Migne Reading Room

PG 29 · cols. 200–205 · Read from the page

Hexaemeron, Homily 9: On the land animals

Hexaemeron, Homily 9: On the land animals

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:200Read from the page
τοῖς λαλοῦσι κατὰ τοῦ Θεοῦ ἀδικίαν, καὶ τῆς αὐτῆς αὐτοῖς τραπέζης μετέχοντες, καὶ παρ' αὐτὴν τὴν τροφὴν τῶν κατὰ τοῦ τρέφοντος βλασφημιῶν ἀνεχόμενοι;
those who speak iniquity against God, sharing the same table with them, and right during the meal itself tolerating blasphemies against Him Who nourishes them?
5. Ἀλλ' ἐπὶ τὴν θεωρίαν τῆς κτίσεως ἐπανίωμεν. Τὰ εὐαλωτότερα τῶν ζώων πολυγονώτερα. Διὰ τοῦτο πολυτόκοι λαγωοὶ, καὶ αἶγες ἄγριαι, καὶ πρόβατα ἄγρια διδυμοτόκα, ἵνα μὴ ἐπιλείπῃ τὸ γένος ὑπὸ τῶν ὠμοβόρων ἐκδαπανώμενον. Τὰ δὲ φθαρτικὰ τῶν ἄλλων, ὀλιγοτόκα. Ὅθεν λέοντος ἑνὸς μόλις ἡ λέαινα μήτηρ γίνεται. Ταῖς γὰρ ἀκμαῖς τῶν ὀνύχων διασπαράξας τὴν μήτραν, οὕτω πρόεισιν, ὥς φασι· καὶ ἔχιδναι τὰς μήτρας ἐκφαγοῦσαι προέρχονται, πρέποντας τῇ γεννησαμένῃ τοὺς μισθοὺς ἐκτιννύουσαι. Οὕτως οὐδὲν ἀπρονόητον ἐν τοῖς οὖσιν, οὐδὲ τῆς ἐπιβαλούσης αὐτοῖς ἐπιμελείας ἄμοιρα. Κἂν αὐτὰ τὰ μέλη τῶν ζώων καταμάθῃς, εὑρήσεις, ὅτι οὔτε περιττόν τι ὁ κτίσας προσέθηκεν, οὔτε ἀφεῖλε τῶν ἀναγκαίων. Τοῖς σαρκοφάγοις ζώοις ὀξεῖς τοὺς ὀδόντας ἐνήρμοσε· τοιούτων γὰρ ἦν χρεία πρὸς τὸ τῆς τροφῆς εἶδος. Ἃ δὲ ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσι, πολλαῖς καὶ ποικίλαις ἀποθήκαις τῶν τροφῶν παρεσκεύασε. Διὰ γὰρ τὸ παρὰ τὴν πρώτην μὴ ἀρκούντως καταλεπτύνεσθαι τὴν τροφὴν, ἔδωκεν αὐτοῖς τὸ καταποθὲν πάλιν ἀναπεμπάζεσθαι, ὥστε καταλεανθὲν τῷ μηρυκισμῷ προσοικειοῦσθαι τῷ τρεφομένῳ. Στόμαχοι, καὶ ἐχῖνοι, καὶ κεκρύφαλοι, καὶ ἔνυστρα, οὐκ ἀργῶς ἔγκειται τῶν ζώων τοῖς ἔχουσιν, ἀλλ' ἀναγκαίων χρείαν ἕκαστον ἐκπληροῖ. Μακρὸς ὁ τράχηλος τῆς καμήλου, ἵνα τοῖς ποσὶν ἐξισάζηται καὶ ἐφικνῆται τῆς βοτάνης ἐξ ἧς ἀποζῇ. Βραχὺς καὶ τοῖς ὤμοις ἐνδεδυκὼς ὁ τράχηλος τῆς ἄρκτου· καὶ λέοντος δὲ, καὶ τίγριδος, καὶ τῶν λοιπῶν, ὅσα τούτου τοῦ γένους· ὅτι οὐκ ἐκ τῆς πόας αὐτοῖς ἡ τροφὴ, οὐδὲ ἀνάγκη πρὸς τὴν γῆν κατακύπτειν, σαρκοφάγοις οὖσι, καὶ ἐκ τῆς ἄγρας τῶν ζώων διαρκουμένοις. Τί βούλεται ἡ προνομαία τῷ ἐλέφαντι; Ὅτι μέγα τὸ ζῶον, καὶ τῶν χερσαίων τὸ μέγιστον, εἰς τὴν τῶν ἐντυγχανόντων ἔκπληξιν παραχθὲν, πολύσαρκον ἐχρῆν εἶναι καὶ συμπεφορημένον τὸ σῶμα. Τούτῳ ει μέγας καὶ ἀναλογῶν τοῖς ποσὶν ὁ τράχηλος προσετέθη, δυσμεταχείριστος ἂν ἦν,
