Migne Reading Room

PG 29 · cols. 148–157 · Read from the page

Hexaemeron, Homily 7: On the creeping things of the waters

Hexaemeron, Homily 7: On the creeping things of the waters

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:148Read from the page
γίαν τῆς πίστεως χαριζόμενος ὑμῖν τὴν φανέρωσιν τοῦ Πνεύματος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εις τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
portion of faith granting you the manifestation of the Spirit in Christ Jesus our Lord, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ὉΜΙΛΙΑ Ζʹ.
Homily VII.
Περὶ ἑρπετῶν.
On creeping things.
1. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ κατὰ γένος. Μετὰ τὴν τῶν φωστήρων δημιουργίαν καὶ τὰ ὕδατα λοιπὸν πληροῦται ζώων, ὥστε καὶ ταύτην διακοσμηθῆναι τὴν λῆξιν. Ἀπέλαβε μὲν γὰρ ἡ γῆ τὸν ἐκ τῶν οἰκείων βλαστημάτων κόσμον· ἀπέλαβε δὲ ὁ οὐρανὸς τῶν ἄστρων τὰ ἄνθη, καὶ οἱονεὶ διδύμων ὀφθαλμῶν βολαῖς τῇ συζυγίᾳ τῶν μεγάλων φωστήρων κατεκοσμήθη. Λειπόμενον ἦν καὶ τοῖς ὕδασι τὸν οἰκεῖον κόσμον ἀποδοθῆναι. Ἦλθε πρόσταγμα, καὶ εὐθὺς καὶ ποταμοὶ ἐνεργοὶ, καὶ λίμναι γόνιμοι τῶν οἰκείων ἕκαστον αὐτῶν καὶ κατὰ φύσιν γενῶν. Καὶ ἡ θάλασσα τὰ παντοδαπὰ γένη τῶν πλωτῶν ὤδινε, καὶ οὐδὲ ὅσον ἐν ἰλύσι καὶ τέλμασι τοῦ ὕδατος ἦν, οὐδὲ τοῦτο ἀργὸν, οὐδὲ ἄμοιρον τῆς κατὰ τὴν κτίσιν συντελείας ἀπέμεινε. Βάτραχοι γὰρ καὶ ἐμπίδες καὶ κώνωπες ἐξ αὐτῶν ἀπεζέννυντο δηλονότι. Τὰ γὰρ ἔτι καὶ νῦν ὁρώμενα ἀπόδειξίς ἐστι τῶν παρελθόντων. Οὕτω πᾶν ὕδωρ ἠπείγετο τῷ δημιουργικῷ προστάγματι ὑπουργεῖν· καὶ ὧν οὐδ' ἂν τὰ γένη τις ἐξαριθμήσασθαι δυνηθείη, τούτων τὴν ζωὴν εὐθὺς ἐνεργὸν καὶ κινουμένην ἀπέδειξεν ἡ μεγάλη καὶ ἄφατος τοῦ Θεοῦ δύναμις, ὁμοῦ τῷ προστάγματι τῆς πρὸς τὸ ζωογονεῖν ἐπιτηδειότητος ἐγγενομένης τοῖς ὕδασιν. Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά ψυχῶν ζωσῶν. Νῦν πρῶτον ἔμψυχον καὶ αἰσθήσεως μετέχον ζῶον δημιουργεῖται. Φυτὰ γὰρ καὶ δένδρα, κἂν ζῆν λέγηται διὰ τὸ μετέχειν τῆς θρεπτικῆς καὶ αὐξητικῆς δυνάμεως, ἀλλ' οὐχὶ καὶ ζῶα, οὐδὲ ἔμψυχα. Τούτου γε ἕνεκα, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά. Πᾶν τὸ νηκτικὸν, κἂν τῇ ἐπιφανείᾳ τοῦ ὕδατος ἐπινήχηται, κἂν διὰ βάθους τέμνῃ τὸ ὕδωρ, τῆς τῶν ἑρπηστικῶν ἐστι φύσεως, ἐπισυρόμενον τῷ τοῦ ὕδατος σώματι. Κἂν ὑπόποδα δὲ καὶ πορευτικὰ ὑπάρχῃ τινὰ τῶν ἐνύδρων (μάλιστα μὲν ἀμφίβια τὰ πολλὰ τούτων ἐστίν· οἷον φῶκαι, καὶ κροκόδειλοι, καὶ οἱ ποτάμιοι ἵπποι, καὶ βάτραχοι, καὶ καρκῖνοι), ἀλλ' οὖν προηγούμενον ἔχει τὸ νηκτικόν. Διὰ τοῦτο, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά. Ἐν τούτοις τοῖς μικροῖς ῥήμασι τί παρεῖται γένος; τί οὐκ ἐμπεριείληπται τῷ ποοστάγματι τῆς δημιουργίας; Οὐ τὰ ζωοτο-
1. And God said: Let the waters bring forth creeping things of living souls according to kind, and winged birds flying along the firmament of heaven according to kind. After the creation of the luminaries, the waters too are next filled with animals, so that this portion also might be adorned. For the earth had received its adornment from its own sprouts; and heaven had received the flowers of the stars, and as though with the glances of twin eyes had been adorned with the pairing of the great luminaries. It remained for their own adornment to be rendered to the waters as well. The command came, and straightway even rivers were active, and lakes fruitful, each of them with its own natural kinds. And the sea travailed with all manner of kinds of swimming creatures, and not even whatever water lay in mud and marshes, not even this remained idle or without a share in the consummation of creation. For frogs and gnats and mosquitoes manifestly seethed forth out of them. For the things seen even now are a proof of the things that went before. Thus all water hastened to minister to the creative command; and of creatures whose very kinds one could not even number, the great and ineffable power of God straightway showed forth the life active and moving, an aptitude towards bringing forth living things being implanted in the waters together with the command. Let the waters bring forth creeping things of living souls. Now for the first time an ensouled animal partaking of sensation is created. For plants and trees, even if they are said to live on account of partaking of the nutritive and augmentative power, yet are not animals, nor ensouled. On this account, indeed, Let the waters bring forth creeping things. Every swimming creature, whether it swims upon the surface of the water or cleaves the water through the deep, belongs to the nature of creeping things, trailing itself along the body of the water. And even if certain of the aquatic creatures are footed and able to walk (especially as most of these are amphibious: such as seals, and crocodiles, and hippopotamuses, and frogs, and crabs), nevertheless the power of swimming holds the foremost place in them. On account of this, Let the waters bring forth creeping things. In these brief words what kind is left aside? What is not encompassed within the command of creation? Are not the vivip-
Notes, col. 148

