Migne Reading Room

PG 29 · cols. 325–336 · Read from the page

Homily on Psalm 32 (33)

Homily on Psalm 32 (33)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:325Read from the page
γενόμενοι τῷ Κυρίῳ, καὶ καθόσον ἐσμὲν δυνατοὶ, κατοπτεύοντες αὐτοῦ τὰ θαυμάσια, οὕτω συναγάγωμεν ἐκ τῆς θεωρίας ταῖς καρδίαις ἡμῶν εὐφροσύνην. Τοῖς εὐθέσι πρέπει αἴνεσις· ὥσπερ σκολιὸς ποῦς ὀρθῷ ὑποδήματι οὐκ ἐναρμόζεται, οὕτως οὐδὲ καρδίαις ἐνδιαστρόφοις ἡ αἴνεσις τοῦ Θεοῦ ἐπιπρέπει. Διὰ τοῦτο, οἶμάι, ὡς οὐ πρέποντος τῷ στόματι τῶν δαιμόνων τοῦ περὶ τοῦ Σωτῆρος λόγου, ἀφαιρεῖται αὐτῶν τὴν ἐξουσίαν, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι. Καὶ τῷ Πύθωνι ὁ Παῦλος ἐπιτιμᾷ, ἵνα μὴ ἀπὸ ἀκαθάρτου ὁ ἅγιος συνιστῆται. Τοιοῦτον καὶ τὸ, Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Φιλοτιμώμεθα οὖν φυγεῖν πᾶν σκολιὸν ἔργον καὶ στραγγαλιῶδες, καὶ κατορθώσωμεν ὡς εὐθῆ κανόνα τὸν νοῦν ἡμῶν καὶ τὸ κριτήριον τῆς ψυχῆς, ἵνα γενομένοις ἡμῖν εὐθέσιν ἐπιπρέψῃ ἡ αἴνεσις τοῦ Κυρίου. Ὥσπερ γὰρ ὁ τὴν ἁμαρτίαν καθηγησάμενος ὄφις σκολιὸς λέγεται, καὶ ἐπάγεται ἡ τοῦ Θεοῦ μάχαιρα ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, ὅτί πολλὰς ἐκκλίσεις καὶ ἐκτροπὰς ἐν τῇ πορείᾳ ποιεῖται. Συρόμενος γὰρ ὁ ὁλκὸς τοῦ ὄφεως ἀνωμάλως τῇ γῇ ἐπισύρεται, ἄλλως ὁρμώντων τῶν ἔμπροσθεν, καὶ πλαγίως ἐφεπομένων τῶν ἑξῆς, καὶ πάλιν τῶν οὐραίων πρὸς τὸ ἐναντίον ἀπονευόντων. Ὥστε ὁ μὲν τῷ ὄφει ἑπόμενος σκολιὸν καὶ ἀνώμαλον καὶ ἐναντιωμάτων γέμοντα τὸν βίον ἑαυτοῦ ἐπιδείξεται· ὁ δὲ ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευόμενος εὐθείας ποιεῖται τὰς τρίβους, καὶ ὀρθὰς τὰς τροχιὰς τῶν ποδῶν αὐτοῦ. Εὐθὴς γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ. Ἐὰν δύο κανόνες ἀλλήλοις παρατεθῶσιν, ἡ εὐθύτης αὐτῶν συναρμόζει ἀλλήλοις· ἐὰν δὲ διάστροφον ξύλον κανόνι παρατεθῇ,
coming to be, in the Lord, and, so far as we are able, contemplating His wonders, let us thus gather gladness from contemplation for our hearts. Praise befits the upright: just as a crooked foot is not fitted to a straight shoe, so neither does the praise of God befit perverse hearts. Therefore, I suppose, since speech concerning the Saviour does not befit the mouth of demons, He takes away their authority, lest they make Him manifest. And Paul rebukes the Pythoness, lest the Holy One be commended by an unclean spirit. Such too is that saying, But to the sinner God said: Why do you declare My statutes? Let us strive eagerly, therefore, to flee every crooked and twisted deed, and let us set straight like a straight rule our mind and the faculty of judgement of the soul, so that when we have become upright the praise of the Lord may befit us. For just so the serpent who led the way into sin is called crooked, and the sword of God is brought upon the dragon, the crooked serpent, because it makes many turnings aside and deviations in its course. For as it glides along, the trailing body of the serpent is dragged unevenly over the earth, its foreparts darting one way, the parts next in order following obliquely, and the tail parts again inclining towards the opposite side. So he who follows the serpent will exhibit his own life as crooked and uneven and full of contradictions; whereas he who walks behind the Lord God makes his paths straight, and the tracks of his feet upright. For upright is the Lord our God, and His face beheld uprightness. If two rules be set beside one another, their straightness fits one another; but if a crooked piece of wood be set beside a rule,
2. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Πρότερον ἐν κιθάρᾳ δεῖ ἐξομολογήσασθαι τῷ Κυρίῳ· τουτέστι, τὰς διὰ τοῦ σώματος ἐνεργείας ἀποδοῦναι ἐναρμονίως. Ἐπειδὴ γὰρ ἐν τῷ σώματι ἡμάρτομεν, ὅτε παρεστήσαμεν τὰ μέλη ἡμῶν δοῦλα τῇ ἁμαρτίᾳ εἰς τὴν ἀνομίαν, τῷ σώματι καὶ ἐξομολογησώμεθα, τῷ αὐτῷ κεχρημένοι ὀργάνῳ πρὸς τὴν ἀνάλυσιν τῆς ἁμαρτίας. Ἐλοιδόρησας; εὐλόγησον. Ἐπλεονέκτησας; ἀπόδος. Ἐμεθύσθης; νήστευσον. Ἠλαζονεύσω; ταπεινώθητι. Ἐφθόνησας; παρακάλεσον. Ἐφόνευσας; μαρτύρησον· ἢ τὰ ἰσοδυναμοῦντα τῷ
2. Confess to the Lord on the cithara, on a ten-stringed psaltery sing praise to Him. First one must confess to the Lord on the cithara: that is, render harmoniously the actions performed through the body. For since we sinned in the body, when we presented our members as slaves to sin unto lawlessness, let us also make confession with the body, using the very same instrument towards the undoing of sin. Did you revile? bless. Did you defraud? restore. Were you drunken? fast. Did you boast? humble yourself. Did you envy? comfort. Did you commit murder? bear witness by martyrdom; or by the things equivalent to
Notes, col. 325