5. Let us return, however, to the contemplation of creation. The animals that are easier to catch are more prolific. For this reason hares bear many young, and wild goats, and wild sheep bear twins, lest their kind fail through being consumed by raw-flesh eaters. Those, on the other hand, that are destructive of others bear few offspring. Hence the lioness scarcely becomes the mother of a single lion; for tearing through the womb with the sharp points of its claws, so the cub comes forth, as they say; and vipers come forth after eating through the wombs, paying back fitting wages to her that bore them. Thus nothing among existing things is unprovided for, nor devoid of the care that falls to them. Even if you examine the very limbs of animals, you will find that He Who created them neither added anything superfluous, nor took away anything of what was necessary. To flesh-eating animals He fitted sharp teeth, for there was need of such towards the kind of their food. Those that are armed halfway with teeth He equipped with many varied storehouses for their food. For since their food is not sufficiently ground fine at the first chewing, He granted them to bring back up again what was swallowed, so that once smoothed down by chewing the cud it might be assimilated to the creature being nourished. Paunches, omasa, reticula, and abomasa do not lie idle in the animals that have them, but each fulfils the need of vital functions. Long is the neck of the camel, so that it may match the height of its feet and reach the herbage off which it lives. Short and sunk into the shoulders is the neck of the bear, and of the lion too, and of the tiger, and of the rest that belong to this kind: because their food is not from grass, nor is there any necessity for them to bend down towards the earth, seeing that they are flesh-eaters and sustain themselves by hunting animals. What is the meaning of the trunk for the elephant? Because this animal is great, and the greatest of land creatures, brought forth unto the amazement of those who meet it, its body had to be massive in flesh and compact. If to this creature a large neck proportioned to its feet had been added, it would have been hard to manage,
Notes, col. 200