On the reading

Printed εις, for εἰς.

Printed ἑρπετά, for ἑρπετὰ.

Printed ποοστάγματι, for προστάγματι.

PG 29:149Read from the page
κοῦντα, οἷον φῶκαι καὶ δελφῖνες καὶ νάρκαι, καὶ τὰ ὅμοια τούτοις, τὰ σελάχη λεγόμενα; οὐ τὰ ὠοτόκα, ἅπερ ἐστὶ πάντα σχεδὸν τῶν ἰχθύων τὰ γένη; οὐχ ὅσα λεπιδωτὰ, οὐχ ὅσα φολιδωτὰ, οὐχ οἷς ἐστι πτερύγια καὶ οἷς μή ἐστιν; Ἡ μὲν φωνὴ τοῦ προστάγματος μικρὰ, μᾶλλον δὲ οὐδὲ φωνὴ, ἀλλὰ ῥοπὴ μόνον καὶ ὁρμὴ τοῦ θελήματος· τὸ δὲ τῆς ἐν τῷ προστάγματι διανοίας πολύχουν τοσοῦτόν ἐστιν, ὅσαι καὶ αι τῶν ἰχθύων διαφοραὶ καὶ κοινότητες, οἷς πᾶσι δι' ἀκριβείας ἐπεξελθεῖν ἴσον ἐστὶ καὶ κύματα πελάγους ἀπαριθμεῖσθαι, ἢ ταῖς κοτύλαις πειρᾶσθαι τὸ ὕδωρ τῆς θαλάσσης ἀπομετρεῖν. Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά. Ἐν τούτοις ἔνι τὰ πελάγια, τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη, τὰ ἀγελαῖα, τὰ σποραδικὰ, τὰ κήτη, τὰ ὑπέρογκα, τὰ λεπτότατα τῶν ἰχθύων. Τῇ γὰρ αὐτῇ δυνάμει, καὶ τῷ ἴσῳ προστάγματι, τό τε μέγα καὶ τὸ μικρὸν μεταλαγχάνει τοῦ εἶναι. Ἐξαγαγέτω τὰ ὕδατα. Ἔδειξέ σοι τὴν φυσικὴν τῶν νηκτῶν πρὸς τὸ ὕδωρ συγγένειαν· διὸ μικρὸν οἱ ἰχθύες χωρισθέντες τοῦ ὕδατος διαφθείρονται. Οὐδὲ γὰρ ἔχουσιν ἀναπνοὴν, ὥστε ἕλκειν τὸν ἀέρα τοῦτον· ἀλλ' ὅπερ τοῖς χερσαίοις ἐστὶν ἀὴρ, τοῦτο τῷ πλωτῷ γένει τὸ ὕδωρ. Καὶ ἡ αἰτία δήλη. Ὅτι ἡμῖν μὲν ὁ πνεύμων ἔγκειται, ἀραιὸν καὶ πολύπορον σπλάγχνον, ὃ διὰ τῆς τοῦ θώρακος διαστολῆς τὸν ἀέρα δεχόμενον, τὸ ἔνδον ἡμῶν θερμὸν διαῤῥιπίζει καὶ ἀναψύχει· ἐκείνοις δὲ ἡ τῶν βραγχίων διαστολὴ καὶ ἐπίπτυξις, δεχομένων τὸ ὕδωρ καὶ διιέντων, τὸν τῆς ἀναπνοῆς λόγον ἀποπληροῖ. Ἴδιος κλῆρος τῶν ἰχθύων, ἰδία φύσις, δίαιτα κεχωρισμένη, ἰδιότροπος ἡ ζωή. Διὰ τοῦτο οὐδὲ τιθασσεύεσθαί τι τῶν νηκτῶν καταδέχεται, οὐδὲ ὅλως ὑπομένει χειρὸς ἀνθρωπίνης ἐπιβολήν.
bearing young, such as seals and dolphins and electric rays, and those like them, which are called cartilaginous; are not the oviparous included, which are nearly all the kinds of fishes; not all the scaly ones, not all the tessellated ones, not those that have fins and those that do not? The voice of the command is brief, or rather not even a voice, but only an inclination and impulse of the will; yet the richness of the thought within the command is as great as are all the differences and common traits of the fishes, to go through all of which with exactness is the same as counting the waves of the open sea, or trying to measure out the water of the sea in cupfuls. Let the waters bring forth creeping creatures. Among these are those of the open sea, those of the beaches, those of the deep, those of the rocks, those that go in shoals, the solitary ones, the sea-monsters, the immense ones, the tiniest of fishes. For by the same power, and by the equal command, both great and small partake of existence. Let the waters bring forth. He showed you the natural kinship of