Migne Reading Room

PG 29 · cols. 160–164 · Read from the page

Hexaemeron, Homily 7: On the creeping things of the waters

Hexaemeron, Homily 7: On the creeping things of the waters

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:160Read from the page
καλοῦ, καὶ ἀλλοτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑποδεικνὺς ἐγκατέσπαρται. Οὐκ ἀφίσταμαι τῶν θαλασσίων ὑποδειγμάτων, ἐπειδὴ ταῦτα ἡμῖν πρόκειται εἰς ἐξέτασιν. Ἤκουσα ἐγὼ τῶν παραλίων τινὸς, ὅτι ὁ θαλάσσιος ἐχῖνος, τὸ μικρὸν παντελῶς καὶ εὐκαταφρόνητον ζῶον, διδάσκαλος πολλάκις γαλήνης καὶ κλύδωνος τοῖς πλέουσι γίνεται. Ὅς, ὅταν προῒδῃ ταραχὴν ἐξ ἀνέμων, ψηφῖδά τινα ὑπελθὼν γενναίαν, ἐπ' αὐτῆς, ὥσπερ ἐπ' ἀγκύρας, βεβαίως σαλεύει, κατεχόμενος τῷ βάρει πρὸς τὸ μὴ ῥᾳδίως τοῖς κύμασιν ὑποσύρεσθαι. Τοῦτο ὅταν ἴδωσιν οἱ ναυτικοὶ τὸ σημεῖον, ἴσασι τὴν προσδοκωμένην βιαίαν κίνησιν τῶν ἀνέμων. Οὐδεὶς ἀστρολόγος, οὐδεὶς Χαλδαῖος, ταῖς ἐπιτολαῖς τῶν ἄστρων τὰς τῶν ἀέρων ταραχὰς τεκμαιρόμενος, ταῦτα τὸν ἐχῖνον ἐδίδαξεν, ἀλλ' ὁ θαλάσσης καὶ ἀνέμων Κύριος καὶ τῷ μικρῷ ζώῳ τῆς μεγάλης ἑαυτοῦ σοφίας ἐναργὲς ἴχνος ἐνέθηκεν. Οὐδὲν ἀπρονόητον, οὐδὲν ἡμελημένον παρὰ Θεοῦ. Πάντα σκοπεύει ὁ ἀκοίμητος ὀφθαλμός. Πᾶσι πάρεστιν, ἐκπορίζων ἑκάστῳ τὴν σωτηρίαν. Ει ἐχῖνον ἔξω τῆς ἑαυτοῦ ἐπισκοπῆς ὁ Θεὸς οὐκ ἀφῆκε, τὰ σὰ οὐκ ἐπισκοπεῖ; Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, κἂν ὑπερόριοι ἀλλήλοις πρὸς κοινωνίαν γάμου συνέλθητε. Ὁ τῆς φύσεως δεσμὸς, ὁ διὰ τῆς εὐλογίας ζυγὸς, ἕνωσις ἔστω τῶν διεστώτων. Ἔχιδνα, τὸ χαλεπώτατον τῶν ἑρπετῶν, πρὸς γάμον ἀπαντᾷ τῆς θαλασσίας μυραίνης, καὶ συριγμῷ τὴν παρουσίαν σημήνασα ἐκκαλεῖται αὐτὴν ἐκ τῶν βυθῶν πρὸς γαμικὴν συμπλοκήν. Ἡ δὲ ὑπακούει, καὶ ἑνοῦται τῷ ἰοβόλῳ. Τί βούλεταί μοι ὁ λόγος; ὅτι κἂν τραχὺς ᾖ, κἂν ἄγριος τὸ ἦθος ὁ σύνοικος, ἀνάγκη φέρειν τὴν ὁμόζυγα, καὶ ἐκ μηδεμιᾶς προφάσεως καταδέχεσθαι τὴν ἕνωσιν διασπᾷν. Πλήκτης; Ἀλλ' ἀνήρ. Πάροινος; Ἀλλ' ἡνωμένος κατὰ τὴν φύσιν. Τραχὺς καὶ δυσάρεστος; Ἀλλὰ μέλος ἤδη σὸν, καὶ μελῶν τὸ τιμιώτατον.
good, and pointing out estrangement from harmful things, has been sown within us. I do not depart from examples of the sea, since these lie before us for examination. I myself heard from one of the coast-dwellers that the sea-urchin, an altogether small and contemptible creature, often becomes a teacher of calm and of rough water to sailors. When it foresees a disturbance from winds, slipping under some stout pebble, it rides securely upon it as upon an anchor, held down by the weight so as not to be easily swept away by the waves. Whenever mariners see this sign, they know the violent movement of the winds that is to be expected. No astrologer, no Chaldaean, conjecturing