτίαν ἀφ' ἧς ἔχει τὴν ἀρχὴν τοῦ εἶναι σημαίνει· τὸ δὲ, Ἦν, τὴν ἄχρονον αὐτοῦ καὶ προαιώνιον ὕπαρξιν. Ὁ δὲ, ἐπαγωνιζόμενος τῇ ἑαυτοῦ ἀπάτῃ, εἰς ἄτοπον τὸν λόγον ἀπάγειν οἴεται.
Gospel, then, let us take the saying, In the beginning was the Word; and from the Psalm, as spoken from the person of the Father, the saying, From the womb before the morning star I have begotten Thee; and putting both together, let us say that He both was and has been begotten. Yet the word, I have begotten, signifies the cause from which He has the principle of His being; whereas the word, Was, signifies His timeless and pre-eternal existence. He, however, contending on behalf of his own deceit, supposes that he leads the argument away into absurdity.
ΕΥΝ. Εἰ γὰρ, φησὶ, πρὸ τῆς γεννήσεως ἦν τῆς ἑαυτοῦ ὁ Υἱὸς, ἀγέννητος ἦν.
Eunomius. For if, he says, the Son existed before His own generation, He was unbegotten.
ΒΑΣ. Ἀλλὰ τὸ πρὸ τῆς γεννήσεως τοῦτο, ὦ μάταιε, ἤτοι ἀνύπαρκτόν ἐστι παντελῶς, καὶ διανοίας ἀναπλασμὸς οὐδενὶ ἐρειδομένης ὑποκειμένῳ· καὶ τί δεῖ ἀντιλέγειν τοῖς ἀνοήτοις; παραπλήσιον γὰρ τοῦτο, ὥσπερ ἂν εἰ καὶ τῷ τὸν λογισμὸν ἐκ φρενίτιδος παρενεχθέντι διεμαχόμεθα· ἢ εἰ πρός τι τῶν ὄντων φέρεται, καὶ πρὸς τὴν τῶν αἰώνων ἔννοιαν ἐνεχθήσεται. Ἀλλ' εἴπερ αἰῶνές πάντες κάτω που τῆς γενέσεως τοῦ Μονογενοῦς νοοῦνται, αὐτοῦ ἐκείνου ὄντες ποιήματα, μάταιος ὁ ἐπιζητῶν τῆς ὑποστάσεως τοῦ Υἱοῦ τὰ πρεσβύτερα. Οὐδὲν γὰρ ἀλλοιότερον ἐρωτᾷ, ἢ εἰ καὶ περὶ τοῦ Πατρὸς ἐπυνθάνετο, πότερον ὑπῆρχε πρὸ τῆς ἰδίας συστάσεως, ἢ οὐχί. Ὡς γὰρ ἐκεῖ ἀνόητον τὸ ἐρώτημα, ἐπὶ τοῦ ἀνάρχου καὶ ἀγεννήτου ζητεῖν τὸ ἀνώτερον· οὕτω καὶ ἐνταῦθα, ἐπὶ τοῦ ἐξ ἀϊδίου τῷ Πατρὶ συνόντος, καὶ οὐδὲν ἔχοντος μέσον ἑαυτοῦ τε καὶ τοῦ γεννήσαντος, χρονικὰς ποιεῖσθαι τοῦ προτέρου τὰς ἐρωτήσεις, τῆς ἴσης ὄντως ἀνοίας. Παραπλήσιον γὰρ ἐρωτᾷν, τί ἔσται μετὰ τὴν τελευτὴν τοῦ ἀθανάτου, καὶ ἐπιζητεῖν τί ὑπῆρχε πρὸ τῆς γεννήσεως τοῦ ἀϊδίου. Οἱ δὲ, ἐπειδὴ τὸ ἄναρχον τοῦ Πατρὸς ἀΐδιον ὀνομάζεται, ταυτὸν τὸ ἀνάρχῳ τὸ ἀΐδιον ἀποφαίνουσι, καὶ ἐπειδὴ μὴ ἀγέννητος ὁ Υἱὸς, οὐδὲ ἀΐδιον εἶναι ὁμολογοῦσι. Πλεῖστον δὲ διαφέρει κατὰ τὴν ἔννοιαν. Ἀγέννητον μὲν γὰρ λέγεται τὸ μηδεμίαν ἀρχὴν ἑαυτοῦ, μηδὲ αἰτίαν ἔχον τοῦ εἶναι· ἀΐδιον δὲ τὸ χρόνου παντὸς καὶ αἰῶνος κατὰ τὸ εἶναι πρεσβύτερον. Ὅθεν καὶ ὁ Υἱὸς, καὶ οὐκ ἀγέννητος, καὶ ἀΐδιος. Ἤδη δὲ καὶ τοὺς αἰῶνας ἀξιοῦσί τινες τῆς τοῦ ἀϊδίου προσηγορίας, ὡς ἐκ τοῦ ἀεὶ εἶναι τῆς κλήσεως ταύτης τετυχηκότας. Ἡμεῖς δὲ τῆς αὐτῆς λογιζόμεθα παρανοίας καὶ τῇ κτίσει προσμαρτυρεῖν τὸ ἀΐδιον, καὶ τὸν Δεσπότην τῆς κτίσεως τῆς ὁμολογίας ταύτης ἀποστερεῖν.
