Migne Reading Room

PG 29 · cols. 241–249 · Read from the page

Homily on Psalm 7

Homily on Psalm 7

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:241Read from the page
με, Κύριε, φησὶ, κατὰ τὴν δικαιοσύνην μου. Πολὺς, φησὶν, ἐστὶν ὁ περὶ τῆς δικαιοσύνης λόγος, καὶ δυσέφικτα τῆς τελείας δικαιοσύνης τὰ πέρατα. Ἔστι γάρ τι, καὶ ἀγγέλων δικαιοσύνη ὑπεραναβεβηκυῖα τὴν τῶν ἀνθρώπων, καὶ εἴ τις ὑπὲρ ἀγγέλους δύναμις, ἀναλογοῦσαν ἔχει τῷ μεγέθει καὶ τὴν τῆς δικαιοσύνης ὑπεροχήν· καὶ αὐτοῦ τοῦ Θεοῦ ἡ δικαιοσύνη ἡ ὑπερέχουσα πάντα νοῦν, ἄῤῥητος οὖσα καὶ ἀκατάληπτος πάσῃ τῇ γενητῇ φύσει.
me, O Lord, he says, according to my righteousness. Extensive, he says, is the account concerning righteousness, and hard to attain are the bounds of perfect righteousness. For there is a certain righteousness of angels as well, transcending that of men, and if there is any power above angels, it possesses a pre-eminence of righteousness proportionate also to its greatness; and there is the righteousness of God Himself, which surpasses all understanding, being ineffable and incomprehensible to all created nature.
6. Ἐμὲ οὖν κρῖνον, Κύριε, κατὰ τὴν ἐμὴν δικαιοσύνην· τουτέστι, τὴν ἐφικτὴν τοῖς ἀνθρώποις, καὶ δυνατὴν τοῖς ἐν σαρκὶ ζῶσι. Καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί. Οὕτω γὰρ μάλιστα συνίσταται ἡ διάθεσις τοῦ λέγοντος πολὺ μακρὰν οὖσα τῆς φαρισαϊκῆς ὑπερηφανίας. Ἀκακίαν γὰρ ἑαυτοῦ ὀνομάζει τὴν οἱονεὶ ἀκεραιότητα καὶ ἀπειρίαν τῶν χρησίμων εἰς γνῶσιν, κατὰ τὸ εἰρημένον ἐν ταῖς Παροιμίαις, ὅτι Ἄκακος πιστεύει παντὶ λόγῳ. Ἐπεὶ οὖν πολλοῖς ἀφυλάκτως περιπίπτομεν ἐξ ἀπειρίας οἱ ἄνθρωποι, παραιτεῖται τὸν Θεὸν καὶ ἀξιοῖ συγγνώμης. τυχεῖν ἐπὶ τῇ ἀκακίᾳ. Ἐκ δὲ τούτου δῆλόν ἐστιν ὅτι ταπεινοφροσύνην τοῦ λέγοντος παρίστησι μᾶλλον ἢ ὑπερηφανίαν τὰ εἰρημένα. Κρῖνον γάρ με, φησὶ, κατὰ τὴν ἐμὴν δικαιοσύνην, καὶ κρῖνόν με κατὰ τὴν ἀκακίαν τὴν οὖσαν ἐπ' ἐμοί. Τὸ μὲν δικαίωμά μου τῇ ἀσθενείᾳ παρεξετάζων τῇ ἀνθρωπίνῃ, οὕτω κρῖνόν με· τὴν δὲ ἁπλότητα τῶν τρόπων μου καταμαθὼν, μὴ ὡς ἐντρεχῆ με, μηδὲ ὡς εὐπερίβλεπτον εἰς τὰ τοῦ κόσμου πράγματα, οὕτως ἁμαρτάνοντά με καταδικάσῃς. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. Ἄντικρυς μαθητής ἐστι τῶν εὐαγγελικῶν προσταγμάτων ὁ ταῦτα εὐχόμενος. Προσεύχεται γὰρ ὑπὲρ τῶν ἐπηρεαζόντων αὐτὸν, ἀξιῶν πέρατι καὶ ὅρῳ τινὶ τὴν πονηρίαν τῶν ἁμαρτανόντων περιγραφῆναι. Ὥσπερ ἂν εἴ τις ὑπὲρ τῶν καμνόντων τὸ σῶμα προσευχόμενος λέγοι· Συντελεσθήτω δὴ ἡ νόσος τῶν καμνόντων. Ἵνα γὰρ μὴ ἐπὶ πλέον ἕρπουσα ὡς γάγγραινα νομὴν λαμβάνῃ ἡ ἁμαρτία, εὔχεται παρὰ Θεοῦ, στῆναι καὶ ὁρισθῆναι τὴν ἐπὶ πλέον χύσιν τῆς ἁμαρτίας, ὁ ἀγαπῶν τοὺς ἐχθροὺς αὐτοῦ, καὶ καλῶς ποιεῖν τοὺς μισοῦντας βουλόμενος, καὶ διὰ τοῦτο προσευχόμενος ὑπὲρ τῶν ἐπηρεαζόντων αὐτόν. Καὶ κατευθυνεῖς δίκαιον. Εὐθὴς ὁ δίκαιος ὀνομάζεται· καὶ εὐθὴς ἡ καρδία ἡ κατωρθωμένη. Τί οὖν βούλεται ἐνταῦθα ἡ προσευχὴ τῷ Προφήτῃ; Εὔχεται γὰρ τὸν ἤδη ἔχοντα τὴν εὐθύτητα κατευθύνεσθαι. Οὐ γὰρ ἄν τις εἴποι εἶναί τι ἐν τῷ δικαίῳ σκολιὸν οὐδὲ διεστραμμένον οὐδὲ στραγγαλιῶδες. Τάχα δὲ ἀναγκαία ὑπὲρ τοῦ δικαίου ἡ αἴτησις, ἵνα τὸ κατὰ πρόθεσιν αὐτοῦ εὐθὲς καὶ τὸ ἀδιάστροφον τῆς γνώμης, τοῦτο τῇ παρὰ τοῦ Θεοῦ χειραγωγίᾳ κατευθυνθῇ, ὡς μήτε ὑπὸ ἀσθενείας αὐτὸν ἀπονευσαί ποτε τοῦ οἱονεὶ κανόνος τῆς ἀληθείας, μήτε ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀλη-
