νήθη βοηθός μου. Μετὰ τὸ διηγήσασθαι τίνα ἦν ἃ πρὸς τὸν Θεὸν ἐκέκραξεν, εὐθὺς αἰσθόμενος τῆς ἀντιλήψεως τοῦ Θεοῦ, παρορμῶν ἡμᾶς πρὸς τὴν τῶν ὁμοίων αἴτησιν, Ἤκουσε, φησὶ, Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου. Εὐχώμεθα οὖν καὶ ἡμεῖς, καὶ κράζωμεν τὴν πνευματικὴν βοὴν, αἰτούμενοι τὰ μεγάλα, μὴ ἀντιποιούμενοι τῆς σαρκὸς (Οἱ γὰρ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται), ἵνα καὶ ἡμῶν ἐπακούσῃ ὁ Κύριος, ἐλέησας ἡμῶν τὸ ἀσθενὲς, καὶ τῆς θείας βοηθείας ἀπολαύσαντες καὶ ἡμεῖς εἴπωμεν· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Οὐ τῇ τυχούσῃ ψυχῇ ἡ ἀπὸ Θεοῦ χαρὰ ἐγγίνεται, ἀλλ' εἴ τις πολλὰ τὴν ἁμαρτίαν τὴν ἑαυτοῦ ἀπεκλαύσατο, ἰσχυροῖς ὀδυρμοῖς καὶ θρήνοις διηνεκέσιν, ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ κοπετὸν ἐποιήσατο, τοῦ τοιούτου ὁ κοπετὸς εἰς χαρὰν στρέφεται. Ὅτι δέ ἐστιν ἐπαινετῶς κόψασθαι, δηλοῦσιν οἱ ἐν ταῖς ἀγοραῖς καθήμενοι παῖδες, οἱ λέγοντες· Ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Ἔστι δὲ ὁ αὐλὸς ὄργανον μουσικὸν πνεύματι συνεργῷ πρὸς τὴν μελῳδίαν χρώμενον. Διόπερ οἶμαι πάντα ἅγιον προφήτην αὐλὸν τροπικῶς ὀνομάζεσθαι διὰ τὴν ἐκ τοῦ ἁγίου Πνεύματος κίνησιν. Διόπερ, φησὶν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε. Οἱ γὰρ προφητικοὶ λόγοι προτρέπονται ἡμᾶς ἐπὶ τὴν εὔρυθμον τῆς ἁγίας προφητείας ἐνέργειαν, ἥτις εἴρηται ὄρχησις. Ἀλλὰ καὶ θρηνοῦσιν ἡμῖν οἱ προφῆται, εἰς κοπετὸν ἡμᾶς προκαλούμενοι, ἵνα, εἰς συναίσθησιν ἐλθόντες ἐκ τῶν προφητικῶν λόγων ἐπὶ τοῖς ἑαυτῶν ἁμαρτήμασι, καταπενθήσωμεν ἡμῶν τὴν ἀπώλειαν, ἐν κόποις καὶ μόχθοις τὴν σάρκα ἡμῶν καταπιέσαντες. Τῷ τοιούτῳ τοίνυν περιῤῥήγνυται μὲν τὸ πενθικὸν ἔνδυμα, ὃ καταπενθῶν ἑαυτοῦ τὴν ἁμαρτίαν περιεβάλετο. Περιτίθεται δὲ αὐτῷ ὁ χιτὼν τῆς εὐφροσύνης, καὶ τὸ ἱμάτιον τοῦ σωτηρίου, τὰ φαιδρὰ ταῦτα καὶ γαμικὰ ἐνδύματα, οἷς ὁ κεκοσμημένος ἐκ τοῦ νυμφῶνος οὐκ ἐκβληθήσεται. Διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Συνεργὸς εἰς μετάνοιαν ὁ σάκκος, ταπεινώσεως ὑπάρχων σύμβολον. Πάλαι γὰρ ἂν ἐν σάκκῳ, φησὶ, καὶ σποδῷ καθήμενοι μετενόησαν. Ἐπεὶ δὲ ὁ Ἀπόστολος ἀνακεκαλυμμένῳ προσώπῳ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν, τὴν δοθεῖσαν αὐτῷ χάριν ἀπὸ τοῦ Κυρίου ἰδίαν λέγει δόξαν. Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου. Δόξα δικαίου τὸ πνεῦμα τὸ ἐν αὐτῷ. Ὁ οὖν ψάλλων τῷ πνεύματι, λεγέτω· Ὅπως
came my helper. After recounting what those things were which he cried unto God, straightway perceiving the help of God, and urging us on towards the asking of like things, he says, The Lord heard, and had mercy on me; the Lord became my helper. Let us also pray, therefore, and let us cry the spiritual cry, asking for great things, not laying claim to the flesh (For those who are in the flesh cannot please God), so that the Lord may hearken to us also, having had mercy on our weakness, and that we too, having enjoyed the divine help, may say: Thou hast turned my mourning into joy for me. Not in any chance soul does the joy that comes from God arise, but if anyone has wept much over his own sin, with strong lamentations and continual dirges, and has made mourning over himself as over one dead, the mourning of such a man is turned into joy. And that there is a praiseworthy beating of the breast is shown by the children sitting in the marketplaces, who say: We sang dirges for you, and you did not beat your breasts; we piped for you, and you did not dance. Now the pipe is a musical instrument employing wind as a helper towards melody. Wherefore I suppose every holy prophet to be figuratively named a pipe because of the movement from the Holy Spirit. Wherefore He says, We piped for you, and you did not dance. For the prophetic words urge us on to the well-rhythmed activity of holy prophecy, which has been called dancing. Yet the prophets also lament for us, summoning us to mourning, so that, having come through the prophetic words to a consciousness of our own sins, we may bewail our perdition, pressing down our flesh in labours and toils. From such a man, accordingly, the garment of mourning, in which he clothed himself while bewailing his own sin, is rent off all around. And there is put around him the tunic of gladness, and the robe of salvation, those bright and bridal garments, adorned with which he will not be cast out of the bridal chamber. Thou hast rent my sackcloth, and hast girded me with gladness. Sackcloth is a helper unto repentance, being a symbol of humiliation. For long ago, He says, sitting in sackcloth and ashes, they would have repented. And since the Apostle with unveiled face is transformed into the same image from glory to glory, he calls the grace given to him from the Lord his own glory. That my glory may sing praise to Thee. The glory of a righteous man is the spirit that is in him. Let him who sings praise in the spirit, therefore, say: That