Migne Reading Room

PG 29 · cols. 317–324 · Read from the page

Homily on Psalm 29 (30)

Homily on Psalm 29 (30)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:317Read from the page
ἀρετὰς, ἐπακολουθούσας ταῖς ἐκ θεωρημάτων. Κατὰ γὰρ τὴν συμμετρίαν καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς θεωρημάτων, ἔνιοι τῶν σοφῶν νενοήκασι τὸ κάλλος· κατὰ δὲ τὸ ἀποτελεστικὸν τῶν ὑποβαλλομένων ἐκ τῶν θεωρητικῶν ἀρετῶν, τὴν ἰσχὺν νενοήκασι. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ, καὶ δύναμις τῶν δεόντων ἐπιτελεστικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. Ὡς τοίνυν ἄνω εἴρηκεν, Ὅτι ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· οὕτω νῦν ὑψοῖ τὸν Θεὸν διὰ τῆς εὐχαριστίας λέγων, ὅτι Ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Καλὸς μὲν γὰρ ἤμην κατὰ τὴν φύσιν, ἀσθενὴς δὲ διὰ τὸ ἐξ ἐπιβουλῆς τοῦ ὄφεως νεκρωθῆναι τῷ παραπτώματι. Τῷ οὖν κάλλει μου, ὃ παρὰ σοῦ ἔλαβον ἐκ τῆς πρώτης κατασκευῆς, προσέθηκας δύναμιν τὴν τῶν δεόντων πρακτικήν. Καλὴ μὲν οὖν πᾶσα ψυχὴ ἡ ἐν συμμετρίᾳ τῶν οἰκείων δυνάμεων θεωρουμένη· κάλλος δὲ ἀληθινὸν, καὶ ἐρασμιώτατον, μόνῳ τῷ τὸν νοῦν κεκαθαρμένῳ θεωρητὸν, τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν. Οὗ ὁ ἐνατενίσας ταῖς μαρμαρυγαῖς καὶ ταῖς χάρισι, μεταλσμβάνει τι ἀπ' αὐτοῦ, ὥσπερ ἀπό τινος βαφῆς, αἴγλην τινὰ ἀνθηρὰν εἰς τὴν οἰκείαν ὄψιν ἀναχρωννύμενος. Ὅθεν καὶ Μωϋσὴς, τῷ μετειληφέναι τοῦ κάλλους ἐκείνου ἐν τῷ ὁμιλεῖν Θεῷ, ἐδοξάσθη τὸ πρόσωπον. Ὁ οὖν αἰσθόμενος τῆς ἑαυτοῦ ἀρετῆς, τὴν εὐχαριστικὴν ταύτην ἀφίησι φωνήν· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ὥσπερ δὲ ταῖς θεωρητικαῖς ἀρεταῖς ἀθεώρητοι ἀκολουθοῦσι, τό τε κάλλος καὶ ἡ δύναμις, οὕτως εἰσί τινες κακίαι ἀθεώρητοι, ἥ τε αἰσχρότης καὶ ἡ ἀσθένεια. Τί γὰρ ἀωρότερον καὶ εἰδεχθέστερον ψυχῆς ἐμπαθοῦς; Ἴδε μοι τὸν θυμούμενον, καὶ τὴν ἐν αὐτῷ ἀγριότητα. Θέασαι τὸν λυπούμενον, καὶ τὸ ἐν αὐτῷ ταπεινὸν καὶ συμπεπτωκὸς τῆς ψυχῆς. Τὸν δὲ λαγνείαις ἢ γαστριμαργίαις ὑποπεπτωκότα, ἢ φόβοις ἐπτοημένον, τίς ἂν καὶ προσβλέψαι ἀνάσχοιτο; διαβαινούσης μέχρι τῶν περάτων τοῦ σώματος τῆς κατὰ ψυχὴν διαθέσεως· ὥσπερ οὖν καὶ τὰ ἴχνη τοῦ κάλλους τῆς ψυχῆς ἐν τῇ καταστάσει τοῦ ἁγίου διαφαίνεται. Προνοητέον τοίνυν τοῦ κάλλους ἡμῖν, ἵνα καὶ ὁ νυμφίος Λόγος ἀποδεξάμενος ἡμᾶς εἴπῃ· Ὅλη καλὴ ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.
virtues, following upon those derived from contemplative principles. For according to the symmetry and harmony of the soul's contemplative principles, some of the wise have conceived of beauty; while according to the effective power of the things prompted by the contemplative virtues, they have conceived of strength. Yet in order that both beauty may arise in the soul, and power effective of what is needful, for this we stand in need of divine grace. As therefore he has said above, Because life is in His will; so now he exalts God through thanksgiving, saying, In Thy will Thou didst grant power to my beauty. For beautiful indeed I was by nature, yet weak through having been deadened in transgression by the plot of the serpent. To my beauty, therefore, which I received from Thee out of my first constitution, Thou didst add power active in the things that are needful. Beautiful indeed, then, is every soul that is beheld in the symmetry of its own faculties; yet true and most lovely beauty, contemplable only by him who has been purified in mind, is that which surrounds the divine and blessed nature. Fixing his gaze upon its flashes and graces, a man partakes of something from it, as though from some dye, tinging his own countenance with a certain blooming radiance. Whence Moses also, by having partaken of that beauty in conversing with God, had his face glorified. He, therefore, who is conscious of his own virtue utters this voice of thanksgiving: O Lord, in Thy will Thou didst grant power to my beauty. Now just as non-contemplative virtues follow upon the contemplative virtues, both beauty and power, so there are certain non-contemplative vices, both ugliness and weakness. For what is more unsightly and more hideous than a passion-ridden soul? Behold for me the angry man, and the savagery within him. Observe the grieving man, and the abased and collapsed state of soul within him. And him who has succumbed to lusts or gluttonies, or is terrified by fears, who could even bear to look upon? since the disposition of the soul passes right through to the extremities of the body; just as indeed the traces of the beauty of the soul also shine through in the demeanour of the saint. We must therefore take forethought for beauty, so that the Bridegroom Word also, welcoming us, may say: Altogether beautiful is My companion, and there is no blemish in you.
6. Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. Ἕως μὲν ὅτε, φησὶν, αἱ ἀκτῖνες τῆς ἐπισκοπῆς σου ἐπέλαμπόν μοι, ἐν εὐ-
6. Yet Thou didst turn away Thy face, and I became troubled. So long indeed, he says, as the rays of Thy visitation shone upon me, in pros-
Notes, col. 317