On the reading

Printed οἶμάι, for οἶμαι.

Printed ὅτί, for ὅτι.

PG 29:328Read from the page
μαρτυρίῳ, διὰ τῆς ἐξομολογήσεως σεαυτοῦ τὸ σῶμα κάκωσον. Καὶ τότε μετὰ τὴν ἐξομολόγησιν ἄξιος εἶ ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλλειν τῷξ Θεῷ. Δεῖ γὰρ πρότερον κατορθῶσαι τὰς διὰ τοῦ σώματος ἐνεργείας, ὥστε ἁρμονίως τῷ θείῳ λόγῳ ἀποτελεῖν, καὶ οὕτως ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν ἀναβῆναι. Ψαλτήριον γὰρ τάχα ὁ νοῦς εἴρηται ὁ τὰ ἄνω ζητῶν, διὰ τὸ τὴν κατασκευὴν τοῦ ὀργάνου τούτου τὴν ἠχοῦσαν δύναμιν ἐκ τῶν ἄνωθεν ἔχειν. Τὰ μὲν οὖν τοῦ σώματος ἔργα οἱονεὶ κάτωθεν ἐξομολογεῖται τῷ Θεῷ· τὰ δὲ διὰ τοῦ νοῦ ἐπαγγελλόμενα μυστήρια τὰς ἀφορμὰς ἄνωθεν ἔχει, οἱονεὶ ἐνηχουμένου διὰ τοῦ πνεύματος. Ὁ τοίνυν ἐπὶ πάσας τὰς ἐντολὰς ἐπιβλέπων, καὶ οἱονεὶ συνῳδίαν αὐτῶν καὶ συμφωνίαν ποιῶν, οὗτος ἐν δεκαχόρδῳ ψαλτηρίῳ ψάλλει τῷ Θεῷ, διὰ τὸ δέκα εἶναι τὰς γενικὰς ἐντολὰς κατὰ τὴν πρώτην τοῦ νόμου παράδοσιν γεγραμμένας. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Τουτέστιν, Μὴ ἐν τῇ παλαιότητι τοῦ γράμματος, ἀλλ' ἐν τῇ καινότητι τοῦ πνεύματος λατρεύετε τῷ Θεῷ. Ὁ μὴ σωματικῶς ἐκλαμβάνων τὸν νόμον, ἀλλὰ τὸ πνευματικὸν αὐτοῦ γνωρίζων, οὗτος ᾄδει τὸ καινὸν ᾆσμα. Διότι τὸ μὲν παλαιούμενον καὶ γηράσκον τῆς Διαθήκης διέβη· τὸ δὲ καινὸν καὶ ἀνανεούμενον ᾆσμα ἡμᾶς τῆς τοῦ Κυρίου διδασκαλίας διεδέξατο, ἥτις ἀνακαινίζει ἡμῶν, ὡς ἀετοῦ, τὴν νεότητα, ὅταν φθείρωμεν μὲν τὸν ἔξω ἄνθρωπον, ἀνακαινώμεθα δὲ ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἀλλὰ καὶ ὁ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἀεὶ ἑαυτοῦ καινότερος γίνεται. Ὥστε ὁ ἀεὶ καινότερος ἑαυτοῦ γινόμενος καινότερον ᾆσμα ᾄδει τῷ Θεῷ. Καινότερον δὲ ἢ τὸ παράδοξον ὑπὸ τῆς συνηθείας λέγεται, ἢ τὸ προσφάτως παρελθὸν εἰς τὴν γένεσιν. Ἐάν τε οὖν τὸν θαυμάσιον τρόπον καὶ πᾶσαν τὴν φύσιν ὑπερβαίνοντα τῆς ἐνανθρωπήσεως διηγῇ τοῦ Κυρίου, καινότερον ᾆσμα καὶ ξένον ᾄδεις· ἐάν τε τὴν ἀναγέννησιν καὶ ἀνανέωσιν τοῦ παντὸς κόσμου τοῦ ὑπὸ τῆς ἁμαρτίας παλαιωθέντος διεξίῃς, καὶ τὰ τῆς ἀναστάσεως ἀπαγγέλλῃς μυστήρια, καὶ οὕτω καινὸν καὶ πρόσφατον ᾄδεις τὸ ᾆσμα.
martyrdom, afflict your own body through confession. And then after confession you are worthy to sing praise to God on a ten-stringed psaltery. For one must first set straight the actions performed through the body, so as to accomplish them harmoniously with the divine word, and thus ascend to the contemplation of intelligible things. For perhaps the mind that seeks the things above has been called a psaltery, because the construction of this instrument has its resounding power from the parts above. The works of the body, then, make confession to God as it were from below; whereas the mysteries proclaimed through the mind have their starting-points from above, the mind being as it were sounded within through the Spirit. He, therefore, who looks upon all the commandments, and makes as it were a concord and symphony of them, sings praise to God on a ten-stringed psaltery, because there are ten general commandments written according to the first delivery of the law. Sing to the Lord a new song. That is, Serve God not in the oldness of the letter, but in the newness of the spirit. He who does not take the law bodily, but recognizes its spiritual meaning, sings the new song. Because that of the Covenant which was growing old and ageing has passed away; and the new and self-renewing song of the Lord's teaching has succeeded for us, which renews our youth like an eagle's, when we corrupt our outward man, yet are renewed day by day. Moreover, he who stretches forward to the things ahead ever becomes newer than himself. So he who ever becomes newer than himself sings a newer song to God. Now by custom either what is marvellous is called newer, or what has recently come into being. Whether, therefore, you recount the wonderful manner, surpassing all nature, of the Incarnation of the Lord, you sing a newer and strange song; or whether you go through the regeneration and renewal of the whole world that had grown old under sin, and proclaim the mysteries of the resurrection, thus too you sing a song that is new and fresh.
3. Καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. Ἀκούετε τοῦ παραγγέλματος. Καλῶς ψάλατε· ἀμετεωρίστῳ τῇ διανοίᾳ, εἰλικρινεῖ τῇ διαθέσει. Ἐν ἀλαλαγμῷ ψάλατε. Ὥσπερ τινὲς καλοὶ στρατιῶται μετὰ τὰ νικητήρια τὰ κατὰ τῶν ἐχθρῶν, ἀνενέγκατε ὕμνους τῷ αἰτίῳ τῆς νίκης. Θαρσειτε, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον. Τίς ἀνθρώπων ἱκανὸς ἀντιστρατεύσασθαι τῷ πονηρῷ, ἐὰν μὴ τῇ σκέπῃ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως προσφυγόντες, ἐκεῖθεν ἀπὸ
3. Sing praise to Him well with a battle-cry. Hear the precept. Sing praise well: with undistracted mind, with sincere disposition. Sing praise with a battle-cry. Like good soldiers after victories over the enemies, offer up hymns to the Author of the victory. Be of good cheer, He says, I have overcome the world. Who among men is sufficient to take the field against the evil one, unless, fleeing for refuge to the shelter of the Captain of the host of power, from thence, out of
Notes, col. 328