disturbances of the air from the risings of the stars, taught the sea-urchin these things, but the Lord of sea and winds implanted a clear trace of His great wisdom even in this small creature. Nothing is unprovided for, nothing neglected by God. The unsleeping eye watches over all things. He is present to all, providing preservation for each. If God did not leave a sea-urchin outside His oversight, does He not watch over your affairs? Husbands, love your wives, even if from foreign borders you come together with one another into the fellowship of marriage. Let the bond of nature, the yoke conferred through the blessing, be a union of those who were far apart. The viper, the fiercest of creeping things, goes to meet the sea-lamprey for marriage, and having signalled its presence by a hiss, calls her forth from the depths to conjugal embrace. And she obeys, and is united with the venomous creature. What does my discourse mean? That even if the husband be harsh, even if savage in character, the wife must bear with him, and on no pretext consent to sever the union. Is he a striker? Yet he is your husband. Drunken? Yet united to you by nature. Harsh and hard to please? Yet henceforth your own member, and the most precious of members.
6. Ἀκουέτω δὲ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης αὐτῷ παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον· σὺ τὸ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθεσαι αἰδοῖ τῆς ἑνώσεως; Ἢ τάχα τὸ τῆς ἐχίδνης ὑπόδειγμα καὶ ἑτέρως ἡμῖν χρησιμεύσει, ὅτι μοιχεία τίς ἐστι τῆς φύσεως ἡ τῆς ἐχίδνης καὶ τῆς μυραίνης ἐπιπλοκή. Διδαχθήτωσαν οὖν τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες γάμοις, ποταπῷ εἰσιν ἑρπετῷ παραπλήσιοι. Εἷς μοι σκοπὸς, πανταχόθεν οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν. Καταστελλέσθω τὰ πάθη τῶν ἀκολάστων, καὶ ἐγγείοις καὶ θαλαττίοις ὑποδείγμασι παιδευόμενα. Ἐνταῦθά με στῆναι τοῦ λόγου ἥ τε τοῦ σώματος καταναγ-
6. And let the husband also hear the exhortation fitting for him. The viper vomits forth its venom out of reverence for marriage; do you not lay aside harshness and inhumanity of soul out of reverence for your union? Or perhaps the example of the viper will also serve us in another way, in that the coupling of the viper and the lamprey is a kind of adultery of nature. Let those, therefore, who plot against others' marriages be taught what sort of creeping thing they resemble. I have one aim: that from every side the Church be built up. Let the passions of the licentious be curbed, instructed by examples from both land and sea. Here to halt from my discourse both that of the body com-
Notes, col. 160

