Migne Reading Room

PG 29 · cols. 337–348 · Read from the page

Homily on Psalm 32 (33)

Homily on Psalm 32 (33)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:337Read from the page
οντι δὲ ἐπαγγελία δέδοται παρὰ Θεοῦ, ὅτι Δώσω σοι θησαυροὺς ἀποκρύφους, ἀοράτους. Ἐπειδὰν οὖν καταξιωθῶμεν τῆς πρόσωπον πρὸς πρόσωπον γνώσεως, ὀψόμεθα καὶ τὰς ἐν τοῖς θησαυροῖς τοῦ Θεοῦ ἀβύσσους. Συνάγων δὲ τὰ ἐν τῇ Γραφῇ περὶ ἀσκῶν εἰρημένα, μᾶλλον γενήσῃ ἐν περινοίᾳ τοῦ βουλήματος τοῦ προφητικοῦ. Οἱ μὲν οὖν ἀνακαινούμενοι ἡμέρᾳ καὶ ἡμέρᾳ, καὶ τὸν καινὸν οἶνον ἀπὸ τῆς ἀμπέλου τῆς ἀληθινῆς χωροῦντες, ἀσκοὶ εἶναι λέγονται ἐν τῷ Εὐαγγελίῳ καινοί· οἱ δὲ μηδέπω τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι ἀσκοί εἰσι παλαιοὶ, μὴ δυνάμενοι πιστεύεσθαι τὴν ὑποδοχὴν τοῦ νέου οἴνου. Οὐδεὶς γὰρ βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς, ἵνα μὴ καὶ ὁ οἶνος ἐκχυθῇ, καὶ πάντη ἀπόλωνται ἐκεῖνοι οἱ ἀσκοὶ, οὐδεμιᾶς ἀξιούμενοι συγγνώμης ἔτι, ἐὰν τὸν καλὸν καὶ καινὸν ἐκχέωσιν οἶνον. Οἶνον γὰρ καινὸν εἰς ἀσκοὺς καινοὺς βλητέον. Τὸν καινὸν καὶ πνευματικὸν οἶνον, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ ζέοντα, τὸν μηδέποτε παλαιούμενον τῆς ἀληθείας νοῦν
-es, moreover, a promise has been given from God: I will give you hidden, unseen treasures. Whenever, therefore, we are counted worthy of the knowledge that is face to face, we shall behold also the deeps that are in the storehouses of God. And gathering together the things spoken in Scripture concerning wineskins, you will come the more into comprehension of the prophetic intent. Now those who are renewed day by day, and who have room for the new wine from the true vine, are said in the Gospel to be new wineskins; whereas those who have not yet put off the old man are old wineskins, unable to be entrusted with the reception of the new wine. For no one puts new wine into old wineskins, lest both the wine be spilled and those wineskins perish altogether, being counted worthy of no pardon any longer if they pour out the good and new wine. For new wine must be put into new wineskins. The new and spiritual wine, fervent too with the Holy Spirit, the never-aging mind of the truth
6. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἐπειδὴ φόβος Κυρίου ἀρχὴ αἰσθήσεως, οἱ τὰ γήινα φρονοῦντες διὰ φόβου παιδευέσθωσαν. Ὡς μὲν γὰρ εἰσαγωγικὸς εἰς εὐσέβειαν ἀναγκαίως παραλαμβάνεται ὁ φόβος, ἀγάπη δὲ, λοιπὸν παραλαβοῦσα τοὺς ῥυθμισθέντας ἀπὸ τοῦ ἐπιστημονικοῦ φόβου, τελειοῖ. Πάσῃ οὖν τῇ γῇ φόβον παραγγέλλει ὁ λόγος. Σαλευθήτωσαν δὲ, φησὶ, ἀπ' αὐτοῦ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Οἱονεὶ πᾶν κίνημα, εἴτε κατὰ νοῦν, εἴτε κατὰ σωματικὴν ἐνέργειαν ἐπιτελούμενον, κατὰ τὸ βούλημα αὐτοῖς τοῦ Θεοῦ ἐνεργείσθω. Οὕτω γὰρ νοῶ τὸ, Σαλευθήτωσαν ἀπ' αὐτοῦ. Οἱονεὶ μήτε ὀφθαλμὸς σαλευέσθω ἄνευ Θεοῦ· μὴ χεὶρ κινείσθω ἄνευ Θεοῦ· μὴ ἡ καρδία διανοείσθω τὰ μὴ εὐάρεστα τῷ Θεῷ. Καὶ ὅλως ἀπὸ μηδενὸς ἄλλου σαλευθήτωσαν, μηδὲ αὐτούς τι κινείτω, εἰ μὴ ὁ τοῦ Θεοῦ φόβος. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Πρὸς δύο τὰ προάγοντα δύο ἐπήγαγε· Φοβηθήτω πᾶσα ἡ γῆ, καὶ, Σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, τὸ, Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἐπειδὴ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηίνου πλάσματος καὶ ἐκ τῆς ἐνοικούσης ψυχῆς τῷ σώματι, γῆ μὲν λέγεται τὸ ἐκ τῆς γῆς πεπλασμένον, κατοικῶν δὲ τὴν οἰκουμένην, ἡ τὴν ἐν σώματι διαγωγὴν λαχοῦσα ψυχή. Καταλλήλως οὖν τῇ γῇ ἀποδέδοται τὸ, Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· ἐπὶ μὲν τοῦ πλά