6. Judge me therefore, O Lord, according to my own righteousness; that is, that which is attainable by men, and possible for those who live in the flesh. And according to my innocence upon me. For thus above all is the disposition of the speaker shown to be very far removed from Pharisaic arrogance. For he calls his own innocence what is as it were simplicity and inexperience of things useful for knowledge, according to what is said in Proverbs, that The innocent believes every word. Since therefore we men through inexperience unguardedly fall foul of many things, he entreats God and asks to obtain pardon on the score of his innocence. And from this it is plain that what has been said sets forth the humility of the speaker rather than arrogance. For judge me, he says, according to my own righteousness, and judge me according to the innocence that is upon me. Measuring my righteous deed beside human weakness, so judge me; and having taken note of the simplicity of my ways, do not condemn me when I sin as though I were shrewd, nor as one sharp-sighted in the affairs of the world. Let the wickedness of sinners come to an end. He who prays these things is an outright disciple of the evangelical precepts. For he prays on behalf of those who mistreat him, asking that the wickedness of those who sin be circumscribed by some limit and boundary; just as if someone praying on behalf of those who are sick in body should say: Let the sickness of those who are sick come to an end. For lest sin, creeping further onward like a gangrene, should gain ground to feed upon, he begs from God that the further outpouring of sin be stayed and bounded—he who loves his enemies, and wishes to do good to those who hate him, and on this account prays on behalf of those who mistreat him. And Thou will direct the righteous man. The righteous man is called upright; and upright is the heart that has been set right. What then does the prayer mean here for the Prophet? For he prays that he who already possesses uprightness may be directed aright. For no one would say that there is anything in the righteous man crooked or perverse or twisted. Yet perhaps the petition on behalf of the righteous man is necessary, so that what is upright in his purpose and the unpervertedness of his mind may itself be directed aright by guidance from God, so that neither through weakness may he ever swerve from what is as it were the rule of truth, nor by the enemy of the
Notes, col. 241

