Migne Reading Room

PG 29 · cols. 229–240 · Read from the page

Homily on Psalm 7

Homily on Psalm 7

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:229Read from the page
πται, ἡ ἐπιγραφὴ τοῦ ἑβδόμου ψαλμοῦ. Ἐκεῖ γὰρ ὁ Χουσὶ ἀρχιεταῖρος μὲν τοῦ Δαβὶδ, υἱὸς δὲ Ἀραχὶ ἱστορεῖται, ἐνταῦθα δὲ Χουσὶ υἱὸς Ἰεμενεί. Ἔστι δὲ οὔτε οὗτος, οὔτε ἄλλος τις τῶν ἐκεῖ φαινομένων υἱὸς Ἰεμενεί. Μήποτε οὖν, ἐπειδὴ μεγάλην ἀριστείαν καὶ ἀνδραγάθημα ἐκ τοῦ περὶ τὴν φιλίαν σχηματισμοῦ ἐνεδείξατο, προσχωρήσας μὲν δῆθεν τῷ Ἀβεσσαλὼμ, διαλύων δὲ τὰς βουλὰς τοῦ Ἀχιτόφελ, ἀνδρὸς ἐντρεχεστάτου καὶ στρατηγικωτάτου τὰς γνώμας ὑποτιθεμένου, διὰ τοῦτο υἱὸς Ἰεμενεὶ προσηγορεύθη; Ἑρμηνεύεται δὲ ὁ υἱὸς Ἰεμενεὶ υἱὸς τῆς δεξιᾶς. Εἰσηγουμένου γὰρ ἐκείνου μηδένα χρόνον ἐμποιεῖν τοῖς πράγμασιν, ἀλλ' εὐθὺς ἀπαρασκεύῳ ὄντι ἐπιτίθεσθαι τῷ πατρὶ, οὐκ εἴασε παραδεχθῆναι τὴν βουλὴν τοῦ Ἀχιτόφελ, Ὅπως ἐπαγάγη, φησὶ, Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα· ἀλλὰ πιθανωτέρας ἔδοξεν ἀναβολὰς αὐτοῖς καὶ διατριβὰς ἐμποιεῖν, πρὸς τὸ δοῦναι καιρὸν τῷ Δαβὶδ συλλέξασθαι τὰς δυνάμεις. Ὅθεν καὶ ἀπόδεκτος ἦν παρὰ τῷ Ἀβεσσαλὼμ λέγοντι· Ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ. Τῷ μέντοι Δαβὶδ διὰ τῶν ἱερέων Σαδὼκ καὶ Ἀβιάθαρ ἐδήλου τὰ οἰκονομηθέντα, καὶ προσέταξε μὴ αὐλισθῆναι ἐν τῇ Ἀραβὼθ τῆς ἐρήμου, ἀλλὰ κατέσπευδεν αὐτὸν ἐπὶ τὴν διάβασιν. Ἐπεὶ οὖν ἐκ τῆς ἀγαθῆς συμβουλῆς ἐγένετο δεξιὸς τοῦ Δαβὶδ, ἀπὸ τοῦ ἀνδραγαθήματος τῆς προσηγορίας τετύχηκε. Διά τοι τοῦτο υἱὸς Ἰεμενεὶ προσηγόρευται, τουτέστιν, υἱὸς δεξιᾶς. Αὕτη δὲ συνήθεια τῆς Γραφῆς, καὶ τοὺς χείρονας ἀπὸ τῆς ἁμαρτίας χρηματίζειν μᾶλλον ἢ ἀπὸ τῶν πατέρων, καὶ τοὺς κρείττονας υἱοὺς ὀνομάζειν ἐκ τῆς χαρακτηριζούσης αὐτοὺς ἀρετῆς. Τὸν τοίνυν διάβολον υἱὸν ἀπωλείας ὁ Ἀπόστολος ὀνομάζει· Ἐὰν γὰρ μὴ ἀποκαλυφθῇ ὁ ἄνομος ὁ υἱὸς τῆς ἀπωλείας. Καὶ ἐν τῷ Εὐαγγελίῳ τὸν Ἰούδαν υἱὸν ἀπωλείας ὁ Κύριος εἶπεν· Οὐδεὶς γὰρ, φησὶν, ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας· τέκνα δὲ σοφίας τοὺς ἐν τῇ θεογνωσίᾳ μεμορφωμένους· Ἐδικαιώθη
recorded, the superscription of the seventh psalm. For there Chusi is recorded as chief companion of David, and son of Arachi, whereas here Chusi is called son of Iemenei. Yet neither this man, nor anyone else among those appearing there, is a son of Iemenei. Could it be, then, that because he displayed great prowess and a manly feat through his feigned friendship—going over forsooth to Absalom, while undoing the counsels of Achitophel, a man most shrewd and most skilled in generalship who was offering his proposals—for this reason he was addressed as "son of Iemenei"? Now "son of Iemenei" is interpreted "son of the right hand". For when that man advised introducing no delay into affairs, but straightway attacking his father while he was unprepared, he did not allow the counsel of Achitophel to be accepted—"so that the Lord", it says, "might bring upon Absalom all the calamities"—but seemed to put forward more plausible postponements and delays to them, towards giving David time to gather his forces. Hence he also found acceptance with Absalom, who said: "The counsel of Chusi the son of Arachi is better than the counsel of Achitophel." Meanwhile to David, through the priests Sadoc and Abiathar, he made known what had been arranged, and bade him not camp for the night in Araboth of the wilderness, but urged him on to the crossing. Since, then, out of his good counsel he proved a right-hand man to David, from his manly feat he obtained the appellation. On this account, indeed, he has been addressed as "son of Iemenei", that is, "son of the right hand". Now this is a custom of Scripture, both to style worse men from their sin rather than from their fathers, and to name better men "sons" from the virtue characterizing them. Thus the Apostle names the devil "son of perdition": "For unless the lawless one be revealed, the son of perdition." And in the Gospel the Lord called Judas "son of perdition": "For none", He says, "perished, save the son of perdition"; while He calls those formed in the knowledge of God "children of wisdom": "Justified"
Notes, col. 229