6. Let all the earth fear the Lord; and by Him let all the inhabitants of the world be moved. Since the fear of the Lord is the beginning of perception, let those who mind earthly things be disciplined through fear. For fear is necessarily taken up as introductory to godliness, whereas love, thereafter receiving those who have been brought into order by understanding fear, perfects them. To all the earth, therefore, the word enjoins fear. And let all the inhabitants of the world, he says, be moved by Him. As it were, let every movement, whether accomplished according to the mind or according to bodily activity, be wrought by them in accordance with the will of God. For thus do I understand the saying, Let them be moved by Him. As it were, neither let an eye be moved apart from God; let not a hand be stirred apart from God; let not the heart ponder things displeasing to God. And in general, let them be moved by nothing else, nor let anything stir them, save the fear of God. For He spoke, and they came to be; He commanded, and they were created. Corresponding to the two preceding clauses, Let all the earth fear, and, Let all the inhabitants of the world be moved, he subjoined two: He spoke, and they came to be, He commanded, and they were created. Since man is composite, consisting both of the earthly frame and of the soul dwelling in the body, that which has been fashioned out of the earth is called earth, while inhabitant of the world is the soul to whose lot has fallen the way of life in a body. Suitably, therefore, to the earth has been assigned the clause, He spoke, and they came to be: for with respect to the [frame]
PG 29:340Read from the page
σματος ἡμῶν τοῦ ἀπὸ τῆς γῆς τὸ, Ἐγενήθη· ἐπὶ δὲ τῆς κατ' εἰκόνα τοῦ Θεοῦ κτισθείσης τὸ, Ἐκτίσθη. Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις λαμβάνεται, ὡς τὸ, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· καὶ τὸ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον· τάχα τὸ μὲν, Ἐγενήθη. ἐπὶ τῆς πρώτης οὐσιώσεως τοῦ ἀνθρώπου λέγεται· τὸ δὲ, Ἐκτίσθη, ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως. Ὅσον δὲ λόγου ψιλοῦ ἐντολὴ Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς γένεσίν ἐστι τὸ διάφορον. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν· ἀθετεῖ δὲ λογισμοὺς λαῶν. Ἐξήγησίς ἐστι τοῦ προάγοντος, πῶς ἔκτισεν ὁ Θεὸς τοὺς εἰς αὐτὸν πεπιστευκότας, ἐκ τοῦ διασκεδάσαι τὰς ἀσυνέτους βουλὰς τῶν λαῶν, ἃς εἶχον περὶ εἰδωλολατρείαν καὶ περὶ πᾶσαν ματαιότητα, καὶ ἀθετεῖν τὰς βουλὰς τῶν ἀρχόντων. Δυνατὸν δὲ καὶ ἐπὶ τὸν τοῦ πάθους καιρὸν ἀναγαγεῖν ταῦτα, ὅτε οἱ μὲν ἐνόμιζον σταυροῦν τὸν βασιλέα τῆς δόξης, ὁ δὲ διὰ τῆς τοῦ σταυροῦ οἰκονομίας ἀνενεοῦτο τὴν ἀνθρωπότητα. Ἐν γὰρ τῇ ἀναστάσει διεσκεδάζετο μὲν ἡ βουλὴ τῶν ἐθνῶν, τοῦ Πιλάτου καὶ τῶν στρατιωτῶν, καὶ ὅσοι τὰ περὶ τὸν σταυρὸν ἐνήργουν· ἠθετοῦντο δὲ αἱ βουλαὶ τῶν ἀρχόντων, ἀρχιερέων καὶ γραμματέων καὶ τῶν βασιλέων τοῦ λαοῦ. Ἡ γὰρ ἀνάστασις πᾶσαν αὐτῶν διέλυσε τὴν ἐπίνοιαν. Ἀναλεγόμενος δὲ τὰ ἐφ' ἑκάστης ἱστορίας ὅσα περὶ τὰ ἄπιστα ἔθνη ἐνήργησεν ὁ Θεὸς, εὑρήσεις καὶ κατὰ τὸν σωματικὸν νοῦν πολλὴν ἔχον τὴν δύναμιν τὸ ῥητόν. Ὅτε γὰρ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ, τότε ὁ βασιλεὺς Συρίας υἱὸς Ἀδὲρ, πολλῇ δυνάμει καὶ βαρείᾳ χειρὶ στρατηγήσας, περιεκάθητο τὴν Σαμάρειαν, ὥστε ἐπιλιπεῖν αὐτοῖς τὰ ἀναγκαῖα, καὶ κεφαλὴν ὄνου πεντήκοντα εἶναι