On the reading

Printed τῷξ, for τῷ.

Printed Θαρσειτε, for Θαρσεῖτε.

PG 29:329Read from the page
τῆς ἐν αὐτῷ πίστεως βάλωμεν ἡμῶν τὸν ἐχθρὸν, καὶ τοξεύσωμεν; Καλῶς οὖν ψάλατε ἐν ἀλαλαγμῷ. Ἔστι δὲ ὁ ἀλαλαγμὸς φωνή τις ἄναρθρος, συμφώνως ἀλλήλοις τῶν συνασπιζόντων ἐν τῷ πολέμῳ συνεπηχούντων. Ἐν συμφωνίᾳ οὖν καὶ ἐν συμπνοίᾳ, καὶ τῇ διὰ τῆς ἀγάπης ἑνώσει ψάλατε. Τί οὖν δεῖ ψάλλοντας λέγειν; Ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου. Διὰ τοῦτο πρότερον τοὺς εὐθεῖς καλεῖ πρὸς τὴν αἴνεσιν, ἐπειδὴ εὐθής ἐστι καὶ ὁ μέλλων δοξάζεσθαι Λόγος, ὁ τοῦ Κυρίου, ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ὤν. Εὐθὴς οὖν ὁ Πατήρ· εὐθὴς ὁ Υἱός· εὐθὲς τὸ ἅγιον Πνεῦμα. Καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τί ἐστιν ὃ λέγει; Ἔργον ὁ οὐρανὸς, ἔργον ἡ γῆ, ἔργον ἡ θάλασσα, ὁ ἀὴρ, τὰ ἄψυχα πάντα, τὰ ἔμψυχα, τὰ λογικὰ, τὰ ἄλογα. Πῶς οὖν ἐν πίστει πάντα; ποία πίστις ἐν τοῖς ἀψύχοις; ποία πίστις ἡ τῶν ἀλόγων; Ποία δὲ πίστις ἐν τῷ λίθῳ; ποία δὲ πίστις ἐν τῷ κυνί; Οὔτε ἄψυχον, οὔτε ἄλογον ἐν πίστει. Ἡ μέντοι ἀπόφασις οὐδὲν ὑπεξείλετο, ἀλλὰ πάντα περιείληφεν εἰποῦσα· Πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τί οὖν ἐστιν ὃ λέγει; Ἐάν τε οὐρανὸν, φησὶν, ἴδῃς, καὶ τὴν ἐν αὐτῷ τάξιν, πίστεώς ἐστιν ὁδηγός· δείκνυσι γὰρ τὸν τεχνίτην δι' ἑαυτοῦ· ἐάν τε τὰς περὶ τὴν γῆν διακοσμήσεις, πάλιν καὶ διὰ τούτων αὔξεταί σοι ἡ περὶ τὸν Θεὸν πίστις. Οὐ γὰρ σαρκίνοις ὀφθαλμοῖς καταμαθόντες τὸν Θεὸν, πεπιστεύκαμεν εἰς αὐτὸν, ἀλλὰ τῇ τοῦ νοῦ δυνάμει διὰ τῶν ὁρωμένων τὸν ἀόρατον καθορῶμεν. Πάντα οὖν τὰ ἔργα αὐτοῦ ἐν πίστει. Κἂν τὸν λίθον καταμάθῃς, ἔχει καὶ αὐτός τινα τῆς δυνάμεως τοῦ πεποιηκότος ἀπόδειξιν· κἂν μύρμηκα, κἂν ἐμπίδα, κἂν μέλισσαν. Πολλάκις καὶ ἐν τοῖς μικροτάτοις ἡ σοφία τοῦ δημιουργοῦ διαφαίνεται. Ὁ γὰρ οὐρανὸν διαπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελαγῶν ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοιλάνας ὥσπερ αὐλὸν, ὥστε δι' αὐτοῦ τὸν ἰὸν ἀποχεῖσθαι. Πάντα οὖν τὰ ἔργα αὐτοῦ ἐν πίστει. Μηδέν σοι ἀπιστίας ἐφόδιον ἔστω. Μὴ εἴπῃς· Ὡς ἔτυχε, γέγονε τοῦτο, καὶ αὐτομάτως ἀπήντησε τόδε. Οὐδὲν ἄτακτον, οὐδὲν ἀόριστον, οὐδὲν εἰκῆ γενόμενον, οὐδὲ ὡς ἔτυχε φερόμενον ἐν τοῖς οὖσιν. Ἢ, Κακὴ συντυχία, ἢ, Πονηρὰ ὥρα. Ἀπαιδεύτων αὗται αἱ φωναί. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ θείου θελήματος. Πόσαι αἱ τρίχες τῆς κεφαλῆς! Μία αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένη. Ὁρᾷς τὸν θεῖον ὀφθαλμὸν, ὡς οὐδὲν τῶν μικροτάτων τὴν ἐπισκοπὴν αὐτοῦ διαφεύγει; Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος· τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Εἰ καθ' ἑαυτὴν ὑπῆρχεν ἡ τοῦ Θεοῦ κρίσις, ἀποτόμως ἡμῖν κατὰ τὴν ἀξίαν ἡμῶν ἀποδιδόντος πρὸς ἃ ἐποιήσαμεν, ποία ἦν ἐλπίς; τίς ἂν ἐσώθη τῶν πάντων; Νῦν δὲ Ἀγαπᾷ
the faith that is in Him, we strike our enemy and shoot him down? Sing praise well, therefore, with a battle-cry. Now the battle-cry is a certain inarticulate shout, when men standing shield to shield in war cry out together in unison with one another. In harmony, therefore, and in one accord, and in the union that comes through love, sing praise. What then must those who sing praise say? That upright is the word of the Lord. Therefore He first calls the upright unto praise, since upright too is the Word Who is to be glorified, the Word of the Lord, Who was in the beginning with God, and was God. Upright, therefore, is the Father; upright is the Son; upright is the Holy Spirit. And all His works are in faith. What is it that he says? Heaven is a work, earth is a work, the sea is a work, the air, all things inanimate, things animate, things rational, things irrational. How then are all things in faith? what faith is there in inanimate things? what faith is that of irrational creatures? What faith is there in a stone? and what faith in a dog? Neither an inanimate thing nor an irrational creature exists in faith. Yet the pronouncement excepted nothing, but comprehended all things when it said: All His works