On the reading

Printed συγγνώμης., for συγγνώμης.

Printed ἀπονευσαί, for ἀπονεῦσαί.

PG 29:244Read from the page
θείας τοῖς ἐνδιαστρόφοις δόγμασι παραβλαβῆναι.
truth be harmed through perverse doctrines.
Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς δικαίως.
Searching hearts and reins is God righteously.
Ἐπειδὴ καρδίαν ἡ Γραφὴ πολλαχοῦ ἐπὶ τοῦ ἡγεμονικοῦ παραλαμβάνει, νεφροὺς δὲ πολλαχοῦ ἐπὶ τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς, καὶ ἐνταῦθα τὸ αὐτὸ σημαίνει· ὅτι, Ὁ Θεὸς, κρῖνόν με ἐπί τε τοῖς δόγμασιν οἷς ἔχω περὶ τῆς εὐσεβείας, καὶ ἐπὶ τοῖς κινήμασι τοῖς παθητικοῖς· σὺ γὰρ εἶ ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Ἐτασμὸς κυρίως ἐστὶν ἡ μετὰ πασῶν βασάνων προσαγομένη ἔρευνα παρὰ τῶν κριτῶν τοῖς ἐξεταζομένοις, ἵνα οἱ κρύπτοντες παρ' ἑαυτοῖς τὰ ἐπιζητούμενα τῇ ἀνάγκῃ τῶν πόνων εἰς τὸ ἐμφανὲς καταστήσωσι τὸ λανθάνον. Ἐν γὰρ τοῖς ἀπαραλογίστοις ἐξετασμοῖς τοῦ κριτοῦ ἐτάζονται μὲν ἡμῶν οἱ λογισμοὶ, ἐτάζονται δὲ καὶ αἱ πράξεις. Μηδεὶς οὖν προλαμβανέτω τὸν ἀληθινὸν κριτὴν, μηδὲ πρὸ καιροῦ τις κρινέτω, Ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἐν οὖν τῷ ἐτάζειν καρδίας καὶ νεφροὺς ὁ Θεὸς τὸ ἑαυτοῦ δίκαιον ἀναφαίνει. Ἠτάσθη μὲν οὖν ἡ καρδία τοῦ Ἀβραὰμ, εἰ ἀγαπᾷ τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ, καὶ ἐξ ὅλης τῆς καρδίας, ὅτε ἐκελεύσθη ὁλοκαύτωμα ἀνενεγκεῖν τὸν Ἰσαὰκ, ἵνα φανῇ, ὅτι οὐκ ἀγαπᾷ τὸν υἱὸν ὑπὲρ τὸν Θεόν· ἠτάσθη δὲ καὶ Ἰακὼβ ἐπιβουλευόμενος ὑπὸ τοῦ ἀδελφοῦ, ἵνα λάμψῃ ἐν τοσούτοις ἁμαρτήμασι τοῦ Ἠσαῦ μὴ ἀμβλυνομένη αὐτοῦ ἡ φιλαδελφία. Τούτων μὲν οὖν αἱ καρδίαι ἠτάσθησαν· νεφροὶ δὲ ἠτάσθησαν τοῦ Ἰωσὴφ, ὅτε, ἐπιμανείσης αὐτῷ τῆς ἀκολάστου δεσποίνης, τὸ σεμνὸν τῆς σωφροσύνης τῆς ἀσχήμονος ἡδονῆς προετίμησεν. Εἰς τοῦτο δὲ
Since Scripture in many places takes heart for the ruling faculty, and reins in many places for the appetitive part of the soul, here too it signifies the same thing: namely, O God, judge me both upon the doctrines that I hold concerning godliness and upon my passible impulses; for it is Thou Who searches hearts and reins. Searching in the strict sense is the inquiry applied with every kind of torture by judges to those under examination, so that those who conceal within themselves what is sought may by the compulsion of pains bring into the open what lies hidden. For in the infallible examinations of the Judge our thoughts are searched, and our actions too are searched. Let no one therefore forestall the true Judge, nor let anyone judge before the time, Until the Lord comes, Who will both bring to light the hidden things of darkness, and make manifest the counsels of the hearts. Therefore in searching hearts and reins God displays His own justice. Thus the heart of Abraham was searched, whether he loved God out of his whole soul and out of his whole heart, when he was commanded to offer up Isaac as a whole burnt-offering, so that it might become manifest that he did not love his son above God; and Jacob too was searched when plotted against by his brother, so that amid so many sins of Esau his brotherly love might shine forth unblunted. Of these men, then, the hearts were searched; and the reins of Joseph were searched when, as his licentious mistress raged with passion for him, he preferred the dignity of chastity to shameful pleasure. And to this end
7. Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Κυρίως ἐν πολέμοις κατὰ τὰς ἐφόδους τῶν ἐναντίων τὰς βοηθείας ἐπιζητοῦσιν οἱ πολεμούμενοι. Καὶ ἐνταῦθα τοίνυν ὁ τῶν ἀοράτων ἐχθρῶν ἑαυτοῦ ἐπαισθανόμενος, καὶ τὸν ἐφεστῶτα αὐτῷ κίνδυνον παρὰ τῶν περιστρατοπεδευομένων αὐτὸν πολεμίων ὁρῶν, ἐρεῖ· Ἡ βοήθειά μου οὐκ ἐκ πλούτου, οὐδὲ ἐκ σωματικῶν ἀφορμῶν, οὐδὲ ἐκ δυνάμεως καὶ ἰσχύος ἐμῆς, οὐδὲ ἐκ συγγενείας ἀνθρωπίνης, ἀλλ' Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Ποταπὴν δὲ συμμαχίαν ἀποστέλλει τοῖς φοβουμένοις αὐτὸν ὁ Κύριος, ἀλλαχοῦ μεμαθήκαμεν τοῦ ψαλμοῦ λέγοντος· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· καὶ ἀλλαχοῦ· Ὁ ἄγγελος ὁ ῥυόμενός με. Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Εὐθύς ἐστι τῇ καρδίᾳ ὁ τὸν λογισμὸν μὴ ἔχων ῥέποντα πρὸς ὑπερβολὴν μηδὲ ἔλλειψιν, ἀλλ' ἀπευθυνόμενος πρὸς τὸ μέσον τῆς ἀρετῆς. Ὁ γὰρ ἀπὸ τῆς ἀνδρίας ἐπὶ τὸ ἔλαττον παρεκκλίνας κατὰ δειλίαν διαστρέφεται· ὁ δὲ ἐπὶ πλέον ὑπερταθεὶς ἐπὶ τὴν θρασύτητα ἀποκλίνει. Διόπερ τούτους σκολιοὺς ἡ Γραφὴ ὀνομά-
7. My help is from God. Strictly it is in wars, during the assaults of adversaries, that those who are warred against seek help. Here too, accordingly, he who perceives his own invisible enemies, and sees the danger hanging over him from the foes encamped around him, will say: My help is not from wealth, nor from bodily resources, nor from my own power and strength, nor from human kinship, but My help is from God. And what sort of alliance the Lord sends to those who fear Him we have learned elsewhere when the psalm says: An angel of the Lord will encamp around those who fear Him, and will deliver them; and elsewhere: The angel who delivers me. Who saves the upright in heart. Upright in heart is he who does not have his reasoning inclining towards excess or deficiency, but is directed straight towards the mean of virtue. For he who deviates from courage towards the lesser side is perverted in cowardice; while he who is stretched too far beyond declines into rashness. Wherefore Scripture names these men crooked
PG 29:245Read from the page
ζει, τοὺς ταῖς ὑπερβολαῖς καὶ ἐλλείψεσι τοῦ μέσου διαμαρτάνοντας. Ὥσπερ γὰρ σκολιὰ γραμμὴ γίνεται, ποτὲ μὲν ἐπὶ τὸ κυρτὸν, ποτὲ δὲ ἐπὶ τὸ κοῖλον τῆς εὐθείας διακλασθείσης· οὕτω καὶ σκολιὰ καρδία, νῦν μὲν ὑψουμένη δι' ἀλαζονείαν, νῦν δὲ ταπεινουμένη διὰ λύπας καὶ συστολάς. Διόπερ φησὶν ὁ Ἐκκλησιαστὴς, ὅτι Διεστραμμένον οὐ κατευθυνθήσεται. Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Τοῦτο ἔοικεν ἀποτεινόμενος πρὸς τούς ποτε ταραχθησομένους ἐπὶ τοῖς συμβεβηκόσιν ὁ Προφήτης διαλέγεσθαι, οἱονεὶ καταστέλλων τῶν ἀνθρώπων τὴν ταραχὴν, μήποτε ἀπιστήσωσι τῇ περὶ τῶν ὅλων προνοίᾳ, ὁρῶντες ἀνεκδίκητον πατέρα ἐπὶ υἱοῦ ἐπαναστάσει, καὶ την πονηρίαν τοῦ Ἀβεσσαλὼμ εὐοδουμένην ἐν οἷς προέθετο. Διορθούμενος οὖν αὐτῶν τὸ ἐν τοῖς λογισμοῖς ἀνόητον, διεμαρτύρατο αὐτοῖς· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Οὐκ ἀκρίτως τι γίνεται τῶν γινομένων, ἀλλὰ τοῖς