σίκλων ἀργυρίου, καὶ τέταρτον κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου. Τότε τοίνυν, ἵνα ἡ ἐπαγγελία τοῦ Ἐλισσαίου πληρωθῇ, διεσκεδάσθησαν αἱ βουλαὶ τῆς Συρίας, καὶ καταλιπόντες τὰς σκηνὰς ἑαυτῶν καὶ πᾶσαν τὴν περιουσίαν ἔφυγον, τοσαύτην εὐθηνίαν καταλιπόντες ἐν τῇ Σαμαρείᾳ, ὥστε μέτρον σεμιδάλεως σίκλου, καὶ δίμετρον κριθῆς ἑνὸς σίκλου πωλεῖσθαι. Οὕτω μὲν οὖν ὁ Κύριος οἶδε διασκεδάζειν βουλὰς ἐθνῶν. Πῶς δὲ ἀθετεῖ βουλὰς ἀρχόντων, ἐπὶ τοῦ Ἀχιτόφελ μεμαθήκαμεν, ὅτε ηὔξατο εὐχὴν ὁ Δαβὶδ λέγων· Διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ. Ὅταν οὖν ἀκούσῃς τινὸς ἀπειλοῦντος μεγάλα, καὶ ἐπαγγελλομένου σοι παντοδαπὰς ἐπάξειν κακώσεις, ζημίας,
[frame] of ours that is from the earth, It came to be; whereas with respect to her who was created according to the image of God, It was created. And since creation is often taken of refashioning and improvement, as in the saying, If anyone is in Christ, a new creation; and the saying, That He might create the two into one new man: perhaps the word It came to be is spoken of the first bringing into being of man, while the word It was created is spoken of the second regeneration through the grace of Christ. And by so much as a command of God differs from bare speech, so great is the difference of creation in comparison with coming-to-be. The Lord scatters the counsels of nations; and He sets aside the thoughts of peoples. This is an explanation of what precedes, showing how God created those who have believed in Him: by scattering the foolish counsels of the peoples which they held concerning idolatry and concerning every vanity, and by setting aside the counsels of the rulers. And it is possible to refer these things also to the time of the Passion, when they supposed that they were crucifying the King of glory, while He through the dispensation of the cross was renewing humanity. For in the resurrection the counsel of the nations was scattered—that of Pilate and the soldiers, and all who carried out the deeds around the cross—and the counsels of the rulers were set aside, of the chief priests and scribes and the kings of the people. For the resurrection dissolved their whole scheme. And if you gather from each history all that God wrought with regard to the unbelieving nations, you will find the saying possessing great force according to the bodily sense as well. For when Joram son of Ahab reigned in Israel, at that time the king of Syria, the son of Ader, campaigning with a great force and a heavy hand, besieged Samaria, so that necessities failed them, and an ass's head went for fifty shekels of silver, and a fourth of a cab of doves' dung for five shekels of silver. At that time, then, in order that the promise of Elisha might be fulfilled, the counsels of Syria were scattered, and leaving behind their own tents and all their substance they fled, leaving behind such abundance in Samaria that a measure of fine flour sold for a shekel, and a double measure of barley for one shekel. Thus indeed does the Lord know how to scatter the counsels of nations. And how He sets aside the counsels of rulers, we have learned in the case of Ahithophel, when David prayed a prayer, saying: Scatter now the counsel of Ahithophel. Whenever, therefore, you hear someone uttering great threats, and promising to bring upon you afflictions of every sort, fines,
Notes, col. 340

On the reading

Printed Ἐγενήθη., for Ἐγενήθη,.