swimming creatures towards the water; wherefore fishes separated a little while from the water perish. For neither do they have respiration, so as to draw in this air; rather, what air is to land animals, this water is to the swimming race. And the cause is plain. Because in us lies the lung, a porous and many-passaged organ, which, receiving the air through the expansion of the chest, fans and cools our inward heat; whereas in them the opening and folding shut of the gills, as they take in the water and let it pass through, fulfils the function of respiration. Distinct is the lot of fishes, distinct their nature, separate their mode of life, peculiar their manner of living. On this account none of the swimming creatures suffers itself to be tamed either, nor at all endures the touch of a human hand.
2. Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος. Ἑκάστου γένους τὰς ἀπαρχὰς νῦν, οἱονεὶ σπέρματά τινα τῆς φύσεως, προβληθῆναι κελεύει· τὸ δὲ πλῆθος αὐτῶν ἐν τῇ μετὰ ταῦτα διαδοχῇ ταμιεύεται, ὅταν αὐξάνεσθαι αὐτὰ καὶ πληθύνεσθαι δέῃ. Ἄλλου γένους ἐστὶ τὰ ὀστρακόδερμα προσαγορευόμενα· οἷον κόγχαι, καὶ κτένες, καὶ κοχλίαι θαλάσσιοι, καὶ στρόμβοι, καὶ αἱ μυρίαι τῶν ὀστρέων διαφοραί. Ἄλλο πάλιν παρὰ ταῦτα γένος, τὰ μαλακόστρακα προσειρημένα, κάραβοι, καὶ καρκῖνοι, καὶ τὰ παραπλήσια τούτοις. Ἕτερον παρὰ ταῦτα γένος ἐστὶ τὰ μαλάκια οὕτω προσαγορευθέντα, ὅσων ἡ σὰρξ ἁπαλὴ καὶ χαύνη· πολύποδες, καὶ σηπίαι, καὶ τὰ ὅμοια τούτοις. Καὶ ἐν τούτοις πάλιν διαφοραὶ μυρίαι. Δράκοντες γὰρ καὶ μύραιναι καὶ ἐγχέλυες, αἱ κατὰ τοὺς ἰλυώδεις ποταμοὺς καὶ λίμνας γινόμεναι, τοῖς ἰοβόλοις μᾶλλον τῶν ἑρπετῶν, ἢ τοῖς ἰχθύσι κατὰ τὴν ὁμοιότητα τῆς φύσεως προσεγγίζουσιν. Ἄλλο γένος τὸ τῶν ὠοτοκούντων, καὶ ἄλλο τὸ τῶν ζωοτοκούντων. Ζωοτοκεῖ δὲ τὰ γαλεώδη καὶ
2. Let the waters bring forth creeping creatures of living souls according to kind. He commands the first-fruits of each kind now to be put forth, like certain seeds of nature; while their multitude is stored up in the subsequent succession, when they must increase and multiply. Of one kind are those called testaceans: such as mussels, and scallops, and sea-snails, and conchs, and the countless varieties of oysters. Another kind again besides these are those termed crustaceans: spiny lobsters, and crabs, and those similar to them. Another kind besides these are the so-called cephalopods, whose flesh is tender and spongy: octopuses, and cuttlefish, and those like them. And among these again there are countless differences. For sea-dragons and lampreys and eels, which arise in muddy rivers and lakes, come closer in the likeness of their nature to venomous creeping things than to fishes. One kind is that of the oviparous, and another that of the viviparous. Now the dogfishes bring forth live young, and
Notes, col. 149

On the reading

Printed αι, for αἱ.