On the reading

Printed προῒδῃ, for προΐδῃ.

Printed Ει, for Εἰ.

PG 29:161Read from the page
κάζει ἀσθένεια, καὶ τὸ τῆς ὥρας ὀψέ· ἐπεὶ πολλὰ ἔτι προσθεῖναι εἶχον τοῖς φιληκόοις θαύματος ἄξια περὶ τῶν φυομένων ἐν τῇ θαλάσσῃ· περὶ θαλάσσης αὐτῆς, πῶς εἰς ἅλας τὸ ὕδωρ πήγνυται· πῶς ὁ πολυτίμητος λίθος τὸ κουράλιον, χλόη μέν ἐστιν ἐν τῇ θαλάσσῃ, ἐπειδὰν δὲ εἰς τὸν ἀέρα ἐξενεχθῇ, πρὸς λίθου στεῤῥότητα μεταπήγνυται· πόθεν τῷ εὐτελεστάτῳ ζώῳ τῷ ὀστρέῳ τὸν βαρύτιμον μαργαρίτην ἡ φύσις ἐνέθηκεν· ἃ γὰρ ἐπιθυμοῦσι θησαυροὶ βασιλέων, ταῦτα περὶ αἰγιαλοὺς καὶ ἀκτὰς καὶ τραχείας πέτρας διέῤῥιπται, τοῖς ἐλύτροις τῶν ὀστρέων ἐγκείμενα· πόθεν τὸ χρυσοῦν ἔριον αι πίνναι τρέφουσιν, ὅπερ οὐδεὶς τῶν ἀνθοβάφων μέχρι νῦν ἐμιμήσατο· πόθεν αἱ κόχλοι τοῖς βασιλεῦσι τὰς ἁλουργίδας χαρίζονται, αἳ καὶ τὰ ἄνθη τῶν λειμώνων τῇ εὐχροίᾳ παρέδραμον. Ἐξαγαγέτω τὰ ὕδατα. Καὶ τί οὐ γέγονε τῶν ἀναγκαίων; τί δὲ οὐχὶ τῶν πολυτελῶν ἐχαρίσθη τῷ βίῳ; τὰ μὲν εἰς ὑπηρεσίαν ἀνθρώπων, τὰ δὲ εἰς θεωρίαν τοῦ περὶ τὴν κτίσιν θαύματος. Ἄλλα φοβερὰ, παιδαγωγοῦντα ἡμῶν τὸ ῥᾴθυμον. Ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα. Οὐκ ἐπειδὴ καρίδος καὶ μαινίδος μείζονα, διὰ τοῦτο μεγάλα εἴρηται· ἀλλ' ἐπειδὴ τοῖς μεγίστοις ὄρεσι τῷ ὄγκῳ τοῦ σώματος παρισάζεται· ἅ γε καὶ νήσων πολλάκις φαντασίαν παρέχεται, ἐπειδάν ποτε ἐπὶ τὴν ἄκραν ἐπιφάνειαν τοῦ ὕδατος ἀνανήξηται. Ταῦτα μέντοι τηλικαῦτα ὄντα οὐ περὶ ἀκτὰς, οὐδὲ αιγιαλοὺς διατρίβει, ἀλλὰ τὸ Ἀτλαντικὸν λεγόμενον πέλαγος ἐνοικεῖ. Τοιαῦτά ἐστι τὰ πρὸς φόβον καὶ ἔκπληξιν ἡμετέραν δημιουργηθέντα ζῶα. Ἐὰν δὲ ἀκούσῃς, ὅτι τὰ μέγιστα τῶν πλοίων ἡπλωμένοις ἱστίοις ἐξ οὐρίας φερόμενα τὸ μικρότατον ἰχθύδιον ἡ ἐχενηῒς οὕτω ῥᾳδίως ἵστησιν, ὥστε ἀκίνητον ἐπὶ πλεῖστον φυλάσσειν τὴν ναῦν ὥσπερ καταῤῥιζωθεῖσαν ἐν αὐτῷ τῷ πελάγει, ἆρ' οὐχὶ καὶ ἐν τῷ μικρῷ τούτῳ τὴν αὐτὴν τῆς τοῦ κτίσαντος δυνάμεως λαμβάνεις ἀπόδειξιν; Οὐ γὰρ μόνοι ξιφίαι, καὶ πρίονες, καὶ κύνες, καὶ φάλαιναι καὶ ζύγαιναι, φοβερὰ, ἀλλὰ καὶ τρυγόνος κέντρον τῆς θαλασσίας, καὶ ταύτης νεκρᾶς, καὶ λαγωὸς ὁ θαλάσσιος, οὐχ ἧττόν ἐστι φοβερὰ, ταχεῖαν καὶ ἀπαραίτητον τὴν φθορὰν ἐπιφέροντα. Οὕτω σε διὰ πάντων ἐγρηγορέναι ὁ κτίστης βούλεται, ἵν' ἐν τῇ πρὸς Θεὸν ἐλπίδι τὰς ἀπ' αὐτῶν βλάβας ἀποδιδράσκῃς. Ἀλλὰ γὰρ ἀναδραμόντες ἐκ τῶν βυθῶν, ἐπὶ τὴν ἤπειρον καταφύγωμεν. Καὶ γάρ πως ἄλλα
pels me—weakness, and the lateness of the hour; since I still had many things worthy of wonder to add for eager listeners concerning the things that grow in the sea: concerning the sea itself, how water congeals into salt; how the precious stone coral is an herb in the sea, yet once brought out into the air is hardened into the solidity of stone; whence nature placed the costly pearl in the meanest creature, the oyster—for the things that royal treasuries desire lie scattered along beaches and shores and rough rocks, enclosed within the shells of oysters; whence the pinna-mussels nurture their golden fleece, which none of the dyers has imitated up to now; whence the purple-shells bestow upon kings those purple robes which surpass even the flowers of the meadows in beauty of colour. Let the waters bring forth. And what needful thing has not come into being? And what costly thing has not been granted to human life—some for the service of human beings, others for the contemplation of the wonder of creation? Other things are fearsome, disciplining our indolence. God made the great sea-monsters. Not because they are larger than a shrimp and a sprat are they on that account called great, but because in bulk of body they equal the greatest mountains; indeed they often present the appearance of islands whenever they swim up to the topmost surface of the water. Yet these creatures, huge as they are, do not haunt shores or beaches, but inhabit what is called the Atlantic Ocean. Such are the living creatures fashioned for our fear and amazement. And if you hear that the smallest little fish, the remora, halts the largest ships running before a fair wind under spread sails so easily as to keep the vessel motionless for a very long time, as though rooted fast in the midst of the open sea, do you not in this tiny creature also receive the same proof of the Creator's power? For not only swordfish, and sawfish, and dog-sharks, and whales, and hammerheads are fearsome, but also the sting of the sea stingray—even when dead—and the sea-hare are no less fearsome, bringing swift and inescapable destruction. Thus through all things the Creator wills you to keep watch, so that in hope towards God you may escape the harms that come from them. Yet let us rise up from the depths and take refuge upon the mainland. For somehow one upon
Notes, col. 161