On the reading

Printed ει, for εἰ.

PG 29:201Read from the page
τῷ ὑπερβάλλοντι βάρει καταῤῥέπων ἀεὶ πρὸς τὸ κάτω. Νῦν δὲ ἡ μὲν κεφαλὴ δι' ὀλίγων τῶν τοῦ αὐχένος σφονδύλων πρὸς τὴν ῥάχιν συνάπτεται· ἔχει δὲ τὴν προνομαίαν, τὴν τοὺ τραχήλου χρείαν ἀποπληροῦσαν, δι' ἧς καὶ τὴν τροφὴν προσαγεται, καὶ τὸ ποτὸν ἀνιμᾶται. Ἀλλὰ καὶ ἀδιάρθρωτοι αὐτῷ οἱ πόδες, οἱονεὶ κίονες ἡνωμένοι, τὸ βάρος ὑποστηρίζουσιν. Εἰ γὰρ χαῦνα αὐτῷ καὶ δίυγρα ὑπετέθη τὰ κῶλα, συνεχεῖς ἂν ἐγίνοντο τῶν ἄρθρων αἱ ἐκτροπαὶ, συνοκλάζοντος καὶ διανισταμένου κουφίζειν τὸ βάρος μὴ ἐξαρκούντων. Νῦν δὲ βραχὺς ἀστράγαλος ὑπόκειται τῷ ποδὶ τοῦ ἐλέφαντος· οὔτε μέντοι εἰς ἀγκύλην οὔτε εἰς γόνυ διήρθρωται. Οὐ γὰρ ἂν ὑπήνεγκε τὸ τῶν ἄρθρων ὀλισθηρὸν τὴν πολυσαρκίαν τοῦ ζώου πολλὴν αὐτῷ περικεχυμένην καὶ περιτρέμουσαν. Ὅθεν χρεία γέγονε τοῦ μυκτῆρος ἐκείνου μέχρι ποδῶν καθιεμένου. Οὐχ ὁρᾷς ἐν τοῖς πολέμοις, ὅτι οἱονεὶ πύργοι τινὲς ἔμψυχοι τῆς φάλαγγος προηγοῦνται; ἢ βουνοί τινες σάρκινοι, ἀνυπόστατον ἔχοντες τὴν ὁρμην, τῶν ἐναντίων τὸν συνασπισμὸν διακόπτουσιν; Οἷς ει μὴ ἦν ἀναλογοῦντα τὰ κάτω, πρὸς οὐδένα ἂν χρόνον τὸ ζῶον διήρκεσε. Νῦν δὲ ἤδη τινὲς ἱστοροῦσι καὶ τριακόσια ἔτη καὶ πλείω τούτων βιοῦν τὸν ἐλέφαντα· διὰ τοῦτο συμπεπηγὸς καὶ οὐ διηρθρωμένον τὰ κῶλα. Τὴν δὲ τροφήν, ὥσπερ ἔφαμεν, ἡ προνομαία χαμόθεν ἐπὶ τὸ ὕψος διακομίζει, ὀφιώδης τις οὖσα καὶ ὑγροτέρα τὴν φύσιν. Οὕτως ἀληθὴς ὁ λόγος, ὅτι οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον ἐν τοῖς κτισθεῖσι δυνατὸν εὑρεθῆναι. Τοῦτο μέντοι τοσοῦτον ὂν τῷ μεγέθει, ὑποχείριον ἡμῖν κατέστησεν ὁ Θεὸς (ὥστε καὶ διδασκόμενον συνιέναι, καὶ τυπτόμενον καταδέχεσθαι), ἐναργῶς ἡμᾶς ἐκδιδάσκων, ὅτι πάντα ὑπέταξεν ἡμῖν, διὰ τὸ κατ' εἰκόνα ἡμᾶς πεποιῆσθαι τοῦ κτίσαντος. Οὐ μόνον δὲ ἐν τοῖς μεγάλοις τῶν ζώων τὴν ἀνεξιχνίαστον σοφίαν ἔξεστι κατιδεῖν, ἀλλὰ καὶ ἐν τοῖς μικροτάτοις οὐδὲν ἔλαττον συναγεῖραι τὸ θαῦμα. Ὥσπερ γὰρ οὐ μᾶλλον θαυμάζω τὰς μεγάλας τῶν ὀρῶν κορυφὰς, αἳ τῷ πλησίον εἶναι τῶν νεφῶν τῇ συνεχεῖ περιπνοίᾳ διασώζουσι τὸ χειμέριον, ἢ τὴν ἐν ταῖς φάραγξι κοιλότητα, οὐ μόνον τὸ δυσήνεμον τῶν ὑψηλῶν διαφεύγουσαν, ἀλλὰ καὶ ἀλεεινὸν ἀεὶ τὸν ἀέρα συνέχουσαν· οὕτως καὶ ἐν ταῖς τῶν ζώων κατασκευαῖς οὐ μᾶλλον ἄγαμαι τὸν ἐλέφαντα τοῦ μεγέθους ἢ τὸν μῦν, ὅτι φοβερός ἐστι τῷ ἐλέφαντι· ἢ τὸ λεπτότατον τοῦ σκορπίου κέντρον, πῶς ἐκοίλανεν ὥσπερ αὐλὸν ὁ τεχνίτης, ὥστε δι' αὐτοῦ τὸν ἰὸν τοῖς τρωθεῖσιν ἐνίεσθαι. Καὶ μηδεὶς ἐγκαλείτω τούτου ἕνεκεν τῷ ποιητῇ, ὅτι ἰοβόλα ζῶα καὶ φθαρτικὰ καὶ πολέμια τῇ ζωῇ ἡμῶν ἐπεισήγαγεν· ἢ οὕτω