PG 29:152Read from the page
οἱ κυνίσκοι, καὶ ἁπαξαπλῶς τὰ σελαχη λεγόμενα. Καὶ τῶν κητῶν τὰ πλεῖστα ζωοτόκα· δελφῖνες καὶ φῶκαι, ἃ καὶ νεαροὺς ἔτι τοὺς σκύμνους, διαπτοηθέντας ὑπὸ αἰτίας τινὸς, λέγεται πάλιν τῇ γαστρὶ ὑποδεχόμενα περιστέλλειν. Ἐξαγαγέτω τὰ ὕδατα κατὰ γένος. Ἕτερον γένος τὸ κητῶδες, καὶ τὸ τῶν λεπτῶν ἰχθύων ἕτερον. Πάλιν ἐν τοῖς ἰχθύσι μυρίαι διαφοραὶ κατὰ γένη διηρημέναι· ὧν καὶ ὀνόματα ἴδια, καὶ τροφὴ παρηλλαγμένη, καὶ σχῆμα, καὶ μέγεθος, καὶ σαρκῶν ποιότητες, πάντα μεγίσταις διαφοραῖς ἀλλήλων κεχωρισμένα, καὶ ἐν ἑτέροις καὶ ἑτέροις εἴδεσι καθεστῶτα. Ποῖοι μὲν οὖν θυννοσκόποι τῶν γενῶν τὰς διαφορὰς ἡμῖν ἀπαριθμήσασθαι δύνανται; Καίτοι φασὶν αὐτοὺς ἐν μεγάλαις ἀγέλαις ἰχθύων καὶ τὸν ἀριθμὸν ἀπαγγέλλειν. Τίς δὲ τῶν περὶ αἰγιαλοὺς καὶ ἀκτὰς καταγηρασάντων δύναται ἡμῖν τὴν ἱστορίαν πάντων δι' ἀκριβείας γνωρίσαι; Ἄλλα γνωρίζουσιν οἱ τὴν Ἰνδικὴν ἁλιεύοντες θάλασσαν· ἄλλα οἱ τὸν Αἰγύπτιον ἀγρεύοντες κόλπον· ἄλλα νησιῶται· καὶ ἄλλα Μαυρούσιοι. Πάντα δὲ ὁμοίως μικρά τε καὶ μεγάλα τὸ πρῶτον ἐκεῖνο πρόσταγμα καὶ ἡ ἄφατος ἐκείνη παρήγαγε δύναμις. Πολλαὶ τῶν βίων αἱ παραλλαγαί· πολλαὶ καὶ αἱ περὶ τὰς διαδοχὰς ἑκάστου γένους διαφοραί. Οὐκ ἐπωάζουσιν οἱ πλεῖστοι τῶν ἰχθύων ὥσπερ αἱ ὄρνιθες, οὔτε καλιὰς πήγνυνται, οὔτε μετὰ πόνων ἐκτρέφουσιν ἑαυτῶν τὰ ἔκγονα· ἀλλὰ τὸ ὕδωρ, ὑποδεξάμενον ἐκπεσὸν τὸ ὠὸν, ζῶον ἐποίησεν. Καὶ ἑκάστῳ γένει ἡ διαδοχὴ ἀπαράλλακτος καὶ ἀνεπίμικτος πρὸς ἑτέραν φύσιν· οὐχ οἷαι τῶν ἡμιόνων ἐπὶ τῆς χέρσου, ἢ καί τινων ὀρνίθων ἐπιπλοκαὶ παραχαρασσόντων τὰ γένη. Οὐδὲν παρὰ τοῖς ἰχθύσιν ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ' ἡμῖν καὶ πρόβατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ' αὐτοῖς, ει μὴ τὸν σκάρον μόνον ἱστοροῦσί τινες. Πάντα δὲ ὀξυτάταις ακμαῖς ὀδόντων καταπεπύκνωται, ἵνα μὴ τῇ χρονίᾳ μασήσει ἡ τροφὴ διαῤρέῃ· ἔμελλε γὰρ, ει μὴ ὀξέως κατατεμνομένη τῇ γαστρὶ παρεπέμπετο, ἐν τῇ λεπτοποιήσει διαφορεῖσθαι παρὰ τοῦ ὕδατος.
the small dog-sharks, and in general those called cartilaginous. And most of the sea-monsters are viviparous: dolphins and seals, which are even said, when their whelps while still young are startled by some cause, to take them back again into the womb and shelter them. Let the waters bring forth according to kind. One kind is that of sea-monsters, and another that of small fishes. Again, among the fishes there are countless differences divided according to kinds: whose names are distinct, and their food varied, and their shape, and size, and qualities of flesh, all separated from one another by the greatest differences, and established in ever different species. What tunny-watchers, then, are able to recount for us the differences of the kinds? And yet they say that in great shoals of fishes they even report the number. And who among those grown old around beaches and shores is able to make known to us with exactness the history of them all? Those who fish the Indian Sea know some; those who hunt the Egyptian Gulf know others; islanders know others; and Mauritanians others. Yet that first command and that ineffable power alike brought them all forth, both small and great. Many are the variations in their ways of life; many too are the differences regarding the successions of each kind. Most of the fishes do not brood over eggs as birds do, nor build nests, nor rear their offspring with toil; rather, the water, receiving the egg when it has dropped, makes it a living creature. And for each kind the succession is unvarying and unmixed with another nature; there are no couplings such as those of mules upon dry land, or even of certain birds that falsify their kinds. None among the fishes is half-armed with teeth, like the ox and sheep among us; for nothing among them chews the cud, unless some record only the parrot-wrasse. Rather, they are all thickly set with the sharpest points of teeth, lest through prolonged chewing their food should slip away; for if it were not swiftly cut up and sent on to the belly, it would be dispersed by the water during mastication.
3. Τροφὴ δὲ ἰχθύσιν ἄλλοις ἄλλη κατὰ γένος διωρισμένη. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται, οἱ δὲ τοῖς φυκίοις· ἄλλοι ταῖς βοτάναις ταῖς ἐντρεφομέναις τῷ ὕδατι ἀρκοῦνται. Ἀλληλοφάγοι δὲ τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μικρότερος παρ' ἐκείνοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ τελευταίου. Τί οὖν ἡμεῖς οἱ ἄνθρωποι ἄλλο τι ποιοῦμεν ἐν τῇ καταδυναστείᾳ τῶν ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς ἀπληρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἐναποκρύπτων τοὺς ἀσθενεῖς;
3. Now food is appointed differently for different fishes according to kind. For some feed on mud, and others on seaweeds; others are content with the herbs that grow in the water. Yet most of the fishes eat one another, and among them the smaller is food for the larger. And if it ever happens that the one which overpowered a lesser becomes the prey of another, both are brought into the single belly of the last. What else, then, do we human beings do in the oppression of our inferiors? How does he differ from the last fish who in his greedy love of wealth hides away the weak within the insatiable bosoms of his covetousness?
Notes, col. 152