PG 29:341Read from the page
7. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει· λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Οὐχ ὁρᾷς τὰ τῶν ἐθνῶν δόγματα, τὴν ματαίαν ταύτην φιλοσοφίαν, ὅπως λεπτοὶ καὶ περιττοὶ περὶ τὰς εὑρέσεις τῶν δογμάτων εἰσὶν ἔν τε λογικοῖς θεωρήμασι καὶ ἠθικαῖς διατάξεσι, καὶ φυσιολογίαις τισὶ καὶ δόγμασιν ἄλλοις τοῖς ἐποπτικοῖς λεγομένοις; πῶς διεσκέδασται πάντα, καὶ ἠχρείωται, μόνη δὲ ἐμπολιτεύεται νῦν τῷ κόσμῳ ἡ ἀλήθεια τοῦ Εὐαγγελίου; Πολλαὶ γὰρ αἱ βουλαὶ ἐν καρδίᾳ ἀνθρώπων· ἀλλ' ἡ βουλὴ τοῦ Κυρίου ἐκράτησε. Καὶ ἀναγκαῖόν γε, εἰ μέλλοι μόνιμος καὶ ἑδραία ἡ παρὰ τοῦ Θεοῦ βουλὴ ταῖς ψυχαῖς ἡμῶν ἐναπομένειν, προδιασκεδασθῆναι πρότερον ἐν ἡμῖν τοὺς ἀνθρωπίνους λογισμούς. Ὥσπερ γὰρ ὁ γράφειν μέλλων ἐν κηρῷ, προκαταλεαίνων πρότερον, οὕτως ἐπιβάλλει τοὺς τύπους οὓς ἐὰν θέλῃ· οὕτω καὶ καρδίαν χρὴ τὴν μέλλουσαν τρανῶς ὑποδέχεσθαι τὰ θεῖα λόγια, καθαρὰν ἐκ τῶν ἐναντίων λογισμῶν ἀποδειχθῆναι. Λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ἐπεὶ οὖν δύο εἰσὶν οἱ ἐκλεκτοὶ λαοὶ, καὶ δύο αὐτοῖς διαθῆκαί εἰσι δεδωρημέναι, δύνανται κατὰ τὸ, Λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν, δὶς τῆς γενεᾶς ὀνομαζομένης, δύο νοεῖσθαι καὶ λογισμοί· εἷς μὲν καθ' ὃν τὴν προτέραν ἐδεξάμεθα Διαθήκην, ἕτερος δὲ ὁ τὴν καινὴν καὶ σωτήριον τοῦ Χριστοῦ διδασκαλίαν ἡμῖν χαρισάμενος. Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. Οὐδεὶς μακαρίζει τὸν λαὸν τῶν Ἰουδαίων, ἀλλὰ τὸν λαὸν τὸν ἀπὸ πάντων τῶν λαῶν ἀριστίνδην ἐξειλεγμένον. Ἡμεῖς γάρ ἐσμεν τὸ ἔθνος, ὧν ἐστι Κύριος ὁ Θεὸς ἡμῶν· ἡμεῖς ἐσμεν καὶ λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ· ἔθνος μὲν, διὰ τὸ ἐξ ἐθνῶν πολλῶν συνειλέχθαι, λαὸς δὲ, διὰ τὸ ἀντὶ τοῦ ἀποβληθέντος λαοῦ προσκληθῆναι. Καὶ ἐπειδὴ Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, μακαρίζει οὐχὶ τὸν κληθέντα, ἀλλὰ τὸν ἐκλεχθέντα. Μακάριος γὰρ ὃν ἐξελέξατο. Τίς δὲ ἡ αἰτία τοῦ μακαρισμοῦ; Ἡ προσδοκωμένη κληρονομία τῶν αἰωνίων ἀγαθῶν. Ἢ μήποτε κατὰ τὸν Ἀπόστολον, ἐπειδὴ, ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, πρῶτον μακαρίζει τὸ πλήρωμα τῶν ἐθνῶν, ἔπειτα τὸν ὕστερον σωζόμενον Ἰσραήλ; Σώζεται δὲ, δηλονότι, οὐχ ὁ τυχὼν, ἀλλὰ τὸ λεῖμμα μόνον τὸ κατ' ἐκλογὴν χάριτος. Διὰ τοῦτό φησι· Λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.