are in faith. What then is it that he says? Whether, he says, you behold heaven and the order within it, it is a guide to faith, for through itself it shows the Artificer; or whether you behold the arrangements about the earth, again through these too your faith concerning God is increased. For it is not by having apprehended God with fleshly eyes that we have believed in Him, but by the power of the mind we behold the Invisible through the things that are seen. All His works, therefore, are in faith. Even if you examine a stone, it too holds some proof of the power of Him Who made it; even if an ant, even if a gnat, even if a bee. Often even in the smallest things the wisdom of the Creator shines forth. For He Who spread out heaven and poured forth the boundless immensities of the seas, this same is He Who also hollowed out the tiniest sting of the bee like a pipe, so that through it the venom is poured out. All His works, therefore, are in faith. Let nothing be to you a provision for unbelief. Do not say: By chance this came to pass, and of its own accord that befell. Nothing is disorderly, nothing indeterminate, nothing brought into being at random, nor borne along by chance among existing things. Or, Evil luck, or, Wicked hour. These are the expressions of the uninstructed. Are not two sparrows sold for a farthing? and not one of them shall fall without the divine will. How many are the hairs of the head! Not one of them is forgotten. Do you see the divine eye, how not one of the smallest things escapes His oversight? The Lord loves mercy and judgement; the earth is full of the mercy of the Lord. If the judgement of God existed by itself, rendering strictly to us according to our desert in proportion to the things we did, what hope would there have been? who of all men would have been saved? But as it is, He loves
PG 29:332Read from the page
ἐλεημοσύνην καὶ κρίσιν. Οἱονεὶ πάρεδρον ἑαυτῷ τὴν ἐλεημοσύνην ποιησάμενος, καὶ προβληθεῖσαν τῷ βασιλικῷ τῆς κρίσεως θρόνῳ, οὕτω παράγει εἰς κρίσιν ἕκαστον. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Οὔτε ἡ ἐλεημοσύνη ἄκριτος, οὔτε ἡ κρίσις ἀνελεήμων. Πρὸ τῆς κρίσεως οὖν ἀγαπᾷ ἐλεημοσύνην, καὶ μετὰ τὴν ἐλεημοσύνην ἔρχεται ἐπὶ τὴν κρίσιν. Ταῦτα δὲ ἀλλήλοις συνέζευκται, ὁ ἔλεος μετὰ τῆς κρίσεως· ἵνα μήτε ὁ ἔλεος μόνος χαυνότητα ἐμποιήσῃ, μήτε μόνη ἡ κρίσις ἀπόγνωσιν ἐνεργάσηται. Βούλεταί σε ἐλεῆσαι, καὶ τῶν ἑαυτοῦ οἰκτιρμῶν μεταδοῦναι ὁ κριτής· ἀλλ' ἐὰν εὕρῃ σε μετὰ τὴν ἁμαρτίαν ταπεινὸν, συντετριμμένον, πολλὰ μετακλαύσαντα ἐπὶ τοῖς πονηροῖς ἔργοις, τὰ γενόμενα κρυφῆ ἀνεπαισχύντως δημοσιεύσαντα, δεηθέντα ἀδελφῶν συγκαμεῖν σοι πρὸς τὴν ἴασιν, ὅλως ἐλεεινόν σε γενόμενον ἐὰν ἴδῃ, ἄφθονόν σοι τὴν ἑαυτοῦ ἐλεημοσύνην ἐπιχορηγεῖ· ἐὰν δὲ καρδίαν ἀμετανόητον, φρόνημα ὑπερήφανον, ἀπιστίαν τοῦ αἰῶνος τοῦ μέλλοντος, ἀφοβίαν τῆς κρίσεως, τότε ἀγαπᾷ ἐπὶ σοὶ τὴν κρίσιν. Ὡς γὰρ ἰατρὸς ἐμμελὴς καὶ φιλάνθρωπος καταντλήμασι πρότερον καὶ περιπλάσμασιν ἁπαλοῖς πειρᾶται καταστεῖλαι τὸ οἴδημα· ἐπὰν δὲ ἴδῃ ἀνενδότως καὶ σκληρῶς ἀντιτυποῦντα τὸν ὄγκον, ῥίψας τὸ ἔλαιον καὶ τὴν μαλακὴν ἀγωγὴν, αἱρεῖται λοιπὸν τὴν τοῦ σιδήρου χρῆσιν. Ἀγαπᾷ οὖν ἐλεημοσύνην ἐπὶ τῶν μετανοούντων· ἀγαπᾷ δὲ καὶ κρίσιν ἐπὶ τῶν ἀνενδότων. Τοιοῦτόν τι καὶ ὁ Ἡσαΐας λέγει τῷ Θεῷ, ὅτι Ἡ ἐλεημοσύνη σου εἰς σταθμόν. Καὶ γὰρ κἀκεῖνος τὴν μετὰ κρίσεως ἐλεημοσύνην παρίστησι, ζυγῷ καὶ ἀριθμῷ καὶ σταθμῷ κατὰ τὴν ἑκάστου ἀξίαν ἀντιμετροῦντος.