Basil. Yet this phrase, before generation, O vain man, is either wholly non-existent and a figment of a mind resting on no underlying reality — and what need is there to contradict the senseless? for this is much as if we were disputing even with one deranged in his reasoning from frenzy — or, if it refers to anything among things that exist, it will also be carried back towards the notion of the ages. Yet if indeed all ages are conceived somewhere beneath the generation of the Only-begotten, being works of His very own making, vain is he who seeks things older than the hypostasis of the Son. For he asks nothing different than if he were inquiring concerning the Father also, whether He existed before His own constitution, or not. For just as there the question is senseless, in the case of Him Who is without beginning and unbegotten, to seek what is higher; so here also, in the case of Him Who from eternity coexists with the Father and has nothing intermediate between Himself and Him Who begot Him, to make temporal inquiries about priority belongs truly to the same folly. For to ask what will be after the decease of the immortal is much like seeking what existed before the generation of the eternal. They, however, because the Father's being without beginning is called eternal, declare the eternal identical with the unoriginate, and because the Son is not unbegotten, they confess Him not even to be eternal. Yet it differs vastly in meaning. For that is called unbegotten which has neither any beginning of itself nor cause of its being; whereas that is eternal which in being is older than all time and age. Whence the Son also is both not unbegotten, and eternal. Indeed some deem even the ages worthy of the appellation of eternal, as having obtained this title from existing always. We, however, reckon it of the same madness both to attest eternity to creation and to deprive the Master of creation of this confession.
18. Ὁ δὲ, πρὸς τὸ ἀναίσχυντον ἐκφέρων τὸν λόγον, τί φησιν;
18. Yet he, carrying forward his argument towards shamelessness, what does he say?
ΕΥΝ. Ἡμεῖς δὲ, τοῖς τε ὑπὸ τῶν ἁγίων καὶ πάλαι καὶ νῦν ἐφ' ἡμῶν ἀποδεικνυμένοις ἐμμένον-
Eunomius. And we, abiding in the things demonstrated both of old by the saints and now in our own time,
Notes, col. 608