7. But the counsel of the Lord abides forever; the thoughts of His heart from generation to generation. Do you not see the doctrines of the nations, this vain philosophy—how subtle and over-curious they are in the inventions of doctrines, both in logical theorems and in ethical ordinances, and in certain natural inquiries and other doctrines called epoptic; how all of them have been scattered and rendered useless, while alone the truth of the Gospel now holds citizenship in the world? For many are the counsels in the heart of men; but the counsel of the Lord prevailed. And indeed it is necessary, if the counsel from God is to remain steadfast and firm in our souls, that human thoughts first be scattered beforehand within us. For just as one who is about to write on wax first smooths it down beforehand, and thus impresses whatever figures he wishes, so too the heart that is to receive the divine oracles distinctly must be rendered pure of contrary thoughts. The thoughts of His heart from generation to generation. Since, then, there are two chosen peoples, and two covenants have been granted to them, according to the saying, The thoughts of His heart from generation to generation, since generation is named twice, two thoughts also may be understood: one according to which we received the former Covenant, and the other that which has graciously bestowed upon us the new and saving teaching of Christ. Blessed is the nation whose God is the Lord, a people whom He chose for an inheritance for Himself. No one calls blessed the people of the Jews, but rather the people chosen for excellence out of all the peoples. For we are the nation of whom the Lord is our God; we are also the people whom He chose for an inheritance for Himself: a nation, on the one hand, because we have been gathered together out of many nations, and a people, on the other, because we have been called in place of the rejected people. And since Many are called, but few are chosen, he calls blessed not him who was called, but him who was chosen. For blessed is he whom He chose. And what is the cause of the beatitude? The awaited inheritance of eternal goods. Or perhaps, according to the Apostle—since, when the fullness of the nations comes in, then all Israel will be saved—he first calls blessed the fullness of the nations, and thereafter the Israel that is saved later? Yet clearly it is not just anyone who is saved, but only the remnant according to the election of grace. On this account he says: A people whom He chose for an inheritance for Himself.
8. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος· εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ. Τοὺς μένοντας ἐπὶ τοῦ ἰδίου ἀξιώ-
8. From heaven the Lord looked down; He saw all the sons of men from His prepared dwelling-place. Those who remain in their own proper dig-
PG 29:344Read from the page
ματος, καὶ ποιοῦντας τὰ ἐπιβάλλοντα τῇ φύσει τῇ ἀνθρωπίνῃ ἄνωθεν ἐφορᾷ ὁ Κύριος· τοὺς δὲ πρὸς τὸ ἔσχατον τῆς κακίας ὑπενεχθέντας ἑτέρως ἐπισκέπτεται διὰ τοῦ αὐτὸς καταβαίνειν. Κραυγὴ γὰρ, φησὶ, Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· καὶ πάλιν· Κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἐνταῦθα δὲ, Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος· εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Σκόπει τὸν ὑψηλὸν θεατὴν, σκόπει τὸν ἄνωθεν ἐγκατακύπτοντα τοῖς ἀνθρωπίνοις πράγμασιν. Ὅπου περ ἂν βαδίζῃς, ὅ τι περ ἂν ἐνεργῇς, κἂν ἐν σκότει, κἂν ἐν ἡμέρᾳ, ἐπισκοποῦντα ἔχεις τὸν τοῦ Θεοῦ ὀφθαλμόν. Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ. Οὐ πύλαι ἀνοίγονται· οὐ παραπετάσματα συνάγονται· ἕτοιμόν ἐστιν εἰς θέαν τὸ κατοικητήριον τοῦ Θεοῦ. Πάντας ἐφορᾷ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐδὲ εἷς διαφεύγει αὐτοῦ τὴν θέαν· οὐ σκότος, οὐ τοῖχοι παρακαλύπτοντες, οὐδὲν ἐμπόδιόν ἐστιν ὀφθαλμοῖς Θεοῦ. Ὅς γε τοσοῦτον ἀπέχει τοῦ μὴ καθέκαστον ἐφορᾷν, ὅτι καὶ τὰς καρδίας ἐφορᾷ, ἃς αὐτὸς ἔπλασεν ἄνευ τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας. Ἁπλῆν αὐτὴν ἔπλασε καθ' ἑαυτὴν εἰκόνα σώζουσαν τὴν καρδίαν ὁ δημιουργὸς τῶν ἀνθρώπων Θεός· ὕστερον δὲ αὐτὴν τῇ πρὸς τὰ πάθη τῆς σαρκὸς ἐπιπλοκῇ ποικίλην ἐποιήσαμεν καὶ παντοδαπὴν ἡμεῖς τὴν καρδίαν, τὸ θεοειδὲς αὐτῆς καὶ ἁπλοῦν καὶ μονότροπον διαφθείραντες. Ἐπεὶ οὖν καρδιῶν ἐστι δημιουργὸς, διὰ τοῦτο καὶ συνίησι πάντα τὰ ἔργα ἡμῶν. Ἔργα δὲ λέγομεν καὶ τοὺς λόγους καὶ τὰς ἐννοίας, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν τοῦ ἀνθρώπου κίνησιν. Ποίᾳ γὰρ διαθέσει καὶ τίνι προθέσει, πότερον εἰς ἀνθρώπων ἀρέσκειαν, ἢ εἰς ὑπουργίαν τῶν δεδομένων ἡμῖν προσταγμάτων παρὰ Θεοῦ, μόνος οἶδεν ὁ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν. Διὰ τοῦτο καὶ περὶ παντὸς ῥήματος ἀργοῦ
-nity, and who do the things befitting human nature, the Lord watches over from above; whereas those who have slipped down to the uttermost depth of wickedness He visits in another manner, by coming down Himself. For the cry of Sodom and Gomorrah, He says, has been multiplied, and their sins are exceedingly great. Going down, therefore, I will see whether they are accomplishing altogether according to their cry that comes unto Me; and again: He went down to see the city and the tower which the sons of men built. Here, however, From heaven the Lord looked down; He saw all the sons of men. Consider the lofty spectator, consider Him Who bends down from above to peer into human affairs. Wherever you walk, whatever you do, whether in darkness or in daytime, you have the eye of God watching over you. From His prepared dwelling-place. No gates are opened; no curtains are drawn aside; prepared for beholding is the dwelling-place of God. He watches over all the sons of men. Not a single one escapes His sight: neither darkness, nor concealing walls, nor anything at all is a hindrance to the eyes of God. Indeed, so far is He from failing to watch over each one individually, that He watches over even the hearts, which He Himself fashioned without admixture toward the worse. God, the Creator of men, fashioned the heart simple in itself, preserving the image; but afterward we ourselves, by entanglement with the passions of the flesh, made the heart variegated and manifold, corrupting what in it was godlike and simple and single in manner. Since, then, He is the Creator of hearts, on this account He also understands all our works. And by works we mean words also, and thoughts, and quite simply every movement of man. For with what disposition and with what intention—whether to please men, or in service of the commandments given to us from God—He alone knows Who understands all our works. On this account, concerning every idle word also
9. Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. Οὐ στρατιωτικῆς δυνάμεως περιβολὴ, οὐ τείχη πόλεων, οὐ πεζικὴ φάλαγξ, οὐχ ἱππική δύναμις, οὐ ναυτικῆς ἰσχύος παρασκευὴ βασιλεῖ τὴν σωτηρίαν περιποιεῖ. Κύριος γὰρ καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, καὶ οὐκ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ τεταγμένη. Σώζεται
9. A king is not saved by a great force. No array of military force, no walls of cities, no infantry phalanx, no cavalry force, no armament of naval strength secures safety for a king. For the Lord sets up kings and removes them, and there is no authority except that ordained by God. Saved,
Notes, col. 344

On the reading

Printed ἱππική, for ἱππικὴ.

PG 29:345Read from the page