ἑκάστου μέτροις ἀντιμετρεῖ ὁ Θεὸς, οἷς προλαβὼν ἀπεμέτρησε τὰς κατὰ τὸν βίον πράξεις. Ἐπεὶ οὖν πέπρακταί μοί τις ἁμαρτία, κατὰ τὴν ἀξίαν τὴν ἐμαυτοῦ ἀντιλαμβάνω. Μὴ τοίνυν λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν· ὁ γὰρ Θεὸς κριτὴς δίκαιος. Μηδὲ οὕτω ταπεινῶς διανοεῖσθε περὶ Θεοῦ, ὥστε οἴεσθαι αὐτὸν ἀτονεῖν πρὸς τὴν ἐκδίκησιν· καὶ γὰρ καὶ ἰσχυρός ἐστι. Τίς οὖν ἡ αἰτία τοῦ μὴ ταχεῖαν ἐπάγεσθαι τοῖς ἁμαρτάνουσι τὴν τιμωρίαν; Διότι μακρόθυμός ἐστι, Μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἀπειλητικὸς ὁ λόγος, εἰς ἐπιστροφὴν ἐνάγων τοὺς βραδεῖς εἰς μετάνοιαν. Οὐκ εὐθὺς ἀπειλεῖ τὰ τραύματα καὶ τὰς πληγὰς καὶ τοὺς θανάτους, ἀλλὰ στίλβωσιν ὅπλων, καὶ οἱονεὶ παρασκευήν τινα πρὸς τὴν ἄμυναν. Ὥσπερ γὰρ οἱ διασμήχοντες τὰ ὅπλα τὴν ἐπὶ τὸν πόλεμον ὁρμὴν διὰ τούτου παραδηλοῦσιν, οὕτω καὶ τοῦ Θεοῦ τὴν ἐπὶ τὸ τιμωρεῖσθαι κίνησιν ἐμφῆναι βουλόμενος ὁ λόγος, στιλβοῦν ἔφησεν αὐτοῦ τὴν ῥομφαίαν. Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν
—those who through excesses and deficiencies miss the mean. For just as a crooked line comes about when the straight line is bent aside sometimes towards the convex and sometimes towards the concave, so too is a crooked heart now lifted up through boastfulness, and now cast down through sorrows and dejections. Wherefore Ecclesiastes says that What is perverse shall not be directed aright. God is a righteous Judge, and strong, and long-suffering, and not bringing on wrath every day. Directing his speech to those who would at some time be troubled over the things that had happened, the Prophet seems to discourse thus, as it were calming men's agitation, lest they should distrust the providence over all things upon seeing a father unavenged in a son's insurrection, and the wickedness of Absalom prospering in what he purposed. Setting right, therefore, what was foolish in their thoughts, he testified to them: God is a righteous Judge, and strong, and long-suffering, and not bringing on wrath every day. Nothing of the things that come to pass happens without judgement, but God measures back in return by each man's own measures, with which he previously measured out his deeds in life. Since therefore some sin has been committed by me, I receive back according to my own desert. Do not therefore speak unrighteousness against God; for God is a righteous Judge. Nor think so meanly about God as to suppose Him too weak for vengeance; for indeed He is also strong. What then is the cause of punishment not being brought swiftly upon those who sin? Because He is long-suffering, Not bringing on wrath every day. Unless you turn back, He will burnish His sword. Threatening is the word, leading towards conversion those who are slow to repentance. Not at once does He threaten wounds and blows and deaths, but a burnishing of weapons, and as it were a certain preparation for requital. For just as those who polish their weapons indicate thereby their impulse for war, so too the word, wishing to set forth God's movement towards punishing, said that He burnishes His sword. He has bent His bow, and made it ready, and in
Notes, col. 245

