Migne Reading Room

PG 29 · cols. 177–185 · Read from the page

Hexaemeron, Homily 8: On the birds and the water creatures

Hexaemeron, Homily 8: On the birds and the water creatures

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:177Read from the page
τὰ ἄκρα τῶν πτερῶν ὕδατι καταυρέξασα, εἶτα τῇ λεπτοτάτῃ κόνει ἐνειληθεῖσα, οὕτως ἐπινοεῖ τοῦ πηλοῦ τὴν χρείαν· καὶ κατὰ μικρὸν ἀλλήλοις τὰ κάρφη οἷον κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα, ἐν αὐτῇ τοὺς νεοττοὺς ἐκτρέφει· ὧν ἐάν τις ἐκκεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύσεως ἰατρικὴν, δι' ἧς πρὸς ὑγείαν ἐπανάγει τῶν ἐκγόνων τὰς ὄψεις. Ταῦτά σε νουθετείτω μὴ διὰ πενίαν πρὸς κακουργίαν τρέπεσθαι· μηδὲ ἐν τοῖς χαλεπωτάτοις πάθεσι, πᾶσαν ἐλπίδα ῥίψαντα, ἄπρακτον κεῖσθαι καὶ ἀνενέργητον· ἀλλ' ἐπὶ Θεὸν καταφεύγειν, ὃς, εἰ χελιδόνι τὰ τηλικαῦτα χαρίζεται, πόσῳ μείζονα δώσει τοῖς ἐξ ὅλης καρδίας ἐπιβοωμένοις αὐτόν; Ἀλκυών ἐστι θαλάττιον ὄρνεον. Αὕτη παρ' αὐτοὺς νοσσεύειν τοὺς αἰγιαλοὺς πέφυκεν, ἐπ' αὐτῆς τὰ ὠὰ τῆς ψάμμου καταθεμένη· καὶ νοσσεύει κατὰ μέσον που τὸν χειμῶνα, ὅτε πολλοῖς καὶ βιαίοις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσαράσσεται. Ἀλλ' ὅμως κοιμίζονται μὲν πάντες ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅταν ἀλκυὼν ἐπωάζῃ τὰς ἑπτὰ ἡμέρας. Ἐν τοσαύταις γὰρ μόναις ἐκλεπίζει τοὺς νεοττούς. Ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος Θεὸς τῷ μικροτάτῳ ζώῳ παρέσχετο. Ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο καὶ ἀλκυονίδας τὰς ἡμέρας ἐκείνας προσαγορεύουσι. Ταῦτά σοι εἰς προτροπὴν τοῦ αἰτεῖν παρὰ Θεοῦ τὰ πρὸς σωτηρίαν διὰ τῆς περὶ τὰ ἄλογα τοῦ Θεοῦ προνοίας νενομοθέτηται. Τί οὐκ ἂν γένοιτο τῶν παραδόξων ἕνεκεν σοῦ, ὃς κατ' εἰκόνα γέγονας τοῦ Θεοῦ, ἄγειν ἐπιταχθεῖσα;
wetting the tips of her wings with water, and then rolling herself in the finest dust, she thus contrives the use of mud; and binding the twigs together to one another little by little with the mud as with a kind of glue, in it she rears her young; and if anyone pricks out their eyes, she possesses from nature a certain healing art whereby she brings the sight of her offspring back to health. Let these things admonish you not to turn because of poverty to wrongdoing, nor in the most grievous afflictions, casting away all hope, to lie idle and inactive, but to flee for refuge to God: if He bestows such great gifts upon a swallow, how much greater things will He give to those who cry out to Him with their whole heart? The halcyon is a sea-bird. It is her nature to nest right beside the shores themselves, laying her eggs upon the very sand; and she nests somewhere around midwinter, when the sea is dashed against the land by many violent winds. Nevertheless all winds are lulled to sleep, and the wave of the sea grows still, while the halcyon broods for the seven days. For in so many days alone she hatches out her young. And since they also have need of nourishment, the munificent God granted another seven days to the tiniest creature for the growth of its young. Hence all sailors too know this and call those days halcyon days. These things have been ordained through God's providence over irrational creatures as an exhortation to you to ask from God the things that pertain to salvation. What marvel would not take place for your sake, who have been made according to the image of God, having been commanded to keep?
6. Τὴν τρυγόνα φασὶ, διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτὲ συζευχθέντος τὴν πρὸς ἕτερον κοινωνίαν ἀπαρνουμένην. Ἀκουέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν ταῖς πολυγαμίαις ἀπρεποῦς προτιμότερον. Ἀδικώτατος περὶ τὴν τῶν ἐκγόνων ἐκτροφὴν ὁ ἀετός. Δύο γὰρ ἐξαγαγὼν νεοσσοὺς, τὸν ἕτερον αὐτῶν εἰς γῆν καταῤῥήγνυσι, ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθούμενος· τὸν δὲ ἕτερον μόνον ἀναλαβὼν, οἰκειοῦται, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ἀποποιούμενος ὃν ἐγέννησεν. Ἀλλ' οὐκ ἐᾷ τοῦτον, ὥς φασι, διαφθαρῆναι ἡ φήνη· ἀλλ' ὑπολαβοῦσα αὐτὸν τοῖς οἰκείοις ἑαυτῆς νεοσσοῖς συνεκτρέφει. Τοιοῦτοι τῶν γονέων οἱ ἐπὶ προ-
6. They say that the turtle-dove, once parted from her mate, no longer accepts union with another, but remains unpaired, in memory of her former consort refusing union with another. Let women hear how the dignity of widowhood, even among irrational creatures, is preferred above the unseemliness of multiple marriages. Most unjust in the rearing of his offspring is the eagle. For after bringing forth two chicks, he dashes one of them down to the ground, thrusting it away with blows of his wings; and taking up only the other, he claims it as his own, disowning because of the toil of feeding the one that he begot. Yet the lammergeier, as they say, does not suffer this one to perish, but taking it up rears it along with its own chicks. Such are those parents who under pre-
Notes, col. 177