οὖν βασιλεὺς οὐ παρὰ την πολλὴν δύναμιν, ἀλλὰ παρὰ τὴν θείαν χάριν. Ὥστε ἀληθῆ καὶ τούτοις εἶναι τὸν λόγον, ὅτι Χάριτί ἐστε σεσωσμένοι. Ὥσπερ οὐδὲ γεωργὸς τοσοῦτον διὰ τὴν γεωργικὴν ἐπιμέλειαν τυγχάνει τοῦ γεωργικοῦ μέρους, ὅσον διὰ τὸν αὔξοντα τὰ γεωργούμενα Θεόν. Οὔτε γὰρ ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων Θεός. Εἰ δὲ καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, οὐ σώζεται διὰ τὴν ὁπλιτικὴν δύναμιν, ἀλλὰ διὰ τὴν θείαν χειραγωγίαν. Ἐν χειρὶ δὲ Θεοῦ ἐστιν οὐχ ὁ τυχὼν, ἀλλ' ὁ ἄξιος τῆς τοῦ βασιλέως προσηγορίας. Ὡρίσαντο δέ τινες βασιλείαν εἶναι τὴν ἔννομον ἐπιστασίαν, ἢ τὴν ἐπὶ πᾶσιν ἀρχὴν ἀνυπεύθυνον ἁμαρτίᾳ. Καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Γίγαντα λέγει τὸν φυσικῇ δυνάμει καὶ τόνῳ σωματικῷ κεχρημένον. Οὔτε οὖν βασιλεὺς τὴν ἐκ τοῦ ὁπλιτικοῦ βοήθειαν ἀρκοῦσαν ἔχει πρὸς σωτηρίαν, οὔτε ὁ ἀνδρεῖος ἑαυτῷ πρὸς πάντα ἐπαρκεῖν ἐστιν ἱκανός. Ἀσθένεια γάρ ἐστι καὶ ἀδυναμία πάντα ὁμοῦ τὰ ἀνθρώπινα πρὸς τὴν ἀληθινὴν δύναμιν παραβαλλόμενα. Διὰ τοῦτο Τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσατο αἶνον, ἵνα καταλύσῃ τὸν ἐχθρὸν καὶ ἐκδικητήν. Μάλιστα γὰρ ἔλαμψεν ἡ θεία χάρις ἐν τοῖς νηπίοις καὶ ἀνοήτοις ἐνεργουμένη. Ψευδὴς ἵππος εἰς σωτηρίαν· ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Ἐκβέβληται τῆς χρήσεως τῶν ἁγίων ὁ ἵππος. Καὶ οὔτε ἐν πολέμοις εὐημερῶν ὁ Ἰσραὴλ ἱππικῇ δυνάμει ποτὲ φαίνεται κεχρημένος, οὔτε ἰδίᾳ τις τῶν ἁγίων την χρῆσιν τῶν ἵππων ὡς ἁρμόζουσαν παρεδέξατο· Φαραὼ δὲ ἵππῳ χρῆται, καὶ Σεναχηρεὶμ ὁ ὑπερήφανος τῇ περιουσίᾳ τῶν ἵππων μέγα φρονεῖ. Διόπερ τοῦ μὲν Φαραὼ ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν· τοῦ δὲ Σεναχηρεὶμ ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοῖς ἵπποις· ὅθεν καὶ ὁ διὰ Μωϋσέως νόμος τὰ περὶ βασιλέων νομοθετῶν, Οὐ πληθυνεῖ, φησὶν, ἑαυτῷ ἵππον. Ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Ὅταν
therefore, is a king, not on account of great force, but on account of divine grace. So that for these also the word is true, that By grace you have been saved. Just as neither does a husbandman attain the harvest of his husbandry so much through his agricultural care as through God Who gives growth to what is tilled. For neither he who plants is anything, nor he who waters, but God Who gives the growth. And if the heart of a king is in the hand of God, he is saved not through armed force, but through divine guidance. Yet in the hand of God is not just anyone, but he who is worthy of the title of king. And some have defined kingship to be lawful superintendence, or rule over all things that is unaccountable to sin. And a giant will not be saved in the abundance of his strength. He calls a giant the one endowed with natural power and bodily vigor. Neither, therefore, does a king have the aid of heavy infantry sufficient for safety, nor is the brave man capable of sufficing for himself in all things. For all human things taken together are weakness and impotence when compared with the true power. On this account God chose the weak things of the world, that He might put to shame the strong; and out of the mouth of infants and nurslings He perfected praise, that He might overthrow the enemy and avenger. For divine grace shone forth most of all when working in infants and the foolish. Vain is a horse for safety; and in the abundance of its power it will not be saved. The horse has been banished from the use of the saints. And neither does Israel, when prospering in wars, ever appear to have used cavalry force, nor in private life did any of the saints admit the use of horses as fitting; whereas Pharaoh uses a horse, and the arrogant Sennacherib prides himself greatly on his abundance of horses. Wherefore Pharaoh's horse and rider He hurled into the sea, while as for Sennacherib, all who were mounted upon horses slumbered; whence also the law given through Moses, legislating the matters concerning kings, says, He shall not multiply horses for himself. And in the abundance of its power it will not be saved. Whenever
10. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν. Ἀλλαχοῦ μὲν εἴρηται· Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους· ἐνταῦθα δὲ, Ἐπὶ τοὺς φοβου
10. Behold, the eyes of the Lord are upon those who fear Him. Elsewhere it has been said: The eyes of the Lord are upon the righteous; here, however, Upon those who [fear]
Notes, col. 345

On the reading

Printed την, for τὴν.

Printed την, for τὴν.