On the reading

Printed μεταλσμβάνει, for μεταλαμβάνει.

PG 29:320Read from the page
σταθεῖ καταστάσει καὶ ἀταράχῳ διῆγον· ἐπειδὴ δὲ ἀπέστρεψάς σου τὸ πρόσωπον, τὸ ἐμπαθὲς καὶ τεθορυβημένον τῆς ψυχῆς ἀπηλέγχθη. Ἀποστρέφειν δὲ λέγεται τὸ ἑαυτοῦ πρόσωπον ὁ Θεὸς, ὅταν ἐν τοῖς τῶν περιστάσεων καιροῖς ἐκδότους ἀφίῃ τοῖς πειρασμοῖς, ἐπὶ τὸ γνωσθῆναι τὸ εὔτονον τοῦ ἀγωνιζομένου. Ἐὰν οὖν ἡ εἰρήνη ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσῃ τὰς καρδίας ἡμῶν, δυνάμεθα τὴν ταραχήν καὶ τὴν σύγχυσιν τῶν παθῶν διαφυγεῖν. Ἐπεὶ οὖν ἀντίκειται τῷ μὲν θελήματι τοῦ Θεοῦ ἡ ἀποστροφὴ, τῷ δὲ κάλλει καὶ τῇ ὡραιότητι καὶ τῇ δυνάμει ἡ ταραχή· εἴη ἂν ἡ ταραχὴ αἶσχος καὶ ἀσθένεια ψυχῆς, ἐκ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώσεως ἐγγινομένη. Εὐχώμεθα οὖν ἀεὶ ἐπιλάμπειν ἡμῖν τὸ πρόσωπον τοῦ Θεοῦ, ἵνα ἐν καταστήματι ὦμεν ἱεροπρεπεῖ, καὶ πρᾶοι, καὶ παντὶ τρόπῳ ἀτάραχοι ἐκ τῆς πρὸς τὰ καλὰ ἑτοιμότητος. Ἡτοιμάσθην γὰρ, φησὶ, καὶ οὐκ ἐταράχθην. Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Πολλάκις εἴρηται περὶ τοῦ κεκραγέναι πρὸς Κύριον, ὅτι μόνου τοῦ μεγάλα καὶ ἐπουράνια ἐπιθυμοῦντός ἐστι τὸ κράζειν. Εἰ δέ τις μικρὰ καὶ ἐπίγεια αἰτοίη τὸν Θεὸν, μικρᾷ καὶ ταπεινῇ κέχρηται τῇ φωνῇ, μὴ φθανούσῃ εἰς ὕψος, μηδὲ ἐρχομένῃ εἰς τὰς ἀκοὰς τοῦ Κυρίου. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί, φησὶν, ἐκέκραξα; καὶ περὶ τίνος ἐδεήθην πρὸς σὲ τὸν Κύριόν μου καὶ τὸν Θεόν μου; Τίς μοι χρεία, φησὶ, σαρκὸς εὐπαθείας καὶ αἵματος πλήθους, μέλλοντος ὅσον οὐδέπω παραδίδοσθαι τῇ κοινῇ διαλύσει τοῦ σώματος; Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως εὐεκτοῦντος καὶ ὑπερζέοντός μοι τοῦ αἵματος, ἀφορμὴ πρὸς ἁμαρτίαν ἡ πολυσαρκία γένηται. Μὴ κολάκευέ σου τὴν σάρκα ὕπνοις καὶ λουτροῖς καὶ μαλακοῖς στρώμασιν, ἀεὶ ἐπιλέγων τὸ ῥῆμα τοῦτο· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Τί περιέπεις τὸ μικρὸν ὕστερον φθαρησόμενον; τί καταπιαίνεις σεαυτὸν καὶ περισαρκοῖς; Ἢ ἀγνοεῖς, ὅτι ὅσῳ παχυτέραν τὴν σάρκα σεαυτῷ ποιεῖς, τοσούτῳ βαρύτερον τῇ ψυχῇ κατασκευάζεις τὸ δεσμωτήριον; Μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; Πῶς γὰρ ὁ χοϊκὸς ἄνθρωπος καὶ σάρκινος ἐξομολογήσεταί σοι τῷ Θεῷ; πῶς δὲ καὶ ἀναγγελεῖ τὴν ἀλήθειαν ὁ μήτε μαθήμασι καιρὸν δοὺς, καὶ ἐν τοσούτῳ βάρει τῆς σαρκὸς τὸν νοῦν ἑαυτοῦ συγ-