On the reading

Printed σελαχη, for σελάχη.

Printed διηρημέναι, for διῃρημέναι.

Printed ει, for εἰ.

Printed ακμαῖς, for ἀκμαῖς.

Printed διαῤρέῃ, for διαῤῥέῃ.

Printed ει, for εἰ.

PG 29:153Read from the page
Ἐκεῖνος εἶχε τὰ τοῦ πένητος· σὺ τοῦτον λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας σεαυτοῦ. Ἀδίκων ἀδικώτερος ἀνεφάνης, καὶ πλεονεκτικώτερος πλεονέκτου. Ὅρα μὴ τὸ αὐτό σε πέρας τῶν ἰχθύων ἐκδέξηται, ἄγκιστρόν που, ἢ κύρτος, ἢ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόντες, τὴν τελευταίαν τιμωρίαν οὐκ ἀποδρασόμεθα. Ἤδη δὲ καὶ ἐν ἀσθενεῖ ζώῳ πολὺ τὸ πανοῦργον καὶ ἐπίβουλον καταμαθὼν, βούλομαί σε φυγεῖν τῶν κακούργων τὴν μίμησιν. Ὁ καρκῖνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου· ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται. Ἀῤῥαγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. Διὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εισιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ' ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου τὰς πτύχας ἑαυτοῦ διαπλώσαντα, τότε δὴ, λάθρα ψηφῖδα παρεμβαλὼν, διακωλύει τὴν σύμπτυξιν· καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περιεχόμενος. Αὕτη ἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς μετεχόντων. Ἐγὼ δέ σε βούλομαι, τὸ ποριστικὸν καὶ εὐμήχανον τῶν καρκίνων ζηλοῦντα, τῆς βλάβης τῶν πλησίον ἀπέχεσθαι. Τοιοῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τῶν πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῶν. Φεῦγε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Τοῖς οικείοις ἀρκοῦ. Πενία μετά αὐταρκείας ἀληθοῦς πάσης ἀπολαύσεως τοῖς σωφρονοῦσι προτιμοτέρα. Οὐκ ἂν παρέλθοιμι τὸ τοῦ πολύποδος δολερὸν καὶ ἐπίκλοπον, ὃς ὁποίᾳ ποτ' ἂν ἑκάστοτε πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέρχεται χρόαν· ὥστε τοὺς πολλοὺς τῶν ἰχθύων ἀπροόπτως νηχομένους τῷ πολύποδι περιπίπτειν, ὡς τῇ πέτρᾳ δῆθεν, καὶ ἕτοιμον γίνεσθαι θήραμα τῷ πανούργῳ. Τοιοῦτοί εἰσι τὸ ἦθος οι τὰς αεὶ κρατούσας δυναστείας ὑπερχόμενοι, καὶ πρὸς τὰς ἑκάστοτε χρείας μεθαρμοζόμενοι, μὴ ἐπὶ τῆς αὐτῆς ἀεὶ προαιρέσεως βεβηκότες, ἀλλ' ἄλλοι καὶ ἄλλοι ῥᾳδίως γινόμενοι, σωφροσύνην τιμῶντες μετὰ σωφρόνων, ἀκόλαστοι δὲ ἐν ἀκολάστοις, πρὸς τὴν ἑκάστου ἀρέσκειαν τὰς γνώμας μετατιθέμενοι. Οὓς οὐδὲ ῥᾴδιον ἐκκλῖναι, οὐδὲ τὴν ἀπ' αὐτῶν φυλάξασθαι βλάβην, διὰ τὸ ἐν τῷ προσχήματι τῆς φιλίας βαθέως κατεσκευασμένην τὴν πονηρίαν κατακεκρύφθαι. Τὰ τοιαῦτα ἤθη λύκους ἅρπαγας ὀνομάζει ὁ Κύριος, ἐν ἐνδύμασι προβάτων προφαινομένους. Φεῦγε τὸ παντοδαπὸν καὶ πολλαπλοῦν τοῦ τρόπου· δίωκε δὲ ἀλήθειαν, εἰλικρίνειαν, ἁπλότητα. Ὁ ὄφις ποικίλος· διὰ τοῦτο καὶ ἕρπειν κατεδικάσθη.
That man held the goods of the poor man; you took him and made him part of your own abundance. You showed yourself more unjust than the unjust, and more covetous than the covetous. See to it that the same end as that of the fishes does not await you—a hook somewhere, or a weel, or a net. For surely we too, after going through many unjust deeds, shall not escape the final punishment. Now having observed great cunning and craftiness even in a weak creature, I want you to shun the imitation of wrongdoers. The crab desires the flesh of the oyster; yet the catch proves hard for it to take because of the covering of the shell. For nature has secured the tenderness of its flesh with an unbreakable enclosure. Wherefore it has also been named testacean. And since two hollows fitted closely to one another enfold the oyster, the claws of the crab are of necessity unavailing. What then does it do? Whenever it sees it warming itself with pleasure in windless spots, and spreading open its valves towards the ray of the sun, then indeed, secretly slipping in a pebble, it prevents the closing; and it is found compassing by contrivance what was lacking to its strength. Such is the malice of creatures that partake of neither reason nor voice. But I wish you, while emulating the resourcefulness and ingenuity of crabs, to abstain from harming your neighbours. Such is the man who approaches his brother with deceit, and sets upon the misfortunes of his neighbours, and revels in others' calamities. Shun the imitations of those who stand condemned. Be content with your own. Poverty with true self-sufficiency is preferable to every indulgence for those of sound mind. I would not pass over the deceitfulness and thievishness of the octopus, which takes on the colour of whatever rock it clings to on each occasion; so that most of the fishes, swimming unsuspectingly, fall foul of the octopus as though it were forsooth the rock, and become ready prey for the crafty creature. Such in character are those who fawn upon the ruling powers that prevail at any time, and adapt themselves to every shifting need, not standing firm upon the same purpose always, but easily becoming now one thing and now another, honouring temperance among the temperate, yet licentious among the licentious, shifting their opinions to please each person. It is not easy either to shun such men or to guard against harm from them, because their deeply contrived wickedness lies hidden beneath the pretext of friendship. Characters of this sort the Lord calls ravenous wolves, appearing in sheep's clothing. Shun versatility and duplicity of character; pursue instead truth, sincerity, simplicity. The serpent is subtle and variegated; on this account it was also condemned to creep.
Notes, col. 153