mercy and judgement. Having made mercy as it were an assessor to Himself, and set forward before the royal throne of judgement, thus He brings each one unto judgement. If Thou shouldst mark iniquities, O Lord, O Lord, who shall stand? Neither is mercy without judgement, nor is judgement without mercy. Before judgement, therefore, He loves mercy, and after mercy He comes to judgement. And these have been yoked with one another, mercy with judgement, so that neither may mercy alone engender laxity, nor judgement alone work despair. The Judge wills to have mercy on you, and to impart of His own compassions; yet if He finds you after sinning humble, contrite, weeping much in repentance over your evil works, publishing without shame the things done in secret, begging brethren to labour with you towards your healing, if He sees you become altogether pitiable, He supplies His own mercy to you unstintingly; whereas if He sees an unrepentant heart, a proud mind, unbelief in the age to come, fearlessness of the judgement, then He loves judgement upon you. For just as a diligent and humane physician tries first with fomentations and gentle poultices to allay the swelling, yet whenever he sees the tumour stubbornly and hardily resisting, casting aside the oil and the gentle treatment, he chooses henceforth the use of the knife: so therefore He loves mercy upon those who repent, and He also loves judgement upon the unyielding. Something of this sort Isaiah too says to God: Thy mercy is in a balance. For he too presents the mercy that is conjoined with judgement, as of One measuring out in return by scale and number and weight according to the desert of each.
4. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Ἐνταῦθα διέζευκται ἀπὸ τῆς κρίσεως ὁ ἔλεος. Μόνου γὰρ τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τῆς κρίσεως εἰς τὸν ὡρισμένον καιρὸν ταμιευθείσης. Ἐνταῦθα μὲν οὖν ἔλεός ἐστι χωρὶς κρίσεως· οὐ γὰρ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. Ἐκεῖ δὲ οὐκ ἔστιν ἡ κρίσις χωρὶς ἐλέους, διὰ τὸ μὴ δύνασθαι ἄνθρωπον καθαρὸν εὑρεθῆναι ἀπὸ ῥύπου, μηδὲ ἐὰν μία ἡμέρα ᾖ τῆς γενέσεως αὐτοῦ. Ὥστε ἐάν τις ἴδῃ τὴν κακίαν ὁσημέραι νεμομένην, καὶ τὸ ἐπίκηρον γένος τῶν ἀνθρώπων ἄξιον μυρίων θανάτων, ὅσον ἐπὶ τοῖς ἁμαρτήμασι τυγχάνον, θαυμάσει τὸν πλοῦτον τῆς χρηστότητος τοῦ Θεοῦ, καὶ τῆς ἀνοχῆς αὐτοῦ καὶ τῆς μακροθυμίας. Ἐν τῇ γῇ μέντοι ὄντες τοῦ ἐλέους χρήζομεν. Οἱ γὰρ ἐν τῷ οὐρανῷ τοῦ μακαρίζεσθαί εἰσιν, ἀλλ' οὐχὶ τοῦ ἐλεεῖσθαι ἄξιοι. Ἢ τάχα διὰ τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν ἐπενεχθεῖσαν κα-
4. The earth is full of the mercy of the Lord. Here mercy has been severed from judgement. For the earth is full of the mercy of the Lord alone, judgement being stored up until the appointed season. Here, therefore, there is mercy apart from judgement; for He came not that He might judge the world, but that He might save the world. There, however, judgement is not apart from mercy, because no man can be found clean from defilement, not even if his life from birth be a single day. So if anyone sees wickedness spreading daily, and the mortal race of men worthy of ten thousand deaths so far as its sins are concerned, he will marvel at the riches of the kindness of God, and of His forbearance and long-suffering. While we are on the earth, however, we stand in need of mercy. For those in heaven are worthy of being counted blessed, not of being shown mercy. Or perhaps because of that brought upon us from sin, the con-
PG 29:333Read from the page
ταδίκην γῆ λεγόμεθα ἡμεῖς οἱ ἀκούσαντες παρὰ Θεοῦ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οἳ πλήρεις ἐσμὲν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· Νεκροὺς γὰρ ὄντας ἡμᾶς ταῖς ἁμαρτίαις καὶ τοῖς παραπτώμασιν ἐλεήσας ὁ Θεὸς συνεζωοποίησε τῷ Χριστῷ. Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ποῦ οἱ τὸ Πνεῦμα ἐξουθενοῦντες; ποῦ οἱ χωρίζοντες αὐτὸ ἀπὸ τῆς δημιουργικῆς δυνάμεως; ποῦ οἱ τῆς πρὸς Πατέρα καὶ Υἱὸν συναφείας αὐτὸ διατέμνοντες; Ἀκουέτωσαν τοῦ ψαλμοῦ λέγοντος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὔτε γὰο Λόγος, ἡ κοινὴ αὕτη λαλιὰ, νομισθήσεται ἐξ ὀνομάτων καὶ ῥημάτων τὴν σύστασιν ἔχουσα, οὔτε τὸ Πνεῦμα ἀτμὶς εἰς ἀέρα διαχεομένη· ἀλλὰ καὶ Λόγος ὁ ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν, καὶ Πνεῦμα τὸ ἅγιον, ὃ ἰδίως τῆς προσηγορίας ταύτης τετύχηκεν. Ὡς οὖν ὁ δημιουργὸς Λόγος ἐστερέωσε τὸν οὐρανὸν, οὕτω τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται (τουτέστιν, ὃ ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα μὴ τῶν ἔξωθέν τι καὶ τῶν κτισμάτων αὐτὸ κρίνῃς, ἀλλ' ὡς ἐκ Θεοῦ ἔχον τὴν ὑπόστασιν δοξάζῃς), ἁπάσας τὰς ἐν αὐτῷ δυνάμεις συνεπέφερε. Τῷ οὖν Πνεύματι πᾶσα ἡ δύναμις ἡ ἐπουράνιος ἐστερεώθη· τουτέστι, τὸ εὔτονον καὶ πάγιον καὶ βέβαιον ἐν ἁγιασμῷ, καὶ πάσῃ τῇ πρεπούσῃ ταῖς ἱεραῖς δυνάμεσιν ἀρετῇ, ἐκ τῆς τοῦ Πνεύματος ἐπικουρίας ἔχουσιν. Ἐνθάδε μὲν οὖν Πνεῦμα στόματος αὐτοῦ ἀναγέγραπται· εὑρήσομεν δὲ ἀλλαχοῦ καὶ Λόγον στόματος αὐτοῦ εἰρημένον, ἵνα νοηθῇ ὁ Σωτὴρ, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἐκ τοῦ Πατρός. Ἐπεὶ οὖν Λόγος μὲν Κυρίου ὁ Σωτὴρ, καὶ Πνεῦμα τοῦ στόματος αὐτοῦ τὸ ἅγιον Πνεῦμα, ἀμφότερα δὲ συνήργησε τῇ κτίσει τῶν οὐρανῶν καὶ τῶν ἐν αὐτοῖς δυνάμεων, διὰ τοῦτο εἴρηται· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐδὲν γὰρ ἁγιάζεται, εἰ μὴ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Ἀγγέλων γοῦν τὴν μὲν εἰς τὸ εἶναι πάροδον ὁ δημιουργὸς Λόγος ὁ ποιητὴς τῶν ὅλων παρείχετο· τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον συνεπέφερεν. Οὐ γὰρ νήπιοι κτισθέντες οἱ ἄγγελοι, εἶτα τελειωθέντες τῇ κατ' ὀλίγον μελέτῃ, οὕτως ἄξιοι τῆς τοῦ Πνεύματος ὑποδοχῆς γεγόνασιν· ἀλλ' ἐν τῇ πρώτῃ συστάσει καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα. Διὸ καὶ δυσμετάθετοί εἰσι πρὸς κακίαν, εὐ-
demnation, we are called earth, we who heard from God the saying, Earth you are, and unto earth you shall depart; who are full of the compassions of God: For when we were dead through our sins and trespasses, God, having had mercy on us, made us alive together with Christ. By the word of the Lord the heavens were established, and by the spirit of His mouth all their power. Where are those who set the Spirit at naught? where are those who sever It from the creative power? where are those who cut It off from conjunction with the Father and the Son? Let them hear the psalm saying: By the word of the Lord the heavens were established, and by the spirit of His mouth all their power. For neither will the Word be supposed to be this common speech having its consistence out of nouns and verbs, nor the Spirit a vapour diffused into the air; rather, both the Word Who was in the beginning with God, and the Holy Spirit, Which has specially obtained this appellation, are meant. Just as the Creator Word, therefore, established the heaven, so the Spirit Which is from God, Which proceeds from the Father (that is, Which is out of His mouth, lest you judge It to be something from outside and among creatures, rather than glorify It as having Its hypostasis from God), brought in therewith all the powers that are in it. By the Spirit, therefore, all the heavenly power was established; that is, they have their vigour and steadfastness and firmness in sanctification, and in every virtue befitting the holy powers, out of the aid of the Spirit. Here, then, Spirit of His mouth has been recorded; and elsewhere we shall also find Word of His mouth spoken of, so that both the Saviour and His Holy Spirit may be understood as being from the Father. Since, therefore, the Word of the Lord is the Saviour, and the Spirit of His mouth is the Holy Spirit, and both wrought together in the creation of the heavens and of the powers within them, on this account it has been said: By the Word of the Lord the heavens were established, and by the Spirit of His mouth all their power. For nothing is sanctified save by the presence of the Spirit. For the angels, at any rate, the Creator Word, the Maker of all things, provided their passage into being, while the Holy Spirit brought in sanctification for them therewith. For the angels were not created infants and then, perfected by gradual practice, did they thus become worthy of the reception of the Spirit; rather, in their first constitution and, as it were, in the kneading of their substance, they possessed holiness implanted together with it. Wherefore also they are hard to move towards wickedness, straight-
Notes, col. 333