always tipping downwards from its excessive weight. Now, however, its head is joined to the spine through a few vertebrae of the neck; and it possesses the trunk, which fulfils the function of the neck, and through which it both brings food to itself and draws up drink. Moreover, its feet are unjointed, supporting the weight as though they were united columns. For if loose and pliant limbs had been set beneath it, dislocations of the joints would continually occur, since they would not suffice to bear up the weight as it knelt down and rose up again. As it is, a short ankle-bone underlies the foot of the elephant, and it is articulated neither at the hock nor at the knee. For the slipperiness of joints would never have borne the animal's vast bulk of flesh poured round about it and quivering. Hence there arose need of that nostril let down as far as its feet. Do you not see in wars that they lead the battle-line like certain living towers, or like hills of flesh, possessing an irresistible charge, cut through the locked shields of the adversaries? If the lower parts in them were not proportioned to match, the creature would have lasted for no time at all. Yet as things are, some already report that the elephant lives three hundred years and even more than these; wherefore it is compact and unjointed in its limbs. And its food, just as we said, the trunk carries up from the ground to that height, being serpent-like and naturally supple. So true is the saying that nothing superfluous or deficient can be found among the things that have been created. Yet this creature, great as it is in size, God has made subject to us (so that when taught it understands, and when struck it submits), clearly teaching us thoroughly that He has subjected all things to us because we have been made according to the image of Him Who created us. Not only in the largest of animals, however, is it possible to behold unsearchable wisdom, but in the tiniest too one may gather no less wonder. For just as I do not marvel more at the great peaks of the mountains, which by being near the clouds preserve their wintry chill through the continual blowing of winds round them, than at the hollow in the ravines, which not only escapes the fierce winds of the heights, but also continually holds the air warm; so also in the structures of animals I do not admire the elephant for its size more than the mouse, because it is formidable to the elephant; or the exceedingly fine sting of the scorpion, how the Craftsman hollowed it out like a pipe, so that through it the venom is injected into those who are wounded. And let no one find fault on this account with the Maker, that He brought in venomous animals, destructive and hostile to our life; or else thus
Notes, col. 201