On the reading

Printed εισιν, for εἰσιν.

Printed οικείοις, for οἰκείοις.

Printed μετά, for μετὰ.

Printed οι, for οἱ.

Printed αεὶ, for ἀεὶ.

PG 29:156Read from the page
Ὁ δίκαιος ἄπλαστος, ὁποῖος ὁ Ἰακώβ. Διὰ τοῦτο Κατοικίζει Κύριος μονοτρόπους ἐν οἴκῳ. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων. Ἀλλ' ὅμως σοφή τίς ἐστι παρ' αὐτοῖς καὶ εὔτακτος διακόσμησις. Οὐ γὰρ μόνον κατηγορεῖν ἔχομεν τῶν ἰχθύων, ἀλλ' ἔστιν ἃ καὶ μιμήσασθαι ἄξιον. Πῶς τὰ γένη τῶν ἰχθύων ἕκαστα τὴν ἐπιτηδείαν ἑαυτοῖς διανειμάμενα χώραν, οὐκ ἐπεμβαίνει ἀλλήλοις, ἀλλὰ τοῖς οἰκείοις ὅροις ἐνδιατρίβει; Οὐδεὶς γεωμέτρης παρ αὐτοῖς κατένειμε τὰς οἰκήσεις· οὐ τείχεσι περιγέγραπται· οὐχ ὁροθεσίοις διῄρηται· καὶ αὐτομάτως ἑκάστῳ τὸ χρήσιμον ἀποτέτακται. Οὗτος μὲν γὰρ ὁ κόλπος τάδε τινὰ γένη τῶν ἰχθύων βόσκει, κάκεῖνος ἕτερα· καὶ τὰ ὧδε πληθύνοντα ἄπορα παρ' ἑτέροις. Οὐδὲν ὄρος ὀξείαις κορυφαῖς ἀνατεταμένον διίστησιν, οὐ ποταμὸς τὴν διάβασιν ἀπυτέμνεται· ἀλλὰ νόμος τίς ἐστι φύσεως ἴσως καὶ δικαίως κατὰ τὸ ἑκάστου χρειῶδες τὴν δίαιταν ἑκάστοις ἀποκληρῶν.
The righteous man is unfeigned, such as Jacob was. On this account the Lord settles those of single ways in a house. This sea, great and wide: there are creeping things of which there is no number, living creatures small with great. Yet even so there is among them a wise and orderly arrangement. For we do not only have cause to accuse the fishes, but there are also things worthy to imitate. How is it that the several kinds of fishes, having parcelled out for themselves the region suited to them, do not encroach upon one another, but abide within their own bounds? No surveyor among them apportioned their dwellings; they are not hedged round with walls; they are not divided by boundary-markers; and yet what is serviceable has of itself been assigned to each. For this gulf feeds certain kinds of fishes, and that one others; and those that abound here are scarce elsewhere. No mountain rising up with sharp peaks parts them, no river cuts off their crossing; rather, there is a law of nature allotting to each its abode equally and justly according to each one's need.
4. Ἀλλ' οὐχ ἡμεῖς τοιοῦτοι. Πόθεν; Οἵγε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατεμνόμεθα γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τοῦ πλησίον ἀφελώμεθά τι. Οἶδε τὰ κήτη τὴν ἀφωρισμένην αὐτοῖς παρὰ τῆς φύσεως δίαιταν, τὴν ἔξω τῶν οἰκουμένων χωρίων κατείληφε θάλασσαν, τὴν ἐρήμην νήσων, ᾗ μηδεμία πρὸς τὸ ἀντιπέρας ἀντικαθέστηκεν ἤπειρος. Διόπερ ἄπλους ἐστὶν, οὔτε ἱστορίας οὔτε τινὸς χρείας κατατολμᾷν αὐτῆς τοὺς πλωτῆρας ἀναπειθούσης. Ἐκείνην καταλαβόντα τὰ κήτη, τοῖς μεγίστοις τῶν ὀρῶν κατὰ τὸ μέγεθος ἐοικότα, ὡς οἱ τεθεαμένοι φασὶ, μένει ἐν τοῖς οἰκείοις ὅροις, μήτε ταῖς νήσοις, μήτε ταῖς παραλίοις πόλεσι λυμαινόμενα. Οὕτω μὲν οὖν ἕκαστον γένος, ὥσπερ πόλεσιν, ἢ κώμαις τισὶν, ἢ πατρίσιν ἀρχαίαις, τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. Ἤδη δέ τινες καὶ ἀποδημητικοὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κοινοῦ βουλευτηρίου πρὸς τὴν ὑπερορίαν στελλόμενοι, ὑφ' ἑνὶ συνθήματι πάντες ἀπαίρουσιν. Ἐπειδὰν γὰρ ὁ τεταγμένος καιρὸς τῆς κυήσεως καταλάβῃ, ἄλλοι ἀπ' ἄλλων κόλπων μεταναστάντες, τῷ κοινῷ τῆς φύσεως νόμῳ διεγερθέντες, ἐπὶ τὴν βορεινὴν ἐπείγονται θάλασσαν. Καὶ ἴδοις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδου ὥσπερ τι ῥεῦμα τοὺς ἰχθῦς ἡνωμέ-
4. Yet we are not such. Far from it! We who remove ancient landmarks which our fathers set. We slice off land, we join house to house and field to field, that we may take something away from our neighbour. The sea-monsters know the abode set apart for them by nature; they have occupied the sea outside the inhabited regions, the sea bare of islands, over against which no mainland stands on the opposite side. Wherefore it is unnavigated, neither inquiry nor any need persuading mariners to venture upon it. Having occupied that sea, the sea-monsters, resembling the greatest of mountains in size, as those who have beheld them say, remain within their own bounds, ravaging neither the islands nor the coastal cities. Thus indeed each kind dwells in the parts of the sea assigned to it, as though in cities, or certain villages, or ancestral homelands. Yet some of the fishes are also migratory, and as if dispatched abroad from a common council-chamber, all set forth at a single signal. For whenever the appointed season of breeding arrives, removing from different gulfs and roused by the common law of nature, they hasten towards the northern sea. And at the season of their ascent you might see the fishes like a kind of stream joined
Notes, col. 156

On the reading

Printed παρ, for παρ'.

Printed κάκεῖνος, for κἀκεῖνος.

Printed ἀπυτέμνεται, for ἀποτέμνεται.