steadfast state and untroubled did I live; but when Thou didst turn away Thy face, the passible and troubled condition of the soul was exposed. Now God is said to turn away His own face when, in the seasons of trials, He leaves men delivered over to temptations, so that the vigour of the combatant may become known. If, therefore, the peace that surpasses all understanding guards our hearts, we are able to escape the disturbance and the confusion of the passions. Since, then, turning away is opposed to the will of God, while disturbance is opposed to beauty and comeliness and strength, disturbance would be ugliness and weakness of soul, arising within it from alienation from God. Let us pray, therefore, that the face of God may ever shine upon us, so that we may be in a state befitting the holy, and meek, and in every way untroubled through readiness towards good things. For I was prepared, he says, and was not troubled. Unto Thee, O Lord, will I cry, and unto my God will I make supplication. Often has it been said concerning crying unto the Lord that crying belongs only to him who desires great and heavenly things. But if anyone should ask small and earthly things of God, he uses a small and lowly voice, which neither reaches unto the height nor comes unto the ears of the Lord. What profit is there in my blood, in my going down into corruption? Why, he says, did I cry out? and concerning what did I make supplication unto Thee, my Lord and my God? What need have I, he says, of well-being of flesh and abundance of blood, when it is on the very point of being delivered over to the common dissolution of the body? Nay, I buffet my body and bring it into bondage, lest, if my blood be vigorous and boiling over, fleshiness become an occasion towards sin. Do not flatter your flesh with sleep and baths and soft couches, ever repeating this saying: What profit is there in my blood, in my going down into corruption? Why do you cherish what a little later will be corrupted? why do you fatten yourself and wrap yourself in flesh? Or are you ignorant that the thicker you make the flesh for yourself, the heavier do you build the prison for the soul? Shall dust confess to Thee, or declare Thy truth? For how shall the earthy and fleshly man confess to Thee, Who art God? and how also shall he declare the truth, when he has neither given time to studies, and in so great a weight of the flesh has his own mind together-
7. Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγέ-
7. The Lord heard, and had mercy on me; the Lord be-
Notes, col. 320

On the reading

Printed ταραχήν, for ταραχὴν.