On the reading

Printed ειρημένον, for εἰρημένον.

Printed αἰῶνές, for αἰῶνες.

Printed τὸ ἀνάρχῳ, for τῷ ἀνάρχῳ.

PG 29:609Read from the page
τες, μήτε τῆς οὐσίας τοῦ Θεοῦ προσιεμένης γέννησιν, μήτε μὴν ἑτέρας τινὸς ὑποκειμένης εἰς Υἱοῦ γέννησιν, μὴ ὄντα φαμὲν τόν Υἱὸν γεγεννῆσθαι.
since neither does the substance of God admit generation, nor indeed does any other underlie for the generation of a Son, say that the Son, not existing, has been begotten.
ΒΑΣ. Τίς οὕτως ἐπ' εὐσεβείᾳ φιλότιμος; τίς ἐπὶ τῷ φιλόχριστος εἶναι τοσοῦτον ἐκαλλωπίσατο, ὅσον οὗτοι τοῖς τῆς ὕβρεως καὶ ἀτιμίας ῥήμασι, καὶ καθαιρετικοῖς τῆς δόξης τοῦ Μονογενοῦς ἐπαγάλλονται; Οὐ παύσῃ μὴ ὄντα προσαγορεύων, ὦ ἄθεε, τὸν ὄντως ὄντα, τὴν πηγὴν τῆς ζωῆς, τὸν πᾶσι τοῖς οὖσι τοῦ εἶναι παρεκτικόν; Ὅς οἰκείαν ἑαυτῷ καὶ πρέπουσαν τῇ ἑαυτοῦ ἀϊδιότητι ἐν τῷ πρὸς τὸν ἴδιον θεράποντα Μωϋσέα χρηματισμῷ προσηγορίαν ἐξεῦρεν, ὄντα ἑαυτὸν ὀνομάσας; Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ὤν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ μὴ οὐχὶ ἐκ προσώπου τοῦ Κυρίου εἰρῆσθαι· οὔκουν ὅστις γε μὴ τὸ Ἰουδαϊκὸν κάλυμμα ἐπὶ τῇ ἀναγνώσει Μωϋσέως κατὰ τῆς ἑαυτοῦ καρδίας ἐπικείμενον ἔχει. Γέγραπται γὰρ, ὅτι ὤφθη τῷ Μωϋσεῖ ἄγγελος Κυρίου ἐπὶ τοῦ βάτου ἐν πυρὶ φλογός. Ἄγγελον τοίνυν προτάξασα τῆς διηγήσεως ἡ Γραφὴ, Θεοῦ ἐπάγει τὴν φωνήν. Εἶπε γὰρ, φησὶ, τῷ Μωϋσεῖ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου Ἀβραάμ· καὶ μετ' ὀλίγα πάλιν· Ἐγώ εἰμι ὁ ὤν. Τίς οὖν ὁ αὐτὸς καὶ ἄγγελος καὶ Θεός; Ἄρα οὐχὶ περὶ οὗ μεμαθήκαμεν, ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος; Ἐγὼ μὲν οὐκ οἶμαι πλειόνων δεῖν πρὸς τὴν ἀπόδειξιν, ἀλλὰ τοῖς μὲν φιλοχρίστοις ἐξαρκεῖν καὶ τὴν ὑπόμνησιν, τοῖς δὲ ἀνιάτως ἔχουσι μηδὲν ὄφελος ἐκ τοῦ πλήθους τῶν λεγομένων ἔσεσθαι. Ει γὰρ καὶ ὕστερον ἐγένετο τῆς μεγάλης βουλῆς Ἄγγελος, ἀλλ' οὐδὲ πρότερον ἀπηξίου τὴν τοῦ ἀγγέλου προσηγορίαν. Οὐ γὰρ ἐνταῦθα μόνον εὑρήσομεν τὸν Κύριον ἡμῶν καὶ ἄγγελον καὶ Θεὸν ὑπὸ τῆς Γραφῆς ὀνομασθέντα· ἀλλὰ καὶ Ἰακὼβ, τὴν ὀπτασίαν ταῖς γυναιξὶ διηγούμενος, φησί· Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ· καὶ μετ' ὀλίγα παρὰ τοῦ αὐτοῦ· Ἐγώ ειμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην. Καίτοι ἐκεῖ ἐπὶ τῆς στήλης τῷ Ἰακὼβ εἴρηται· Ἐγὼ Κύριος ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ. Ὁ τοίνυν ἐνταῦθα ἄγγελος εἰρημένος, οὗτος ἐκεῖ λέγει πεφανερῶσθαι
Basil. Who was ever so ambitious for piety? who ever prided himself so much on being a lover of Christ, as these men exult in words of insolence and dishonour, subversive of the glory of the Only-begotten? Will you not cease, O godless man, calling non-existent Him Who truly is, the fountain of life, the One Who bestows being upon all things that exist? Who found out an appellation proper to Himself and befitting His own eternity in His oracle to His own servant Moses, naming Himself Him Who is? For I am, He says, He Who is. And no one will gainsay these words, that they were spoken from the person of the Lord; at least no one who does not have the Jewish veil lying upon his own heart at the reading of Moses. For it is written that an angel of the Lord appeared to Moses upon the bush in a flame of fire. Scripture, therefore, having placed an angel at the head of the narrative, subjoins the voice of God. For He said, it says, to Moses: I am the God of your father Abraham; and a little later again: I am He Who is. Who then is the very same, both angel and God? Is it not He concerning Whom we have learned that His name is called Angel of great counsel? For my part I do not think there is need of more words towards the proof, but that for lovers of Christ even the reminder suffices, whereas for those who are incurably disposed there will be no profit from the multitude of things said. For even if afterwards He became Angel of great counsel, yet neither beforehand did He disdain the appellation of angel. For not here alone shall we find our Lord named both angel and God by Scripture; but Jacob also, recounting the vision to his wives, says: And the angel of God said to me; and a little later from the Same: I am the God Who appeared to you in the place where you anointed a pillar to Me there. And yet there at the pillar it was spoken to Jacob: I am the Lord, the God of Abraham your father, and the God of Isaac. He, therefore, Who is here called an angel, this One says that there He was manifested
Notes, col. 609

On the reading

Printed τόν, for τὸν.

Printed Ὅς, for Ὃς.

Printed Ἄρα, for Ἆρα.

Printed Ει, for Εἰ.

Printed ειμι, for εἰμι.