On the reading

Printed τοὺ, for τοῦ.

Printed προσαγεται, for προσάγεται.

Printed ὁρμην, for ὁρμὴν.

Printed ει, for εἰ.

PG 29:204Read from the page
δ' ἂν τις καὶ παιδαγωγῷ ἐγκαλοίη εἰς τάξιν ἄγοντι τὴν εὐκολίαν τῆς νεότητος, καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστον σωφρονίζοντι.
someone might also find fault with a tutor who brings the fickleness of youth into order, and with blows and whips chastens its unruliness.
6. Πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία. Πέποιθας ἐπὶ Κύριον; Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Καὶ ἔχεις τὴν διὰ πίστεως ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἢ οὐχ ὁρᾷς, ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐνάψας ὁ ἔχις οὐδεμίαν προσετρίψατο βλάβην, διὰ τὸ πλήρη πίστεως εὑρεθῆναι τὸν ἅγιον; Εἰ δὲ ἄπιστος εἶ, φοβοῦ μή μᾶλλον τὸ θηρίον ἢ τὴν σεαυτοῦ ἀπιστίαν, δι' ἧς πάσῃ φθορᾷ σεαυτὸν εὐάλωτον κατεσκεύασας. Ἀλλὰ γὰρ αἰσθάνομαι πάλαι τὰ περὶ τῆς τοῦ ἀνθρώπου γενέσεως ἀπαιτούμενος, καὶ μονονουχὶ ἀκούειν δοκῶ μοι τῶν ἀκροατῶν ἐν ταῖς καρδίαις καταβοώντων, ὅτι Τὰ μὲν ἡμέτερα ὁποῖά τινά ἐστι τὴν φύσιν διδασκόμεθα, ἡμᾶς δὲ αὐτοὺς ἀγνοοῦμεν. Ἀνάγκη οὖν εἰπεῖν, τὸν κατέχοντα ἡμᾶς ὄκνον παρωσαμένους. Τῷ ὄντι γὰρ ἔοικε πάντων εἶναι χαλεπώτατον ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνον ὀφθαλμὸς τὰ ἔξω βλέπων ἐφ' ἑαυτὸν οὐ κέχρηται τῷ ὁρᾷν, ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς, ὀξέως τὸ ἀλλότριον ἁμάρτημα καταβλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν. Διὰ τοῦτο καὶ νῦν ὁ λόγος, ὀξέως ἐπελθὼν τὰ ἀλλότρια, νωθρός ἐστι καὶ ὄκνου πλήρης πρὸς τὴν τῶν οἰκείων ἐξέτασιν· καίτοι οὐ μᾶλλον ἐξ οὐρανοῦ καὶ γῆς τὸν Θεὸν ἔστιν ἐπιγνῶναι, ἢ καὶ ἐκ τῆς οἰκείας ἡμῶν κατασκευῆς τόν γε συνετῶς ἑαυτὸν ἐξετάσαντα, ὥς φησιν ὁ προφήτης· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· τουτέστιν, ἐμαυτὸν καταμαθὼν, τὸ ὑπερβάλλον τῆς ἐν σοὶ σοφίας ἐξεδιδάχθην. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον. Ποῦ μοι ὁ Ἰουδαῖος, ὃς ἐν τοῖς κατόπιν, ὥσπερ διὰ θυρίδων τινῶν τοῦ τῆς θεολογίας φωτὸς διαλάμποντος, καὶ δευτέρου προσώπου τοῦ ὑποδεικνυμένου μὲν μυστικῶς, οὔπω δὲ ἐναργῶς ἐκφανέντος, πρὸς τὴν ἀλήθειαν ἀπεμάχετο, αὐτὸν ἑαυτῷ λέγων τὸν Θεὸν διαλέγεσθαι; Αὐτὸς γὰρ εἶπε, φησὶ, καὶ αὐτὸς ἐποίησε. Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Ἦν μὲν οὖν καὶ τότε πρόχειρος ἐν τοῖς παρ' αὐτῶν λεγομένοις ἡ ἀτοπία. Τίς γὰρ χαλκεὺς, ἢ τέκτων, ἢ σκυτοτόμος, ἐπὶ τῶν ὀργάνων τῆς τέχνης μόνος καθήμενος, οὐδενὸς αὐτῷ συνεργοῦντος, λέγει αὐτὸς ἑαυτῷ· Ποιήσωμεν τὴν μάχαιραν, ἢ συμπήξωμεν τὸ ἄροτρον, ἢ ἀπεργασώμεθα τὸ ὑπόδημα· ἀλλ' οὐχὶ σιωπῇ τὴν ἐπιβάλλουσαν ἐνέργειαν ἐκτελεῖ; Φλυαρία γὰρ τῷ ὄντι δεινὴ, ἄρχοντά τινα ἑαυτοῦ καὶ ἐπιστάτην καθῆσθαι, δεσποτικῶς ἑαυτοῦ καὶ σφοδρῶς
6. Wild beasts are a proof of faith. Have you trusted in the Lord? You shall tread upon asp and basilisk, and you shall trample down lion and dragon. And through faith you have the authority to walk upon serpents and scorpions. Or do you not see that when Paul was gathering brushwood, the viper that fastened onto him inflicted no harm, because the saint was found full of faith? Yet if you are unbelieving, fear not the beast so much as your own unbelief, through which you have rendered yourself easy prey to