PG 29:321Read from the page
νήθη βοηθός μου. Μετὰ τὸ διηγήσασθαι τίνα ἦν ἃ πρὸς τὸν Θεὸν ἐκέκραξεν, εὐθὺς αἰσθόμενος τῆς ἀντιλήψεως τοῦ Θεοῦ, παρορμῶν ἡμᾶς πρὸς τὴν τῶν ὁμοίων αἴτησιν, Ἤκουσε, φησὶ, Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου. Εὐχώμεθα οὖν καὶ ἡμεῖς, καὶ κράζωμεν τὴν πνευματικὴν βοὴν, αἰτούμενοι τὰ μεγάλα, μὴ ἀντιποιούμενοι τῆς σαρκὸς (Οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται), ἵνα καὶ ἡμῶν ἐπακούσῃ ὁ Κύριος, ἐλέησας ἡμῶν τὸ ἀσθενὲς, καὶ τῆς θείας βοηθείας ἀπολαύσαντες καὶ ἡμεῖς εἴπωμεν· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Οὐ τῇ τυχούσῃ ψυχῇ ἡ ἀπὸ Θεοῦ χαρὰ ἐγγίνεται, ἀλλ' εἴ τις πολλὰ τὴν ἁμαρτίαν τὴν ἑαυτοῦ ἀπεκλαύσατο, ἰσχυροῖς ὀδυρμοῖς καὶ θρήνοις διηνεκέσιν, ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ κοπετὸν ἐποιήσατο, τοῦ τοιούτου ὁ κοπετὸς εἰς χαρὰν στρέφεται. Ὅτι δέ ἐστιν ἐπαινετῶς κόψασθαι, δηλοῦσιν οἱ ἐν ταῖς ἀγοραῖς καθήμενοι παῖδες, οἱ λέγοντες· Ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Ἔστι δὲ ὁ αὐλὸς ὄργανον μουσικὸν πνεύματι συνεργῷ πρὸς τὴν μελῳδίαν χρώμενον. Διόπερ οἶμαι πάντα ἅγιον προφήτην αὐλὸν τροπικῶς ὀνομάζεσθαι διὰ τὴν ἐκ τοῦ ἁγίου Πνεύματος κίνησιν. Διόπερ, φησὶν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Οἱ γὰρ προφητικοὶ λόγοι προτρέπονται ἡμᾶς ἐπὶ τὴν εὔρυθμον τῆς ἁγίας προφητείας ἐνέργειαν, ἥτις εἴρηται ὄρχησις. Ἀλλὰ καὶ θρηνοῦσιν ἡμῖν οἱ προφῆται, εἰς κοπετὸν ἡμᾶς προκαλούμενοι, ἵνα, εἰς συναίσθησιν ἐλθόντες ἐκ τῶν προφητικῶν λόγων ἐπὶ τοῖς ἑαυτῶν ἁμαρτήμασι, καταπενθήσωμεν ἡμῶν τὴν ἀπώλειαν, ἐν κόποις καὶ μόχθοις τὴν σάρκα ἡμῶν καταπιέσαντες. Τῷ τοιούτῳ τοίνυν περιῤῥήγνυται μὲν τὸ πενθικὸν ἔνδυμα, ὃ καταπενθῶν ἑαυτοῦ τὴν ἁμαρτίαν περιεβάλετο. Περιτίθεται δὲ αὐτῷ ὁ χιτὼν τῆς εὐφροσύνης, καὶ τὸ ἱμάτιον τοῦ σωτηρίου, τὰ φαιδρὰ ταῦτα καὶ γαμικὰ ἐνδύματα, οἷς ὁ κεκοσμημένος ἐκ τοῦ νυμφῶνος οὐκ ἐκβληθήσεται. Διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Συνεργὸς εἰς μετάνοιαν ὁ σάκκος, ταπεινώσεως ὑπάρχων σύμβολον. Πάλαι γὰρ ἂν ἐν σάκκῳ, φησὶ, καὶ σποδῷ καθήμενοι μετενόησαν. Ἐπεὶ δὲ ὁ Ἀπόστολος ἀνακεκαλυμμένῳ προσώπῳ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν, τὴν δοθεῖσαν αὐτῷ χάριν ἀπὸ τοῦ Κυρίου ἰδίαν λέγει δόξαν. Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου. Δόξα δικαίου τὸ πνεῦμα τὸ ἐν αὐτῷ. Ὁ οὖν ψάλλων τῷ πνεύματι, λεγέτω· Ὅπως
came my helper. After recounting what those things were which he cried unto God, straightway perceiving the help of God, and urging us on towards the asking of like things, he says, The Lord heard, and had mercy on me; the Lord became my helper. Let us also pray, therefore, and let us cry the spiritual cry, asking for great things, not laying claim to the flesh (For those who are in the flesh cannot please God), so that the Lord may hearken to us also, having had mercy on our weakness, and that we too, having enjoyed the divine help, may say: Thou hast turned my mourning into joy for me. Not in any chance soul does the joy that comes from God arise, but if anyone has wept much over his own sin, with strong lamentations and continual dirges, and has made mourning over himself as over one dead, the mourning of such a man is turned into joy. And that there is a praiseworthy beating of the breast is shown by the children sitting in the marketplaces, who say: We sang dirges for you, and you did not beat your breasts; we piped for you, and you did not dance. Now the pipe is a musical instrument employing wind as a helper towards melody. Wherefore I suppose every holy prophet to be figuratively named a pipe because of the movement from the Holy Spirit. Wherefore He says, We piped for you, and you did not dance. For the prophetic words urge us on to the well-rhythmed activity of holy prophecy, which has been called dancing. Yet the prophets also lament for us, summoning us to mourning, so that, having come through the prophetic words to a consciousness of our own sins, we may bewail our perdition, pressing down our flesh in labours and toils. From such a man, accordingly, the garment of mourning, in which he clothed himself while bewailing his own sin, is rent off all around. And there is put around him the tunic of gladness, and the robe of salvation, those bright and bridal garments, adorned with which he will not be cast out of the bridal chamber. Thou hast rent my sackcloth, and hast girded me with gladness. Sackcloth is a helper unto repentance, being a symbol of humiliation. For long ago, He says, sitting in sackcloth and ashes, they would have repented. And since the Apostle with unveiled face is transformed into the same image from glory to glory, he calls the grace given to him from the Lord his own glory. That my glory may sing praise to Thee. The glory of a righteous man is the spirit that is in him. Let him who sings praise in the spirit, therefore, say: That
Notes, col. 321