PG 29:612Read from the page
τῷ Ἰακώβ. Παντὶ οὖν δῆλον, ὅτι ἔνθα καὶ ἄγγελος καὶ Θεὸς ὁ αὐτὸς προσηγόρευται, ὁ Μονογενής ἐστι δηλούμενος, ἐμφανίζων ἑαυτὸν κατὰ γενεὰν τοῖς ἀνθρώποις, καὶ τὸ θέλημα τοῦ Πατρὸς τοῖς ἁγίοις ἑαυτοῦ διαγγέλλων. Ὥστε καὶ ἐπὶ τοῦ Μωϋσέως ὄντα ἑαυτὸν ὀνομάσας, οὐκ ἄλλος τις παρὰ τὸν Θεὸν Λόγον, τὸν ἐν ἀρχῇ ὄντα πρὸς τὸν Θεὸν, νοηθείη.
to Jacob. To everyone, therefore, it is clear that wherever the very same One is addressed as both angel and God, it is the Only-begotten Who is signified, manifesting Himself generation by generation to mankind, and announcing the will of the Father to His own saints. So that He Who in the time of Moses also named Himself Him Who is could be understood as none other beside God the Word, Who was in the beginning with God.
19. Ἀλλ' οἱ τὴν ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες μὴ ὄντα προσειπεῖν τὸν Υἱὸν οὐκ ἀπώκνησαν. Καὶ Ὁ μὲν ἄφρων ἐν καρδίᾳ αὐτοῦ εἶπεν, Οὐκ ἔστι Θεός· οἱ δὲ οὐ διενοήθησαν μόνον, ἀλλὰ καὶ ἐλάλησαν ἐν πονηρίᾳ, καὶ γραφῇ παραδοῦναι εἰς τὸν ἔπειτα χρόνον οὐ παρητήσαντο, μὴ ὄντα τολμήσαντες τὸν Θεὸν ὀνομάσαι. Καὶ ἐπειδή γε ὁρῶσιν οὐδὲ τοὺς δαίμονας αὐτοὺς ἀπαρνουμένους τὸ εἶναι Θεὸν, οὗτοι, εἰς τὸν κατόπιν χρόνον ἐπανελθόντες τῷ λόγῳ, ἐκεῖ τὴν ἀσεβῆ ἑαυτῶν ἐπιθυμίαν ἀποπληροῦσι, μὴ εἶναί ποτε τὸν Υἱὸν βλασφημοῦντες, ὡς τῇ μὲν ἑαυτοῦ φύσει μὴ ὄντα, χάριτι δὲ εἰς τὸ εἶναι ὑπὸ τοῦ Θεοῦ παραχθέντα. Εἶτα ἣν ὁ Παῦλος περὶ τῶν εἰδώλων ἀφῆκε φωνὴν, εἰπών· Ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· καὶ ὁ Ἱερεμίας· Καὶ ὤμνυσαν ἐν τοῖς μὴ οὖσι θεοῖς· καὶ ἡ σοφωτάτη Ἐσθήρ· Μὴ παραδῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσι· ταύτην οὗτοι περὶ τοῦ ἀληθινοῦ Θεοῦ εἰπόντες, πῶς ἂν δικαίως ἔτι τῆς Χριστιανῶν προσηγορίας μεταποιοῖντο; Καὶ γάρ που καὶ ἑτέρωθι ὁ αὐτὸς οὗτος Ἀπόστολος, ὁ ἐν Πνεύματι Θεοῦ λαλῶν, μὴ ὄντα ὀνομάζει τὰ ἔθνη διὰ τὸ τῆς γνώσεως τοῦ Θεοῦ ἐστερῆσθαι, εἰπὼν, ὅτι Τὰ μὴ ὄντα ἐξελέξατο ὁ Θεός. Ἐπεὶ γὰρ ὢν καὶ ἀλήθεια καὶ ζωὴ ὁ Θεὸς, οἱ τῷ Θεῷ τῷ ὄντι μὴ ἡνωμένοι κατὰ τὴν πίστιν, τῇ δὲ ἀνυπαρξίᾳ τοῦ ψεύδους οἰκειωθέντες διὰ τῆς περὶ τὰ εἴδωλα πλάνης, εἰκότως, οἶμαι, διὰ τὴν στέρησιν τῆς ἀληθείας, καὶ τὴν ἀπὸ τῆς ζωῆς ἀλλοτρίωσιν, μὴ ὄντες προσηγορεύθησαν. Ἀλλὰ καὶ τοῖς Ἐφεσίοις ἐπιστέλλων ὡς γνησίως ἡνωμένοις τῷ ὄντι δι' ἐπιγνώσεως, ὄντας αὐτοὺς ἰδιαζόντως ὠνόμασεν, εἰπών· Τοῖς ἁγίοις τοῖς οὖσι, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Οὕτω γὰρ καὶ οι πρὸ ἡμῶν πα-
19. Yet those who speak iniquity unto the height did not shrink from addressing the Son as non-existent. And whereas The fool said in his heart, There is no God, these men not only thought it, but also spoke in wickedness, and did not decline to hand it down in writing for time hereafter, daring to name God non-existent. And since indeed they see not even the demons themselves denying that God exists, these men, returning in argument to past time, there fulfil their own impious desire, blaspheming that at some time the Son was not, as being by His own nature non-existent, while brought forth into being by grace by God. Then the utterance which Paul let fall concerning idols, saying, You served those that by nature are not gods; and Jeremiah, And they swore by those that are not gods; and most wise Esther, Deliver not, O Lord, Thy sceptre to those that are not — when these men have spoken this utterance concerning the true God, how could they still justly lay claim to the appellation of Christians? For somewhere elsewhere too this very same Apostle, speaking in the Spirit of God, names the Gentiles things that are not, because of their having been deprived of the knowledge of God, saying, God chose the things that are not. For since God is He Who is, and truth, and life, those not united through faith to the God Who is, but made akin to the non-existence of falsehood through error concerning idols, reasonably, I think, because of the privation of truth and alienation from life, were addressed as non-existent. Moreover, writing to the Ephesians also as genuinely united through full knowledge to Him Who is, he specially named them existent, saying: To the saints who are, and the faithful in Christ Jesus. For thus also those before us have
Notes, col. 612

On the reading

Printed οι, for οἱ.