On the reading

Printed την, for τὴν.

PG 29:248Read from the page
αὐτῷ ἡτοίμασε σκεύη θανατου. Ου νευρα τίς ἐστιν ἡ διατείνουσα τὸ τόξον τοῦ Θεοῦ, ἀλλὰ κολαστικὴ δύναμις, ποτὲ μὲν ἐντεινομένη, ποτὲ δὲ ἀνιεμένη. Τῷ οὖν ἁμαρτάνοντι ἀπειλεῖ ὁ λόγος, ὅτι ἕτοιμα αὐτῷ ἐστι τὰ μέλλοντα εἰς κόλασιν ἀποπέμπεσθαι, ἐὰν ἐπιμένῃ τῇ ἁμαρτίᾳ. Ἡτοίμασται γὰρ ἐν τῷ τόξῳ σκεύη θανάτου. Σκεύη δὲ θανάτου δυνάμεις εἰσὶν ἀφανιστικαὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ὥσπερ τὸ πῦρ τῇ καιομένῃ ὕλῃ παρὰ τοῦ κτίσαντος ἐξειργάσθη· οὐ γὰρ διὰ τὸν ἀδάμαντα ἐκτίσθη τὸν μὴ τηκόμενον ὑπὸ τοῦ πυρὸς, ἀλλὰ διὰ τὰ ξύλα τὰ κατακαιόμενα· οὕτω καὶ τὰ τοῦ Θεοῦ βέλη ταῖς εὐκαταπρήστοις ψυχαῖς, ὧν πολὺ τὸ ὑλικὸν καὶ τὸ πρὸς ἀφανισμὸν ἐπιτήδειον συνείλεκται, παρ' αὐτοῦ κατειργάσθη. Οἱ οὖν προλαβόντες καὶ ἔχοντες ἐν ἑαυτοῖς τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου, οὗτοι δέχονται τὰ βέλη τοῦ Θεοῦ. Διὰ τοῦτό φησι· Τὰ βέλη αὐτοῦ τοῖς ἤδη καιομένοις ἐξειργάσατο. Καίουσι δὲ ψυχὴν ἔρωτες σαρκικοὶ, καὶ
it He has prepared instruments of death. It is not some bowstring that stretches the bow of God, but punitive power, sometimes drawn tight and sometimes relaxed. To him who sins, therefore, the word threatens that the things about to be discharged for punishment are ready for him, if he persists in sin. For in the bow have been prepared instruments of death. Now instruments of death are powers destructive of the enemies of God. He has wrought His arrows for those who burn. Just as fire was wrought by the Creator for burning matter—for it was created not on account of adamant, which is not melted by fire, but on account of wood that burns up—so too the arrows of God were fashioned by Him for easily kindled souls, in which much that is material and suited for destruction has been gathered together. Those, therefore, who beforehand have received and hold within themselves the fiery arrows of the devil, these receive the arrows of God. On this account he says: He has wrought His arrows for those who already burn. Now carnal loves burn a soul, and
8. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Ὡς μὲν πρὸς τὴν τάξιν δοκεῖ συγκεχυμένως ἡ λέξις ἔχειν· ἐπειδὴ πρῶτον αἱ κύουσαι συλλαμβάνουσιν, εἶτα ὠδίνουσι, τελευταῖον δὲ τίκτουσιν· ἐνταῦθα δὲ πρῶτον ἡ ὠδῖν, εἶτα ἡ σύλληψις, εἶτα ὁ τοκετός· πρὸς δὲ τὴν τῆς καρδίας σύλληψιν ἐμφαντικώτατα ἔχει. Αἱ γὰρ ἄλογοι τῶν ἀκολάστων ὁρμαὶ καὶ αἱ μανικαὶ καὶ παροιστρῶσαι ἐπιθυμίαι ὠδῖνες ἐλέχθησαν, διὰ τὸ μετὰ ὀξύτητος καὶ πόνου ἐγγίνεσθαι τῇ ψυχῇ. Κατὰ δὲ τὴν τοιαύτην ὁρμὴν, ὁ περικρατὴς τῶν πονηρῶν μὴ γενόμενος βουλευμάτων συνέλαβε πόνον· καὶ ὁ τὴν ἐν τῇ καρδίᾳ κακίαν διὰ τῶν πονηρῶν πράξεων ἐκκαύσας ἔτεκε την ἀνομίαν. Ἔοικε δὲ ταῦτα λέγειν αἰσχυνόμενος ἐπὶ τῷ πατὴρ εἶναι παιδὸς παρανόμου. Οὐκ ἐμὸς, φησὶν, ὁ παῖς, ἀλλὰ τοῦ πατρὸς γέγονεν υἱὸς, ᾧ διὰ τῆς ἁμαρτίας ἑαυτὸν εἰσεποίησε. Διότι κατὰ τὸν Ἰωάννην, Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ἰδοὺ οὖν ὠδίνησεν αὐτὸν διὰ τῆς ἀδικίας, καὶ συνέλαβεν αὐτὸν, οἱονεὶ ἐν τοῖς οἰκειοτάτοις ἑαυτοῦ ὑπὸ τὰ σπλάγχνα τῆς ἰδίας διαθέσεως ἤγαγε κλὶ ἐκυοφόρησεν αὐτὸν ὁ διάβολος· εἶτα ἀπεγέννησεν αὐτὸν, ἐκφανῆ τὴν ἀνομίαν αὐτοῦ καταστήσας, διότι πᾶσι προεκηρύχθη ἡ κατὰ τοῦ πατρὸς ἐπανάστασις. Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτόν. Οὐ πάνυ ἐπὶ καλοῦ εὑρίσκομεν τὸ ὄνομα τοῦ λάκκου τεταγμένον ἐν ταῖς θείαις Γραφαῖς· ὡς οὐδὲ τὸ φρέαρ ὕδατος ἐπὶ χείρονος. Λάκκος μὲν γάρ ἐστιν
8. Behold, he travailed with unrighteousness, he conceived toil, and brought forth iniquity. With respect to order, on the one hand, the wording seems to be arranged confusedly; since women with child first conceive, next travail in birth-pangs, and last give birth, whereas here first comes the birth-pang, next the conception, and next the delivery; yet with respect to the conception of the heart it is expressed most vividly. For the irrational impulses of the licentious and their mad and frenzied desires were called birth-pangs, because they arise in the soul with sharpness and pain. And in accordance with such an impulse, he who did not gain mastery over wicked counsels conceived toil; and he who kindled into flame the malice in his heart through wicked deeds brought forth iniquity. And he seems to say these things out of shame at being the father of a lawless child. Not mine, he says, is the child, but he has become a son of that father into whose family he adopted himself through sin. Because according to John, He who commits sin has been begotten of the devil. Behold, therefore, the devil travailed with him through unrighteousness, and conceived him—as it were into his own innermost parts beneath the bowels of his own disposition did he draw him and carry him in the womb; then he brought him forth, having made his iniquity manifest, because his insurrection against his father was proclaimed aloud to all. He dug a pit, and hollowed it out. Not at all in a good sense do we find the name of pit set down in the divine Scriptures; just as neither is the well of water set down in a worse sense. For a pit, on the one hand, is that
Notes, col. 248