every corruption. Indeed, I perceive that an account concerning the generation of man has long been demanded of me, and I all but seem to hear my hearers crying out in their hearts: We are being taught what sort of nature the things that belong to us have, yet we remain ignorant of ourselves. It is necessary therefore to speak, thrusting aside the hesitation that holds us back. For in very truth it seems the hardest thing of all to know oneself. For not only does the eye, looking upon outward things, make no use of sight upon itself, but our own mind too, though keen to behold another's sin, is slow towards recognizing its own defects. On this account our discourse now also, having keenly gone through things foreign to us, is sluggish and full of hesitation towards examining what is our own; and yet it is no more possible to come to know God from heaven and earth than from our own constitution as well, for one at least who has intelligently examined himself, as the prophet says: Thy knowledge has been made wonderful from me; that is, having studied myself, I was taught the surpassing greatness of the wisdom in Thee. And God said: Let Us make man. Where now is that Jew of mine who, in what went before, while the light of theology was shining forth as though through certain windows, and a second Person was being indicated mystically indeed, though not yet manifested clearly, fought off the truth, saying that God was conversing with Himself? For He Himself spoke, says he, and He Himself made. Let there be light, and there was light. Even then, to be sure, the absurdity in the things said by them lay ready at hand. For what blacksmith, or carpenter, or cobbler, sitting alone over the tools of his art, with no one working alongside him, says to himself: Let us make the sword, or let us put together the plough, or let us fashion the shoe; and does not rather in silence accomplish the work that falls to him? For it is dreadful nonsense in very truth for someone to sit as ruler and overseer of himself, imperiously over himself and vehemently
PG 29:205Read from the page
κατασπεύδοντα. Ἀλλ' ὅμως οἱ αὐτὸν τὸν Κύριον συκοφαντῆσαι μὴ κατοκνήσαντες, τί οὐκ ἂν εἴποιεν γεγυμνασμένην πρὸς τὸ ψεῦδος τὴν γλῶσσαν ἔχοντες; Ἡ μέντοι παροῦσα φωνὴ παντελῶς αὐτῶν ἀποφράσσει τὸ στόμα· Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον. Μὴ καὶ νῦν, εἰπέ μοι, μεμονωμένον ἐστὶ τὸ πρόσωπον; Οὐ γὰρ γέγραπται· Γενηθήτω ἄνθρωπος, ἀλλὰ, Ποιήσωμεν ἄνθρωπον. Ἕως οὔπω ὁ διδασκόμενος παρεφαίνετο, ἐν βάθει ἐκεκάλυπτο τῆς θεολογίας τὸ κήρυγμα· ὅτε λοιπὸν ἀνθρώπου γένεσις προσδοκᾶται, παραγυμνοῦται ἡ πίστις, καὶ τρανότερον παραδηλοῦται τῆς ἀληθείας τὸ δόγμα. Ποιήσωμεν ἄνθρωπον. Ἀκούεις, ὦ Χριστομάχε, ὅτι τῷ κοινωνῷ τῆς δημιουργίας προσδιαλέγεται, Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν· ὃς φέρει τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἀλλ' οὐ γὰρ ἡσυχῆ παραδέχεται τὸν λόγον τῆς εὐσεβείας· ὥσπερ δὲ τῶν θηρίων τὰ μισανθρωπότατα, ἐπειδὰν τοῖς ζώγροις ἐναποκλεισθῇ, περιβρύχεται τοῖς κυλίνδροις, τὸ μὲν πικρὸν καὶ ἀνήμερον τῆς φύσεως ἐνδεικνύμενα, ἐκπληρῶσαι δὲ τὴν μανίαν οὐκ ἔχοντα· οὕτω καὶ τὸ ἐχθρὸν τῆς ἀληθείας γένος οἱ Ἰουδαῖοι, στενοχωρούμενοι, Πολλὰ, φασὶν, ἔστι τὰ πρόσωπα πρὸς οὓς ὁ λόγος γέγονε τοῦ Θεοῦ. Τοῖς