PG 29:613Read from the page
ραδεδώκασι, καὶ ἡμεῖς ἐν τοῖς παλαιοῖς τῶν ἀντιγράφων εὑρήκαμεν. Ὁ δὲ οὐδὲ ἧς οἱ δοῦλοι τοῦ Χριστοῦ προσηγορίας μετέχουσιν, οὐδὲ ταύτης ἀξιῶσαι τὸν Θεὸν ἡμῶν ἠνέσχετο, ἀλλὰ τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα τὴν κτίσιν, μὴ σεμνύνειν τὸν Κύριον.
handed down, and we ourselves have found in the ancient copies. Yet he could not endure to deem our God worthy even of that appellation in which the servants of Christ share, but Him Who brought creation from non-being into being, not — to exalt the Lord.
ΕΥΝ. Οὐ κοινοποιοῦμεν, φησὶ, τοῦ Μονογενοῦς τὴν οὐσίαν πρὸς τὰ ἐκ μὴ ὄντων γενόμενα, ἐπείπερ οὐκ οὐσία τὸ μὴ ὄν· ἀλλὰ τοσαύτην αὐτῷ νέμομεν τὴν ὑπεροχὴν, ὅσην ἔχειν ἀναγκαῖον τῶν ἰδίων ποιημάτων τὸν ποιητήν.
Eunomius. We do not make common, he says, the substance of the Only-begotten with the things that came to be out of non-being, since non-being is not substance; but we assign to Him so great a pre-eminence as it is necessary for the Maker to have over His own works.
ΒΑΣ. Διὰ τῶν κατασκευῶν εἰς τοῦτο τὸν λόγον προαγαγὼν, τῷ ῥήματι δῆθεν φιλανθρωπεύεται, καί φησι, μὴ κοινοποιεῖν πρὸς τὰ ἐκ μὴ ὄντων τὴν οὐσίαν τοῦ Μονογενοῦς. Καίτοι εἰ ὁ Θεὸς τῶν ὅλων, διὰ τὸ ἀγέννητος εἶναι, ἀναγκαίαν ἔχει τὴν πρὸς τὰ γεννητὰ παραλλαγὴν, τὰ δὲ γεννητὰ σύμπαντα κοινὴν ἔχει τὴν ἐκ μὴ ὄντων ὑπόστασιν, πῶς οὐχὶ ἀναγκαίως ταῦτα κατὰ τὴν φύσιν συνάπτεται; Ὡς γὰρ ἐκεῖ τὸ ἀπρόσιτον διίστησι τὰς φύσεις, οὕτως ἐνταῦθα τὸ ὁμότιμον εἰς ταυτὸν ἀλλήλοις συνάγει. Ἐκ μὴ ὄντων δὲ λέγοντες τὸν Υἱὸν καὶ τὰ ὑπ' αὐτοῦ γενόμενα, καὶ κοινοποιοῦντες αὐτῶν κατὰ τοῦτο τὴν φύσιν, οὔ φασιν ὁμοίαν αὐτῷ πρὸς τὰ ἐκ μὴ ὄντων διδόναι τὴν οὐσίαν. Καὶ γὰρ αὖ καὶ τοῦτο, ὡς αὐτὸς Κύριος ὢν, ὅσον βούλεται παρέχειν τῷ Μονογενεῖ τῆς ἀξίας, οὕτω ποιεῖται τοὺς λόγους· Τοσαύτην γὰρ αὐτῷ νέμομεν, φησὶ, τὴν ὑπεροχὴν, ὅσον ὑπερέχειν ἀναγκαῖον τῶν ἰδίων ποιημάτων τὸν ποιητήν. Οὐκ εἶπε, Κατειλήφαμεν ἢ δοξάζομεν, ὡς ἐπὶ Θεοῦ προσῆκον ἦν· ἀλλὰ, Νέμομεν, ὡς αὐτὸς τοῦ μέτρου τῆς διανομῆς κατάρχων. Πόσην δὲ καὶ δίδωσι τὴν ὑπεροχήν; Ὅσον ὑπερέχειν, φησὶν, ἀναγκαῖον τῶν ἰδίων ποιημάτων τὸν ποιητήν. Οὔπω τοῦτο τῆς κατὰ τὴν οὐσίαν διαφορᾶς τὴν μαρτυρίαν ἔχει. Ἄνθρωποι γὰρ τέχνῃ μὲν ὑπερέχουσι τῶν οἰκείων ἔργων, ὁμοούσιοι δὲ ὅμως αὐτοῖς καθεστήκασιν· ὡς ὁ κεραμεὺς τῷ πηλῷ, καὶ ὁ ναυπηγὸς τοῖς ξύλοις. Σώματα γὰρ ὁμοίως ἀμφότερα, καὶ αἰσθητὰ ὁμοίως, καὶ γήινα.
Basil. Having advanced his argument to this point through his constructions, in word forsooth he plays the philanthropist, and says that he does not make common with the things from non-being the substance of the Only-begotten. And yet if the God of all, because of being unbegotten, has a necessary divergence towards things begotten, while things begotten one and all have in common their subsistence out of non-being, how are these not necessarily conjoined with one another according to