On the reading

Printed ἐπαγάγη, for ἐπαγάγῃ.

PG 29:232Read from the page
γὰρ, φησιν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· καὶ, Ἐὰν ᾖ, φησὶν, ἐκεῖ υἱὸς εἰρήνης. Οὐδὲν οὖν θαυμαστὸν καὶ νῦν σιωπηθῆναι μὲν αὐτοῦ τὸν σωματικὸν πατέρα, δεξιᾶς δὲ υἱὸν τὸν ἀρχιεταῖρον τοῦ Δαβὶδ ὀνομασθῆναι, ἀπὸ τῆς πράξεως πρέποντα ἑαυτῷ τὸν χρηματισμὸν λαβόντα.
"indeed", He says, "was wisdom by her children"; and, "If a son of peace be there", He says. It is no marvel at all, therefore, if now too his bodily father has been passed over in silence, while the chief companion of David has been named "son of the right hand", having received from his deed the title befitting himself.
2. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Νομιζόμενον ἁπλοῦν εἶναι καὶ ὑπὸ τοῦ τυχόντος ὑγιῶς ἀναφέρεσθαι δύνασθαι τὸ, Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με, τάχα οὐ τοιοῦτόν ἐστιν. Ὁ γὰρ ἐπ' ἄνθρωπον ἐλπίζων, ἢ ἐπ' ἄλλο τι τῶν κατὰ τὸν βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν, ἢ χρήματα, ἤ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων εἶναι λαμπρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι, μὴ ἐλπίζειν ἐπ' ἄρχοντας· καὶ, Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Ὥσπερ οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τῶν πάντων Κύριον. Ἐλπὶς γάρ μου, φησὶ, καὶ ὕμνησίς μου ὁ Κύριος. Πῶς δὲ πρῶτον σωθῆναι εὔχεται ἐκ τῶν διωκόντων, εἶτα ῥυσθῆναι; Ἡ διαστολὴ σαφῆ ποιήσει τὸν λόγον. Σῶσον γάρ με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Τίς οὖν ἡ διαφορὰ τοῦ σώζεσθαι καὶ τοῦ ῥύεσθαι; Ὅτι τῆς σωτηρίας μὲν κυρίως οἱ ἀσθενοῦντες χρῄζουσι, τοῦ ῥυσθῆναι δὲ οἱ ἐν τῇ αἰχμαλωσίᾳ κατεχόμενοι. Διὰ τοῦτο ὁ μὲν ἐν ἑαυτῷ ἔχων τὴν ἀσθένειαν, ἐν ἑαυτῷ δὲ λαβὼν τὴν πίστιν, ὑπὸ τῆς οἰκείας πίστεως οἰκονομεῖται πρὸς τὸ σωθῆναι. Ἡ πίστις γάρ σου, φησὶ, σέσωκέ σε· καὶ, Γενηθήτω σοι ὡς ἐπίστευσας. Ὁ δὲ ὀφείλων ῥυσθῆναι τιμὴν ἔξωθεν ὑπὲρ αὐτοῦ κατατεθῆναι ὀφείλουσαν ἀναμένει. Ὁ τοίνυν ὑπὸ τὸν θάνατον ὢν, εἰδὼς, ὅτι εἷς ὁ σώζων, εἷς ὁ λυτρούμενος, Ἐπὶ σοὶ, φησὶν, ἤλπισα, σῶσόν με ἀπὸ τῆς ἀσθενείας, καὶ ῥῦσαί με ἀπὸ τῆς αἰχμαλωσίας. Οἶμαι δὲ, ὅτι οἱ γενναῖοι τοῦ Θεοῦ ἀθληταὶ, ἱκανῶς παρὰ πάντα τὸν ἑαυτῶν βίον τοῖς ἀοράτοις ἐχθροῖς προσπαλαίσαντες, ἐπειδὰν πάσας αὐτῶν ὑπεκφύγωσι τὰς διώξεις, πρὸς τῷ τέλει τοῦ βίου γενόμενοι, ἐρευνῶνται ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος, ἵνα, ἂν μὲν εὑρεθῶσιν ἔχοντες τραύματα ἀπὸ τῶν παλαισμάτων, ἢ σπίλους τινὰς, καὶ τύπους τῆς ἁμαρτίας, κατασχεθῶσιν· ἐὰν δὲ ἄτρωτοι εὑρεθῶσι καὶ ἄσπιλοι, ὡς ἀκράτητοι ὄντες, ὡς ἐλεύθεροι ὑπὸ Χριστοῦ ἀναπαύσωνται. Εὔχεται οὖν περί τε τῆς ἐνταῦθα ζωῆς καὶ περὶ τῆς μελλούσης. Σῶσον γάρ με, φησὶν, ἐνταῦθα
2. "O Lord my God, in Thee have I hoped; save me." What is supposed to be simple and capable of being soundly uttered by anyone at random—namely, "O Lord my God, in Thee have I hoped; save me"—is perhaps not such. For he who places his hope in man, or is puffed up over anything else among the things of this life, such as power, or wealth, or any of the things accounted splendid among the many, cannot say: "O Lord my God, in Thee have I hoped." For there is a precept not to hope in princes; and, "Cursed is the man who has his hope in man." Just as it was not fitting to worship anything else beside God, so neither is it fitting to hope in another save in the God Who is Lord of all. "For my hope", he says, "and my praise is the Lord." Now why does he pray first to be saved from his persecutors, and next to be rescued? Punctuation will make the expression clear. "For save me from all who persecute me, and rescue me, lest at any time he seize my soul like a lion." What then is the difference between being saved and being rescued? That strictly speaking those who are weak stand in need of salvation, whereas those held fast in captivity stand in need of being rescued. For this reason he who has weakness within himself, yet has received faith within himself, is guided by his own faith towards being saved. "For your faith", He says, "has saved you"; and, "Let it be done for you as you believed." Whereas he who stands in need of being rescued awaits a ransom that must be paid down on his behalf from outside. He, therefore, who is under death, knowing that there is One Who saves, One Who redeems, says: "In Thee have I hoped; save me" from weakness, "and rescue me" from captivity. Now I think that the noble athletes of God, after wrestling stoutly throughout their whole life against the invisible enemies, once they have escaped all their persecutions and have come near the end of life, are searched by the ruler of this age, so that if they are found having wounds from the bouts, or certain stains and imprints of sin, they may be detained; whereas if they are found unwounded and spotless, as being unconquered, they may be given rest by Christ as free men. He prays, therefore, concerning both life here and the life to come. "For save me", he says, here
Notes, col. 232