On the reading

Printed ἐλέησας, for ἐλεήσας.

PG 29:324Read from the page
ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Οὐκέτι μὴ, φησὶ, ποιήσω ἄξια τοῦ κατανύτσεσθαι καὶ κατακεντεῖσθαι τὴν καρδίαν ἐπὶ τῇ ὑπομνήσει τῆς ἁμαρτίας μου. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι· ἀντὶ τοῦ, Εὐχαριστήσω. Ἐπειδὴ γὰρ ἔδωκάς μοι τὴν ἐκ τῆς μετανοίας συγχώρησιν, καὶ ἐπανήγαγές με εἰς δόξαν, τὴν ἐκ τῶν ἁμαρτημάτων αἰσχύνην περιελὼν, διὰ τοῦτο εἰς
my glory may sing praise to Thee, and I shall in no wise be pierced with compunction. No longer, he says, will I do things worthy of having my heart pricked and pierced through at the remembrance of my sin. O Lord my God, for ever will I confess to Thee: instead of, I will give thanks. For since Thou hast given me forgiveness arising from repentance, and hast brought me back unto glory, having taken away the shame arising from sins, therefore unto
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΛΒʹ ΨΑΛΜΟΝ.
Of the same, on Psalm 32.
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις.
Rejoice, O righteous, in the Lord; praise befits the upright.
1. Συνήθης τῇ Γραφῇ τῆς ἀγαλλιάσεως ἡ φωνὴ, φαιδροτάτην τινὰ καὶ περιχαρῆ κατάστασιν τῆς ψυχῆς ἐπὶ τοῖς ἀξίοις εὐθυμίας ἐμφαίνουσα. Ἀγαλλιᾶσθε οὖν, δίκαιοι, ἐν Κυρίῳ· μὴ ὅταν ὑμῖν εὐθηνῆται τὰ κατὰ τὸν οἶκον, μὴ ὅταν εὐεκτῇτε τῷ σώματι, μὴ ὅταν αἱ ἄρουραι πληθύνωσι καρπῶν παντοδαπῶν· ἀλλ' ὅτι Κύριον ἔχετε, τοιοῦτον μὲν τὸ κάλλος, τοιοῦτον δὲ τὴν ἀγαθότητα, τὴν σοφίαν τοιοῦτον. Ἀρκείτω ὑμῖν ἡ ἐπ' αὐτῷ εὐφροσύνη. Καὶ ἔοικεν ὁ μετ' εὐφροσύνης καὶ χαρᾶς ἐπαγαλλόμενός τινι τῶν περισπουδάστων, οὕτως ἀγαλλιᾷν ἐπ' αὐτῷ. Διὸ τοὺς δικαίους παρορμᾷ ὁ λόγος αἰσθάνεσθαι μετὰ τοῦ ἀξιώματος, ὅτι τοιούτου Δεσπότου δοῦλοι εἶναι κατηξιώθησαν, καὶ ἐπαγάλλεσθαι αὐτοῦ τῇ δουλείᾳ μετὰ χαρᾶς ἀμυθήτου καὶ σκιρτημάτων, τῆς καρδίας οἱονεὶ πηδώσης τῷ ἐνθουσιασμῷ τῆς ἀγάπης τοῦ ἀγαθοῦ. Εἴ ποτέ σου τῇ καρδίᾳ οἱονεὶ φῶς ἐμπεσὸν ἀθρόαν Θεοῦ ἔννοιαν ἐνεποίησε, καὶ περιέλαμψέ σου τὴν ψυχὴν, ὥστε ἀγαπῆσαι μὲν τὸν Θεὸν, καταφρονῆσαι δὲ κόσμου καὶ τῶν σωματικῶν πάντων, ἐκ τῆς ἀμυδρᾶς ἐκείνης καὶ βραχείας εἰκόνος γνώρισον τὴν ὅλην τῶν δικαίων κατάστασιν, ὁμαλῶς καὶ ἀδιακόπως τὴν ἐπὶ τῷ Θεῷ εὐφροσύνην κατορθούντων. Σοὶ μὲν γὰρ ἐμπίπτει ποτὲ σπανίως ἐκεῖνο τὸ ἀγαλλίαμα κατ' οἰκονομίαν Θεοῦ, ἵνα σε διὰ μικροῦ γεύματος εἰς ὑπόμνησιν ἀγάγῃ οἵων ἐστέρησαι· τῷ δὲ δικαίῳ διαρκής ἐστιν ἡ θεία καὶ ἐπουράνιος εὐφροσύνη, διότι ἅπαξ αὐτῷ ἐνοικεῖ τὸ Πνεῦμα· πρῶτος δὲ Καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη. Ἀγαλλιᾶσθε