nature? For just as there inaccessibility parts the natures asunder, so here equality of honour brings them together with one another into the same thing. Yet saying that the Son and the things that came to be through Him are out of non-being, and making their nature common in this respect, they deny that they give Him a substance like unto the things out of non-being. For indeed in this too, as though he himself were master of granting as much dignity as he wishes to the Only-begotten, so he frames his words: For we assign to Him, he says, so great a pre-eminence as it is necessary for the Maker to hold over His own works. He did not say, We have apprehended or we glorify, as was fitting in the case of God; but, We assign, as himself presiding over the measure of the distribution. And how great a pre-eminence does he grant? So much, he says, as it is necessary for the Maker to hold over His own works. Not yet does this bear witness to a difference according to substance. For men surpass their own works in art, yet stand consubstantial with them nonetheless: as the potter with the clay, and the shipwright with the timbers. For both are alike bodies, and alike sensible, and earthly.
20. Τοσοῦτον δὲ τῷ Υἱῷ πρὸς τὴν κτίσιν τὸ διάφορον συγχωρῶν, ἤδη καὶ περὶ αὐτὴν τὴν ἔννοιαν τοῦ Μονογενοῦς κακουργεῖ.
20. Granting, then, only so much difference to the Son towards creation, he now deals maliciously even around the very notion of the Only-begotten.
ΕΥΝ. Διὰ τοῦτο γὰρ, φησὶ, Μονογενὴς, ἐπειδὴ, μόνος παρὰ μόνου τῇ τοῦ ἀγεννήτου δυνάμει γεννηθεὶς καὶ κτισθεὶς, τελειότατος γέγονεν ὑπουργός.
Eunomius. For on this account, he says, He is Only-begotten, because, having been begotten and created alone from One alone by the power of the Unbegotten, He became a most perfect minister.
PG 29:616Read from the page
ΒΑΣ. Οὐκ οἶδα πρὸς ὅ τι χρὴ πλέον τῶν εἰρημένων ἀγανακτῆσαι· πότερον διὰ τὴν πανουργίαν, ἣν περὶ τὸ ὄνομα τοῦ Μονογενοῦς ἐκακούργησε, παρά τε τὴν τῶν ἀνθρώπων συνήθειαν, καὶ παρὰ τὴν εὐσεβῆ τῶν Γραφῶν παράδοσιν ἐκλαμβάνων αὐτοῦ τὴν διάνοιαν (Μονογενὴς γὰρ οὐχ ὁ παρὰ μόνου γενόμενος, ἀλλ' ὁ μόνος γεννηθεὶς, ἐν τῇ κοινῇ χρήσει προσαγορεύεται)· ἢ περὶ τῆς τοῦ κτίσματος βλασφημίας, ἣν ἐξεπίτηδες συνῆψε τῷ γεννηθείς· ἵνα δείξῃ, ὅτι οὐδὲν διαφερόντως παρὰ τὰ κτίσματα τῆς τοῦ γεγεννῆσθαι προσηγορίας μέτεστι τῷ Κυρίῳ· ἀλλ' ὥσπερ τὸ, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, καὶ τὸ, Υἱὸς πρωτότοκός μου Ἰσραήλ· οὕτω καὶ τὸν Κύριον Υἱὸν ὠνομάσθαι, οὐχὶ ἔχοντα τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἀλλ' ἐξ ἴσου τοῖς ἄλλοις τῆς προσηγορίας ἀξιωθέντα. Οἱ δὲ πρὸς τὴν τοῦ Σολομῶντος καταφεύγουσι λέξιν· κἀκεῖθεν, ὥσπερ ἐξ ὁρμητηρίου τινὸς, τῆς πίστεως κατατρέχουσι. Διὰ γὰρ τὸ ἐκ προσώπου τῆς Σοφίας εἰρῆσθαι τὸ, Κύριος ἔκτισέ με, ἐξεῖναι αὐτοῖς κτίσμα λέγειν τὸν Κύριον ὑπειλήφασιν. Ἐγὼ δὲ πολλὰ ἔχων εἰπεῖν