ἀγγέλοις γὰρ λέγει τοῖς παρεστῶσιν αὐτῷ· Ποιήσωμεν ἄνθρωπον. Ἰουδαϊκὸν τὸ πλάσμα, τῆς ἐκεῖθεν εὐκολίας τὸ μυθολόγημα· ἵνα τὸν ἕνα μὴ παραδέξωνται, μυρίους εἰσάγουσι. Καὶ τὸν Υἱὸν ἀθετοῦντες, οἰκέταις τὸ τῆς συμβουλίας ἀξίωμα περιάπτουσι· καὶ τοὺς ὁμοδούλους ἡμῶν κυρίους ποιοῦσι τῆς ἡμετέρας δημιουργίας. Τελειούμενος ἄνθρωπος πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν ἀνάγεται. Ποῖον δὲ δημιούργημα ἴσον δύναται εἶναι τῷ κτίσαντι; Σκόπει δὲ καὶ τὰ ἐφεξῆς· Κατ' εἰκόνα ἡμετέραν. Τί λέγεις πρὸς τοῦτο; Μὴ καὶ εἰκὼν μία Θεοῦ καὶ ἀγγέλων; Υἱοῦ μὲν γὰρ καὶ Πατρὸς πᾶσα ἀνάγκη τὴν αὐτὴν εἶναι μορφήν· θεοπρεπῶς δηλονότι τῆς μορφῆς νοουμένης, οὐκ ἐν σχήματι σωματικῷ, ἀλλ' ἐν τῷ ἰδιώματι τῆς θεότητος. Ἄκουε καὶ σὺ ὁ ἐκ τῆς νέας κατατομῆς, ὁ τὸν Ἰουδαϊσμὸν πρεσβεύων ἐν Χριστιανισμοῦ προσποιήσει. Τίνι λέγει· Κατ' εἰκόνα ἡμετέραν; Τίνι ἄλλῳ γε ἢ τῷ ἀπαυγάσματι τῆς δόξης, καὶ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου; Τῇ ἰδίᾳ τοίνυν εἰκόνι τῇ ζώσῃ, τῇ εἰπού-
urging himself on. Yet nevertheless, those who did not shrink from slandering the Lord Himself—what would they not say, having their tongue trained towards falsehood? The present utterance, however, stops their mouth altogether: And God said: Let Us make man. Tell me, is the Person solitary even now? For it is not written: Let there be man, but, Let Us make man. So long as he who was to be instructed had not yet appeared, the proclamation of theology lay hidden in the deep; when at last the generation of man is awaited, faith is laid bare, and the dogma of the truth is disclosed more distinctly. Let Us make man. Do you hear, O enemy of Christ, that He is conversing with the Partner of creation, Through Whom also He made the ages; Who upholds all things by the word of His power? Yet he does not quietly accept the word of godliness; rather, just as the most man-hating of wild beasts, whenever they are shut up inside cages, roar round the bars, displaying the bitterness and savagery of their nature, though unable to fulfil their fury; so also the race hostile to the truth, the Jews, when hemmed in, say: Many are the persons to whom the word of God came; for He says to the angels standing beside Him: Let us make man. Jewish is this figment, a fable born of the glibness from that quarter: so that they may not accept the One, they bring in ten thousands. And rejecting the Son, they attach the dignity of counsel to household servants, and make our fellow-slaves lords of our creation. When perfected, man is raised up towards the dignity of the angels. Yet what creature can be equal to Him Who created it? Consider also what follows: According to Our image. What do you say to this? Is there one image of God and of angels? For of Son and Father it is altogether necessary that the form be the same—the form being understood, plainly, in a manner befitting God, not in bodily figure, but in the distinctive property of the Godhead. Hear, you too who are of the new concision, who champion Judaism under the pretence of Christianity. To whom does He say: According to Our image? To whom else if not to the brightness of His glory, and the express stamp of His hypostasis, Who is the image of the invisible God? To His own living image, therefore, Who spoke