On the reading

Printed φησιν, for φησὶν.

PG 29:233Read from the page
ἀπό τῶν διωκόντων· ῥῦσαι δέ με ἐκεῖ ἐν τῷ καιρῷ τῆς ἐρεύνης, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Καὶ ταῦτα μάθοις ἂν ἐξ αὐτοῦ τοῦ Κυρίου λέγοντος περὶ τὸν καιρὸν τοῦ πάθους· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ ἕξει οὐδέν. Ἀλλ' ὁ μὲν, μὴ ποιήσας ἁμαρτίαν, ἔλεγεν ἔχειν οὐδέν· ἀνθρώπῳ δὲ αὔταρκες, ἐὰν τολμήσῃ εἰπεῖν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ ἕξει ὀλίγα καὶ μικρά. Κίνδυνος δὲ ταῦτα παθεῖν, ἐὰν μὴ ἔχωμεν τὸν λυτρούμενον ἡμᾶς, μηδὲ τὸν σώζοντα. Πρὸς τὰ δύο τὰ προκείμενα δύο ἐστὶ τὰ ἐπαγόμενα· Σῶσόν με ἐκ τοῦ πλήθους τῶν διωκόντων με, καὶ ῥῦσαι, ἵνα μή ποτε ἁρπασθῶ, ὡς μὴ ὄντος λυτρουμένου.
"from those who persecute"; and "rescue me" there in the time of searching, "lest at any time he seize my soul like a lion." And you might learn these things from the Lord Himself speaking around the time of His passion: "Now the ruler of this world comes, and in Me he will have nothing." Yet He, having committed no sin, said that he had nothing; whereas for a human being it suffices if he dare to say, "The ruler of this world comes, and in me he will have few and slight things." And there is danger of suffering these things unless we have Him Who redeems us and Him Who saves. Answering to the two things set forth are the two things subjoined: "Save me from the multitude of those who persecute me, and rescue [me]", lest at any time I be seized, since there is none to redeem.
3. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι. Σύνηθες τῇ Γραφῇ τὸ τῆς ἀνταποδόσεως ὄνομα οὐκ ἐπὶ τῶν νομιζομένων, ὡς ὑπάρξαντός τινος ἀγαθοῦ ἢ κακοῦ, μόνον λαμβάνειν, ἀλλὰ καὶ ἐπὶ τῶν προκαταρχομένων· ὡς ἐπὶ τοῦ, Ἀνταπόδος τῷ δούλῳ σου. Ἀντὶ γὰρ τοῦ εἰπεῖν, Δὸς, εἴρηται, Ἀνταπόδος. Δόσις μὲν οὖν ἐστιν ἡ καταρχὴ τῆς εὐποιίας, ἀπόδοσις δὲ ἡ τοῦ ἴσου ἀντιμέτρησις παρὰ τοῦ εὖ πεπονθότος· ἀνταπόδοσις δὲ δευτέρα τις ἀρχὴ καὶ περίοδος τῶν καταβαλλομένων εἴς τινας ἀγαθῶν ἢ κακῶν. Οἶμαι δὲ, ὅταν ἀντὶ τῆς αἰτήσεως οἱονεὶ ἀπαίτησίν τινα ποιούμενος ὁ λόγος τὴν ἀνταπόδοσιν ἐπιζητῇ, τοιοῦτόν τινα νοῦν παριστᾷ· ὅτι, Τὸ παρὰ τῆς φύσεως ἀναγκαίως ὀφειλόμενον τῆς ἐπιμελείας χρέος τοῖς ἐγγόνοις παρὰ τῶν γεννησάντων, τοῦτό μοι παράσχου. Χρεωστεῖται γὰρ τέκνοις παρὰ πατρὸς κατὰ τὴν φυσικὴν στοργὴν ἡ περὶ τοῦ βίου πρόνοια. Ὀφείλουσι γὰρ, φησὶν, οἱ γονεῖς τοῖς τέκνοις θησαυρίζειν, ἵνα πρὸς τῷ ζῆν ἔτι καὶ τὰς κατὰ τὸν βίον αὐτοῖς ἀφορμὰς παράσχωνται. Τοιοῦτόν ἐστι πολλάκις ἐπὶ τῆς Γραφῆς ἐν ταῖς προκαταρκτικαῖς ἐνεργείαις τὸ ἀπόδομα ἢ τὸ ἀνταπόδομα παραλαμβανόμενον. Νῦν δὲ ἔοικε θαῤῥεῖν ὁ λέγων τῷ μὴ ἀντιδεδωκέναι τοῖς ἀνταποδιδοῦσι κακὰ, μὴ ἀνταποδεδωκέναι τὰ ὅμοια. Εἰ οὖν ἐποίησα τοῦτο, καὶ εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Κενὸς ἀποπίπτει ἀπὸ τῶν ἐχθρῶν ὁ τῆς χάριτος τῆς ἐκ τοῦ πληρώματος τοῦ Χριστοῦ ἐκπεσών. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου. Τοῦ μὲν δικαίου ἡ ψυχὴ, χωριζομένη τῆς πρὸς τὸ σῶμα συμπαθείας, τὴν ζωὴν ἔχει κεκρυμμένην σὺν τῷ Χρι-
3. "O Lord my God, if I have done this, if there is iniquity in my hands, if I have repaid those who repay me evils, may I fall then empty from my enemies. Let the enemy then pursue my soul, and overtake it." It is customary in Scripture to take the term "recompense" not solely in cases where it is supposed that some good or evil has preceded, but also in the case of inaugural acts; as in the expression, "Render unto Thy servant." For instead of saying, "Give", it has been said, "Render." Thus "giving" is the inauguration of beneficence, whereas "rendering" is the measuring back of an equal return on the part of him who has been well treated; while "recompense" is a certain second beginning and cycle of goods or evils bestowed upon some. And I think that whenever, instead of a petition, the Word makes as it were a certain claim and seeks recompense, it presents some such sense as this: The debt of care owed by nature of necessity to offspring from those who begot them, grant Thou this to me. For providence over life is owed to children from a father in accordance with natural affection. "For parents ought", he says, "to lay up treasure for their children", so that beside life itself they may further provide them with resources for living as well. Of such a sort frequently in Scripture is "rendering" or "recompense" when taken of inaugural actions. Here, however, the speaker seems to take courage in not having repaid evils to those who repay evils, in not having repaid the like. "If therefore I have done this, and if I have repaid those who repay me evils, may I fall then empty from my enemies." Empty falls away from his enemies he who has fallen away from the grace that comes out of the fullness of Christ. "Let the enemy then pursue my soul, and overtake it, and trample my life down into the earth." Now the soul of the righteous man, separating itself from sympathy towards the body, has its life hidden together with Christ
Notes, col. 233

On the reading

Printed ἀπό, for ἀπὸ.