On the reading

Printed θανατου, for θανάτου.

Printed Ου, for Οὐ.

Printed νευρα, for νευρὰ.

Printed ὠδῖν, for ὠδὶν.

Printed την, for τὴν.

Printed κλὶ, for καὶ.

PG 29:249Read from the page
εἰς ὃν ἐβλήθη ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ Ἰωσήφ. Καὶ ὅτε πατάσσεται Ἀπὸ πρωτοτόκου Φαραὼ ἕως πρωτοτόκου τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ λάκκῳ. Καὶ ἐν τοῖς Ψαλμοῖς· Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Καὶ ἐν τῷ Ἰερεμίᾳ φησίν· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Ἀλλὰ καὶ ἐν τῷ Δανιὴλ λάκκος λεόντων ἀναγέγραπται, εἰς ὃν ῥίπτεται Δανιήλ. Φρέαρ δὲ ὀρύσσει Ἀβραάμ· καὶ οἱ παῖδες τοῦ Ἰσαάκ· καὶ ἐπὶ φρέαρ ἐξελθὼν ἀνεπαύετο Μωϋσῆς. Καὶ ἐντολὴν λαμβάνομεν ἀπὸ τοῦ Σολομῶντος πίνειν ὕδατα ἀπὸ ἡμετέρων ἀγγείων καὶ ἀπὸ ἡμετέρων φρεάτων πηγῆς. Καὶ ὁ Σωτὴρ παρὰ τῷ φρέατι τῇ Σαμαρείτιδι περὶ θείων μυστηρίων διαλέγεται. Τὴν δὲ αἰτίαν τοῦ ἐπὶ χειρόνων μὲν τοὺς λάκκους τετάχθαι, ἐπὶ κρειττόνων δὲ τὰ φρέατα, νομίζομεν ταύτην ὑπάρχειν· ἐπίκτητον τὸ ὕδωρ ἐν τοῖς λάκκοις, πῖπτον ἐξ οὐρανοῦ· ἐν δὲ τοῖς φρέασι φλέβες ὑδάτων κεχωσμέναι, πρὶν ὀρυχθῆναι τοὺς τόπους, φανεροῦνται, περιαιρεθέντων τῶν ἐπικαλυπτόντων χωμάτων, καὶ οἱασδήποτε οὐσίας ἐπικειμένης, ἥτις πᾶσά ἐστι γῆ. Καὶ ἐν ταῖς ψυχαῖς τοίνυν ἐστὶν οἱονεὶ ὄρυγμα, ἐν αἷς καταπίπτει τὰ κρείττονα μεταβάλλοντα καὶ παραχαραττόμενα, ὅτε τις τὰς περὶ τῶν καλῶν ἐννοίας πεσούσας εἰς αὐτὸν τρέπει, ἐπὶ τὸ κακουργότερον αὐτὰς διαστρέφων, καὶ ἐπὶ τὰ ἐναντία τῇ ἀληθείᾳ, οὐδὲν οἰκεῖον βεβουλευμένος ἔχειν καλόν. Καὶ πάλιν φρέατα, ὅτε, περιαιρεθέντων τῶν ἐπικαλυπτόντων χειρόνων, ἀναλάμπει φῶς καὶ πηγὴ ὕδατος ἐν λόγῳ καὶ δόγμασι ποτίμου. Διὰ τοῦτο ἕκαστον ἑαυτῷ φρέαρ κατασκευάσαι ἀναγκαῖον, ἵνα τηρήσῃ τὴν προειρημένην ἐντολὴν τὴν λέγουσαν· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς. Οὕτω γὰρ χρηματίσομεν τέκνα τῶν ὀρυξάντων τὰ φρέατα, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Λάκκον δὲ οὐ ποιητέον, ἵνα μὴ ἐμπέσωμεν εἰς τὸ ὄρυγμα, κατὰ τὸ ἐνθάδε εἰρημένον, μηδὲ ἀκούσωμεν τὰ ἐν τῷ Ἰερεμίᾳ ἐπ' ὀνειδισμῷ τῶν ἁμαρτανόντων ἀναγεγραμμένα, τοῦ Θεοῦ λέγοντος περὶ αὐτῶν ἃ καὶ πρὸ βραχέως παρεθέμεθα· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς
into which Joseph was cast by his brothers. And when the smiting takes place From the firstborn of Pharaoh even to the firstborn of the captive woman who was in the pit. And in the Psalms: I was reckoned with those who go down into a pit. And in Jeremiah He says: They have forsaken Me, the fountain of living water, and have dug for themselves broken cisterns, which shall not be able to hold water. Moreover, in Daniel too a pit of lions is recorded, into which Daniel is cast. A well, however, Abraham digs; and the servants of Isaac; and Moses, having gone out, rested beside a well. And we receive a commandment from Solomon to drink waters from our own vessels and from the spring of our own wells. And the Saviour beside the well discourses with the Samaritan woman concerning divine mysteries. Now the cause why pits on the one hand are set down for worse things, and wells on the other hand for better things, we consider to be this: the water in pits is adventitious, falling from the sky; whereas in wells veins of water buried under earth before the places were dug come to light when the overlying mounds of soil are cleared away, together with whatever substance lies upon them, all of which is earth. In souls too, accordingly, there is as it were an excavation, in those into which better things fall only to be altered and counterfeited, whenever someone turns aside the conceptions of noble things that have fallen into him, twisting them towards what is more knavish and towards what is contrary to the truth, having resolved to possess nothing good as his own. And again, there are wells whenever, once the worse things that covered them over have been cleared away, light shines forth together with a spring of drinkable water in speech and doctrines. On this account it is necessary for each man to fashion a well for himself, so that he may keep the aforesaid commandment which says: Drink waters from your own vessels, and from the spring of your own wells. For thus we shall be styled children of those who dug the wells, Abraham and Isaac and Jacob. A pit, however, must not be made, lest we fall into the excavation, according to what is said here, and lest we hear the words recorded in Jeremiah for the reproach of those who sin, when God says concerning them what we also cited shortly before: They have forsaken Me, the fountain of living water, and have dug for themselves
ΕΙΣ ΤΟΝ ΙΔʹ ΨΑΛΜΟΝ.
On the Fourteenth Psalm.
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου, ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;
O Lord, who shall sojourn in Thy tabernacle, or who shall dwell on Thy holy mountain?
1. Τὸν τέλειον ἡμῖν ὁ λόγος ὑπογράψαι βουλόμε-
1. The discourse, wishing to sketch out for us the perfect man