PG 29:348Read from the page
μένους αὐτόν. Ὅταν ἡμεῖς ἐπὶ τὸν Κύριον ἀποβλέπωμεν, καὶ ὦσιν ἡμῶν οἱ ὀφθαλμοὶ πρὸς αὐτὸν, ὥστ' ἂν εἰπεῖν ἡμᾶς· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν· τότε οἱονεὶ ἐφελκόμεθα πρὸς τὴν ἐπισκοπὴν ἡμῶν τὸν ὀφθαλμὸν τοῦ Κυρίου. Τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. Τὸ ταπεινὸν τῶν δουλευόντων τῷ Κυρίῳ ἐμφαίνει, πῶς ἐπὶ τὸ ἔλεος αὐτοῦ ἐλπίζουσιν. Ὁ γὰρ μὴ πεποιθὼς ἐπὶ τοῖς ἑαυτοῦ ἀνδραγαθήμασι, μηδὲ προσδοκῶν ἐξ ἔργων δικαιωθήσεσθαι, μόνην ἔχει τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Ὅταν γὰρ ἐνθυμηθῇ τὸ, Ἰδοὺ Κύριος καὶ ὁ μισθὸς αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ, καὶ λογίσηται ἑαυτοῦ τὰ πονηρὰ ἔργα, φοβεῖται μὲν τὴν κόλασιν καὶ ὑποπτήσσει τοῖς ἀπειλουμένοις· πρὸς δὲ τὸ μὴ καταποθῆναι ὑπὸ τῆς λύπης, εὔελπίς ἐστι πρὸς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ τὸ φιλάνθρωπον ἀποβλέπων. Ἐλπίζει δὲ, ὅτι ῥυσθήσεται ἡ ψυχὴ αὐτοῦ ἐκ θανάτου, καὶ διατραφήσεται ὑπ' αὐτοῦ ἐν λιμῷ. Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστι. Παράκλησιν ἔχει πρὸς ὑπομονὴν ὁ λόγος· ὥστε κἄν ποτε καταληφθῶμεν ὑπό τινος τῶν ἐκθλιβόντων ἡμᾶς, μὴ χωρισθῆναι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, ἀλλ' ὅλῃ ψυχῇ ὑπομένειν τὰ ἐπίπονα, τὴν παρὰ Θεοῦ βοήθειαν ἀναμένοντας. Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. Τοῦτο συνᾴδει τοῖς ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ· Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· καὶ, Ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. Καί μοι δοκεῖ κατὰ ταῦτα εἰρηκέναι ὁ Ἀπόστολος τὸ, Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· καὶ τὸ, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσιν. Εἰπὼν γὰρ ὁ Ψαλμῳδὸς, ὅτι Ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ἵνα δείξῃ, ὅτι οὐχὶ βιαίως οὐδὲ καταπιεζόμενος ὑπὸ τῶν θλίψεων τὴν ὑπομονὴν ἐπιδείκνυται, ἀλλὰ μετὰ πάσης χαρᾶς ὑποδέχεται τὰς ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου κακώσεις, Οὐ μόνον, φησὶν, ὑπομένομεν, ἀλλὰ καὶ Ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. Ἀρκεῖ ἡμῖν τὸ ὀνομάζεσθαι Χριστιανοὺς πρὸς τὸ πᾶσαν ἐκφυγεῖν τὴν ἀπὸ τῶν ἐναντίων
[fear] Him. Whenever we look away unto the Lord, and our eyes are toward Him, so that we might say: Behold, as the eyes of servants are unto the hands of their masters, so our eyes are toward the Lord our God: then we as it were draw down upon ourselves the eye of the Lord for our oversight. Those who hope upon His mercy. He shows the humility of those who serve the Lord, how they hope upon His mercy. For he who does not trust in his own noble deeds, nor expects to be justified from works, has the compassions of God as his sole hope of salvation. For whenever he calls to mind the saying, Behold, the Lord and His reward, to render to each according to his work, and reckons up his own evil works, he fears punishment indeed and cowers before the things threatened; yet so as not to be swallowed up by grief, he is of good hope as he looks away toward the compassions of God and His love for mankind. And he hopes that his soul will be rescued from death, and will be nourished by Him in famine. And our soul will wait patiently for the Lord, because He is our helper and protector. The word holds an exhortation to patient endurance: so that even if we should ever be overtaken by one of those who afflict us, we may not be separated from the love of God that is in Christ Jesus, but with our whole soul endure painful things, awaiting the help that comes from God. Because in Him our heart will rejoice, and in His holy name we have hoped. This accords with the words at the beginning of the psalm: Rejoice, O righteous, in the Lord; and, In Him our heart will rejoice. And it seems to me that in accordance with these words the Apostle spoke the saying, In all these things we are more than conquerors through Him Who loved us; and the saying, And not only so, but also boasting in afflictions. For when the Psalmist had said, Our soul will wait patiently for the Lord, in order to show that it is not under compulsion nor crushed down by afflictions that he displays endurance, but that with all joy he welcomes hardships suffered for the name of the Lord, he says, Not only do we endure patiently, but also In Him our heart will rejoice, and in His holy name we have hoped. It suffices us to be named Christians in order to escape all the [malice] from our adversaries