οὖν, δίκαιοι, ἐν Κυρίῳ. Οἱονεὶ τόπος χωρητικός ἐστι τῶν δικαίων ὁ Κύριος· ἐν ᾧ τὸν γενόμενον πᾶσα ἀνάγκη εὐθυμεῖσθαι καὶ ἐνευφραίνεσθαι. Γίνεται καὶ ὁ δίκαιος τόπος τῷ Κυρίῳ, λαμβάνων αὐτὸν ἐν ἑαυτῷ. Ὁ μὲν ἁμαρτάνων δίδωσι τόπον τῷ διαβόλῳ, παρακούων τοῦ λέγοντος· Μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ· καὶ τοῦ Ἐκκλησιαστοῦ· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἐν αὐτῷ οὖν
1. Familiar to Scripture is the word exultation, manifesting a most bright and exceedingly joyful state of the soul over things worthy of gladness. Rejoice, therefore, O righteous, in the Lord; not when affairs at home prosper for you, not when you are in vigorous health of body, not when your fields abound with fruits of every kind; but because you have the Lord, such in beauty, such in goodness, in wisdom such. Let the gladness that is in Him suffice for you. And he who with gladness and joy exults over some much-prized thing seems in that manner to rejoice over it. Wherefore the word urges the righteous to perceive along with their dignity that they have been counted worthy to be servants of such a Master, and to exult in His service with unspeakable joy and leapings, the heart as it were leaping with the inspiration of love for the good. If ever light, as it were, falling upon your heart has produced a sudden conception of God, and has shone around your soul, so that you loved God and despised the world and all bodily things, recognize from that dim and brief image the whole state of the righteous, who evenly and unceasingly achieve gladness in God. For upon you that exultation falls at times rarely, by the dispensation of God, so that through a small taste He may bring you to remembrance of what things you are deprived; whereas for the righteous man the divine and heavenly gladness is lasting, because the Spirit once for all dwells in him; and the first Fruit of the Spirit is love, joy, peace. Rejoice, therefore, O righteous, in the Lord. The Lord is, as it were, a place capable of receiving the righteous, wherein he who comes to be must of all necessity be of good cheer and rejoice therein. The righteous man also becomes a place for the Lord, receiving Him within himself. He who sins gives place to the devil, disobeying him who says: Neither give place to the devil; and Ecclesiastes: If the spirit of the ruler rise up against you, do not leave your place. In Him, therefore,
Notes, col. 324

On the reading

Printed κατανύτσεσθαι, for κατανύττεσθαι.

Printed εὐεκτῇτε, for εὐεκτῆτε.