PG 29:157Read from the page
νους, καὶ διὰ τῆς Προποντίδος ἐπὶ τὸν Εὔξεινον ῥέοντας. Τίς ὁ κινῶν; ποῖον πρόσταγμα βασιλέως; ποῖα διαγράμματα κατ' ἀγορὰν ἡπλωμένα τὴν προθεσμίαν δηλοῖ; οἱ ξεναγοῦντες τίνες; Ὁρᾷς τὴν θείαν διάταξιν πάντα πληροῦσαν, καὶ διὰ τῶν μικροτάτων διήκουσαν. Ἰχθὺς οὐκ ἀντιλέγει νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διδαγμάτων οὐκ ἀνεχόμεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄφωνα καὶ ἄλογα παντελῶς· ἀλλὰ φοβοῦ μὴ καὶ τούτων ἀλογώτερος ᾖς, τῇ διαταγῇ τοῦ κτίσαντος ἀνθιστάμενος. Ἄκουε τῶν ἰχθύων μονονουχὶ φωνὴν ἀφιέντων δι' ὧν ποιοῦσιν, ὅτι· Εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. Οὐκ ἔχουσιν ἴδιον λόγον· ἔχουσι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον, καὶ τὸ πρακτέον ὑποδεικνύντα. Βαδίσωμεν, φασὶν, ἐπὶ τὸ βόρειον πέλαγος. Γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης ἐκεῖνο τὸ ὕδωρ, διότι ἐπ' ὀλίγον αὐτῇ προσδιατρίβων ὁ ἥλιος, οὐκ ἐξάγει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. Χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάσσια· ὅθεν καὶ ἐπὶ τοὺς ποταμοὺς ἀνανήχεται πολλάκις, καὶ πόῤῥω θαλάσσης φέρεται. Ἐκ τούτου προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστι κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ ἐκθρέψαι τὰ ἔκγονα. Ἐπειδὰν δὲ τὸ σπουδαζόμενον ἀρκούντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑποστρέφουσιν οἴκαδε. Καὶ τίς ὁ λόγος, ἀκούσωμεν παρὰ τῶν σιωπώντων. Ἐπιπόλαιος, φασὶν, ἡ βορεινὴ θάλασσα, καὶ ὑπτία προκειμένη τῶν ἀνέμων ταῖς βίαις, ὀλίγας ἀκτὰς καὶ ὑποδρομὰς ἔχουσα. Διὸ καὶ ἐκ πυθμένος οἱ ἄνεμοι ῥᾳδίως αὐτὴν ἀναστρέφουσιν, ὡς καὶ τὴν βυθίαν ψάμμον τοῖς κύμασιν ἀναμίγνυσθαι. Ἀλλὰ καὶ ψυχρὰ χειμῶνος ὥρᾳ, ὑπὸ πολλῶν καὶ μεγάλων ποταμῶν πληρουμένη. Διὰ τοῦτο ἐφ' ὅσον μέτριον ἀπολαύσαντες αὐτῆς ἐν τῷ θέρει, πάλιν χειμῶνος ἐπὶ τὴν ἐν τῷ βυθῷ ἀλέαν καὶ τὰ προσήλια τῶν χωρίων ἐπείγονται, καὶ φυγόντες τὸ δυσήνεμον τῶν ἀρκτῴων, τοῖς ἐπ' ἔλαττον τινασσομένοις κόλποις ἐγκαθορμίζονται.
together, and flowing through the Propontis towards the Euxine. Who is it that sets them in motion? What command of a king? What edicts posted in the marketplace declare the appointed day? Who are their guides? You see the divine ordinance filling all things, and reaching even through the smallest creatures. A fish does not gainsay the law of God, and we human beings do not endure saving teachings. Do not despise the fishes because they are voiceless and wholly irrational; rather, fear lest you prove even more irrational than they by resisting the ordinance of the Creator. Listen to the fishes all but uttering a voice through what they do, saying: For the preservation of our kind we set out upon this long journey abroad. They do not have reason of their own; yet they have the law of nature firmly implanted, showing what is to be done. Let us go, they