περὶ τῆς φωνῆς ταύτης· πρῶτον μὲν, ὅτι ἅπαξ ἐν πάσαις ταῖς Γραφαῖς εἴρηται· ἔπειθ', ὅτι ἐν βίβλῳ πολὺ τὸ κεκρυμμένον τῆς διανοίας ἐχούσῃ, καὶ διὰ παροιμιῶν τε καὶ παραβολῶν καὶ σκοτεινῶν λόγων καὶ αἰνιγμάτων ὡς τὰ πολλὰ προηγμένῃ, ὥστε μηδὲν ἀναμφισβήτητον μηδὲ τηλαυγὲς ἀπ' αὐτῆς εἶναι λαβεῖν· παρίημι λέγειν. ἵνα μὴ μακροτέροις ἐπεισοδίοις τὸν λόγον ἀπομηκύναιμι· ἄλλως τε καὶ ἐν ἰδίῳ τόπῳ τῆς περὶ τῶν κακῶς αὐτοῖς νοηθέντων ἐξετάσεως ἡμῖν ὑπερτεθείσης, ἐν ᾧ καὶ τοῦτο τὸ μέρος, Θεοῦ διδόντος, διευθυνθήσεται. Καὶ οἶμαί γε, ὅ τι σὺν Θεῷ δὲ εἰρήσθω, πολλῷ ἀκολουθοτέραν ἔννοιαν τῆς προκειμένης λέξεως, καὶ μηδένα κίνδυνον φέρουσαν ἀναφανήσεσθαι τῇ ἐξετάσει. Τέως γε μὴν μηδὲ ἐκεῖνο ἀπαρασήμαντον καταλίπωμεν· ὅτι ἄλλοι τῶν ἑρμηνέων, οι καιοιώτερον τῆς ση-
Basil. I do not know at which of the things said one ought to be more indignant: whether on account of the craftiness which he wrought maliciously around the name of the Only-begotten, taking its meaning contrary both to the usage of mankind and to the pious tradition of the Scriptures (for in common usage not he who came into being from one alone, but he who alone was begotten, is addressed as Only-begotten); or concerning the blasphemy of creaturehood, which he purposely joined to the word begotten, in order to show that the Lord shares in the appellation of having been begotten in no way differently beyond creatures; but that just as it was said, I have begotten and exalted sons, and, Israel is My firstborn son, so also the Lord has been named Son, not having the name that is above every name, but having been deemed worthy of the appellation on a par with the rest. Yet they flee for refuge to the saying of Solomon; and from there, as if from some base of assault, they overrun the faith. For because from the person of Wisdom was spoken the saying, The Lord created Me, they have supposed it permissible for them to call the Lord a creature. Now though I have much to say concerning this utterance — first, that it has been spoken once in all the Scriptures; next, that it is in a book holding much hiddenness of meaning, and for the most part set forth through proverbs and parables and dark sayings and riddles, so that nothing indisputable or pellucid can be taken from it — I pass over speaking of it, lest I lengthen out the discourse with longer digressions; especially since the examination concerning the things badly understood by them has been postponed by us to its own proper place, wherein this part also, God granting, will be set straight. And I think indeed — and let this be said with God's help — that a far more coherent sense of the expression before us, and one bringing no danger, will come to light upon examination. Meanwhile, however, let us not leave even that point unnoted: that others of the translators, who reached more aptly at the
Notes, col. 616