On the reading

Printed καταυρέξασα, for καταβρέξασα.

PG 29:180Read from the page
φάσει πενιας ἐκτιθέμενοι τὰ νήπια· ἢ καὶ ἐν τῇ διανομῇ τοῦ κλήρου ἀνισώτατοι πρὸς τὰ ἔκγονα. Δίκαιον γὰρ, ὥσπερ ἐξ ἴσου μεταδεδώκασιν ἑκάστῳ τοῦ εἶναι, οὕτω καὶ τὰς πρὸς τὸ ζῇν ἀφορμὰς ἴσως αὐτοῖς καὶ ὁμοτίμως παρέχειν. Μὴ μιμήσῃ τῶν γαμψωνύχων ὀρνίθων τὸ ἀπηνές· οἳ, ἐπειδὰν ἴδωσι τοὺς ἑαυτῶν νεοττοὺς κατατολμῶντας λοιπὸν τῆς πτήσεως, ἐκβάλλουσι τῆς καλιᾶς, τύπτοντες τοῖς πτεροῖς καὶ ὠθοῦντες, καὶ οὐδεμίαν ἐπιμέλειαν ποιοῦνται πρὸς τὸ λοιπόν. Ἐπαινετὸν τῆς κορώνης τὸ φιλότεκνον· ἣ καὶ πετομένοις ἤδη παρέπεται, σιτίζουσα αὐτοὺς καὶ ἐκτρέφουσα μέγρι πλείστου. Πολλὰ τῶν ὀρνίθων γένη οὐδὲν πρὸς τὴν κύησιν δεῖται τῆς τῶν ἀῤῥένων ἐπιπλοκῆς· ἀλλ' ἐν μὲν τοῖς ἄλλοις ἄγονά ἐστι τὰ ὑπηνέμια, τοὺς δὲ γῦπάς φασιν ἀσυνδυάστως τίκτειν ὡς τὰ πολλὰ, καὶ ταῦτα μακροβιωτάτους ὄντας· οἷς γε μέχρις ἑκατὸν ἐτῶν ὡς τὰ πολλὰ παρατείνεται ἡ ζωή. Τοῦτό μοι ἔχε παρασεσημειωμένον ἐκ τῆς περὶ τοὺς ὄρνιθας ἱστορίας, ἵν', ἐπειδάν ποτε ἴδῃς γελῶντάς τινας τὸ μυστήριον ἡμῶν, ὡς ἀδυνάτου ὄντος καὶ ἔξω τῆς φύσεως, παρθένον τεκεῖν, τῆς παρθενίας αὐτῆς φυλαττομένης ἀχράντου, ἐνθυμηθῇς, ὅτι ὁ εὐδοκήσας ἐν τῇ μωρίᾳ τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας, μυρίας ἐκ τῆς φύσεως ἀφορμὰς πρὸς τὴν πίστιν τῶν παραδόξων προλαβὼν κατεβάλετο.
text of poverty expose their infants, or else in the distribution of their inheritance are most unequal towards their offspring. For it is just, even as they have imparted being equally to each, so also to furnish them equally and in like honour with the means for living. Do not imitate the cruelty of hook-taloned birds, which, as soon as they see their own young venturing at last upon flight, cast them out of the nest, striking them with their wings and shoving them, and take no care of them thenceforth. Praiseworthy is the crow's love of her offspring, for she accompanies them even when already flying, feeding them and nourishing them for a very long time. Many kinds of birds have no need at all of the union of males for conception; yet while in the others wind-eggs are barren, vultures, they say, for the most part bring forth without mating, and that although they are longest-lived, whose life for the most part is prolonged up to a hundred years. Keep this noted down for me from the history concerning birds, so that, if ever you see certain men mocking our mystery, as though it were impossible and outside nature that a virgin should give birth while her virginity is preserved undefiled, you may reflect that He Who was well pleased through the foolishness of the preaching to save those who believe laid down beforehand from nature countless occasions for faith in marvellous things.
7. Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ἐπὶ μὲν τῆς γῆς ἐκελεύσθη πετᾶσθαι, διὰ τὸ πᾶσι τὴν τροφὴν ἀπὸ τῆς γῆς ὑπάρχειν· Κατὰ δὲ τὸ στερέωμα τοῦ οὐρανοῦ, ὡς προλαβόντες ἀποδεδώκαμεν, οὐρανοῦ ἐνταῦθα παρὰ τὸ ὁρᾶσθαι τοῦ ἀέρος προσειρημένου· στερεώματος δὲ, διὰ τὸ πυκνότερόν πως εἶναι, συγκρίσει τοῦ αἰθερίου σώματος, καὶ μᾶλλον πεπιλημένον ταῖς κάτωθεν ἀναφοραῖς τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα Ἔχεις οὖν οὐρανὸν διακεκοσμημένον, γῆν κεκαλλωπισμένην, θάλασσαν εὐθηνουμένην τοῖς οἰκείοις γεννήμασιν, ἀέρα πλήρη τῶν διιπταμένων αὐτὸν ὀρνίθων. Πάντα προστάγματι Θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραχθέντα, καὶ ὅσα ὁ λόγος παρῆκε νῦν, τὴν ἐπὶ πλεῖον ἐν τούτοις διατριβὴν ἐκκλίνων, ὡς ἂν μὴ δόξῃ ὑπερεκπίπτειν τοῦ μέτρου, κατὰ σεαυτὸν συλλογισάμενος, ὅγε φιλόπονος, τὴν ἐν ἅπασι τοῦ Θεοῦ σοφίαν καταμανθάνων, μὴ λήξῃς ποτὲ τοῦ θαύματος, μηδὲ τοῦ διὰ πάσης τῆς κτίσεως δοξάζειν τὸν
7. Let the waters bring forth creeping things of living souls, and winged creatures flying above the earth, along the firmament of heaven. Above the earth they were commanded to fly, because for all of them nourishment is from the earth; and along the firmament of heaven, as we explained beforehand, the air here being called heaven from its being seen, and firmament because the air above our head is somehow denser in comparison with the ethereal body, and more compacted by the exhalations rising from below. You have, then, heaven adorned, earth beautified, sea thriving with its own creatures, air full of the birds flying through it. Reckoning up by yourself, diligent hearer, all the things brought forth by the command of God out of non-being into being, even as many as our discourse has now passed over in declining to dwell longer upon these matters lest it seem to exceed due measure, and learning thoroughly in all things the wisdom of God, never cease from wonder, nor from glorifying through all creation the
Notes, col. 180

On the reading

Printed πενιας, for πενίας.

Printed μέγρι, for μέχρι.