PG 29:236Read from the page
στῷ ἐν τῷ Θεῷ· ὥστε δύνασθαι λέγειν κατὰ τὸν Ἀπόστολον, ὅτι Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· καὶ, Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Τοῦ δὲ ἁμαρτωλοῦ καὶ κατὰ σάρκα ζῶντος καὶ συμπεφυρμένου ταῖς τοῦ σώματος ἡδοναῖς ἡ ψυχὴ οἷον ἐν βορβόρῳ τοῖς πάθεσι τῆς σαρκὸς ἐγκεκύλισται· ἣν καὶ καταπατῶν ὁ ἐχθρὸς ἐπὶ πλέον ἐκμολύνειν καὶ οἱονεὶ καταχωννύειν φιλονεικεῖ, ἐπιβαίνων τῷ πεπτωκότι, καὶ τοῖς ἑαυτοῦ ποσὶ καταπατῶν εἰς γῆν, τουτέστιν, εἰς τὸ σῶμα τὴν ζωὴν τοῦ ὀλισθήσαντος. Καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Τῶν μὲν ἁγίων τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς, καὶ θησαυριζόντων ἑαυτοῖς ἐν τοῖς αἰωνίοις θησαυροῖς τὰ ἀγαθὰ, ἡ δόξα ἐστὶν ἐν τοῖς οὐρανοῖς· τῶν δὲ χοϊκῶν καὶ κατὰ σάρκα ζώντων, ἡ δόξα αὐτῶν κατασκηνοῦν εἰς τὸν χοῦν λέγεται. Ὁ γὰρ ἐπὶ τῷ χοϊκῷ πλούτῳ δοξαζόμενος, καὶ ὁ τὴν ὀλιγοχρόνιον τιμὴν τῶν ἀνθρώπων περιέπων, καὶ ὁ ἐπὶ τοῖς σωματικοῖς πλεονεκτήμασι πεποιθὼς, δόξαν ἑαυτῷ ἔχει, οὐκ ἀνανεύουσαν εἰς οὐρανὸν, ἀλλ' εἰς τὸν χοῦν ἐναπομένουσαν.
[Chri]st in God; so as to be able to say according to the Apostle, It is no longer I who live, but Christ lives in me; and, That life which I now live in the flesh, I live in faith. But of the sinner who lives according to the flesh and is defiled together with the pleasures of the body, the soul is rolled about as though in mire in the passions of the flesh; and trampling upon her, the enemy strives to pollute her all the more and as it were to bury her under a mound, mounting upon him who has fallen, and with his own feet trampling down to the earth, that is, into the body, the life of him who has slipped. And to make my glory dwell in the dust. Of the saints, on the one hand, who have their citizenship in the heavens and treasure up for themselves good things in the eternal treasuries, the glory is in the heavens; whereas of those who are earthy and live according to the flesh, their glory is said to dwell in the dust. For he who glories in earthy wealth, and he who cherishes the short-lived honour of men, and he who trusts in bodily advantages, holds for himself a glory that does not look upwards to heaven, but abides behind in the dust.
Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου· ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου. Τὸ μυστήριον τῆς ἀναστάσεως ἤδη ἐνεργεῖσθαι εὔχεται ὁ Προφήτης εἰς ἀθέτησιν τῆς ἁμαρτίας αὐτῶν· ἢ τὴν ἐπὶ τοῦ σταυροῦ ὕψωσιν, ἥτις γενήσεσθαι ἔμελλε μετὰ τὸ εἰς τὸν ἔσχατον ὅρον τὴν κακίαν τῶν ἐχθρῶν ὑψωθῆναι. Ἢ καὶ τὸ, Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, τοιοῦτόν τινα ὑποβάλλει νοῦν· ὅτι ὅσον ἂν κορυφωθῇ ἡ κακία, καὶ προέλθῃ ἐπὶ τὸ ἄμετρον καὶ ἀπεριόριστον χυθεῖσα, τῇ περιουσίᾳ τῆς δυνάμεως δύνασαι, ὥσπερ ἀγαθὸς ἰατρὸς προκαταλαβὼν τῆς νομῆς τὰ πέρατα, στῆσαι τὴν νόσον νεμομένην καὶ ἕρπουσαν, καὶ διακόψαι αὐτῆς τὴν συνέχειαν ταῖς παιδευτικαῖς σου πληγαῖς.
Arise, O Lord, in Thy wrath; be exalted in the uttermost bounds of my enemies. The Prophet prays that the mystery of the resurrection may already be wrought for the putting away of their sin; or else the exaltation upon the cross, which was about to take place after the malice of the enemies had been lifted up to its uttermost limit. Or the clause, Be exalted in the uttermost bounds of my enemies, also suggests some such sense as this: that however high malice may crest, and however far it may advance when poured forth without measure and without limit, by the abundance of power Thou art able, just like a good physician forestalling the outer edges of a spreading ulcer, to stay the disease as it feeds and creeps onward, and to cut short its continuity by Thy corrective blows.
4. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω. Δύναται μὲν καὶ ἐπὶ τὸ μυστήριον τῆς ἀναστάσεως ὁ λόγος ἀναφέρεσθαι, παρακαλοῦντος τοῦ Προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν παντὸς ἁμαρτήματος, καὶ τὰς προδιατεταγμένας ἡμῖν ἐντολὰς τελεσθῆναι· δύναται δὲ καὶ ἐπὶ τὴν τότε κατάστασιν τῶν πραγμάτων τοῦ Προφήτου λαμβάνεσθαι, παρακαλοῦντος ἐξεγερθῆναι τὸν Θεὸν εἰς ἐκδίκησιν τοῦ προστάγματος οὗ ἐνετείλατο. Πρόσταγμα δὲ ἦν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, παρὰ Θεοῦ δεδομένον, ὅπερ παρέβη ὁ υἱὸς αὐτοῦ. Διὸ παρακαλεῖ εἰς αὐτοῦ τε ἐκείνου ἐπανόρθωσιν καὶ σωφρονισμὸν τῶν πολλῶν μὴ μακροθυμεῖν τὸν Θεὸν, ἀλλ' ἐγερθῆναι ἐν ὀργῇ, καὶ διαναστάντα ἐκδικῆσαι τὴν ἰδίαν ἐντολήν. Οὐ γὰρ ἐμὲ, φησὶν, ἐκδικήσεις, ἀλλὰ τὸ πρόσταγμα τὸ σὸν καταφρονηθὲν, ὃ αὐτὸς ἐνετείλω. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Δῆλον δὲ ὅτι, ἑνὸς ἀδίκου σωφρονισθέντος, πολλοὶ
4. And awake, O Lord my God, in the precept which Thou commanded. The saying can on the one hand be referred also to the mystery of the resurrection, as the Prophet entreats the Judge to awake for the avenging of every transgression, and for the commandments previously ordained for us to be fulfilled; and it can on the other hand also be taken in reference to the state of the Prophet's affairs at that time, as he entreats God to awake for the avenging of the precept which He commanded. Now the precept given from God was, Honour your father and your mother, which his son transgressed. Wherefore he entreats God, both for that man's own amendment and for the chastening of the many, not to be long-suffering, but to arise in wrath, and having risen up to avenge His own commandment. For it is not me, he says, that Thou will avenge, but Thy precept that has been despised, which Thou Thyself commanded. And a congregation of peoples shall compass Thee about. Now it is plain that when one unjust man is chastened, many
PG 29:237Read from the page
ἐπιστρέψουσι. Την οὖν τούτου πονηρίαν κόλασον, ἵνα πολλὴ συναγωγὴ λαῶν κυκλώσῃ σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Ὑπὲρ τῆς κυκλούσης σε συναγωγῆς, ἣν ἐκτήσω διὰ τῆς κατὰ χάριν συγκαταβάσεως καὶ οἰκονομίας, ἐπίστρεψον εἰς τὸ ὕψος τῆς δόξης, ἣν εἶχες πρὸ τοῦ τὸν κόσμον γενέσθαι. Κύριος κρινεῖ λαούς. Πολλαχοῦ τῆς Γραφῆς ὁ περὶ τῆς κρίσεως ἐγκατέσπαρται λόγος, ὡς ἀναγκαιότατος καὶ συνεκτικώτατος εἰς διδασκαλίαν εὐσεβείας τοῖς εἰς Θεὸν διὰ Ἰησοῦ Χριστοῦ πεπιστευκόσιν. Ἐπειδὴ δὲ πολυτρόπως ὁ περὶ τῆς κρίσεως ἐγγέγραπται λόγος, δόξει τινὰ καὶ σύγχυσιν ἔχειν τοῖς μὴ ἀκριβῶς τὰ σημαινόμενα διαστέλλουσιν. Ὁ πιστεύων γὰρ εἰς ἐμὲ οὐ κρίνεται· ὁ δὲ ἀπιστῶν ἤδη κέκριται. Εἰ δὲ ὁ μὴ πιστεύων ὅμοιός ἐστι τῷ ἀσεβεῖ, πῶς εἴρηται τὸ μὴ ἀναστήσεσθαι ἀσεβεῖς ἐν κρίσει; Καὶ εἰ οἱ πιστεύοντες υἱοὶ Θεοῦ διὰ τῆς πίστεως γεγόνασι, καὶ διὰ τοῦτο ἄξιοί εἰσι τοῦ καὶ αὐτοὶ θεοὶ χρηματίζειν, πῶς Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ; Ἀλλ' ἔοικε τὸ κρίνεσθαι ποτὲ μὲν ἐπὶ τοῦ δυκιμάζεσθαι ὑπὸ τῆς Γραφῆς παραλαμβάνεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ κατακρίνεσθαι· ἐπὶ μὲν τοῦ δοκιμάζεσθαι, ὡς τὸ, Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην· ἐπάγει γὰρ ἐκεῖ· Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· ἐπὶ δὲ τοῦ κατακρίνεσθαι, ὡς τὸ, Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· εἰ γὰρ ἑαυτοὺς ἐξητάζομεν, φησὶν, οὐκ ἂν κατακρίσει ὑπεβαλλόμεθα. Πάλιν εἴρηται κριθήσεσθαι τὸν Κύριον πρὸς πᾶσαν σάρκα· τουτέστιν, ἐν τῷ ἐξετασμῷ τῶν βεβιωμένων ἑκάστῳ ἑαυτὸν ὑποβάλλει τῇ κρίσει, καὶ τὰ ἑαυτοῦ προστάγματα ἀντιπαρεξάγει τοῖς πεπραγμένοις ὑπὸ τῶν ἡμαρτηκότων, ἀπολογούμενος μετὰ ἀποδείξεων, ὅτι πάντα τὰ εἰς αὐτὸν ἥκοντα ἐπὶ σωτηρίᾳ τῶν κρινομένων πεποίηκεν, ἵνα πειθόμενοι οἱ ἡμαρτηκότες ὡς ἔνοχοι τοῖς ἁμαρτήμασιν, ἀποδεχόμενοι τὴν θείαν δίκην, ἑκόντες προσῶνται τὸ ἐπιβάλλον αὐτοῖς ἐπιτίμιον.