say, towards the northern sea. For that water is sweeter than the rest of the sea, because the sun, lingering upon it for only a short time, does not draw out all the drinkable part from it by its ray. And sea-creatures too delight in sweet waters; whence they often swim up into rivers and travel far from the sea. For this reason the Pontus is preferred by them above the other gulfs, as suited for bringing forth and rearing their offspring. And whenever the object of their effort has been sufficiently fulfilled, all return home again in a body. And what the reason is, let us hear from these silent creatures. The northern sea, they say, is shallow, and lies flat and exposed to the blasts of the winds, having few shores and sheltering coves. Wherefore the winds easily turn it up from the bottom, so that even the sand of the deep is mingled with the waves. Moreover, it is cold in the winter season, being filled by many great rivers. On this account, after enjoying it in due measure during the summer, in winter they hasten back again towards the warmth of the deep and the sunny regions, and fleeing the stormy blasts of the northern parts, they put into haven in gulfs that are less violently shaken.
5. Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐν πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αιρετὸν αὐτῷ καὶ τὸ φευκτὸν ὁ ιχθύς· τί ἐροῦμεν ἡμεῖς οἱ λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευμένοι, ἐπαγγελίαις προτραπέντες, Πνεύματι σοφισθέντες, εἶτα τῶν ἰχθύων ἀλογώτερον τὰ καθ' ἑαυτοὺς διατιθέμενοι; εἴπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖσθαι πρόνοιαν, ἡμεῖς δὲ ἐκ τῆς πρὸς τὸ μέλλον ἀνελπιστίας δι' ἡδονῆς βοσκηματώδους τὴν ζωὴν ἀναλίσκομεν. Ἰχθὺς τοσαῦτα διαμείβει πελάγη ὑπὲρ τοῦ εὗρασθαί τινα ὠφέλειαν· τί ἐρεῖς σὺ ὁ τῇ ἀργίᾳ συζῶν; Ἀργία δὲ κακουργίας ἀρχή. Μηδεὶς ἄγνοιαν προφασιζέσθω. Φυσικὸς λόγος οἰκείωσιν ἡμῖν τοῦ
5. I saw these things myself, and I marvelled at the wisdom of God in all things. If irrational creatures are inventive and watchful for their own preservation, and the fish knows what is to be chosen for itself and what is to be shunned, what shall we say—we who have been honoured with reason, and instructed by law, encouraged by promises, made wise by the Spirit, and yet manage our own affairs more irrationally than the fishes? For they know how to take some forethought for the future, whereas we, out of hopelessness regarding the future, squander our life in beast-like pleasure. A fish traverses so many seas in order to find some benefit; what will you say, you who live in idleness? And idleness is the beginning of wrongdoing. Let no one plead ignorance as an excuse. Natural reason, an affinity in us towards the
Notes, col. 157

On the reading

Printed αιρετὸν, for αἱρετὸν.

Printed ιχθύς, for ἰχθύς.

Printed εὗρασθαί, for εὕρασθαί.