PG 29:181Read from the page
ποιητήν. Ἔχεις ἐν τῷ σκότει τὰ νυκτερόβια γένη τῶν ὀρνίθων· ἐν τῷ φωτὶ τὰ ἡμερόφοιτα. Νυκτερίδες μὲν γὰρ, καὶ γλαῦκες, καὶ νυκτοκόρακες, τῶν νυκτινόμων εἰσίν. Ὥστε σοί ποτε ἐν καιρῷ μὴ παρόντος τοῦ ὕπνου ἐξαρκεῖν καὶ τὴν ἐν τούτοις διατριβὴν, καὶ τὴν τῶν ὑπαρχόντων αὐτοῖς ἰδιωμάτων ἐξέτασιν, πρὸς δοξολογίαν τοῦ ποιητοῦ. Πῶς ἄγρυπνον ἡ ἀηδὼν, ὅταν ἐπωάζῃ, διὰ πάσης νυκτὸς τῆς μελῳδίας μὴ ἀπολήγουσα. Πῶς τετράπουν τὸ αὐτὸ καὶ πτηνὸν ἡ νυκτερίς. Πῶς μόνη τῶν ὀρνίθων ὀδοῦσι κέχρηται, καὶ ζωογονεῖ μὲν ὡς τὰ τετράποδα, ἐπιπολάζει δὲ τῷ ἀέρι, οὐχὶ πτερῷ κουφιζομένη, ἀλλ' ὑμένι τινὶ δερματίνῳ. Πῶς μέντοι καὶ τοῦτο ἔχει τὸ φιλάλληλον ἐν τῇ φύσει, καὶ ὥσπερ ὁρμαθὸς, ἀλλήλων αἱ νυκτερίδες ἔχονται, καὶ μία τῆς μιᾶς ἤρτηνται· ὅπερ ἐφ' ἡμῶν τῶν ἀνθρώπων οὐ ῥᾴδιον κατορθωθῆναι. Τὸ γὰρ ἀπεσχισμένον καὶ ἰδιάζον τοῦ κοινωνικοῦ καὶ ἡνωμένου τοῖς πολλοῖς προτιμότερον. Πῶς ἐοίκασι τοῖς ὄμμασι τῆς γλαυκὸς οἱ περὶ τὴν ματαίαν σοφίαν ἐσχολακότες. Καὶ γὰρ ἐκείνης ἡ ὄψις νυκτὸς μὲν ἔῤῥωται, ἡλίου δὲ λάμψαντος ἀμαυροῦται. Καὶ τούτων μὲν ἡ διάνοια ὀξυτάτη μέν ἐστι πρὸς τὴν τῆς ματαιότητος θεωρίαν, πρὸς δὲ τὴν τοῦ ἀληθινοῦ φωτὸς κατανόησιν ἐξημαύρωται. Ἐν ἡμέρᾳ δέ σοι καὶ πάνυ ῥᾴδιον πανταχόθεν συνάγειν τὸ θαῦμα τοῦ κτίσαντος. Πῶς μὲν ἐπ' ἔργα σε διεγείρει ὁ σύνοικος ὄρνις, ὀξείᾳ τῇ φωνῇ ἐμβοῶν καὶ καταμηνύων πόῤῥωθεν ἔτι τὸν ἥλιον προσελαύνοντα, ὁδοιπόροις συνδιορθρίζων, γεωργοὺς δὲ ἐξάγων πρὸς ἀμητόν. Πῶς ἄγρυπνον τὸ τῶν χηνῶν γένος, καὶ πρὸς τὴν τῶν λανθανόντων αἴσθησιν ὀξύτατον, οἵ γέ ποτε καὶ τὴν βασιλίδα πόλιν περιεσώσαντο, πολεμίους τινὰς, ὑπὸ γῆς δι' ὑπονόμων ἀφανῶν ἤδη μέλλοντας τὴν ἄκραν τῆς Ῥώμης καταλαμβάνειν, καταμηνύσαντες.
Maker. You have in the darkness the night-living kinds of birds, in the light those that roam by day. For bats, and owls, and night-ravens belong to the night-feeders; so that if ever sleep does not come to you in due season, dwelling upon these too, and examining the distinctive properties belonging to them, suffices for glorifying the Maker: how sleepless is the nightingale when she broods, not ceasing from melody throughout the whole night; how the bat is at once four-footed and winged; how she alone among birds uses teeth, and brings forth live young like quadrupeds, yet skims upon the air, borne up not by feather, but by a certain leathery membrane; how moreover this creature also possesses mutual affection in its nature, and like a chain bats cling to one another and hang one from another—a thing not easy to accomplish among us men, for to most people what is severed and isolated is preferred above what is sociable and united; how like the eyes of the owl are those who have devoted their leisure to vain wisdom, for her sight is strong at night, yet grows dim when the sun has shone forth, and the mind of these men too is keenest for the contemplation of vanity, yet darkened towards the apprehension of the true light. And by day it is altogether easy for you to gather wonder at the Creator from every side: how the domestic cock rouses you to work, crowing aloud with shrill voice and giving notice from afar while the sun is still advancing, rising early along with travellers and leading husbandmen out to the harvest; how wakeful is the race of geese, and keenest for the perception of hidden things, who once even saved the imperial city by betraying certain enemies who beneath the earth through unseen tunnels were already about to seize the citadel of Rome.