On the reading

Printed λέγειν., for λέγειν,.

Printed οι, for οἱ.

Printed καιοιώτερον, for καιριώτερον.

PG 29:617Read from the page
μασίας τῶν Ἑβραϊκῶν καθικόμενοι, Ἐκτήσατό με, ἀντὶ τοῦ, Ἔκτισεν, ἐκδεδώκασιν. Ὅπερ μέγιστον αὐτοῖς ἐμπόδιον ἔσται πρὸς τὴν βλασφημίαν τοῦ κτίσματος. Ὁ γὰρ εἰπών, Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, οὐχὶ κτίσας τὸν Κάϊν, ἀλλὰ γεννήσας, ταύτῃ φαίνεται χρησάμενος τῇ φωνῇ.
meaning of the Hebrew words, have rendered, He possessed Me, instead of, He created. Which will be the greatest obstacle to them against the blasphemy of creaturehood. For the one who said, I have possessed a man through God, having not created Cain, but begotten him, manifestly used this utterance.
21. Ἀλλ' ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανίωμεν.
21. Yet let us return to the point from the beginning.
ΕΥΝ. Διὰ τοῦτο, φησὶ, Μονογενὴς, ἐπειδὴ, παρὰ μόνου γεννηθεὶς καὶ κτισθεὶς, τελειότατος γέγονεν ὑπουργός.
Eunomius. On this account, he says, He is Only-begotten, because, having been begotten and created from One alone, He became a most perfect minister.
ΒΑΣ. Ει τοίνυν μὴ παρὰ τὸ μόνος γεγεννῆσθαι, ἀλλὰ διὰ τὸ παρὰ μόνου Μονογενὴς εἴρηται, ταυτὸν δέ ἐστι κατὰ σὲ τὸ ἐκτίσθαι τῷ γεγεννῆσθαι· τί οὐχὶ καὶ μονόκτιστον σὐτὸν ὀνομάζεις, ὦ πάντα σὺ ῥᾳδίως καὶ διανοούμενος καὶ ἐκφέρων; Μονογενὴς δὲ. ὡς ἔοικεν, ἀνθρώπων οὐδεὶς, κατά γε τὸν ἡμέτερον λόγον διὰ τὸ ἐκ συνδυασμοῦ πᾶσιν ὑπάρχειν τὴν γέννησιν. Οὐδὲ ἡ Σάρα μήτηρ μονογενοῦς ἦν παιδὸς, διότι οὐχὶ μόνη αὐτὸν, ἀλλὰ μετὰ τοῦ Ἀβραὰμ ἐτεκνώσατο. Καὶ ἐάν γε κρατῇ τὰ ὑμέτερα, ἀνάγκη ὅλον τὸν βίον μεταμαθεῖν, μὴ μονώσεως ἀδελφῶν, ἀλλ' ἐρημίας τῶν συντικτόντων δηλωτικὸν εἶναι τοὔνομα. Ἤδη δὲ καὶ ἡ κτίσις παρὰ τὴν αἰτίαν τοῦ Θεοῦ Λόγον πρὸς τὴν ἀξίαν ἠλάττωται, παρὰ τοσοῦτον τοῦ καὶ αὐτὴ μονογενὴς εἶναι διαμαρτοῦσα, παρ' ὅσον ὁ Υἱὸς τῆς δημιουργίας τῷ Πατρὶ συνεφήψατο· καίτοιγε οὐδὲ τοῦτο παρ' αὐτῶν συγχωρεῖται. Ὑπουργὸν γὰρ τελειότατον αὐτὸν ὀνομάζουσι. Πῶς οὖν οὐχὶ παρὰ μόνου καὶ ἡ κτίσις γέγονε καθ' ὑμᾶς, οἷόν τι ὄργανον ἄψυχον τὸν Θεὸν Λόγον τῷ Πατρὶ προστιθέντας, εἰ μὴ καὶ τὸν ναυπηγὸν ἀφαιρήσεταί τις μόνον πεποιηκέναι τὴν ναῦν, ὅτι δὴ ὀργάνοις πρὸς τὴν κατασκευὴν συνεχρήσατο; Ὥστε μονογενὴς καὶ ἡ κτίσις, καὶ τὰ μέρη ταύτης· οὐ μόνον αι ἀόρατοι δυνάμεις, ἀλλὰ καὶ τὰ αἰσθητὰ σώματα, καὶ τούτων τὰ εὐτελέστατα, σκνῖπες, καὶ ἀκρίδες, καὶ βάτραχοι. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν. Τίνος γὰρ ἂν καὶ ὑπουργίας δέοιτο ὁ θελήματι μόνῳ δημιουργῶν, ὁμοῦ τῇ βουλήσει συνυφισταμένης τῆς κτίσεως; Ἀλλὰ τί; πῶς καὶ καθ' ἡμᾶς διὰ τοῦ Υἱοῦ τὰ πάντα; Ὅτι τὸ θεῖον βούλημα, οἷον πηγῆς τινος τῆς πρώτης αἰτίας ἀφορμηθὲν, διὰ τῆς
Basil. If therefore He has been called Only-begotten not from having been begotten alone, but because He is from One alone, and according to you to have been created is identical with having been begotten, why do you not call Him only-created as well, O you who easily both devise and utter everything? Moreover, as it seems, no one among men is only-begotten, at least according to our account, because generation belongs to all from the union of a pair. Nor was Sarah mother of an only-begotten child, because she did not bear him alone, but together with Abraham. And if indeed your doctrines prevail, all human life must learn anew that the name indicates not solitariness from brothers, but absence of fellow-begetters. Indeed creation too has been diminished in dignity beside God the Word on account of its cause, falling short of being itself also only-begotten only inasmuch as the Son took part with the Father in fashioning it; and yet not even this is conceded by them. For they name Him a most perfect minister. How then has creation also not come to be from One alone according to you, who attach God the Word to the Father like some inanimate instrument — unless someone will also deny that the shipwright alone made the ship, because he made joint use of tools towards its construction? So that creation too is only-begotten, and the parts of it: not only the invisible powers, but also sensible bodies, and the meanest of these — gnats, and locusts, and frogs. For He Himself spoke, and they came to be. For what ministry too could He need Who fashions by will alone, creation subsisting simultaneously with His counsel? Yet what? how according to us also are all things through the Son? Because the divine will, setting forth as if from some fountain, the first cause, through
Notes, col. 617

On the reading

Printed εἰπών,, for εἰπὼν,.

Printed Ει, for Εἰ.

Printed σὐτὸν, for αὐτὸν.

Printed δὲ., for δὲ,.

Printed ἡμέτερον, for ὑμέτερον.

Printed Λόγον, for Λόγου.

Printed αι, for αἱ.