On the reading

Printed γὰο, for γὰρ.

PG 29:336Read from the page
5. Συναγων ὡς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. Οὐκ εἶπε, Συνάγων τὰ ὕδατα τῆς θαλάσσης ὡς ἐν ἀσκῷ, ἀλλ' Ὡς ἀσκὸν, οὕτω τὰ ὕδατα τῆς θαλάσσης συνάγων. Νόησον δέ μοι τὴν του ἀσκοῦ φύσιν, νῦν μὲν διαφυσωμένην, ὅταν τῷ ἐναποληφθέντι πνεύματι τὸ δέρμα περιταθῇ· νῦν δὲ συστελλομένην, ὅταν ὑποχωρήσῃ τὸ διατεῖνον. Οὕτω τοίνυν ἡ θάλασσα ποτὲ μὲν ἐκφλεγμαίνει καὶ ζεῖ τοῖς πνεύμασιν ἀγριαινομένη καὶ ἐξοιδαίνουσα· ποτὲ δὲ πάλιν ὑπὸ γαλήνης εἰς ταπεινὸν καταστέλλεται. Ὡς οὖν ἀσκὸν, οὕτως συστέλλει καὶ ταπεινοῖ τὸ ὕδωρ τῆς θαλάσσης ὁ Κύριος. Εὕρομεν δὲ ἔν τισι τῶν ἀντιγράφων, Συνάγων ὡς ἐν ἀσκῷ ὕδατα θαλάσσης, ἐπὶ τὴν παλαιὰν ἱστορίαν τοῦ λόγου ἡμᾶς ἀναπέμποντος, ὅτε ἡ Ἐρυθρὰ θάλασσα, οὐδενὸς αὐτὴν διαιροῦντος, οὐδὲ συνέχοντος, αὐτὴ πρὸς ἑαυτὴν συνειστήκει, οἷον ἀσκῷ τινι ἐνδεδεμένη, τοῦ θείου προστάγματος προχυθῆναι αὐτὴν οὐκ ἐῶντος. Τιθεὶς, φησὶν, ἐν θησαυροῖς ἀβύσσους. Ἀκολουθότερον ἦν ὡς πρὸς τὴν κοινὴν ἔννοιαν εἰπεῖν, Τιθεὶς ἐν ἀβύσσοις τοὺς θησαυρούς· τουτέστιν, ἐν μυστηρίῳ συνέχων τὸν ἑαυτοῦ πλοῦτον. Νῦν δὲ ὥσπερ τινὰ κειμήλια ἄξια τῶν θείων θησαυρῶν τὰς ἀβύσσους εἶναί φησι. Μήποτε οὖν οἱ περὶ τῆς θείας κρίσεως λόγοι, ἄῤῥητοι ὄντες καὶ ἀκατάληπτοι ταῖς ἀνθρωπίναις ἐννοίαις, ἄβυσσοι λέγονται, ἐν μόνῃ τῇ τοῦ Θεοῦ γνώσει ἀποκειμένων τῶν λόγων, καθ' οὓς ἕκαστα οἰκονομεῖ; Ὅτι γὰρ τὰ περὶ ἕκαστον κρίματα ἄβυσσος προσηγορεύθη, ἐν ἑτέρῳ ψαλμῷ δεδιδάγμεθα λέγοντι· Τὰ κρίματά σου ἄβυσσος πολλή. Ἐὰν οὖν ἐπιζητῇς, διὰ τί τοῦ μὲν ἁμαρτωλοῦ ἡ ζωὴ παρατείνεται, τοῦ δὲ δικαίου αἱ ἡμέραι τῆς παροικίας συντέμνονται, διὰ τί ὁ μὲν ἄδικος εὐθηνεῖται, ὁ δὲ δίκαιος θλίβεται, διὰ τί τὸ παιδίον πρὶν εἰς τελείωσιν ἐλθεῖν ἀνηρπάσθη, πόθεν πόλεμοι, διὰ τί τὰ ναυάγια, οἱ σεισμοὶ, οἱ αὐχμοὶ, αἱ ἐπομβρίαι, διὰ τί τὰ φθαρτικὰ τῶν ἀνθρώπων δεδημιούργηται, διὰ τί ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος, ὁ μὲν πλουτεῖ, ὁ δὲ πένεται (πολὺ δὲ καὶ ἐν τοῖς ἁμαρτανομένοις ἢ κατορθουμένοις ἐστὶ τὸ διάφορον· ἡ μὲν γὰρ πορνοβοσκῷ πραθεῖσα πρὸς ἀνάγκην ἐστὶν ἐν τῇ ἁμαρτίᾳ· ἡ δὲ εὐθὺς ἀγαθῆς δεσποίνης ἐπιτυχοῦσα συνεξετράφη τῇ παρθενίᾳ), διὰ τί αὕτη μὲν εὐηργετήθη, ἐκείνη δὲ κατεδικάσθη· καὶ τίς ἡ ἐφ' ἑκάστου τούτων παρὰ τοῦ κριτοῦ ἀνταπόδοσις· ταῦτα πάντα λαβὼν εἰς ἔννοιαν, ἐνθυμήθητι, ὅτι ἄβυσσός ἐστι τὰ κρίματα τοῦ Θεοῦ, καὶ τῷ τοῖς θησαυροῖς τοῖς θείοις ἐναποκεκλεῖσθαι, οὐκ εὔληπτα τοῖς τυχοῦσι. Καὶ τῷ πιστεύ-