Ἐν ποίῳ γένει τῶν ὀρνίθων οὐκ ἴδιόν τι θαῦμα ἡ φύσις δείκνυσι; Τίς ὁ τοῖς γυψὶ προαπαγγέλλων τῶν ἀνθρώπων τὸν θάνατον, ὅταν κατ' ἀλλήλων ἐπιστρατεύσωσιν; Ἴδοις γὰρ ἂν μυρίας ἀγέλας γυπῶν τοῖς στρατοπέδοις παρεπομένας, ἐκ τῆς τῶν ὅπλων παρασκευῆς τεκμαιρομένων τὴν ἔκβασιν. Τοῦτο δὲ οὐ μακράν ἐστι λογισμῶν ἀνθρωπίνων. Πῶς σοι τὰς φοβερὰς ἐπιστρατείας τῆς ἀκρίδος διηγήσομαι· ἣ, ὑφ' ἑνὶ συνθήματι πᾶσα ἀρθεῖσα καὶ στρατοπεδευσαμένη κατὰ τὸ πλάτος τῆς χώρας, οὐ πρότερον ἅπτεται τῶν καρπῶν, πρὶν ἐνδοθῆναι αὐτῇ τὸ θεῖον πρόσταγμα; Πῶς ἡ σελευκὶς ἐφέπεται ἴαμα τῆς πληγῆς, ἀπέραντον ἔχουσα τοῦ ἐσθίειν τὴν δύναμιν, τοῦ φιλανθρώπου Θεοῦ ἀκόρεστον αὐτῆς τὴν φύσιν ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων κατασκευάσαντος;
In what kind of birds does nature not show some special marvel? Who is it that announces beforehand to vultures the death of men, whenever they march out in war against one another? For you may see countless flocks of vultures following behind armies, inferring the outcome from the preparation of arms; and this is not far from human reasoning. How shall I recount to you the dread campaigns of the locust, which, rising up all together at a single signal and encamping across the breadth of the land, does not touch the crops before the divine command has been given to it? How does the rose-coloured starling follow behind as a remedy for the plague, possessing a boundless capacity for eating, because the God Who loves mankind fashioned its nature insatiable for the benefit of men?
PG 29:184Read from the page
Τίς ὁ τρόπος τῆς μελῳδίας τοῦ τέττιγος; και πῶς ἐν τῇ μεσημβρίᾳ ἑαυτῶν εἰσιν ᾠδικώτεροι, τῇ ὁλκῇ τοῦ ἀέρος, ἣν ἐν τῇ διαστολῇ ποιοῦνται τοῦ θώρακος, ἐκδιδομένου τοῦ φθόγγου; Ἀλλὰ γὰρ ἔοικα πλεῖον ἀπολείπεσθαι τῷ λόγῳ τοῦ θαύματος τῶν πτηνῶν, ἢ εἰ τοῖς ποσὶν αὐτῶν ἐπειρώμην ἐφικνεῖσθαι τοῦ τάχους. Ὅταν ἴδῃς τὰ ἔντομα λεγόμενα τῶν πτηνῶν, οἷον μελίσσας καὶ σφῆκας (οὕτω γὰρ αὐτὰ προσειρήκασι, διὰ τὸ πανταχόθεν ἐντομάς τινας φαίνειν), ἐνθυμοῦ, ὅτι τούτοις ἀναπνοὴ οὐκ ἔστιν, οὐδὲ πνεύμων, ἀλλ' ὅλα δι' ὅλων τρέφεται τῷ ἀέρι. Διόπερ καὶ ἐλαίῳ καταβραχέντα φθείρεται, τῶν πόρων ἀποφραγέντων· ὄξους δὲ εὐθὺς ἐπιβληθέντος πάλιν ἀναβιώσκεται, τῶν διεξόδων ἀνοιγομένων. Οὐδὲν περιττότερον τῆς χρείας, οὔτε μὴν ἐλλεῖπόν τινι τῶν ἀναγκαίων ὁ Θεὸς ἡμῶν ἔκτισε. Πάλιν τὰ φίλυδρα τῶν ζώων καταμαθὼν, ἑτέραν ἐν αὐτοῖς κατασκευὴν εὑρήσεις· πόδας οὔτε διεσχισμένους, ὡς τοὺς τῆς κορώνης, οὔτε ἀγκύλους, ὡς τοὺς τῶν σαρκοφάγων· ἀλλὰ πλατεῖς καὶ ὑμενώδεις, ἵνα ῥᾳδίως ἐπινήχωνται τῷ ὕδατι, οἱονεὶ κώπαις τισὶ τοῖς τῶν ποδῶν ὑμέσι τὸ ὑγρὸν διωθούμενοι. Ἐὰν δὲ καταμάθῃς, ὅπως, εἰς βάθος ὁ κύκνος καθιεὶς τὸν αὐχένα, κάτωθεν ἑαυτῷ τὴν τροφὴν ἀναφέρει, τότε εὑρήσεις τὴν σοφίαν τοῦ κτίσαντος, ὅτι διὰ τοῦτο μακρότερον τῶν ποδῶν τὸν αὐχένα προσέθηκεν, ἵνα, ὥσπερ τινὰ ὁρμιὰν κατάγων, τὴν ἐν τῷ βάθει κεκρυμμένην τροφὴν ἐκπορίζηται
What is the manner of the cicada's melody? And how is it that at midday they surpass themselves in song, as their sound is given forth by the drawing in of the air which they make in the expansion of the chest? Yet indeed I seem to fall further short in speech of the wonder of the winged creatures than if I were trying with my feet to overtake their speed. Whenever you see those among winged creatures that are called insects, such as bees and wasps (for so people have named them, because they show incisions all round), bear in mind that they have neither respiration nor