On the reading

Printed αι, for αἱ.

Printed αιγιαλοὺς, for αἰγιαλοὺς.

PG 29:164Read from the page
ἐπ' ἄλλοις καταλαβόντα ἡμᾶς τῆς δημιουργιας τὰ θαύματα, οἷόν τινα κύματα, ταῖς συνεχέσι καὶ ἐπαλλήλοις ἐπιδρομαῖς ὑποβρύχιον ἡμῶν τὸν λόγον ἤγαγε. Καίτοι θαυμάσαιμι ἂν, ει μὴ, μείζοσι τοῖς κατ' ἤπειρον παραδόξοις ἡ διάνοια ἡμῶν ἐντυχοῦσα, πάλιν κατὰ τὸν Ἰωνᾶν ἐπὶ τὴν θάλασσαν δραπετεύσει. Ἔοικε δέ μοι ὁ λόγος ἐμπεσὼν εις τὰ μυρία θαύματα ἐπιλελῆσθαι τῆς συμμετρίας, καὶ ταυτὸ πεπονθέναι τοῖς ἐν πελάγει ναυτιλλομένοις, οἳ, πρὸς μηδὲν πεπηγὸς τὴν κίνησιν τεκμαιρόμενοι, ἀγνοοῦσι πολλάκις ὅσον διέδραμον. Ὅ δὴ καὶ περὶ ἡμᾶς ἔοικε γεγενῆσθαι, τρέχοντος τοῦ λόγου διὰ τῆς κτίσεως, μὴ λαβεῖν τοῦ πλήθους τῶν εἰρημένων τὴν αἴσθησιν. Ἀλλ' ει καὶ φιλήκοον τὸ σεμνὸν τοῦτο θέατρον, καὶ γλυκεῖα δούλων ἀκοαῖς δεσποτικῶν θαυμάτων διήγησις, ἐνταῦθα τὸν λόγον ὁρμίσαντες, μείνωμεν τὴν ἡμέραν πρὸς τὴν τῶν λειπομένων ἀπόδοσιν. Ἀναστάντες δὲ πάντες εὐχαριστήσωμεν ὑπὲρ τῶν ειρημένων, καὶ αἰτήσωμεν τῶν λειπομένων τὴν πλήρωσιν. Γένοιτο δὲ ὑμῖν καὶ ἐν τῇ μεταλήψει τῆς τροφῆς ἐπιτραπέζια διηγήματα, ὅσα τε ἕωθεν ὑμῖν, καὶ ὅσα κατὰ τὴν ἑσπέραν ἐπῆλθεν ὁ λόγος· καὶ ταῖς περὶ τούτων ἐννοίαις ὑπὸ τοῦ ὕπνου καταληφθέντες, τῆς μεθημερινῆς εὐφροσύνης καὶ
another the wonders of creation overtaking us, like certain waves in continuous and successive surges, have submerged our discourse. And yet I should marvel if our mind, encountering still greater marvels upon the mainland, will not flee back again like Jonah to the sea. It seems to me that my discourse, having fallen among myriad wonders, has forgotten due proportion, and has suffered the very same thing as those sailing on the open sea, who, judging their motion by no fixed point, often do not know how far they have run. Which very thing seems to have happened to us also—that as our discourse coursed through creation, we took no notice of the multitude of things spoken. Yet even if this reverend assembly loves to listen, and the recounting of the Master's wonders is sweet to the ears of His servants, let us moor our discourse here and await the day for the rendering of what remains. Let us all rise and give thanks for the things that have been spoken, and ask for the fulfilment of what remains. And as you partake of food, may your table-talk consist of all the things that our discourse treated for you at dawn and all that it went through at evening; and overtaken by sleep amid thoughts concerning these things, of the daytime gladness also
ΟΜΙΛΙΑ Ηʹ.
Homily VIII.
Περὶ πτηνῶν καὶ ἐνύδρων.
On winged and aquatic creatures.
1. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ἦλθε τὸ πρόσταγμα ὁδῷ βαδίζον, καὶ ἀπέλαβε καὶ ἡ γῆ τὸν ἴδιον κόσμον. Ἐκεῖ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ὧδε, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Ἔμψυχος ἆρα ἡ γῆ; καὶ χώραν ἔχουσιν οἱ ματαιόφρονες Μανιχαῖοι, ψυχὴν ἐντιθέντες τῇ γῇ; Οὐκ ἐπειδὴ εἶπεν, Ἐξαγαγέτω, τὸ ἐναποκείμενον αὐτῇ προήνεγκεν· ἀλλ' ὁ δοὺς τὸ πρόσταγμα καὶ τὴν τοῦ ἐξαγαγεῖν αὐτῇ δύναμιν ἐχαρίσατο. Οὔτε γὰρ ὅτε ἤκουσεν ἡ γῆ, Βλαστησάτω βοτάνην χόρτου καὶ ξύλον κάρπιμον, κεκρυμμένον ἔχουσα τὸν χόρτον ἐξήνεγκεν· οὐδὲ τὸν φοίνικα, ἢ τὴν δρῦν, ἢ τὴν κυπάρισσον κάτω που ἐν ταῖς λαγόσιν ἑαυτῆς ἀποκεκρυμμένα ἀνῆκε πρὸς τὴν ἐπιφάνειαν· ἀλλ' ὁ θεῖος λόγος φύσις ἐστὶ τῶν γινομένων. Βλαστησάτω ἡ γῆ· οὐχ ὅπερ ἔχει προβαλλέτω, ἀλλ' ὃ μὴ ἔχει κτησάσθω, Θεοῦ δωρουμένου τῆς ἐνεργείας τὴν δύναμιν. Οὕτω καὶ νῦν, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν, οὐ τὴν ἐναποκειμένην, ἀλλὰ τὴν δεδο-
1. And God said: Let the earth bring forth a living soul according to kind, quadrupeds and creeping things and wild beasts according to kind. And it was so. The command came advancing in due order, and the earth also received its own adornment. There, Let the waters bring forth creeping creatures of living souls; here, Let the earth bring forth a living soul. Is the earth then ensouled? And do the vain-minded Manichaeans have ground to stand on when they place a soul within the earth? Not because He said, Let it bring forth, did it bring forth what was stored up within it; rather, He Who gave the command also bestowed upon it the power to bring forth. For neither when the earth heard, Let it sprout herb of grass and fruit-bearing tree, did it bring forth grass that it held hidden; nor did it send up to the surface the date-palm, or the oak, or the cypress concealed somewhere down below in its womb; rather, the divine word is the nature of the things that come into being. Let the earth sprout: let it not put forth what it has, but acquire what it does not have, as God bestows the power of active working. So also now, Let the earth bring forth a soul—not one stored up within it, but the one giv-
Notes, col. 164

On the reading

Printed δημιουργιας, for δημιουργίας.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed ειρημένων, for εἰρημένων.