5. Gathering together as a wineskin the waters of the sea, laying up the deeps in storehouses. He did not say, Gathering together the waters of the sea as in a wineskin, but, As a wineskin, thus gathering together the waters of the sea. Consider for me the nature of the wineskin, at one time blown up, whenever the hide is stretched tight by the wind caught within it; and at another time contracting, whenever that which stretches it withdraws. Thus indeed the sea at one time swells with inflammation and boils, grown savage with the winds and surging up; and at another time again is calmed down by stillness into lowness. As a wineskin, therefore, so the Lord contracts and humbles the water of the sea. Yet we have found in certain of the copies, Gathering together as in a wineskin the waters of the sea, the word sending us back to the ancient history, when the Red Sea, with no one dividing it nor holding it together, stood gathered together unto itself, as though bound up in some wineskin, the divine command not permitting it to pour forth. Laying up, he says, the deeps in storehouses. It would have been more consistent with common notions to say, Laying up the storehouses in the deeps; that is, holding together His own wealth in mystery. Now, however, he says that the deeps are as it were certain precious heirlooms worthy of the divine storehouses. Perhaps, then, the principles concerning the divine judgment, being ineffable and incomprehensible to human conceptions, are called deeps, since the principles according to which He administers each thing are laid away in the knowledge of God alone? For that the judgments concerning each thing have been called a deep, we have been taught in another psalm which says: Thy judgments are a great deep. If, therefore, you inquire why the life of the sinner is prolonged, whereas the days of the righteous man's sojourning are cut short, why the unjust man prospers, whereas the righteous man is afflicted, why the little child was snatched away before coming to maturity, whence come wars, why there are shipwrecks, earthquakes, droughts, floods of rain, why things destructive of human beings have been fashioned, why one man is a slave and another free, one is rich and another is poor (and great too is the difference even in things sinned or rightly done: for one girl, sold to a brothel-keeper, is in sin by compulsion; while another, straightway meeting with a good mistress, was reared together with virginity), why the latter received benefaction, whereas the former was condemned; and what recompense there is from the judge upon each of these things: taking all these things into mind, reflect that the judgments of God are a deep, and because they are shut away within the divine storehouses, they are not easily grasped by ordinary people. And to him who believ-
Notes, col. 336

On the reading

Printed Συναγων, for Συνάγων.

Printed του, for τοῦ.