lung, but are nourished throughout their whole frame by the air. Wherefore also, when drenched with oil, they perish through the stopping up of their pores; whereas if vinegar is straightway poured over them, they come back to life again as their passages are opened. Nothing more superfluous than need, nor yet lacking in anything necessary, did our God create. Again, if you observe the water-loving animals, you will find in them a different structure: feet neither cloven, like those of the crow, nor hooked, like those of the flesh-eating birds, but broad and webbed, so that they may easily swim upon the water, pushing aside the liquid with the membranes of their feet as though with oars. And if you observe how the swan, letting its neck down into the deep, brings up food for itself from below, then you will discover the wisdom of the Creator, in that for this reason He gave it a neck longer than its feet, so that, lowering it like a fishing-line, it might procure the food hidden in the depth.
8. Ἁπλῶς ἀναγινωσκόμενα τὰ ῥήματα τῆς Γραφῆς, συλλαβαί τινές εἰσι μικραί· Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ· ἐρευνωμένης δὲ τῆς ἐν τοῖς ῥήμασι διανοίας, τότε ἐκφαίνεται τὸ μέγα θαῦμα τῆς σοφίας τοῦ κτίσαντος. Πόσας προείδετο διαφορὰς πτηνῶν; ὅπως αὐτὰ κατὰ γένος διέστησεν ἀπ' ἀλλήλων; πῶς ἕκαστον κεχωρισμένοις ἐχαρακτήρισεν ἰδιώμασιν; Ἐπιλείπει με ἡ ἡμέρα, τὰ ἐναέρια ὑμῖν θαύματα διηγούμενον. Καλεῖ ἡμᾶς ἡ χέρσος πρὸς τὴν τῶν θηρίων καὶ ἑρπετῶν καὶ βοσκημάτων ἐπίδειξιν, ἑτοίμως ἔχουσα ὁμότιμα τοῖς φυτοῖς καὶ τῷ πλωτῷ γένει καὶ τοῖς πτηνοῖς πᾶσιν ἀντεπιδείξασθαι. Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν κατὰ γένος. Τί φατε, οἱ ἀπιστοῦντες τῷ Παύλῳ περὶ τῆς κατὰ τὴν ἀνάστασιν ἀλλοιώσεως, ὁρῶντες πολλὰ τῶν ἀερίων τὰς μορφὰς μεταβάλλοντα; Ὁποῖα καὶ περὶ τοῦ Ἰνδικοῦ σκώληκος ἱστορεῖται τοῦ κερασφόρου· ὃς; εἰς κάμπην τὰ πρῶτα μεταβαλὼν, εἶτα προϊὼν βομβυλιὸς γίνεται· καὶ οὐδὲ ἐπὶ ταύτης ἵσταται τῆς μορφῆς, ἀλλὰ χαύνοις καὶ πλατέσι πετάλοις ὑποπτεροῦται. Ὅταν οὖν καθέζησθε τὴν τούτων ἐργασίαν ἀναπηνιζόμεναι, αι γυναῖκες, τὰ νήματα λέγω, ἃ πέμπουσιν ὑμῖν οἱ
8. Read simply, the words of Scripture are a few short syllables: Let the waters bring forth winged creatures flying above the earth across the firmament of heaven; yet when the meaning within the words is searched out, then there comes to light the great wonder of the wisdom of the Creator. How many differences among winged creatures did He foresee? How did He set them apart from one another according to kind? How did He characterize each by distinct properties? The day fails me as I recount to you the wonders of the air. The dry land summons us to the display of wild beasts and creeping things and grazing beasts, being ready to display in turn things equal in honour to the plants and the swimming race and all the winged creatures. Let the earth bring forth a living soul: cattle and wild beasts and creeping things according to kind. What do you say, you who disbelieve Paul concerning the change at the resurrection, when you see many creatures of the air changing their forms? Such things are also related concerning the horned Indian worm, which, changing first into a caterpillar, then going on becomes a cocoon-insect; and it does not stop even at this form, but grows wings with loose and broad plates. Whenever, therefore, you sit unwinding the work of these creatures, O women, I mean the threads which the
Notes, col. 184