will turn back. Punish therefore this man's wickedness, so that a great congregation of peoples may compass Thee about. And for the sake of this return on high. For the sake of the congregation that compasses Thee about, which Thou acquired through Thy gracious condescension and dispensation, return to the height of the glory which Thou had before the world came to be. The Lord shall judge peoples. In many places of Scripture the teaching concerning judgement is sown throughout, as being most necessary and most cohesive for the instruction of godliness to those who have believed in God through Jesus Christ. Yet since the teaching concerning judgement is written down in manifold ways, it will seem to involve a certain confusion as well for those who do not accurately distinguish its meanings. For he who believes in Me is not judged; but he who does not believe has been judged already. Yet if he who does not believe is like the ungodly man, how has it been said that the ungodly shall not rise up in judgement? And if those who believe have become sons of God through faith, and on this account are worthy even themselves to be styled gods, how did God stand in the congregation of gods, and in the midst will judge gods? Rather, it seems that to be judged is taken by Scripture sometimes in the sense of being proved, and sometimes in the sense of being condemned: in the sense of being proved, as in, Judge me, O Lord, for I have walked in my innocence; for there it subjoins: Prove me, O Lord, and try me; and in the sense of being condemned, as in, For if we judged ourselves, we would not be judged; for if we examined ourselves, he says, we would not be subjected to condemnation. Again, it has been said that the Lord will enter into judgement with all flesh; that is, in the examination of the things lived out by each person He submits Himself to the judgement, and sets His own precepts side by side against the deeds done by those who have sinned, making His defence with demonstrations that He has done everything pertaining to Himself for the salvation of those being judged, so that those who have sinned, being persuaded that they are guilty of their sins and accepting the divine justice, may willingly take upon themselves the penalty that falls to them.
5. Ἔστι δὲ καὶ ἄλλο σημαινόμενον ὑπὸ τῆς τοῦ κρίνεσθαι φωνῆς, καθά φησιν ὁ Κύριος· Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην. Τοὺς γὰρ ἀποστρεφομένους τὴν θείαν διδασκαλίαν, καὶ ἀφιλοκάλους, καὶ παντελῶς ἀπεστραμμένους τὰ παιδευτικὰ τῆς σοφίας δόγματα, συγκρίσει καὶ ἀντιπαραθέσει τῶν κατὰ τὴν ἰδίαν γενεὰν ἐπὶ τῇ περὶ τὰ καλὰ σπουδῇ διενεγκόντων, βαρυτέραν φησὶ λαμβάνειν τὴν ἐπὶ τοῖς παρεθεῖσι κα-
5. And there is also another thing signified by the expression to be judged, just as the Lord says: The queen of the south shall rise up in the judgement, and shall condemn this generation. For those who turn away from the divine teaching, and have no love of what is noble, and are utterly averse to the instructive doctrines of wisdom, through comparison and contrast with those in their own generation who excelled in zeal for noble things, He says, receive for the things they disregarded a heavier
Notes, col. 237