On the reading

Printed και, for καὶ.

Printed ὃς;, for ὃς,.

Printed αι, for αἱ.

PG 29:185Read from the page
Σῆρες πρὸς τὴν τῶν μαλακῶν ἐνδυμάτων κατασκευὴν, μεμνημέναι τῆς κατὰ τὸ ζῶον τοῦτο μεταβολῆς, ἐναργῆ λαμβάνετε τῆς ἀναστάσεως ἔννοιαν, καὶ μὴ ἀπιστεῖτε τῇ ἀλλαγῇ ἣν Παῦλος ἅπασι κατεπαγγέλλεται. Ἀλλὰ γὰρ αἰσθάνομαι τοῦ λόγου τὴν συμμετρίαν ἐκβαίνοντος. Ὅταν μὲν οὖν ἀπίδω πρὸς τὸ πλῆθος τῶν εἰρημένων, ἔξω ἐμαυτὸν ὁρῶ τοῦ μέτρου φερόμενον· ὅταν δὲ πάλιν πρὸς τὸ ποικίλον τῆς ἐν τοῖς δημιουργήμασι σοφίας ἀποβλέψω, οὐδὲ ἦρχθαι νομίζω τῆς διηγήσεως. Ἅμα δὲ καὶ τὸ παρακατέχειν ὑμᾶς ἐπὶ πλεῖον οὐκ ἄχρηστον. Τί γὰρ ἄν τις καὶ ποιοῖ τὸν μέχρι τῆς ἑσπέρας χρόνον; Οὐκ ἐπείγουσιν ὑμᾶς οἱ ἑστιάτορες· οὐκ ἀναμένει ὑμᾶς τὰ συμπόσια. Ὅθεν, εἰ δοκεῖ, τῇ σωματικῇ νηστείᾳ εἰς τὴν τῶν ψυχῶν εὐφροσύνην ἀποχρησώμεθα. Πολλάκις ὑπηρετήσας τῇ σαρκὶ πρὸς ἀπόλαυσιν, σήμερον τῇ διακονίᾳ παράμεινον τῆς ψυχῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Εἰ φιλόπλουτος εἶ, ἔχεις πλοῦτον πνευματικόν· Τὰ κρίματα Κυρίου τὰ ἀληθινὰ, τὰ δεδικαιωμένα ἐπιτοαυτὸ, τὰ ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Εἰ ἀπολαυστικὸς καὶ φιλήδονος, ἔχεις τὰ λόγια τοῦ Θεοῦ τῷ τὴν πνευματικὴν αἴσθησιν ἐῤῥωμένῳ γλυκύτερα ὄντα ὑπὲρ μέλι καὶ κηρίον. Ἐὰν ὑμᾶς διαφῶ, καὶ διαλύσω τὸν σύλλογον, οἱ μὲν ἐπὶ τοὺς κύβους δραμοῦνται. Ὅρκοι ἐκεῖ, καὶ φιλονεικίαι χαλεπαὶ, καὶ φιλοχρηματίας ὠδῖνες. Δαίμων παρέστηκε, διὰ τῶν κατεστιγμένων ὀστέων τὴν μανίαν ἐξάπτων, καὶ τὰ αὐτὰ χρήματα πρὸς ἑκάτερον μέρος μετατιθεὶς, νῦν τοῦτον ἐπαίρων τῇ νίκῃ, κἀκείνῳ κατήφειαν ἐμποιῶν, πάλιν δὲ ἐκεῖνον γαυριῶντα δεικνὺς, καὶ τοῦτον κατῃσχυμμένον. Τί ὄφελος νηστεύειν τῷ σώματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπεπλῆσθαι; Ὁ μὴ κυβεύων, σχολὴν δὲ ἄλλως ἄγων, τί οὐ φθέγγεται τῶν ματαίων; τί οὐκ ἀκούει τῶν ἀτόπων; Σχολὴ γὰρ ἄνευ φόβου Θεοῦ πονηρίας διδάσκαλος τοῖς ἀκαιρουμένοις ἐστὶ. Τάχα μὲν οὖν τι καὶ ὄφελος ἐν τοῖς λεγομένοις εὑρήσεται· εἰ δὲ μὴ, ἀλλὰ τό γε μὴ ἁμαρτάνειν ἐκ τῆς ἐνταῦθα ὑμῖν ἀσχολίας περίεστιν. Ὥστε τὸ ἐπὶ πλέον κατέχειν, ἐπὶ πλέον ἐστὶν ὑμᾶς τῶν κακῶν ὑπεξάγειν. Ἱκανὰ [καὶ] τὰ εἰρημένα εὐγνώμονι κριτῇ, ἐὰν μή τις πρὸς τὸν πλοῦτον τῆς κτίσεως ἀποβλέπῃ, ἀλλὰ πρὸς τὸ τῆς ἡμετέρας δυνάμεως ἀσθενὲς, καὶ πρὸς τὸ αὔταρκες εἰς εὐφροσύνην τῶν συνεληλυθότων. Ἡ γῆ ὑμᾶς ταῖς οἰκείαις βλάσταις ἐδεξιώσατο· ἡ θάλασσα τοῖς ἰχθύσιν, ὁ ἀὴρ τοῖς πτηνοῖς. Ἑτοίμη ἡ χέρσος ὁμότιμα τούτοις ἀντεπιδείξασθαι. Ἀλλὰ τοῦτο μέτρον ἔστω τῆς ἑωθι-
Seres send you for the making of soft garments, calling to mind the transformation in this creature, grasp a clear conception of the resurrection, and do not disbelieve the change which Paul promises to all. Yet indeed I perceive that my discourse is passing beyond due proportion. Whenever, therefore, I look away towards the multitude of the things that have been said, I see myself carried beyond measure; whereas when I look again towards the variety of the wisdom in the works of creation, I think that I have not even begun the account. At the same time, detaining you longer is not unprofitable either. For what else would anyone do with the time until evening? Hosts are not hurrying you away; banquets are not awaiting you. Hence, if it seems good, let us make full use of the bodily fast for the gladness of our souls. Having oftentimes served the flesh for enjoyment, abide today in the service of the soul. Delight in the Lord, and He will give you the requests of your heart. If you are fond of wealth, you have spiritual wealth: The judgements of the Lord are true, justified altogether, more to be desired than gold and much precious stone. If you are given to enjoyment and fond of pleasure, you have the oracles of God, which to one vigorous in spiritual perception are sweeter than honey and the honeycomb. If I dismiss you and dissolve the assembly, some will run off to the dice. Oaths are there, and fierce quarrels, and the pangs of avarice. A demon stands by, kindling madness through the spotted bones, and shifting the same money over to either side, now lifting this man up with victory and putting dejection into that one, and again showing that man exulting and this one put to shame. What profit is there in fasting with the body while the soul is filled with countless evils? He who does not play at dice, yet spends his leisure otherwise, what vain thing does he not utter? What absurd thing does he not hear? For leisure without the fear of God is a teacher of wickedness to those who waste their time. Perhaps, then, some profit too will be found in the things being said; and if not, yet at least refraining from sin accrues to you from your occupation here. So to detain you longer is all the more to withdraw you from evils. Sufficient [also] are the things that have been said for a fair-minded judge, if one looks not to the wealth of creation, but to the weakness of our power, and to what suffices for the gladness of those assembled. The earth has welcomed you with its own shoots; the sea with its fishes, the air with its winged creatures. The dry land is ready to display in turn things equal in honour to these. But let this be the measure of the morn-
Notes, col. 185

On the reading

Printed ἐστὶ., for ἐστί..