On the reading

Printed Την, for Τὴν.

Printed δυκιμάζεσθαι, for δοκιμάζεσθαι.

PG 29:240Read from the page
τάκρισιν. Οιμαι δὲ, ὅτι οὐχ ὁμοίως κριθήσονται πάντες οἱ τὸ γήϊνον τοῦτο σῶμα ἀναλαβόντες παρὰ τοῦ δικαίου κριτοῦ, διότι τὰ ἔξωθεν συμπίπτοντα ἑκάστῳ ἡμῶν παρὰ πολὺ διαφέροντα παραλλαγῆναι ποιεῖ τὴν ἑκάστου κρίσιν. Ἢ γὰρ βαρύνει ἡμῖν τὰ ἁμαρτήματα, ἢ καὶ κουφίζει ἡ τῶν οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἀκουσίως περιϊσταμένων ἡμᾶς συνδρομή. Ὑποκείσθω γὰρ πορνείαν εἶναι τὸ κρινόμενον. Ἀλλὰ ταύτην ὁ μέν τις ἥμαρτε, πονηροῖς ἤθεσι τὸ ἐξ ἀρχῆς ἐντεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀσελγῶν εἰς τὸν βίον παρήχθη, καὶ συνανετράφη τῇ περὶ τὰ φαῦλα συνηθείᾳ, μέθαις καὶ κώμοις καὶ αἰσχροῖς διηγήμασιν. Ἄλλος δέ τις, πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν ἐπὶ τὰ κάλλιστα, ἀνατροφὴν, διδασκάλους, ἀκρόασιν λόγων θειοτέρων, ἀναγνώσματα σωτήρια, νουθέτησιν γονέων, διηγήματα πρὸς σεμνότητα καὶ σωφροσύνην τυποῦντα, δίαιταν κατεσταλμένην, εἶτα ὑπενεχθεὶς εἰς τὴν ὁμοίαν ἁμαρτίαν τῷ ἑτέρῳ, καὶ διδοὺς λόγον τῶν βεβιωμένων, πῶς οὐχὶ βαρυτέρας παρὰ τὸν ἕτερον ὁ τοιοῦτος δικαίως τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐγκληθήσεται ἐπὶ μόναις ταῖς ἐγκατεσπαρμέναις κατὰ τὰς ἐννοίας σωτηρίοις ἀφορμαῖς, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ καὶ ὡς πολλῆς τυχὼν εἰς τὸ σωθῆναι συνεργείας, καὶ δι' ἀκρασίαν καὶ τὴν ἐν βραχυτάτῳ καιρῷ ἀπροσεξίαν προδεδωκὼς ἑαυτόν. Ὁμοίως δὲ καὶ ὁ ἐντρεφόμενος ἀρχῆθεν τῇ εὐσεβείᾳ, καὶ πᾶσαν διαστροφὴν ἐκφυγὼν ἐν τοῖς περὶ Θεοῦ δόγμασιν, ἐντρεφόμενος δὲ καὶ νόμῳ Θεοῦ διαβάλλοντι πᾶσαν ἁμαρτίαν καὶ προκαλουμένῳ ἐπὶ τὰ ἐναντία, οὐχ ὁμοίαν ἕξει εἰδωλολατρείας ἀπολογίαν τῷ ἀπὸ πατέρων ἀνόμων ἀνατεθραμμένῳ, καὶ ἐθνῶν ἀρχῆθεν εἰδωλολατρεῖν δεδιδαγμένων. Κύριος κρινεῖ λαούς. Ἄλλως τὸν Ἰουδαῖον, καὶ ἄλλως τὸν Σκύθην. Ὁ μὲν γὰρ ἐπαναπαύεται νόμῳ, καὶ καυχᾶται ἐν Θεῷ, καὶ δοκιμάζει τὰ διαφέροντα. Κατηχούμενος ὢν ἐκ τοῦ νόμου, καὶ πρὸς ταῖς κοιναῖς ἀεὶ ἐννοίαις, κατεπᾳδόμενος, καὶ παιδευόμενος τὰ προφητικὰ καὶ νομικὰ γράμματα, ἐὰν εὑρεθῇ πταίσας παρανόμως, πολλῷ βαρύτερα ἕξει λελογισμένα τὰ ἁμαρτήματα. Σκύθαι δὲ Νομάδες, ἀνημέροις καὶ ἀπανθρώποις συντραφέντες ἤθεσιν, ἁρπαγαῖς καὶ βίαις ταῖς κατ' ἀλλήλων ἐνειθισμένοι, ἀκρατῶς μὲν ἔχοντες θυμοῦ, καὶ εὐκόλως εἰς τοὺς κατ' ἀλλήλων παροξυσμοὺς ἐρεθιζόμενοι, πᾶσαν δὲ φιλονεικίαν σιδήρῳ κρίνειν συνειθισμένοι, καὶ αἵματι τὰς μάχας λύειν δεδιδαγμένοι, ἐάν τι πρὸς ἀλλήλους φιλάνθρωπον καὶ χρηστὸν ἐπιδείξωνται, ἡμῖν βαρυτέραν διὰ τῶν ἰδίων κατορθωμάτων τὴν τιμωρίαν παρασκευάζουσι. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί. Δόξει τι ὁ λόγος ἀλαζονικὸ⟨…⟩ ἔχειν καὶ παραπλήσιον τῇ εὐχῇ τοῦ ὑψοῦντος ἑαυτὸ⟨…⟩ Φαρισαίου· εὐγνωμόνως δὲ σκοποῦντι μακρὰν γενήσεται τῆς τοιαύτης διαθέσεως ὁ προφήτης. Κρῖνό⟨…⟩
condemnation. Now I think that not all who have taken up this earthly body will be judged alike by the righteous Judge, because the external circumstances that befall each of us, differing widely as they do, cause the judgement of each person to vary. For the concourse of things that are not in our power, but surround us involuntarily, either weighs down our sins for us or else lightens them. For let it be supposed that fornication is what is under judgement. Yet one man committed this sin after having been reared from the beginning in wicked habits; for indeed he was brought into life by licentious parents, and grew up together with familiarity with base things, with bouts of drunkenness and revels and shameful tales. Another man, however, having many things summoning him to what is noblest—upbringing, teachers, the hearing of more divine discourses, salutary readings, the admonition of parents, narratives moulding towards gravity and temperance, a disciplined way of life—if he is thereafter carried down into the same sin as the other, and renders an account of his life's conduct, how shall such a man not justly be deemed worthy of a heavier punishment than the other? For the former will be charged solely over the salutary promptings sown within our natural conceptions, as not having used them soundly; whereas the latter, besides this, also as having met with abundant assistance towards being saved, and through incontinence and heedlessness in the briefest moment having betrayed himself. And in like manner, he too who is nurtured from the beginning in godliness, and has escaped every perversion in the doctrines concerning God, and is nurtured also in the law of God which denounces every sin and summons to the opposite, will not have a like defence for idolatry with him who was reared by lawless fathers and among nations taught from the beginning to worship idols. The Lord shall judge peoples. In one way the Jew, and in another way the Scythian. For the former rests upon the law, and boasts in God, and approves the things that are more excellent. Being instructed out of the law, and ever charmed in addition to the common notions, and educated in the prophetic and legal writings, if he be found to have stumbled contrary to the law, he will have his sins reckoned far heavier. Whereas Nomad Scythians, reared together in savage and inhuman customs, habituated to plunderings and acts of violence against one another, uncontrollable in wrath and easily provoked to paroxysms against one another, accustomed to decide every quarrel by iron and taught to settle battles with blood, if they display anything humane and kindly towards one another, prepare for us a heavier punishment through their own right actions. Judge me, O Lord, according to my righteousness, and according to my innocence upon me. The saying will seem to have something boastful and akin to the prayer of the Pharisee who exalted himself; yet to one who considers it fairly, the prophet will prove far removed from such a disposition. Judge
Notes, col. 240

On the reading

Printed Οιμαι, for Οἶμαι.